Opuscula logica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
11.1.1
Περὶ τοῦ δευτέρου βιβλίου τῶν Προτέρων ἀναλυτικῶν Ἠρώτησας τίς ἐστιν ὁ σκοπὸς τοῦ δευτέρου βιβλίου τῶν Προτέρων ἀναλυτικῶν. σκοπὸς οὖν ἐστιν αὐτῷ παραδοῦναι τὰς ἀρχὰς τῆς σοφιστικῆς καὶ διαλεκτικῆς ἐν ἐπιτόμῳ καὶ δεῖξαι ὡς οἱ μὲν καθόλου πάντες τῶν συλλογισμῶν αἰεὶ πλείω συλλογίζονται, τῶν δ' ἐν μέρει οἱ μὲν κατηγορικοὶ πλείω διὰ τὸ ἀντιστρέφειν εἴτε πρὸς ἄλλας εἴτε πρὸς ἑαυτάς, οἱ δ' ἀποφατικοὶ τὸ συμπέρασμα μόνον· αἱ μὲν γὰρ ἄλλαι προτάσεις ἀντιστρέφουσιν, ἡ δ' ἐν μέρει στερητικὴ οὐκ ἀντιστρέφει. καὶ ἐξ ἀληθῶν μὲν οὐκ ἔστι ψεῦδος συλλογίσασθαι, ἐκ ψευδῶν δὲ ἔστιν ἀληθές· πλὴν οὐ διότι, ἀλλ' ὅτι, τοῦ γὰρ διότι οὐκ ἔστιν ἐκ ψευδῶν συλλογισμός. συλλογισμὸς δὲ γίνεται ἐκ ψευδῶν ἀληθής, καὶ ἀμφοτέρων τῶν προτάσεων ψευδῶν οὐσῶν καὶ τῆς μιᾶς· ταύτης δὲ οὐχ ὁποτέρας ἔτυχεν. ἐὰν γὰρ ἡ ἑτέρα τεθῇ ψευδής, τῆς μὲν πρώτης ὅλης ψευδοῦς οὔσης οὐκ ἔστι τὸ συμπέρασμα ἀληθές· λέγω δὲ ὅλην ψευδῆ τὴν ἐναντίαν, ἐάν τε καταφατικὴ ᾖ ἐάν τε στερητική· τῆς δ' ἑτέρας ἀληθοῦς οὐ γίνεται ἀληθὲς τὸ συμπέρασμα· μὴ ὅλης δὲ λαμβανομένης ψευδοῦς ἔσται. ἐπὶ δὲ τῶν ἐν μέρει συλλογισμῶν ἐνδέχεται καὶ τῆς πρώτης προτάσεως ὅλης οὔσης ψευδοῦς, τῆς δὲ ἑτέρας ἀληθοῦς, ἀληθὲς εἶναι τὸ συμπέρασμα, καὶ ἐπί τι ψευδοῦς οὔσης τῆς πρώτης, καὶ τῆς μὲν ἀληθοῦς τῆς δὲ ἐν μέρει ψευδοῦς, καὶ ἀμφοτέρων ψευδῶν. ἐν δὲ τῷ δευτέρῳ σχήματι πάντως ἐγχωρεῖ δι' ἀληθῶν συλλογίσασθαι κατὰ πάντα τρόπον. ἔσται δὲ καὶ ἐν τῷ ἐσχάτῳ σχήματι διὰ ψευδῶν ἀληθές, καὶ ἀμφοτέρων ψευδῶν ὅλων, καὶ ἐπί τι ἑκατέρας, καὶ τῆς μὲν ἑτέρας ἀληθοῦς ὅλης τῆς δὲ ἑτέρας ψευδοῦς, καὶ τῆς μὲν ἐπί τι ψευδοῦς τῆς δὲ ὅλης ἀληθοῦς, καὶ ἀνάπαλιν, καὶ ὁσαχῶς ἄλλως ἐγχωρεῖ μεταλαβεῖν τὰς προτάσεις, ὥσπερ καὶ ἐν τῷ δευτέρῳ σχήματι. Τὸ δὲ κύκλῳ καὶ ἐξ ἀλλήλων δείκνυσθαί ἐστι τὸ διὰ τοῦ συμπεράσματος καὶ τοῦ ἀνάπαλιν τῇ κατηγορίᾳ τὴν ἑτέραν λαβόντα πρότασιν συμπεράνασθαι τὴν λοιπήν, ἣν ἐλάμβανεν ἐν θατέρῳ συλλογισμῷ. ἐπὶ δὲ τῶν ἐν μέρει συλλογισμῶν τὴν μὲν καθόλου πρότασιν οὐκ ἔστιν ἀποδεῖξαι διὰ τῶν ἑτέρων, τὴν δὲ κατὰ μέρος ἔστιν. ἐν δὲ τῷ δευτέρῳ σχήματι τὸ μὲν καταφατικὸν οὐκ ἔστι δεῖξαι διὰ τούτου τοῦ τρόπου, τὸ δὲ στερητικὸν ἔστι. ἐπὶ δὲ τοῦ τρίτου σχήματος, ὅταν μὲν ἀμφότεραι αἱ προτάσεις καθόλου ληφθῶσιν, οὐκ ἐνδέχεται δεῖξαι δι' ἀλλήλων· τὸ μὲν γὰρ καθόλου δείκνυται διὰ τῶν καθόλου, τὸ δ' ἐν τούτῳ συμπέρασμα ἀεὶ κατὰ μέρος· ἐὰν δὲ ἡ μὲν καθόλου ἡ δὲ ἐν μέρει, ὅταν μὲν ἀμφότεραι κατηγορικαὶ ληφθῶσι καὶ τὸ καθόλου πρὸς τῷ ἐλάττονι γένηται ἄκρῳ, ἔσται, ὅταν δὲ πρὸς θατέρῳ, οὐκ ἔσται. Τὸ δὲ ἀντιστρέφειν ἐν τοῖς συλλογισμοῖς ἐστι τὸ μετατιθέντα τὸ συμπέρασμα ποιεῖν τὸν συλλογισμόν, ὅτι ἢ τὸ ἄκρον τῷ μέσῳ οὐκ ὑπάρχει ἢ τοῦτο τῶ τελευταίῳ. ἀνάγκη γὰρ τοῦ συμπεράσματος ἀντιστραφέντος καὶ τῆς ἑτέρας μενούσης προτάσεως ἀναιρεῖσθαι τὴν λοιπήν. διαφέρει δὲ ἀντικειμένως ἢ ἐναντίως ἀντιστρέφειν τὸ συμπέρασμα· οὐ γὰρ ὁ αὐτὸς γίνεται συλλογισμὸς ἑκατέρου ἀντιστραφέντος. ὅταν μὲν γὰρ ἀντικειμένως ἀντιστρέφηται τὸ συμπέρασμα, ἀναιροῦνται ἀμφότεραι αἱ προτάσεις· ὅταν δὲ ἐναντίως, οὐδετέρα. λέγω δὲ ἀντικεῖσθαι τὸ μὲν παντὶ τῷ οὐ παντὶ καὶ τὸ τινὶ τῷ οὐδενί, ἐναντίως δὲ τὸ παντὶ τῷ οὐδενὶ καὶ τὸ τινὶ τῷ οὐ τινὶ ὑπάρχειν. Ὁ δὲ τοῦ ἀδυνάτου συλλογισμὸς δείκνυται, ὅταν ἡ ἀντίφασις τεθῇ τοῦ συμπεράσματος καὶ προσληφθῇ ἄλλη πρότασις. διαφέρει δὲ τῆς ἀντιστροφῆς, ὅτι ἀντιστρέφεται μὲν γεγενημένος συλλογισμὸς καὶ εἰλημμένων ἀμφοῖν τῶν προτάσεων, ἀπάγεται δὲ εἰς ἀδύνατον οὐ προομολογηθέντος τοῦ ἀντικειμένου πρότερον, διὰ συλλογισμοῦ δηλονότι, ἀλλὰ φανεροῦ ὄντος ὅτι ἀληθές. πλὴν τὸ καθόλου κατηγορικὸν ἐν μὲν τῷ μέσῳ καὶ τῷ τρίτῳ δείκνυται, ἐν δὲ τῷ πρώτῳ οὐ δείκνυται. ἀντικείμεναι δέ εἰσι προτάσεις κατὰ μὲν τὴν