Encomium in matrem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
26.1
Ἀλλ' ἐγώ σε, μῆτερ, θαυμάζειν μὲν ἔχω καὶ καταπλήττεσθαι, μιμεῖσθαι δὲ οὐ πάνυ δεδύνημαι, ἀλλά σοι μόνος ἐγὼ καὶ τὴν εὐχὴν ἐπενόθευσα καὶ οὐ κατὰ τὰς σὰς ἐλπίδας προβέβηκα. μᾶλλον δὲ ὁ μὲν σὸς οὐδ' ἐνταῦθα διαπέπτωκε λόγος· τοῦ γὰρ ἐφετοῦ ὅσον ἐν σχήματι τετυχήκαμεν, μέχρι δὲ τοῦ τρίβωνος ἡ φιλοσοφία. καὶ τοῦτο δὲ σὸν ἔργον καὶ μετὰ θάνατον. ὑποκινεῖ με γάρ τις τοῦτο λέγειν «ὄψις ὀνείρατος». Ἐπεὶ γὰρ σὺ μὲν ἀπηλλάγης ἐντεῦθεν, ἐγὼ δὲ τὸ τῆς εὐχῆς σπέρμα ἐν ταῖς αὔλαξι κατέκρυψα τῆς ψυχῆς, ἔδοξά ποτε τῆς «νυκτὸς καθεύδων» ἱεροφάντας τινὰς λευχειμονοῦντας θεάσασθαι, οἱ δὲ καὶ δὴ ἐληλυθέναι ἔφασαν– οὕτως αὐτοῖς προστεταγμένον– εἰς τοὺς ἁγίους με ἀββάδας ἀπενεγκεῖν. καὶ τῇ λέξει οὕτως εἰρηκότες, ἐγὼ δὲ εὐθὺς ἀναστὰς εἱπόμην αὐτοῖς ὥσπερ τισὶ κρείττοσι. προϊοῦσι δὲ ἡμῖν· ἡ ὁδὸς πλατεῖα οὖσα συνῃρεῖτο καὶ συνέπιπτέ πως πρὸς ἑαυτὴν ὡς μικροῦ δεῖν καὶ στενοχωρεῖσθαι ἀπιόντας ἡμᾶς. πρὸς ἐμὲ γοῦν· «ἀλλὰ πολλή τις, ὦ τέκνον, ἡ στένωσις, ὡς ὁρᾷς, καὶ τοῖς πλείοσιν οὐδὲ βάσιμος, ὅθεν δεδίαμεν καὶ περὶ σοί. ἀλλ' οὐδ' ὡς ἀποκνητέον σοι, ἀλλ' ἕπου τεθαρρηκώς». Οἱ μὲν ταῦτα, τέλος δὲ εἶχεν ἡμῖν καὶ ὁ λόγος καὶ ἡ ὁδός· φραγμὸς γὰρ ἡμᾶς ἀπετείχιζεν, ὁ δὲ φραγμὸς «λίθος ξεστός», οὔτε λευκὸς ἄγαν οὔτε τοῦ ἐναντίου χρώματος, ἀλλ' οἷον ὠχρός, λεπτὸς μέν, οὐ πάνυ δὲ διαυγής. κατὰ δὲ τὸ μεσαίτατον οἷον ὀμφαλός τις αὐτῷ ἐντετύπωτο καὶ ἀνέῳκτο οὐκ εἰς ἀκριβῆ κύκλον οὐδὲ εὐρύχωρον· οἱονεὶ γὰρ ἀκίδες ἑκασταχόθεν τῆς περιφερείας ἀπῃωρημέναι τὸ τοῦ λίθου ἔτι ἀπεστένουν τρημάτιον. ταύτην οἱ ἄγοντες τὴν ὀπὴν διαδῦναί με ἔφασαν δεῖν– μὴ γὰρ ἄλλως εἶναι ἐκεῖθεν διεληλυθέναι– καὶ ὑπέθεσαν τὴν κεφαλὴν ὑποθεῖναι πρότερον, εἶθ' οὕτω τῷ λοιπῷ διολισθῆσαί με σώματι. ἐποίησα κατὰ τὰς ὑποθήκας καὶ ὁ λίθος ὑπεδίδου μοι ἐξιόντι καὶ ὥσπερ τι σῶμα μαλακώτατον διελύετο. κἀγὼ καθ' ἕτερον μέρος γενόμενος βαθυτάτῃ πρώτως ἐντετύχηκα κλίμακι καὶ κατῄειν θαρρούντως καὶ δή μοι πρὸς τῷ τέρματι νεὼς ἀνέῳκτο καὶ τὸ μὲν λαιὸν μέρος εἰκὼν ἐκόσμει τῆς Θεομήτορος, τὸ δ' ἄλλο οὐ πάνυ εὐθὺς τεθέαμαι. Εἶτά γε τὴν τεκοῦσαν πρὸς τῇ εἰκόνι ἑστηκυῖαν ἰδὼν καὶ οἶον ἐκκρεμαμένην, ὥρμησα μὲν ὡς εἶχον περιβαλεῖν. σὺ δέ μοι τῇ χειρὶ βραχύ τι στῆναι ἐπέταξας· καὶ ὑποπτήξας ἐπάγην ἀθρόον. καὶ οὐδ' ὡς ἐπεστράφης, ἀλλ' οἷον ὑποκλέπτουσά μοι τὴν ὁμιλίαν· «ἐπὶ τὰ δεξιά– ἔφησας– τοῦ νεὼ στρέψαι τοὺς ὀφθαλμούς». καὶ τοῦτο πεποιηκότι μοναχός τις ὦπτο οὐκ ὄρθιος, ἀλλ' ὑποκλάσας τοῖς γόνασι· δέλτος αὐτῷ ἐν χεροῖν, πρὸς ἣν δὴ καὶ ἐπεπήγει τοῖς ὄμμασιν. ἐῴκει δὲ ὑπερμεγέθει τινί, στρυφνὸς τὴν ὄψιν καὶ σκυθρωπὸς τὴν ὀφρῦν καὶ τὴν «ἀσκητικὴν» ἀκριβῶς ἀποπνέων «ζωήν». «καὶ τίς δὲ οὗτος;»· τὴν μητέρα ἠρώτησα. ἡ δὲ ἀμεταστρόφως αὖθις· «ὁ μέγας– ἔφη–, τέκνον, Βασίλειος. ἀλλ' ἄπιθι προσκυνήσων αὐτῷ». ἐπεὶ δὲ προσελήλυθα καὶ προσβλέψας, οὗτος ἀνένευσεν. ὁ μὲν ἀθρόον συμπτύξας τὴν δέλτον καὶ βροντῆς ἦχον πεποιηκὼς «ἀφανὴς ἐγεγόνει». καὶ οὐδὲ τὴν μητέρα ἔτι τεθέαμαι, ἀλλ' ἑτέρωσέ πη διαιτώμενος ἦν καὶ «οἱ ἀπαγαγόντες» ἀφανῶς μοι αὖθις προσεληλύθεσαν καὶ ἐδόκουν τήν τε στολήν μοι κατακοσμεῖν καί τινας λόγους ἐπιψιθυρίζειν, οὓς οὐ κατέσχον τοῦ ὕπνου διαφειμένος.