Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Encomium in matrem
Michael PsellusMatr 3 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
3.1
Ἔφασαν οὖν ὅτι, ὥσπέρ τινος μεγάλου λαμπτῆρος, ἢ διαφανοῦς καὶ «ἀερίου πυρσοῦ», ἢ διαφεγγοῦς φωστῆρος ἀνατολῆς, ἀκτῖνές τινες καὶ διαύγειαι προεφαίνοντό τε καὶ τὴν ἐκείνης προκατήγγελλον ἀρετήν, οὐ τοῦ σωματικοῦ μόνον κάλλους «τὸ τῆς ψυχῆς εἶδος» ἐξεικονίζοντος, οὐδὲ τοῦ «γοργοῦ ὄμματος» τὸ ἕτοιμον τοῦ ἤθους διασημαίνοντος, οὐδὲ τοῦ λευκοῦ χρώματος τὸ καθαρὸν τῆς γνώμης διατυποῦντος, οὐδὲ τῆς εὐσταθοῦς γλώττης τὸ στάσιμον ἠχούσης τῶν λογισμῶν, ἀλλὰ καὶ αὐτῆς τῆς ψυχῆς τοὺς οἰκείους χαρακτῆρας ἐν ἀτελεῖ ἐπιλαμπούσης τῷ σώματι, ὥστε μηδὲ ἐξεῖναι τοὺς πολλοὺς διαγινώσκειν πότερον ἡ τῆς ἡλικίας ὥρα τῶν ψυχῆς προτρέχει χαρίτων, ἢ αὗται τῆς σωματικῆς προανατέλλουσι χάριτος, ἢ σύνδρομα τἄμφω καὶ τὸ οἰκεῖον τάχος ἰσόδρομα καὶ ἰσόμετρα τὸ ἀξίωμα, ἀνταυγάζοντος θατέρου θατέρῳ, καὶ τοῦ μὲν τοὺς τῶν ἁπάντων ὀφθαλμοὺς εἰς ἑαυτὸ ἕλκοντος, τοῦ δὲ τὰς διανοίας ἐκπλήττοντος. Τὰ μὲν γὰρ πρὸς «ἱστὸν» καὶ ὅσα γυναικῶν χεῖρες «ὑφαίνουσιν», ἢ ὅσα γνῶμαι εὐφυεῖς ἀναπλάττουσιν, ὧν καὶ αὐτὸς πολλάκις γέγονα θεατής, οὐδεμία τῶν ἁπασῶν γυναικῶν ἐκείνῃ ἐρίσειεν, οὐδ' ἡ παρὰ τῷ Σολομῶντι ἐπὶ τούτοις μαρτυρηθεῖσα· τοσοῦτον γάρ φημι ὅτι ἅπερ ἐκείνῃ ὁ τοῦ σοφοῦ λόγος ἀνέπλασε, ταῦτα τῇ ἐμῇ μητρὶ διπλῷ τῷ μέτρῳ προσμεμαρτύρηται. ἡ δὲ τούτων μὲν ἧττον ἐφρόντιζεν, ὅτι μὴ καὶ κατωλιγώρει τὰ πλείω· ὅτι δὲ μὴ ἄρρενα τὴν φύσιν ἔλαχε, μηδὲ ἐξῆν ταύτῃ ἀδεῶς λόγοις προσομιλεῖν, ἐν δεινῷ ἐποιεῖτο· ὅπου δὲ τὴν μητέρα λάθοι, τὰς τῶν γραμμάτων ἀρχὰς παρά του μόνας λαβοῦσα, εἶτα δὴ ἀφ' ἑαυτῆς