Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Encomium in matrem
Michael PsellusMatr 6 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
6.1
Ἀλλ' οὐκ οἶδα τί πάθοιμι· πῶς δ' ἂν τῷ λόγῳ χρησαίμην; ἑτέραν γὰρ ὑπόθεσιν ἐνστησάμενον ἐφ' ἑτέραν με ὁ λόγος ἄγει φερόμενος, καὶ βούλομαι μὲν μηδὲν τῶν ἐμῶν ἐγκαταμίξαι τοῖς ἐκείνης καλοῖς, οὐκ ἔχω δὲ ἄλλως ἐκπληρῶσαι αὐτῇ τὸ ἐγκώμιον, μᾶλλον δὲ τὴν ἐπὶ τοῖς πεπραγμένοις ἀλήθειαν, μὴ τὸ ἐμαυτοῦ παρενείρων. ἢ πῶς ἂν αἰτίαν αὐτὴν ἀποδείξω τῆς ἐμῆς «ἐν τοῖς λόγοις εὐδοκιμήσεως», μὴ ταῖς ἀρχαῖς ἐφιεὶς ἀφ' ὧν εἰς τοῦτο ὑπήχθην; καί, ἢν βούλοιτό τις, τοσοῦτον ἑκατέροις ἀπομεριζέσθω, ἐκείνῃ μὲν τὸ τὰ κρείττω ἐμοὶ καὶ γνῶναι καὶ διελέσθαι, ἐμοὶ δὲ τὸ μὴ ἐπεξιέναι τούτοις εἰς τέλος. διαιτῶμαι δὲ φιλοσκώμμοσιν ἀνδράσι καὶ φιλαιτίοις, ἐπεὶ ὅ γε μὴ βασκαίνων ἀκροατὴς οὐδὲν ἄν μοι προσάψῃ αἰτίαμα ἀπολαύοντι τῆς μητρικῆς ἀρετῆς κἀν ταῖς περὶ ἐκείνην ἱστορίαις καὶ διηγήσεσιν. Ἀλλ' ἀνακτέον αὖθις τὸν λόγον ἐπὶ τὴν οἰκείαν ἀρχὴν καὶ προσεκτέον τῇ ὑποθέσει τὰ ἐφεξῆς· μᾶλλον δὲ ἐνταῦθά μοι γενομένῳ αὐτοί μοι προσμαρτυρείτωσαν, οἱ τὰ πρῶτα δεδωκότες μαθήματα, ὡς διῄειν ἐπιτροχάδην αὐτά, ὡς συνίην τῶν πολλῶν πλέον· ἵνα μηδὲν πλέον ἐρῶ, ὡς εὐφυῶς ἀνελάμβανον, ὡς ἐμμόνως κατεῖχον, ὡς ἀπήγγελλον εὐφραδῶς, ὡς ἐπὶ μιᾶς τοῦ φωστῆρος περιόδου τὰ τέ μοι τῆς ὀρθογραφίας ἠκρίβωτο καὶ ἡ πᾶσα ἀπήγγελτο Ἰλιάς, οὐ τὴν ἐποποιΐαν ἁπλῶς εἰδότι, ἀλλὰ καὶ σχῆμα καὶ τρόπον καὶ λέξιν, καὶ μεταφορὰν εὔκαιρον καὶ ἁρμονίαν συνθήκης. ἢν δέ με μὴ πάνυ φαίητε ὀνειρόφρονα, κἀγώ τι βραχὺ τῶν ἐμῶν ὑμῖν διηγήσομαι ὄψεων. Οὔπω δεκέτης ἦν, ἢ ἴσως ἐπιβεβήκειν τοῦ ἔτους, καί με νυκτὸς θήρα τις ἐπῆρε καὶ εἰς ἐλεύθερον ἀέρα μετήνεγκεν. εἰ μὲν οὖν ἐθήρων, οὐκ οἶδα, τεθηρακέναι δὲ ᾤμην ὄρνιθε δύο τῶν μουσικῶν, ὧν ἡ μὲν ψιττακίῳ ἐῴκει, ἡ δὲ ἦν ἀκριβῶς κίττα, καὶ ὑπὸ τὸν κόλπον ἄμφω ἐνεδεδύκει. καί μοι ἐπὶ τούτοις διεχεῖτο καὶ ἐγαννύσκετο ἡ ψυχὴ καὶ πολλάκις ταῖς χερσὶ διωμάλιζον καὶ προσήρμοττον τοῖς πτεροῖς· ἀλλὰ τά γε ὄρνεα, «μὴ τυράννει ἀνθρωπικῶς– ἔφασαν–, μηδὲ βίᾳ λαβών· οἷα δὴ νόμῳ, δεσπότης κυρίευε. ἀλλ' ἐξελὼν λογικῶς τε συγγίνου καὶ διαλέγου. κἂν μὲν πείσῃς, ἐκεῖθεν ἡμῶν ἄρξαι· εἰ δ' οὖν, ἄφες ἡμῖν ἐλεύθερον τὸ πτερόν». Ἔδοξα γοῦν αὐτὰ λέγειν τι τῶν δεόντων καὶ ἑκατέραις ἀπρὶξ ἀμφοτέρων δραξάμενος τῶν πτερῶν, φιλοσόφους τινὰς ᾤμην πρὸς ἐκεῖνα «λόγους ἀνακυκλεῖν», ὥσπερ τότε πρώτως ἀφαιρεθείσης μοι τῆς ἀχλύος ἣν ἡ γένεσις ἐπιτίθησι τῇ ψυχῇ. τὰ μὲν οὖν πρῶτα «ἰσόρροπος» ἀμφοῖν «ὁ λόγος» καθίστατο, ἐνθυμουμένων ὥσπερ κἀκείνων καὶ συλλογιζομένων καὶ πρὸς τὰς ἐμὰς ἀντιθέσεις ἀντιπιπτόντων· ὡς δ' ἡ συνουσία ἐπὶ μήκιστον παρεξέτεινε τὸν διάλογον κἀγώ τι πλέον ἐκείνων ἐστωμυλλόμην· «πέπαυσο– ἔφασαν– ἐπειδή σοι καὶ παρ' ἡμῶν τὸ νικᾶν ἡμᾶς ἐπεψήφισται». τότε μὲν οὖν οὐ πάνυ συνίην τῆς ὄψεως, ἀλλὰ τοῦ ἀλογωτέρου μέρους τῆς ψυχῆς ἀνάπλασιν ᾤμην τὸ ὅραμα, ὕστερον δέ, ἐπειδὴ μουσικῆς ἡψάμην καὶ τῆς ἀκριβεστέρας μαθήσεως, εἰς τοὺς λόγους τὰς ὄψεις ἐτεκμαιρόμην, ἐπειδὴ κἀκεῖνα κωτῖλα καὶ μουσικὰ καὶ ἀνθρωπικὴν πολλάκις ἱέντα φωνήν.

Intertext edge

Open linked passage

Note