Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Encomium in matrem
Michael PsellusMatr 28 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
28.1
Ἄγαμαι δὲ καὶ τὴν διὰ τῶν συλλογισμῶν ἀπόδειξιν, οὐ μόνον ὅσοι ἐκ τῶν καθ' αὑτὰ συμπεραίνονται, ἀλλὰ καὶ ὅσοι ἐπαγωγικὴν καὶ ὑστέραν τὴν προχείρισιν ἔχουσι. τοῖς δὲ σοφίσμασι τοσοῦτον χρῶμαι ὅσον μὴ τούτοις ἁλίσκεσθαι μηδὲ συντίθεσθαι ὅτι «ταὐτὸν ἐπιστήμη τε καὶ σοφία» ἢ ἐπιστήμῃ μὲν ἐπιστήμονες οἱ σοφοί, σοφοὶ δὲ σοφίᾳ οἱ ἐπιστήμονες, οὐδ' ὅτι μόνος ὁ «ἄνθρωπος» ζῶον εἰ μόνος «γελαστικόν», πᾶν δὲ γελαστικὸν ζῶον. ταῦτά με ἕλκει καὶ ἔτι μᾶλλον ἡ τῶν κρυφιωτέρων κατάληψις, τί πρόνοια καὶ εἱμαρμένη καὶ εἰ ὅλως ἐν οὐσίᾳ τὸ δεύτερον, τί τὸ ἀκίνητον, τί δὲ τὸ αὐτοκίνητον καὶ πότερον εἰσδέχεταί τι ἀπὸ τῆς γενέσεως εἰς ἑαυτὴν ἡ ψυχή, ἢ «οὐδ' ὁπωστιοῦν». Διαπορεῖται δέ μοι καὶ περὶ τοῦ κοινοῦ ζῴου εἰ ἀντιλαμβάνεται ἐσαεὶ ταύτης τῶν γνώσεων, καὶ εἴ ἐστιν οὐσία τῆς ψυχῆς ἡ ἀθανασία ἢ ἄλλως ἐπισυμβέβηκε. περὶ δέ γε τοῦ ἀθάνατον αὐτὴν εἶναι καὶ πλεῖστά μοι πεφιλοσόφηται ἀπὸ τῆς πρὸς τὸ Θεῖον ἀφομοιώσεως, ἀπὸ τοῦ τἀναντία μὴ ἐπιδέχεσθαι, ἀπὸ τῆς ἐπιστροφῆς, ἀπὸ τῆς ἐν τοῖς ὕπνοις κινήσεως καὶ ἐλλάμψεως. ζητῶ δὲ καὶ εἴ τις ἐστὶν αὐτῇ σύνδεσμος πρὸς τὸ σῶμα οὗ δὴ πρῶτον ὡς δευτέρας ζωῆς ἐπιβέβηκε, τίς ἡ μίξις πρὸς αὐτὴν τοῦ ἀλόγου, τί τὸ ἀκρότατον ἐν τῇ ἀποκαταστάσει τέλος, τίς ἡ κρίσις, τίς ἡ λῆξις, πόθεν γίνεται, τί ποτέ ἐστι, τί δύναται, πόσα ἐνεργεῖ, τίς ἡ πρὸς τὸν νοῦν αὐτῆς μίξις, τίς ἡ ἐπιστροφὴ καί, ἵνα μὴ καθέκαστον λέγω περὶ αὐτῆς, ὅλος ὑπὸ τῶν ζητημάτων ὑφήρπασμαι. Ἀλλ' οὐδὲ μέχρι τούτου τὴν πολυπραγμοσύνην ἱστῶ, ἀλλὰ τῶν ἀστρολογησάντων ἀκούων τοὺς μὲν τῶν ἀστέρων ὥσπερ ἐξυβριζόντων, τοῖς δὲ μονονουχὶ θυόντων, διαποροῦμαι πόθεν ἑκατέροις τὸ παραλλάττον ἐφήκει ἢ πῶς πρὸς