Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Encomium in matrem
Michael PsellusMatr 23 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
23.1
Ἐπεὶ τοίνυν τὴν ἀνάλυσιν ἔγνω, ἵνα μὴ «ἀτέλεστος» ἐκεῖσε «ἀφίκηται», εἰς ὡρισμένην ἡμέραν παραγγέλλει προβήσεσθαι αὐτῇ τὸ μυστήριον. ὡς δὲ πάντα εὐτρέπιστο, ὁ σταυρός, ἡ ζώνη καὶ πρὸ τούτων ἡ χάρις, ἐτύθη δὲ καὶ «ὁ σιτευτὸς μόσχος» καὶ ἡ τράπεζα προὔκειτο, ἥ τε λαμπὰς ἀνῆπτο καὶ «αἱ τῆς Ἱερουσαλὴμ θυγατέρες» ἐν τάξει καὶ κόσμῳ ἑτοιμασθεῖσαι δορυφορήσειν τὴν βασιλίδα, ἡμεῖς μὲν ᾠόμεθα «φοράδην ἐκκομισθήσεσθαι»– καὶ τί γὰρ ἦν ἄλλο ὑπονοεῖν;– ἡ δέ· πῶς ἂν διηγησαίμην τὸ θαῦμα, πῶς δὲ πείσαιμι λέγων; οἷς γὰρ αὐτὸς ἑωρακὼς οὐ πάνυ πεπίστευκα, πῶς ἂν ἕτεροι τῷ λόγῳ πεισθεῖεν; ἀλλ' οὖν ἴστω Θεὸς καὶ μάρτυρες ἄγγελοι ὡς οὐ ψεύδομαι τὴν διήγησιν. Ἡμῶν τοίνυν οὕτως οἰομένων, ἐκφαίνεται αὕτη ἀθρόον ὥσπερ «ἐκ κοιτῶνος» βασιλικοῦ τῷ βασιλεῖ καὶ νυμφίῳ προσάγουσα ἑαυτήν, ὡραία τῷ κάλλει, φαιδρὰ τῷ προσώπῳ, ἀκμαία τὴν δύναμιν, ἔδνα προσάγουσα τῷ νυμφίῳ οἷα οὐκ ἄλλη· «κόμην πιναράν», «τύλους γονάτων», ὀστᾶ κατεσκληκότα καὶ τὴν τοῦ δέρους τραχύτητα. ὁ δὲ ἀντεδίδου φιλοτιμότερον· δακτύλιον ἐπὶ τῆς χειρὸς ἀστράπτον «σφενδόνῃ χρυσῇ», «ὑποδήματα περὶ τοὺς πόδας», ἵνα δὴ ἐπιβαίνοιεν «ἐπάνω σκορπίων καὶ ὄφεων», «τὸ τοῦ σταυροῦ τρόπαιον», «τὴν περικεφαλαίαν τοῦ σωτηρίου», τὴν ὀξείαν «τοῦ πνεύματος μάχαιραν». ὢ δώρων ἐκείνων. καί μου καὶ λέγοντος «δάκνεται ἡ ψυχὴ» ἀποτυχόντος ὧν προτεθύμημαι. τέλος καὶ ἑαυτὸν καταθύσας, ἐδίδου τῇ νύμφῃ φαγεῖν τοῦ θύματος. ὡς δὲ καὶ πάντων δὴ κεκοινώνηκε τῶν νυμφικῶν δωρεῶν, ἐλέλειπτο δὲ μόνον τὸ θῦμα· εἶτα δὴ συμπροϊέναι ἐπετάχθη τοῖς χερουβίμ, καὶ εἵπετό τε καὶ συμπαρίπτατο. κἀγὼ τὸ ἄρρητον ἐκεῖνο τεθέαμαι θέαμα, εὐθὺς δὴ κατενεχθεὶς καὶ τῷ ἐδάφει ἐμαυτὸν προσαρμόσας καὶ ἐξισώσας, δράττομαί τε τῶν ἐκείνης ποδῶν καὶ λόγου τυχεῖν τηνικαῦτα ἐκλιπαρῶ καὶ εὐχῶν. ἡ δέ, ἠρεμαίᾳ τῇ φωνῇ βραχύ τι πρὸς ἐμὲ νενευκυῖα· «τύχοις, ὦ τέκνον– φησί–, τούτων τῶν ἀγαθῶν», καὶ εἰποῦσα