Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Encomium in matrem
Michael PsellusMatr 8 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
8.1
Ἐγὼ μὲν οὗν πολὺ τῶν σῶν ἐλπίδων ἐλάττων γενόμενος εὐθύναις σοι ὑποκείσομαι μὴ κατὰ τὰς ὑποθήκας πολιτευσάμενος. σὺ δέ γε ἐξ ἀρχῆς, ὥσπερ αἱ μαῖαι τὰ ἄρτι γεννώμενα, πᾶσαν μέν μοι ἐρρύθμιζες αἴσθησιν, πᾶσαν δέ μοι «θείαν ἐνήχεις φωνήν», οὐδὲ καταμυθολογεῖσθαί με παρὰ τῆς τίτθης ἐῶσα. ἀναμιμνήσκομαι γάρ, ἀναφέρων ὥσπερ ἀπὸ βυθοῦ, ὅτι με καὶ κλαυθμυρίζοντα χαλάσαι βουλομένη πρὸς ὕπνον, ἀντὶ τῶν μύθων καὶ τῆς μορμολυττούσης λαμίας διήεις νῦν μὲν τὸν Ἰσαὰκ ἀγόμενον ὑπὸ τοῦ πατρὸς καὶ θυόμενον καὶ πάντα πειθόμενον τῷ γεννήτορι, νῦν δὲ καὶ τὸν Ἰακὼβ εὐλογίας τυγχάνοντα πατρικῆς ὅτι κατὰ τὰς ὑποθήκας πεποίηκε τῆς μητρός, νῦν δ' ἄλλο τι τῶν θειοτέρων καὶ ἐπὶ πᾶσι «τὸν νέον Ἀδάμ», τὸν σόν φημι Θεὸν καὶ δεσπότην, «ὑποτασσόμενον» τοῖς τοκεῦσι. Μέμνημαί σου καὶ τῶν περὶ παρθενίας λόγων καὶ τῶν ἀκηράτων ἐκείνων συμβουλιῶν, εἰ καὶ μὴ οὕτως τὰ καθ' ἡμᾶς γέγονεν. οὐκ ἐπιλέλησμαί σου, οὔτε τοῦ πυρὸς οὔτε τοῦ φωτός, ὧν τῷ μὲν τοὺς σωφρονοῦντας κατέλαμπες, τῷ δὲ τοὺς ἀκολάστους κατέφλεγες· παρήσω δέ σοι οὐδ' ἐκεῖνο τὸ ἔργον, ὅ με λαθεῖν βουλομένη οὐκ ἔλαθες. ἐπόθει μὲν γὰρ ἡμᾶς ἡ μήτηρ, πῶς ἂν εἴπῃ τις, σφοδρῶς καὶ περικαῶς καὶ ἐζήτει πολλάκις τῷ τραχήλῳ περιφῦναι καὶ κατασπάσασθαι, ἐπεῖχε δὲ τὸν πόθον νόμῳ κρείττονι καὶ κρίσει καλλίονι, ἵνα μὴ καταθαρρήσας αὐτὸς ἀπειθέστερός πως γενοίμην ταῖς ἐκείνης ἐπιταγαῖς. ὡς δὲ τὸ φίλτρον ἠνάγκαζεν, ἐγὼ μὲν ἐῴκειν ὑπνώττειν, ἦν δὲ τὸ πρᾶγμα μέχρι τῆς «ἐπιμύσεως τῶν βλεφάρων»· ἡ δέ, ἀγνοήσασα καθάπαξ τὸ σχῆμα, πρόσεισί μοι καὶ ὁμαλῶς πάνυ περιλαβοῦσα τοῖς πήχεσι, πολλάκις ἐφίλει τὸ πρόσωπον, εἶτα δὴ καὶ δακρύσασα «ἀστακτί», «ὦ σπλάγχνον ποθούμενον– ἔφη–, ποθῶ μέν σε, φιλεῖν δέ σε πολλάκις οὐ δύναμαι». οὕτω μοι καὶ τὴν σχέσιν ἐφύλαττε καὶ τὴν παίδευσιν παρεφύλαττεν· ἦν γὰρ ὡς ἀληθῶς καὶ τὸν τῆς ψυχῆς χαρακτῆρα τοιαύτη, ἀλλὰ πρὶν τοῦτο εἴποιμι, κοινότερον περὶ τούτου διέλωμαι. Οὐ μίαν ἐγὼ τὴν ἰδέαν ὁρῶ τῶν πρὸς ἀρετὴν τεταμένων ψυχῶν, ἀλλ' αἱ μὲν ἁπλαῖ τινές εἰσι καὶ χάριτος γέμουσαι καὶ τοῖς προσιοῦσιν ἥμερον ἐπιβλέπουσιν, αἱ δὲ δριμεῖαι δὲ αὗται καὶ σκυθρωπαὶ καὶ τὸ πλεῖστον μέρος τοῦ βίου