τὸν ἐκείνων σχηματισμὸν μετρεῖται ἡ γένεσις καὶ καθίσταται. ἀπέπτυσται γοῦν μοι ταῦτα, ὡς μήτε σαφῆ μήτε ἀληθῆ καὶ τοσοῦτον ἀπὸ τῆς περιεργίας ἐκέρδησα ὅσον ἀπὸ τῆς περὶ αὐτὰ γνώσεως ἐκείνων κατηγορεῖν. ἀπείρηται γοῦν μοι τὸ ἐκεῖθέν τινας πλάττεσθαί τε καὶ μεταπλάττεσθαι, διαβέβληνται δέ μοι καὶ οἱ χαρακτῆρες καὶ τὰ συνθήματα, αἵ τε εἰσκρίσεις καὶ ἡ τῶν θειοτέρων σωμάτων καταγωγή. τὸ δ' ἀληθεύειν περὶ τοῦ μέλλοντος οὔτε σχηματισμοῖς δίδωμι οὔτε πλάσεσιν, οὐ φωναῖς ὀρνίθων, οὐ πτήσεσιν οὐ κλαγγαῖς οὐ κινήσεσιν, οὐκ ἀσήμοις ἤχοις, οὐ λόγοις θυραίοις, οὐχ ὅσοις ὁ Ἑλληνικὸς λόγος περιπεπλάνηται· εἰ δέ μοι ἡ τῶν κανόνων πολυπραγμονεῖται ἀκρίβεια τῆς ἀστρονομουμένης σφαίρας, ἀλλά γε τοῦτο φιλόκαλον ὁμοῦ καὶ φιλόσοφον· κἂν εἰ περὶ ἀρχῶν ζητῶ καὶ πηγῶν, καὶ τοῦτο ψυχαῖς φιλοθεάμοσιν ἐφετόν. Ἱερατικὴν δὲ τέχνην οἶδα μὲν ἥτις ἐστίν, «ἐρίῳ» δὲ «στέψας» ἐξήλασα. λίθοις δὲ καὶ πόαις δυνάμεις μὲν ἀρρήτους καταμεμάθηκα, τὴν δὲ περίεργον τούτων χρῆσιν μακρὰν ἀπωσάμην. βδελλύττεταί μοι τὰ φυλακτήρια, ὁ ἀδάμας καὶ τὸ κουράλιον, καὶ καταγελῶ τῶν «διοπετῶν ἀγαλμάτων», τερατῶδες ἥγημαι τὸ τὴν τῶν ὅλων τάξιν μεταποιεῖν ἐπαγγέλλεσθαι, πάντων τῇ τοῦ Θεοῦ προνοίᾳ τεταγμένων καλῶς. διαλοιδοροῦμαι ταῖς ἐξευμενίσεσι, ταῖς καθάρσεσι, τοῖς χαρακτῆρσι, τοῖς ὀνόμασι, ταῖς λεγομέναις θεοφορήτοις κινήσεσι, τῷ αἰθερίῳ συνοχεῖ, τῷ ἐμπυρίῳ, τῇ λεοντούχῳ πηγῇ, τῷ πρώτῳ πατρί, τῷ δευτέρῳ, ταῖς ἴϋγξι, τοῖς κοσμαγοῖς, τῇ Ἑκάτῃ, τοῖς Ἑκατησίοις, τῷ ὑπεζωκότι, τοῖς λήροις καὶ μέχρις ὀνόματος. αἰῶνος δὲ πέρι καὶ χρόνου καὶ φύσεως καὶ θεωρίας καὶ τοῦ ἑνός, αἰσθήσεώς τε καὶ μνήμης καὶ τῆς τῶν ἐναντίων μίξεώς τε καὶ κράσεως, καὶ εἰ ἐν τῷ νῷ τὰ νοήματα, ἢ ἔξωθεν ἕστηκεν, εἴ γε ζητοίην, φιλόσοφον οἶμαι δεῖν πρᾶγμα ποιεῖν.

Intertext edge

Open linked passage

Note