Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Encomium in matrem
Michael PsellusMatr 30 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
30.1
Ἀλλ' ἐπειδή μοι ὁ βίος τοιοῦτος ἀπεκληρώθη ὥστε μὴ ἑαυτῷ μόνῳ ἀρκεῖν, ἀλλὰ καὶ τοῖς ἄλλοις προκεῖσθαι καὶ διδόναι ἀρύεσθαι οἷα δή τις «κρατὴρ» τῶν ναμάτων «ὑπερχειλής» διὰ ταῦτα καὶ σοφίας τῆς θύραθεν ἅπτομαι, οὐχ ὅση θεωρητικὴ μόνον, ἀλλὰ καὶ ὅση πρὸς ἱστορίαν καταβαίνει καὶ ποίησιν. καὶ γὰρ καὶ περὶ ποιημάτων πρὸς ἐνίους τῶν ὁμιλητῶν φθέγγομαι καὶ περὶ Ὁμήρου καὶ Μενάνδρου καὶ Ἀρχιλόχου, Ὀρφέως τε καὶ Μουσαίου καὶ ὁπόσα καὶ τὸ θῆλυ ᾖσαν, Σιβύλλαι τε καὶ «Σαπφὼ ἡ μουσοποιός», Θεανώ τε καὶ ἡ Αἰγυπτία σοφή. Πολλοὶ δέ με καὶ περὶ τῶν ἐν αὐτοῖς ὀνομάτων κατελιπάρησαν, ὥστ' εἰδέναι τί τὸ ἀκράτισμα, τί τὸ ἄριστον τί δὲ τὸ ἑσπέρισμα καὶ τίς ἡ δορπὶς καὶ ἡ ἐν τοῖς δείπνοις ἰσαία καὶ τίνες μὲν ἐν ἔπεσι συνεγράψαντο, τίνες δὲ τῇ καταλογάδην λέξει ἐχρήσαντο καὶ τίς ἡ παρ' Ὁμήρῳ ὄρχησις καὶ ὅλως τίς ὁ παρὰ τῷ ποιητῇ ἡρωϊκὸς βίος, τί τε «ὀψοφαγία καὶ» τί «πολυτέλεια» καὶ τίς ἡ τῶν ἀκροδρύων χρῆσις καὶ ἡ ἀρχαιοτέρα τῶν Τρωϊκῶν, τί τε τὸ νέκταρ καὶ ἡ ἀμβροσία καὶ τὸ πρόπομα καὶ τὸ ὑπὸ γῆν γεράνιον καὶ ἡ ἐγγεοτόκος γένεσις. ἐῶ λέγειν ὁπόσα μοι παρέχουσι πράγματα, τίς ὁ Ἄλεξις καὶ ὁ Μένανδρος καὶ ὁ «αὐτόσιτος» Κρώβυλος καὶ ὁ Κλήσαφος καὶ εἴ τις ἕτερος ποιήσει λεγόμενος χρήσασθαι. Πολλοὶ δέ με καὶ εἰς θεραπείαν σωμάτων καταναγκάζουσι καὶ χρῆσιν ἀπαιτοῦσι καὶ τὴν πρὸ τούτων διάγνωσιν· διὰ ταῦτα ἡ πᾶσά μοι περὶ τοῦτο τέχνη πεφιλοσόφηται, ἵνα μὴ τοῖς καθ' ἕκαστον ἐπεξέρχωμαι. πολλοὶ δέ με οὐ λόγοις μόνον, ἀλλὰ καὶ χερσὶν αὐταῖς πρὸς τὴν Ἰταλικὴν σοφίαν κατήγαγον, οὐ τὴν Πυθαγόρειον ἐκείνην φημὶ τὴν φιλόσοφον, ἀλλὰ τὴν φιλόκοινον ταύτην καὶ φιλόϋλον ἀτεχνῶς, ὥστε περὶ ἀγωγῶν τι λέγειν ἰδιωτικῶν τε καὶ δημοσίων περί τε πραγματωδῶν ἀποδείξεων, δουλείας τε καὶ ἐλευθερίας καὶ γάμων νομίμων καὶ οὐ νομίμων καὶ τῶν ἐν τούτοις δωρεῶν καὶ κερδῶν καὶ συγγενείας βαθμῶν καὶ διαθηκῶν, ὁπόσαι στρατιωτικαὶ καὶ ὁπόσαι πολιτικαί, τί τε ἡ ἐγγύη καὶ τί παρὰ τοῖς πράγμασιν ἡ ἔγγυος δύναται, καὶ τί μὲν «ἵππος λακτίζων» ἢ βοῦς κερατίζων ἢ δάκνων κύων τῷ δεσπότῃ τῆς ἑαυτῶν