ἐπιστυγνάζουσαι, τραχύτεραί τε τὸ ἦθος καὶ ἀπρόσιτοι τοῖς πολλοῖς καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἀβουλήτων παροξυνόμεναί τε καὶ δυσχεραίνουσαι, κακίαν δὲ μισοῦσαι μᾶλλον ἢ πρὸς ἀρετὴν μεταβάλλουσαι. τῇ δέ γε ἐμῇ μητρὶ ἐξ ἀμφοῖν τούτων ἡ ἀρετὴ συνεκέκρατο· τίς γὰρ ἐκείνης ἢ ἱλαρώτερον ἔβλεψεν ἢ χαριέστερον προσωμίλησεν ἢ πρᾳοτέρῳ τῷ ἤθει τὸ ἁμαρτανόμενον διωρθώσατο; τοῦτο μὲν οὖν αὐτῇ τὸ μέρος ἔμφυτον ἦν, θάτερον δὲ πολλοῖς καὶ πολλάκις ἐπιτετήδευτο καὶ ἦν τὸ φοβοῦν μέχρι τῆς τῶν ὀφρύων συννεύσεως. ὃ δὲ τοῖς ἄλλοις ἤθους σκαιότητι ἢ τραχύτητι πρόσεστι, φημὶ δὴ τὸ ἀπρόσιτον ἢ δυσπρόσιτον, καὶ τὸ ἐνίους τῶν προσιόντων καταπτοοῦν, τοῦτο ἐκείνῃ διὰ τὸ τῆς ἀρετῆς ὑπερέχον ἐδέδοτο. ἀμέλει οὐχ οἱ πολλοὶ μόνον ἐδεδίεσαν ταύτην καὶ ὑπεστέλλοντο, ἀλλὰ καὶ οἱ τεκόντες, καὶ ταῦτα ἐν βαθείᾳ τῇ πολιᾷ, ὥσπέρ τινα κρείττονα φύσιν προσεκύνουν καὶ ἐσεβάζοντο καὶ «νόμον» ἐκείνην ἐλογίζοντο «ἔμψυχον», παράδειγμά τε εἶχον καὶ πράξεως καὶ λόγου καὶ σιωπῆς, εἰ καὶ πολὺ τῆς ἀρχετυπίας ἀπελιμπάνοντο· εἴ τε γοῦν ταραττομένοις αὐτοῖς ἐξαπίνης ὤφθη, τὸ ἀστατοῦν αὐτοῖς κατέταττε τῆς ψυχῆς, εἴ τε θυμουμένοις διέλυε τὸν θυμόν, εἴ τ' ἄλλό τι ποιοῦσιν ἢ πάσχουσι πρὸς τὸ κρεῖττον αὐτοῖς τὴν ἕξιν μετέβαλλεν. εἰ δέ τι ἐκείνην ἔλαθον πλημμελήσαντες, παρεφυλάττοντο μὴ γνῶναι ταύτην τὸ γεγονός. Λέγω δὲ ταῦτ' οὐχ ὡς ἐκείνης τῆς τῶν τεκόντων κατεπαιρομένης ψυχῆς· ποία γὰρ οὕτως τῶν ἁπασῶν γυναικῶν γονέας τεθεράπευκε καὶ τετίμηκεν; ὑπήρειδέ τε γὰρ αὐτοὺς γεγηρακότας καὶ παρεμυθεῖτο καὶ λόγοις καὶ πράξεσι, νοσοῦσί τε παρεκάθητο καὶ ἀλγυνομένοις συνήλγει καὶ ἀγρυπνοῦσιν «ἀνύστακτον» εἶχε τὸ ὄμμα. οὐ τοίνυν μεῖζον δεῖν ᾠήθη τῶν γονέων φρονεῖν, ἀλλ' ἐκεῖνοι καὶ οὕτως ἔχουσαν διαφερόντως ἐτίμων, οὐ πρὸς τὴν ἐκείνης περὶ ἐκείνους γνώμην ὁρῶντες, ἀλλὰ τὸ ὑπερέχον αὐτῇ τῆς ἀρετῆς ἐκπληττόμενοι. εἶχε δὲ καὶ πᾶσι τὸ ἦθος καταλληλότατον καὶ ταῖς διαφόροις τῶν συνόντων ἢ τῶν συνομιλούντων ἐπιμεριζόμενον ἕξεσιν, οὐχ ὡς σοφιστεύουσα τὴν πρὸς τοὺς πολλοὺς ὁμιλίαν, ἀλλ' ὡς ἑκάστῳ τὸ πρόσφορον κρίνουσα καὶ διατυποῦσα κατὰ καιρόν.. Τῷ δέ γε ἐμῷ πατρὶ «οὐ συνεργὸς μόνον» καὶ βοηθὸς ἐτύγχανεν οὖσα κατὰ τὴν θείαν διάταξιν, ἀλλὰ καὶ πρωτουργὸς τῶν καλλίστων καὶ εὑρετής. ἦν δὲ κἀκείνῳ τὸ ἦθος οἷον οὔπω παρὰ τοῖς ἄλλοις