συνετίθει καὶ συλλαβὰς ἐποίει καὶ λόγους, μηδὲν προσδεομένη τοῦ στοιχειώσοντος. Ἦν δὲ καὶ τοῖς θείοις ναοῖς οὐ παρὰ τῆς μητρὸς δεδομένη, οὐδ' ὥσπερ ἄψυχον ἀνατεθειμένη ἀνάθημα, ἀλλὰ προσιοῦσα ἐκ προαιρέσεως καὶ φθάνουσα τῆς μητρὸς τὴν ὑπόσχεσιν καὶ οἴκοθεν λειτουργοῦσα Θεῷ καὶ λατρεύουσα. ἐντεῦθεν ἡ μὲν ἠμέλει τοῦ σώματος, τὸ δὲ οὐκ ἐδεῖτο τῆς προσποιήσεως, ἀλλ' ἦν ὥσπερ τὰ ῥόδα, ἐπιθέτου κάλλους μὴ προσδεόμενον, καὶ ἦν αὐτῇ τὸ ἠμελημένον καὶ ἀσχημάτιστον προσθήκη μᾶλλον ἀνεπιτήδευτος καὶ φυσική τις ἐπαύξησις. καὶ τὸν μὲν ἥλιον παρασκιάζει ἀχλὺς ὑποτρέχουσα καὶ τὴν ἀκτῖνα ἐπέχει νέφους ὑποδρομή, ὅθεν τηνικαῦτα οὐδ' ἴσμεν ὅπῃ φωτίζει τοῦ οὐρανοῦ ὁ φωστήρ· ἐκείνῃ δὲ τὸ κάλλος οὐδὲν ἐπεκάλυπτεν, οὐδὲ ἡ ἐπιμελεστάτη τῆς ὥρας ἀμέλεια, ὅθεν ὥσπερ λαμπτῆρος φέγγος ἁπανταχῆ κατεφαίνετο, ὥστε πάντας σχεδὸν τὸ ἐκείνης εἶδος ἢ «ἰδόντας» που ἵστασθαι «θαμβηθέντας» ἢ ἀκούοντας καταπλήττεσθαι. ἐνίοις μέντοι γε καὶ εὐτύχημα ἄλλως ἐδόκει, εἴ που ἐκείνην θεάσαιντο· λέγω δὲ οὐκ ἐραστὰς μόνον τοῦ προβεβλημένου κάλλους, ἀλλὰ καὶ ὅσοι φιλοσόφως ἀπὸ τοῦ αἰσθητοῦ καὶ ἐνταῦθα ἐπὶ τὸ νοητὸν καὶ ἀόρατον παραπέμπονται. Ἀλλ' ὢ «τῆς ἐκτροπῆς τοῦ λόγου», ὅπῃ με τὸ ἀναγκαῖον τῆς συνεχείας ὑφεῖλε καὶ παρεξένευσεν. ὃ γὰρ ὅσον ἐπὶ τῷ λόγῳ κάλλος ἠτίμακα, τοῦτο τῇ γειναμένῃ ὥσπερ ἐσχάτην κορωνίδα προσμαρτυρῶ, οὐ τοῦτο βουλόμενος, ἀλλ' ὅτι ἐντεῦθεν αὐτῇ τὸ πρὸς βίον νεῦσαι προσγέγονε. ξυνεῖχε γὰρ ἅπαντας ἡ περὶ αὐτὴν φήμη καὶ συνεδέσμει ἄλλον ἐπ' ἄλλῳ ἐφελκομένη, καὶ πάντας κεχηνότας ἵστη, μᾶλλον δὲ ἀνηρτημένους τοὺς μὲν πλείους τῆς ἀκοῆς, ἐνίους δὲ τῆς ὁράσεως. ἀλλὰ τί μὴ τὸ ἕτερον λέγω καὶ ὃ μάλιστά μοι λέγειν καθήκει; οὐ γὰρ τὸ θεατὸν