Encomium in matrem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
27.1
Ὅτι μὲν οὖν, ὦ μῆτερ, καὶ θανοῦσα «ἐπιμέλειαν πεποίησαι» τοῦ υἱέος πέπεισμαι, τοῦτο πολλοῖς τεκμηρίοις τὸ πρᾶγμα κατειληφώς· ἐγὼ δὲ ὥσπερ ἀντιπίπτων σοι ταῖς εὐθύτησι καὶ ἀντικλώμενος τῷ κανόνι, οὐ πάνυ τὴν σοὶ φίλην «φιλοσοφίαν φιλοσοφῶ», ἀλλ' οὐκ οἶδα ἥτις με μερὶς εἴληφεν ἐξ ἀρχῆς καί με τοῖς βιβλίοις προσήλωσε καὶ οὐκ ἔχω τούτων ἀποσπασθήσεσθαι. Θέλγει γάρ με καὶ ἡ τέχνη τῶν λόγων καὶ μετὰ τῆς οἰκονομίας τῶν ὑποθέσεων καὶ τὸ ἐπανθοῦν αὐτῇ ὑπερηγαπήκειν κάλλος καὶ «κατὰ τὰς μελίττας» τοῖς λογικοῖς λειμῶσιν ἐφίπταμαι καὶ τὰ μὲν «ἄνθη κείρω», τὰ δὲ τὸ δροσῶδες ἀναπίνω τῆς λέξεως καὶ ἐν τοῖς ἐμοῖς σίμβλοις μελιτουργῶ. οὐκ ἐᾷ με ἡσυχάζειν ἡ τῆς σφαίρας περιφορά, ἀλλ' ἀναγκάζει με πολυπραγμονεῖν τίς ἡ κίνησις, πόθεν ἐκκεκύλισται, τίς ἡ φύσις, τίνες οἱ κύκλοι, πῶς ἐπιβέβληνται, πῶς διῄρηνται, πηλίκα τὰ τῶν εὐθειῶν τμήματα, τίνες αἱ γωνίαι, αἱ συναναφοραί, αἱ ἰσότητες, αἱ λοξώσεις, τίνα τὰ μεγέθη, ποδαπῆς φύσεως, πῶς αἱ κινήσεις καὶ πόσαι, εἰ τοῦ πυρὸς ἅπαντα, εἰ φύσεως ἄλλης. κινεῖ με καὶ ἡ στάσιμος ἐπιστήμη καὶ οὐκ ἔχω μὴ συννοεῖν «τὸ συνεχὲς μέγεθος» μὴ τὸ ἀκριβὲς τῆς ἀποδείξεως θεωρεῖν, πῶς ἀπὸ νοῦ μὲν τὰ ἀξιώματα, ἐκ δὲ τῶν ἀξιωμάτων αἱ ἄμεσοι προτάσεις εὐθύς, πῶς ἕστηκε πάντα πῶς ἠκρίβωται, τί τὸ ἀνάλογον τί τὸ ἄλογον, τί τὸ ῥητόν, τί τὸ ἄμετρον, τί τὸ σύμμετρον, ὁποῖα δὲ καὶ «τὰ μήκη καὶ αἱ δυνάμεις», καὶ ἡ περὶ τὸ στερεὸν στροφή. τὸ δέ γε πρῶτον μέρος καὶ ἄϋλον οὐδὲ καθεύδειν ἐᾷ· τεθαύμακα γοῦν αὐτοῦ τὸ πρὸς ἅπαντα ἢ τῶν πάντων πρὸς τοῦτο, τό τε πέρας αὐτοῦ καὶ τὸ ἄπειρον, καὶ πῶς ἐκ δυεῖν τούτοιν τὰ ἄλλα καὶ πῶς καὶ ἡ ἰδέα καὶ ἡ ψυχὴ καὶ ἡ φύσις εἰς ἀριθμοὺς ἀναφέρονται, ἡ μὲν κατὰ τὸν τῷ νῷ σύμφυτον, ἡ δὲ κατὰ τὸν τῷ λόγῳ σύνδρομον, ἡ δὲ κατὰ τὸν τῇ φυσικῇ τάξει ἰσόμετρον, ποδαπός τε ὁ λόγος ὁ φυσικός, καὶ τί μὲν τὸ ἐν τούτῳ τέλειον, τί δὲ τὸ σύμμετρον, τὸ τεταγμένον, τὸ κάλλος, τὸ αὔταρκες, τὸ ἶσον, τὸ ταὐτόν, τὸ ἀμιγές, τὸ ἁπλοῦν, τὸ παράδειγμα, ἡ ἀρχή, τίς ὁ ζωογονικός, τίς ὁ ψυχικός, τί τὰ τῶν ἀριθμῶν ἄχρι καὶ δεκάδος φυσικὰ ἰδιώματα, πῶς ἡ τριὰς παράγεται, τίς ἡ πρόοδος, πῶς δι' ὅλων διατείνει τῶν θείων γενῶν. Ἡ δέ γε μουσικὴ θελγήτροις ἀρρήτοις πρὸς ἑαυτὴν ἐπισπᾶται καί πως ἀναπέφυκα πρὸς αὐτὴν καὶ ᾠκείωμαι· οὐκ ἐπιπολῆς δὲ ταύτης ἵσταμαι οὐδὲ τοὺς τύπους μόνους τῶν λέξεων, τῶν μέτρων, τῶν ἐντέχνων κινήσεων περιείργασμαι, ἀλλὰ καὶ τὰς δυνάμεις ταύτης ἐζήτηκα καὶ τὰς ἐνεργείας καὶ τὰ αἴτια καὶ τὴν τῶν ῥυθμῶν οὐσίαν, τίνες τε τούτων οἱ ὀρθοὶ καὶ τίνες οἱ μὴ οὕτως ἔχοντες, ποδαπὸν δὲ αὐτῶν τὸ κάλλος καὶ ὅ τι συμφυὲς τῇ ζωῇ τῆς ψυχῆς. Οὐ τὰ γένη δὲ μόνον ζητῶ τῶν ἐπιστημῶν, ἀλλὰ καὶ εἴ τινες ἐκεῖθεν ἐρρύησαν ῥύακες. τὴν δέ γε ὑπερκειμένην σοφίαν, ἥτις ταῖς ἄλλαις πρεσβεύει καὶ «δίδωσι τὰς ἀρχὰς» καὶ ἑρμηνεύει τὰ ἀξιώματα καὶ καθαρῶς ἐστιν ἄϋλος καὶ μετὰ τὴν φυσικὴν τέτακται, οὐ ζητῶ μόνον, ἀλλὰ καὶ τιμῶ καὶ σεβάζομαι, εἴτε διαλεκτικήν τις ταύτην καλεῖν βούλοιτο ἄνωθεν ὁρῶσαν «τὴν λογικὴν πραγματείαν», εἴτε σοφίαν ἁπλῶς· τὸ γὰρ ἕτερον ὄνομα ἐπί τι μέρος τῆς λογικῆς κατέσπασαν οἱ νεώτεροι τῶν σοφῶν.