κακίας προσαπομόργνυνται, τίς τε ὁ νόμιμος κανὼν καὶ διὰ τί ψεύδεται τοὔνομα, ἥ τε κληροδοσία καὶ ὁ ἀνιὼν καὶ ὁ κατιών, ὅ τε φυσικὸς παῖς καὶ ὁ νόθος, καὶ τί ἕκαστον τῶν ῥημάτων δεδύνηται, καὶ τίς ἡ ὕβρις καὶ εἰς πόσα διῄρηται, πόσος τε ἑκάστῃ τῶν ἀγωγῶν χρόνος ἀφώρισται. εἶτά με τούτοις προστρίβοντες ὥσπερ ἐν φιλοσοφίᾳ τοὺς λόγους τῶν νενομοθετημένων εἰσπράττουσιν. Οὐκ ἀφιᾶσι δὲ καὶ περὶ σταδίων τῆς οἰκουμένης ἀνερωτῶντες καὶ πόσον μὲν τῶν ἀοικήτων τὸ μέτρον, πόσον δὲ τοῦ πέμπτου μέρους καὶ οἰκουμένου. ἀνάγκην γοῦν ἔχω τὸ ξύμπαν τούτοις γεωγραφεῖν καὶ διορθοῦν αὐτοῖς ἢ ἀναπληροῦν τὸ ἐλλελειμμένον τῆς γεωγραφίας πινάκιον καὶ ὁπόσα Ἀπελλῇ τε καὶ Βίωνι καὶ Ἐρατοσθένει περὶ τούτων ἐς τὸ ἀκριβὲς πεπραγμάτευται· τοὺς δὲ παρ' Ἕλλησι μύθους οὐδ' ἐπαυσάμην τούτοις ἀλληγορῶν, οἱ δέ με καὶ οὕτως ἀνθέλκουσι καὶ σπαράττουσι τῆς ἐμῆς γλώττης μόνης ἐρῶντες καὶ τῆς ψυχῆς ὡς «περιττότερόν τι τῶν ἄλλων» εἰδυίας. 31. Ἐμοὶ δέ, ὦ μῆτερ, ἀφωσίωται οὗτος ὁ βίος, ὁ δ' ἕτερος τεθησαύρισται πρὸς ὃν ἐκ πολλοῦ δραμεῖν ἐπείγομαι. εἰ καὶ πολλοῖς ἔτι ἀγκίστροις τεθήραμαι, βασιλεῖ ἀπρὶξ ἡμῶν δραττομένῳ καὶ πρὸς τοὺς προηγησαμένους περὶ ἡμῶν ἀντερίσαντι καὶ νικήσαντι τῇ τε ἄλλῃ τιμῇ καὶ λαμπρότητι καὶ τῷ «προκεκρίσθαι τῶν ἄλλων» ὑπὲρ τοὺς ἄλλους, ὅσοι καὶ νῦν καὶ πρῴην τῶν αὐτῶν λόγων συμμετειλήφασιν ἢ τὴν κοινωνίαν αὐτῶν προσειλήφασιν. εἰ γάρ τοι καὶ τὸ σχῆμα καὶ ὁ τρίβων ἄμικτά πως καὶ βασιλεῖ καὶ τοῖς περὶ βασιλέα δοκεῖ, ἀλλ' ἡμῖν ταῦτα μόνοις κεκαινοτόμηται, καὶ ἥδιστά πως δοκεῖ οὐ τοῖς κοινωνικοῖς μόνον, ἀλλὰ καὶ τῶν ἀκοινωνήτων τοῖς πλείοσιν. εἰ δέ μοι τὸ ἦθος προσήρμοσε τοῖς διαφόροις καιροῖς, ἄλλοι περὶ τούτου φιλοσοφείτωσαν, ἐμοὶ γοῦν ηὐτομάτισται. καὶ ἵλαθι ἄνωθεν ταύταις δή μοι ταῖς ἐκτροπαῖς, μᾶλλον δὲ πρὸς τὴν ἀνάγουσαν πρὸς Θεὸν μετάκλινον καὶ ἀπεύθυνον, καὶ δίδου καθαρῶς «τοῦ εὐαγγελικοῦ βίου» κατατρυφᾶν, τῆς κεκρυμμένης ζωῆς ἐν Θεῷ. εἶτα δὴ καὶ τοῦ τῆς ἀρετῆς νάματος παρασχοῦσα πιεῖν ὁπόσον ἡμῖν τοῦ ῥείθρου ἐνδόσιμόν τε καὶ χωρητόν, μετὰ ταῦτα δέξαιο μεταστάντας καὶ πλήρωσον ταῖς πρὸς τὸ Θεῖον παρρησίαις σου καὶ δεήσεσι τῆς πρώτης καὶ θείας τῶν νοουμένων πηγῆς.

Intertext edge

Open linked passage

Note