αὐτῆς εἶδος τοσοῦτον ὑπήγετο τοὺς πολλοὺς ὅσον τὸ κεκρυμμένον τε καὶ ἀθέατον, φημὶ δὴ τῆς ψυχῆς, ὥστε συμβαίνειν, εἰ καὶ μὴ θάτερον παρῆν, διά γε θάτερον ἐκπεπλῆχθαι τοὺς ἀκροατὰς ἢ θεατάς· λέγω δὲ διῃρημένως ὅσοι τε ἐκτὸς ὁρῶσι καὶ ὅσοι ἐς ψυχὴν παρακύπτουσιν. ἐπεὶ δ' ἄμφω ἤστην καὶ ἑκατέρα μερὶς τῶν ἀνθρώπων παρῆν, οἵ τε τὸ φαινόμενον ἀσπαζόμενοι καὶ οἱ περιπτυσσόμενοι τὸ νοούμενον, ἀλλὰ δὴ καὶ ἡ τρίτη καὶ μέση, οἱ ἁμφοτέρων ἐχόμενοί τε καὶ ἐξεχόμενοι, πρῶτα τοίνυν ὁ ἐκείνης πατὴρ πεῖραν τινὰ κοινωνίας αὐτῇ προβαλόμενος καὶ «λόγους κινήσας» πολλούς, ἐπεὶ μὴ πειθομένην εἶχεν, ἀφεὶς τὴν ἐκ τῶν λόγων πειθὼ ἐπὶ τὴν βίαν ἀπέκλινεν, ὡς δὲ καὶ ἀρὰν αὐτῇ προσεποιεῖτο. φθάνει τῇ κατανεύσει τὴν προσποίησιν· ἠγνοεῖτο γὰρ αὐτῇ τὸ πλάσμα, ὡς ὕστερον διεξῄει τὸ δρᾶμα. πολλῶν τοιγαροῦν ἐπ' αὐτὴν συντρεχόντων ἢ προτρεχόντων, νικᾷ οὐχ ὁ μείζων τὴν τύχην, ἀλλ' ὁ πλείων τὴν ἀρετήν, λέγω δὴ τὸν ἐμὸν πατέρα, ᾧ δὴ τοῦτο ἔλλειμμα πρὸς εὐδαιμονίαν ἦν, εἰ τοιαύτης ἀπεστέρητο γυναικός, ὥσπερ δὴ πλήρωμα ταύτης τετυχηκότι. 4. Ἦν μὲν οὖν, ὥς φασι, τηνικαῦτα «πρῶτος ὑπηνήτης» καὶ ἀγαλματίας τὸ εἶδος, οὐ μὴν ταύτῃ μόνον ἐκείνῃ προσόμοιος, ἀλλὰ καὶ ἡ τῶν ἠθῶν κοινωνία βραχὺ τὸ διάφορον ἔχουσα, καὶ ἦν ὥσπερ συνδρομὴ ψυχῶν ἐπεγνωκυιῶν ἀλλήλας διὰ μέσου τοῦ σώματος· οὕτω γοῦν συνηλθέτην ἀλλήλοιν ἐκ τῆς αὐτῆς ὁμοιότητος εἰς τὴν ἴσην ὁμόνοιαν. ἑκάστη μὲν οὖν τῶν ἡλικιῶν οὐ παντὶ κατάλληλός ἐστι πράγματι, ἀλλ' ἡ μὲν ἀτελὴς παιδιᾷ, καὶ ἡ ἀκμάζουσα βίῳ, καὶ ἡ τελεία κρείττοσιν ὑποθέσεσι, καὶ αὖθις ἡ μέν τις πρὸς τόδε μᾶλλόν ἐστιν ἐπιτήδειος, ἡ δὲ πρὸς ἕτερον, καὶ τῶν βίων διῃρημένων εἴς τε πρᾶξιν καὶ λόγον, ἡ μέν τις πρακτικωτάτη