ἀπέπτη σεραφικῇ πτέρυγι καὶ συνανίπτατο ταῖς δυνάμεσιν. ἐπεὶ δὲ ἔδει καὶ τὸν τυθέντα μόσχον καὶ ἰδεῖν καὶ φαγεῖν, ὅ τι μὲν εἶδεν ἐκείνη ἢ ὅ του γέγευστο, εἰδείῃ ἂν ἡ ταύτης ψυχή, ὅτι δὲ μεταλαβοῦσα ἠλλοίωτο καὶ ἀκτῖνας εἶχεν ἡ ὄψις αὐτῆς· οὐκ ἔστιν ὅστις τῶν παραγεγονότων οὐκ εἶδεν ἢ ἰδὼν οὐκ ἐθαύμασεν. ἐντεῦθεν οὐκέτι οὐδὲ τοῦ τῆς ἐκκλησίας ἐδάφους ἀπῆν. Ἐγὼ μὲν οὖν– ἀλλ' ἦν ἄρα καὶ τοῦτο οἰκονομία καὶ τῷ Κρείττονι ἐδέδοκτο ἄνωθεν μὴ ἰδεῖν τῆς μητρὸς τὴν μετάθεσιν μηδέν τι πρὸς ἐκεῖνο προκαθηράμενον τὸ μυστήριον– ἐγὼ μὲν οὖν τὴν μητέρα ἀθρόον ἀλλοιωθεῖσαν ἰδὼν καὶ οὐ πάνυ ὑπονοήσας ὅτι αὐτίκα τεθνήξεται, ἐπέσχον τὸ συνεχὲς τῆς ἀφίξεως. ἡ δέ, ἐπειδὴ ὁ τῆς τελετῆς ἀφώριστο χρόνος καὶ ἔμελλε βραχύ τι τὸ σῶμα διαναπαῦσαι, ὡς γοῦν διηγοῦντο μοι αἱ θεραπεύουσαι, ἐπί τινος χαμαιζήλου θώκου καθίσασα, εἶτα δὴ καὶ πρὸς τὸ εὐώνυμον μέρος «ἀνακλιθεῖσα» καὶ πολλὰ τῷ Λόγῳ εὐχαριστήσασα, ἀθρόον, ὥσπερ τινὸς ἐκ θατέρου μέρους φανέντος, μετεστράφη ἐκπληκτικώτατα. Ἀλλὰ πῶς ἂν καὶ αὖθις ἐμαυτὸν ἀποδύρωμαι, πῶς δέ σου τὴν πρὸς ἐμὲ σχέσιν, ὦ μῆτερ, ἐνδείξαιμι τοῖς πολλοῖς; ὡς γοῦν ἀτενὲς εἶδεν, ὥσπερ ἐκστᾶσα, εἶτα δὴ πρὸς ἑαυτὴν ἐγεγόνει· «ὁ φίλτατός μοι– φησί– παρίτω υἱός». ὢ τῆς θείας ἐκείνης φωνῆς, ὢ τῆς ἐμῆς ἀτυχοῦς καὶ ζωῆς καὶ ψυχῆς, ὤ, πῶς ἂν καὶ λέγων ἐνέγκω τὴν συμφοράν; καὶ αὖθις· «ἀλλὰ ποῦ δὴ ἐκεῖνος;». ἐπὶ τούτῳ ἄλλοι ἐπ' ἄλλοις παρῄεσαν, ἀλλ' ὅ μοι λόγος ἀναμεινάτω. ὡς δὲ καὶ πάλιν τὴν αὐτὴν ἀφῆκε φωνὴν καὶ οὔθ' ὁ ἀγγέλλων ἐμοὶ τὸν λόγον ἐπτέρωτο, οὔτε μὲ πνεῦμα ἐκεῖσε ἐκόμιζεν ὡς τὸν Ἀμβακούμ, αὖθις τὸ ὀφθὲν ἰδοῦσα καὶ οἷον συμπροθυμηθεῖσα ἐκείνῳ καὶ κουφισθεῖσα τοῦ ἐδάφους ὅσον ἐξῆν, εἶτα δὴ καὶ τὰς χεῖρας συμπλεξαμένη κατὰ τοῦ στήθους, ἡδέως ἅμα καὶ ὁμαλῶς «ἀφῆκε τὴν ψυχὴν» «τοῖς ἀπάγουσι», πληρωθέντος αὐτῇ τοῦ τῆς ζωῆς μέτρου καὶ τοῦ δεσμοῦ χαλασθέντος τῆς φύσεως καὶ τῆς ψυχῆς πρᾴως ἀπελθούσης, ἅτε τῷ φανέντι διαχυθείσης φωτί, καὶ πρὸς τὸ συγγενὲς ἀναδραμούσης καὶ εἰς Θεὸν ἀποπτάσης.

Intertext edge

Open linked passage

Note