Encomium in matrem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
25.1
Οὕτω καὶ ζῶσα ἀσύγκριτος «τὴν θείαν ζωὴν» καὶ τελευτήσασα τὴν ἱερὰν ἐκφορὰν ἐγεγόνει καὶ τὰ ἀνόμοια παραπλήσια ταύτῃ κατέστη καὶ ἡ ἐναντίωσις τῇδε μόνῃ ἐσπείσατο, ἢ τὰ ἐναντία ἐπὶ μιᾶς φύσεως ὤφθη– πῶς ἂν εἴποιμι;– ὁμοιότροπα. αὕτη καὶ τῇ προμήτορι ἐκάλυψε τὸ ἁμάρτημα, οὐ μόνον ὅτι σύμβουλος ἐγεγόνει πρὸς τὸ καλὸν τῷ ὁμοζύγῳ, τὴν ὁμιλίαν ἀποκρουσαμένη τοῦ ὄφεως, ἀλλ' ὅτι καὶ τὴν ἀθανασίαν ἐπήνεγκε, τρόπον ἕτερον, οὐ συνθάψασα τῷ σώματι τὴν ψυχήν, οὐδὲ γενομένη τῆς φύσεως, ἀλλὰ τὴν φύσιν ποιήσασα ἑαυτῆς καὶ μόνη τὸ σῶμα τῇ κρείττονι φύσει ἐνθεῖσα. Καὶ τῷ μετὰ ταῦτα δὲ γένει κόσμος κατέστη καὶ παράδειγμα ἀρετῆς· ἐδίκασε δὲ καὶ ἄμφω καὶ τῷ θήλυϊ καὶ τῷ ἄρρενι, οὐ τῷ μὲν δοῦσα τὸ μεῖζον, τῷ δὲ λοιπῷ γένει τὸ ἔλαττον– τοῦτο γὰρ ἀλογίστου διαιτητοῦ καὶ οὐ δεδοκιμασμένης τῆς διαιτήσεως–, ἀλλὰ τὸ ἶσον ἀμφοῖν ἀπονείμασα· εἰ γὰρ καὶ ὁ τοῦ σώματος τόνος ἀμφοῖν τοῖν γενοῖν διάφορος, ἀλλ' ὁ λόγος ἶσος καὶ ἀπαράλλακτος καὶ οὐχ οὗτος τοῖς χείροσιν ἐξατονεῖ μέρεσιν, ἀλλ' ἐκεῖνα νευροῦται τῷ κρείττονι. Ταύτην ἄν τις λογιζόμενος καὶ ὁσίαις συναριθμήσειε καὶ συγκατατάξειε μάρτυσιν· ἀντηγωνίσατο γὰρ καὶ αὕτη πρὸς δεινότατον τύραννον καὶ βαρὺν τὴν ὀφρὺν καὶ οὐ μᾶλλον παρ' ἐκείνου κατεπτοήθη ἢ κατεπτόησεν, ἐγκαρτερήσασα τοῖς δεινοῖς καὶ τὰς τιμωρίας οὐχ ὑποπτήξασα. καθηγίασε δὲ καὶ τὴν γῆν αἵμασιν οὐκ ἀφ' ὧν ἡ φύσις τὴν προχοὴν οἶδεν, ἀλλ' ἀφ' ὧν τὸ δάκρυον εἴωθε ῥεῖν. ἐτμήθη δὲ καὶ τὸ σῶμα οὐ ξίφεσιν, ἀλλὰ κλίσεσι διαλυθεῖσα τὸ συνεχὲς καὶ ταῖς ἐπ' ἐδάφους τῶν μερῶν συντονίαις καὶ κάμψεσι. «διῆλθε καὶ διὰ πυρός», φλεγομένη μὲν ταῖς τῶν ἀναγκαίων ἐπιθυμίαις, οὐ μεταλαμβάνουσα δέ, ἀλλὰ καὶ μέχρι τῶν δεδομένων ἐγκαρτεροῦσα· οὐκ ἔλαττον δὲ καὶ «δι' ὕδατος», τὴν τοῦ οἴνου χρῆσιν ἀπωσαμένη καὶ τῷ ἀρχαίῳ πόματι τὴν χρείαν ἀποπληροῦσα τοῦ σώματος. διὰ ταῦτα καὶ «εἰς ἀναψυχὴν» ἐξελήλυθε. Τῆς δέ γε ὁσιότητος καὶ παρὰ πάσας ἢ καὶ πασῶν τὸ πρεσβεῖον ἠνέγκατο, τήξασα τὰς σάρκας δι' ἐγκρατείας καὶ τὸ σῶμα κενώσασα καὶ τὸν χοῦν τῷ πνεύματι ὑποτάξασα καὶ τὴν φύσιν δουλαγωγήσασα καὶ ταῖς μὲν πρακτικαῖς ὁρμαῖς καλῶς τῇ πρακτικῇ ἐμμελετήσασα ἀρετῇ, τῷ δὲ θεωρητικῷ βίῳ ἀσφαλῶς προβᾶσα ταῖς τῆς θεωρίας ἐλλάμψεσι καὶ τοῖν δυοῖν βίοιν πᾶσι καὶ πάσαις καταστᾶσα παράδειγμα, ὕλῃ καὶ ἀϋλίᾳ σοφῶς διαιτήσασα καὶ ἀμφοτέροις τοῖς μέρεσι διελομένη τὸ πρόσφορον, μᾶλλον δὲ τῇ μὲν ὕλῃ τὴν ἀϋλίαν κατακεράσασα, ταύτην δὲ τῇ μετουσίᾳ τοῦ Κρείττονος ὑψηλοτέραν καὶ καλλίονα ἀποδείξασα.