ἐστίν, ἡ δέ τις θατέρῳ προσνένευκε. τῇ δὲ ἐμῇ μητρὶ οὔτε διαίρεσιν ταῦτα ἔσχηκε καὶ ὁμοῦ πάντα συννένευκε καὶ ἐν ταὐτῷ καιρῷ, καὶ ταῦτα ἤδη τῆς ὥρας τὸ ἄνθος ἔχοντι, ἥ τε «φρόνησις» παρῆν καὶ ἡ «σύνεσις», ἥ τε πρὸς τὸν λόγον τάξις καὶ ὁ πρὸς τὴν πρᾶξιν λόγος, καὶ τὸ διῃρῆσθαι πρὸς τἀναντία καὶ μὴ διῃρῆσθαι, καὶ ἑκατέρου μὲν ἔχεσθαι, δοκεῖν δὲ θατέρου, ὡς μήτε Θεοῦ ἀπολελεῖφθαι ποτέ, μήτε τῆς ἀκριβοῦς οἰκουρίας, ἀλλὰ Θεῷ μὲν προσιοῦσα, μᾶλλον δὲ προσοῦσα ἀεί, οὐδὲν ᾤετο δεῖν μεμνῆσθαι πραγμάτων, τούτοις δὲ οὐκ ἄλλως προσῆν ἢ μετὰ Θεοῦ. αὐτή τε γοῦν ηὐξάνετο καὶ τὸν οἶκον ἐπηύξανε, τοῖς τε οὖσι δεξιῶς χρωμένη καὶ τὰ οὐκ ὄντα προστιθεῖσα ἐπιμελῶς. Τῷ τοίνυν ἐμῷ πατρί, τὸ μὲν ἄνωθεν γένος ἐς ὑπάτους ἀνῆκτο καὶ πατρικίους, τὰ δὲ κατ' ἐκεῖνον πράγματα οὐκ οὕτω δεξιῶς εἶχεν, ἀλλ' εἴ τις ὥσπερ ἐπὶ ζυγοῦ αὐτὸν μὲν ἐπὶ τῆς μιᾶς πλάστιγγος μετὰ τῆς ἐμῆς θείη μητρός, τὸ δὲ λοιπὸν γένος ἐπὶ τῆς ἑτέρας, νικῴη δ' ἂν οὗτος παρὰ πολὺ τῷ σταθμῷ τῆς μητρός, τἆλλα ἐκείνων ἐλλελειμμένος. ἡ μὲν οὖν παρὰ τοῦ σοφοῦ ἐπαινουμένη γυνὴ γλίσχρως μοι δοκεῖ καὶ ἰδιωτικῶς ἧφθαι τῶν πράξεων, ὅσον ἄτρακτον μεταχειρίσασθαι καὶ «δισσὰς τῷ ἀνδρὶ χλαίνας» ἐργάσασθαι, ὡς μὴ βούλεσθαι πλέον, ἢ μηδὲ δύνασθαι καὶ τἆλλα τοιαῦτα ποιεῖν. ἡ δὲ ἐμὴ μήτηρ μεγαλοπρεπεστέρα ἐκείνης πολλῷ οὐκ «ἄτρακτον» μόνον «στρέφουσα», ἀλλὰ καὶ εἴ τι ἕτερον ὄργανον μεταχειριζομένη προσῆκον γυναικωνίτιδι. «χλαίνας δὲ τῷ ἀνδρὶ» μὲν οὐκ ἐποίει, οὐ γὰρ οὕτως ἀτυχῶς εἶχεν ἐκεῖνος, ἑαυτῇ δὲ καὶ ταῖς θεραπαινίσι καὶ τῶν ἐκ γένους πολλοῖς καὶ τῶν ἄλλως ἀτυχησάντων τοῖς πλείοσι συνεξύφαινεν, ὧν αἱ πλείους μετὰ τοῦ «περιττοῦ κάλλους» οὖσαι ἐτύγχανον. Ἐπεὶ δὲ καὶ παῖδα