λέξιν τέτταρες· τὸ πᾶς τῷ οὐδενὶ καὶ τὸ παντὶ τῷ οὐ παντὶ καὶ τὸ τινὶ τῷ οὐδενὶ καὶ τὸ τινὶ τῷ οὐ τινί· κατὰ δὲ ἀλήθειαν τρεῖς, τὸ γὰρ τινὶ τῷ οὐ τινὶ κατὰ λέξιν ἀντίκειται μόνον. ἐν μὲν οὖν τῷ πρώτῳ σχήματι οὐκ ἔστιν ἐξ ἀντικειμένων προτάσεων συλλογισμός· ἐν δὲ τῷ μέσῳ ἔσται καὶ ἐκ τῶν ἀντικειμένων καὶ ἐκ τῶν ἐναντίων· ἐν δὲ τῷ τρίτῳ καταφατικῶς μὲν οὐδέποτε ἔσται ἐξ ἀντικειμένων, ἀποφατικῶς δὲ ἔσται καὶ καθόλου καὶ μὴ καθόλου τῶν ὅρων ὄντων. Τὸ δ' ἐν ἀρχῇ αἰτεῖσθαι καὶ λαμβάνειν ἐστὶν ὡς ἐν γένει λαβεῖν ἐν τῷ μὴ ἀποδεικνύναι τὸ προκείμενον· τοῦτο δ' ἐπισυμβαίνει πολλαχῶς. τὸ δὲ μὴ παρὰ τοῦτο συμβαίνειν τὸ ψεῦδος γίνεσθαι λέγομεν ὅταν ἀναιρεθέντος τούτου μηδὲν ἧττον περαίνηται ὁ συλλογισμός· ὅπερ οὐκ ἔστιν ἐν τοῖς δεικτικοῖς, ἀλλ' ἐν τοῖς εἰς τὸ ἀδύνατον συλλογισμοῖς. πρὸς τὸ μὴ κατασυλλογίζεσθαι παρατηρητέον, ὅταν ἄνευ τῶν συμπερασμάτων ἐρωτᾷ τὸν λόγον, ὅπως μὴ δοθῇ δὶς ταὐτὸν ἐν ταῖς προτάσεσι. συμβαίνει δὲ καὶ κατὰ τὴν ὑπόληψιν γίνεσθαι τὴν ἀπάτην, οἷον εἰ ἐνδέχεται τὸ αὐτὸ πλείοσι πρώτως ὑπάρχειν, καὶ τὸ μὲν λεληθέναι τινὰ καὶ οἴεσθαι μηδενὶ ὑπάρχειν, τὸ δὲ εἰδέναι. Ἐπαγωγὴ δέ ἐστι τὸ διὰ τοῦ ἑτέρου θάτερον ἄκρον τῷ μέσῳ συλλογίσασθαι. παράδειγμα δέ ἐστιν, ὅταν τῷ μέσῳ τὸ ἄκρον ὑπάρχον δειχθῇ διὰ τοῦ ὁμοίου τῷ τρίτῳ· δεῖ δὲ καὶ τὸ μέσον τῷ τρίτῳ καὶ τὸ πρῶτον τῷ ὁμοίῳ γνωρίμῳ εἶναι ὑπάρχειν. ἀπαγωγὴ δέ ἐστιν, ὅταν τῷ μέσῳ τὸ πρῶτον δῆλον ᾖ ὑπάρχον, τῷ δὲ ἐσχάτῳ τὸ μέσον ἄδηλον μέν, ὁμοίως δὲ πιστὸν ἢ μᾶλλον τοῦ συμπεράσματος. ἔντασις δέ ἐστι πρότασις προτάσει ἐναντία. εἰκὸς δὲ καὶ σημεῖον οὐ ταὐτόν ἐστιν, ἀλλὰ τὸ μὲν εἰκός ἐστι πρότασις ἔνδοξος, τὸ δὲ σημεῖον βούλεται εἶναι πρότασις ἀποδεικτικὴ ἢ ἀναγκαία ἢ ἔνδοξος. ἐνθύμημα δέ ἐστι συλλογισμὸς ἀτελὴς ἐξ εἰκότων ἢ σημείων. τὸ δὲ φυσιογνωμονεῖν δυνατόν ἐστιν, εἴ τις δίδωσιν ἅμα μεταβάλλειν τὸ σῶμα καὶ τὴν ψυχὴ ὅσα φυσικά ἐστι παθήματα.