τεθέαμαι, καίτοι γε πολλοὶ τὸν ἄνδρα συνίσασι καὶ εἰ βούλοιντο μαρτυρήσουσι· τὸ δὲ ἦν «ἁπλοῦν» ὁμοῦ «καὶ γενναῖον», θῆλυ μὲν ἔχον οὐδέν, ἀπλάστῳ δὲ συγκεκραμένον πρᾳότητι, ἀκίνητον πρὸς ὀργήν, ἀθόρυβον πρὸς πᾶν ὁτιοῦν τὸ συμπίπτον. ἔγωγ' οὖν οὔτε θυμουμένῳ οὔτε ταραττομένῳ ποτὲ ἐντετύχηκα, ἀλλ' οὐδ' «ἔπληξέ» τινα πώποτε τῇ «χειρί», οὐδ' ἄλλοις τοῦτο παρεκελεύσατο, χαρίεις ἀεὶ τὴν ψυχὴν καὶ τὴν «γλῶτταν» οὐ «πρόχειρος» μέν, σὺν ἡδονῇ δέ, ὁπότε δέοι, τοὺς λόγους ποιούμενος. τά τε περὶ τὸν βίον καὶ λίαν δραστήριος, τήν τε χεῖρα οὐκ ὄργανον ὀξυγράφου, ἀλλὰ «πτηνὸς» μᾶλλον ἢ «λόγος» καὶ οὐδ' ἑτέρῳ ὀργάνῳ, ἀλλ' ἑαυτῷ χρώμενος, κούφως τε διϊὼν καὶ «ἀπταίστως» καὶ ὁμαλῶς, «οἷον ἐλαίου ῥεῦμα» ῥέον «ἀψοφητί». Τὰ δὲ τοῦ σώματος, ἀλλὰ πῶς ἂν εἴποιμι ταῦτα, πῶς δὲ πάρεργον τοῦ λόγου ποιήσομαι, οἷς ἔργον ἡ εὐφημία παγχάλεπον; τὴν μὲν γὰρ ἡλικίαν εὐμεγέθει κυπαρίττῳ ἐῴκει, εἰς ἶσόν τε ἀνατρέχων καὶ ὅπῃ δεῖ τοῖς μέρεσι μεγεθυνόμενός τε καὶ πλατυνόμενος. τοὺς δὲ ὀφθαλμοὺς ἱλαραὶ τούτοις αἱ βολαὶ καί, ὡς ἂν ἕτερος εἴπῃ, χάριν ἀφροδίσιον ἀποπνέοντες· ἐπεβέβλητο δὲ τούτοις «ὀφρῦς» οὐκ «ἐπηρμένη» καὶ ἀλαζών, ἀλλ' «εὔγραμμος» καὶ ὀρθή, χρηστὸν ἦθος ἐπισημαίνουσα· ἦν γὰρ ὡς ἀληθῶς καὶ ἀπὸ ψιλῆς ὄψεως κατήγορος τῆς οἰκείας ψυχῆς. Καί, εἴ γέ τις εἶδε τῶν γνωματεύειν εἰδότων ἀπὸ σωμάτων ψυχάς, πρὶν ἢ λαλοῦντος ἀκούσειε, πρὶν ἄλλως χρήσαιτο, ἀπεφήνατο ἂν περὶ τῶν τέως κρυφίων ὅτι τῆς ἀρχαίας ἁπλότητος ζώπυρον ἐκεῖνος τῷ βίῳ περίεισιν, ὥστε εἴπερ δή που καὶ ἡμῖν τοιοῦτόν τι κέχρωσται, ἐκεῖθεν ὡς ἐκ παραδείγματος μετενήνεκται. τῆς μὲν γὰρ μητρικῆς ἀρχετυπίας πάντη δὴ ὑστερῶ τε καὶ ἀπολέλειμμαι, ἐπεὶ μηδὲ εἰς μίμησιν ἐκείνη τῷ βίῳ καθίστατο ἀλλ' εἰς ἔκπληξιν· τῷ δὲ πατρὶ ὥσπερ ἀετιδὴς συμπαρίπταμαι, ἢ μᾶλλον συνέπομαι ὡς σκιά, ἢ καὶ τούτου ἔλαττον μὴ πάντα ἐκείνῳ συναρμοζόμενος καὶ μεταστρεφόμενος. Τὸν τοίνυν ἐμὸν πατέρα τοιοῦτον ὄντα πᾶς μὲν ἐθάρρει διὰ τὴν ὁμαλότητα τῆς ψυχῆς καὶ οὐδεὶς τῶν πάντων ἐδεδίει προσιέναι καὶ διαλέγεσθαι, μόνη δὲ ἡ μήτηρ ἐξ ὑπερυψήλου τῆς ἀρετῆς οὐδὲ ἐκ τοῦ ἴσου ἀλλ' ἐκ τοῦ ἐλάττονος συνῆν τε καὶ διελέγετο, μόνον ἐνταῦθα φυλάττουσα τὸ ἀνάρμοστον καὶ μὴ καταλλήλως συνομιλοῦσα ὅτι μὴ πρὸς τὸ ἦθος ἐκείνου ἑώρα, ἀλλὰ πρὸς τὴν ἀρχαίαν διάταξιν.

Intertext edge

Open linked passage

Note