ἔτεκε, θυγάτριον δὲ τὸ τεχθὲν ἦν οἷον οὐκ ἄλλο, εἴ τις τὴν τεκοῦσαν ἐξέλοι, καὶ οὐ «κόμπος ὁ λόγος»· διὰ θάμβους γὰρ ἔτι τοῖς πλείοσιν ἡ ἐκείνης ὥρα, περὶ ἧς «ὁ λόγος προϊὼν» τρανότερον γνωριεῖ. ἐπεὶ τοιγαροῦν μήτηρ ὤφθη καὶ ἡ ἀπαρχὴ τοῦ τόκου πρέπουσα τῷ δόντι Θεῷ, ἔτι μᾶλλον πρὸς ἑαυτὴν συνείλεκτο καὶ πλέον τῷ βίῳ συντέτατο, οὐχ ὡς αἱ πλείους τῶν γυναικῶν ἐντεῦθεν πρὸς τὸν σύντονον βίον ὀλιγωρήσασα καὶ καταρρᾳθυμήσασα τὴν ζωήν, ἀλλὰ ῥωσθεῖσα πλέον ἢ ἀτονήσασα καὶ ῥωμαλεώτερον διατεθεῖσα καὶ τὴν φύσιν ὁμοῦ καὶ τὴν γνώμην. ἡ μὲν οὖν φύσις ὥσπερ ἑαυτὴν ἀγαπήσασα καὶ θαυμάσασα ὅτι τοιοῦτον κάλλος ἐξήνεγκε, τὴν ἐμὴν μητέρα φημί, εἶτα δὴ καθαπερεὶ λογισαμένη ὡς οὐκ ἂν τοιοῦτον ἐνδείξηται, εἰ μὴ παρ' ἐκείνης, ἐκεῖθεν ἐξεικονίζει τὴν ἐμὴν ἀδελφήν, ὡς ἂν ἔχοι, καὶ τοῦ πρωτοτύπου διαρρυέντος, ὁμοιότατον τὸ εἰκόνισμα. ἡ μὲν οὖν φύσις οὕτως, ὁ δέ γε Θεὸς ἑτέρως τὸ πρᾶγμα ποιεῖ, καὶ ὁ λόγος ἐρεῖ τοῦτο κατὰ καιρόν. Δεύτερος αὖθις τόκος, καὶ πάλιν τὸ τεχθὲν θῆλυ, καὶ οὐ πάνυ τοῦτο πρὸς ἡδονὴν οὔτε τοῖς τεκοῦσιν οὔτε τῷ λοιπῷ γένει, ἀλλ' ὥσπερ αἱ ἄτοκοι καὶ τοῦ τυχόντος τόκου ἱμείρουσιν, οὕτως ἐκείνη θατέρου πλέον τοῦ ἄρρενος. ἀλλ' αἱ ὠδῖνες ἐπ' ἀμφοῖν τοῖν γενοῖν ἐπεσχέθησαν, ὥσπερ τῆς φύσεως παρασκευαζομένης καὶ χρόνου τινὸς πρὸς τὸν τοκετὸν δεομένης. ἐπεὶ δὲ ἔδει «ἐπήκοόν» ποτε τὸ Θεῖον τῶν ἐκείνης «γενέσθαι» δεήσεων, ἥ τε νηδὺς ἐπετάχθη τὴν πλάσιν καὶ ὁ τῆς ὠδῖνος παρῆν καιρός, καὶ ὁ συγγραφεὺς ἐξερράγη τῆς φύσεως, πολλῶν μὲν εὐχῶν πολλῶν δὲ ἐλπίδων προηγησαμένων, μεγάλου δὲ παιᾶνος καὶ θείου ἐπὶ τῷ τόκῳ ᾀσθέντος, εἰ καὶ μὴ τοιοῦτος ὁ τόκος οἷα δὴ τὰ αἴτια τῆς γεννήσεως.

Intertext edge

Open linked passage

Note