Opuscula logica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
12.1.1
Ἀφορμαὶ τῶν περὶ τὰ γένη ἐπιχειρημάτων Ἀξιολογώτατοι τῶν πρὸς τὸ γένος καὶ τὸ ἴδιον, περὶ ὧν πρῶτον ἐπισκεπτέον ἡμῖν, οὗτοι· εἰ μὴ ἐν τῇ αὐτῇ διαιρέσει τὸ γένος καὶ τὸ εἶδος τεθῇ, ἀλλὰ τὸ μὲν οὐσία, τὸ δὲ ποιόν, οἷον ἡ μὲν χιὼν καὶ ὁ κύκνος οὐσία, τὸ δὲ λευκὸν οὐκ οὐσία ἀλλὰ ποιόν, ὥστε οὐ γένος τὸ λευκὸν τῆς χιόνος οὐδὲ τοῦ κύκνου. εἰ δὲ μηδενὸς τῶν εἰδῶν ἐνδέχεται μετέχειν τὸ τεθὲν ἐν τῷ γένει– ἀδύνατον γὰρ τοῦ γένους μετέχειν μηδενὸς τῶν εἰδῶν μετέχον–, ἂν μή τι τῶν κατὰ τὴν πρώτην διαίρεσιν εἰδῶν ᾖ. σκοπεῖν δὲ καὶ εἴ τι ἄλλο γένος ἐστὶ τοῦ ἀποδοθέντος εἴδους, ὃ μήτε περιέχει τὸ ἀποδοθὲν γένος μήτε ὑπ' ἐκεῖνό ἐστιν· οἷον εἴ τις τῆς δικαιοσύνης τὴν ἐπιστήμην θείη γένος· ἔστι γὰρ καὶ ἡ ἀρετὴ γένος, καὶ οὐδέτερον τῶν γενῶν τὸ λοιπὸν περιέχει, ὥστε οὐ κἂν εἴη ἡ ἐπιστήμη γένος τῆς δικαιοσύνης. πάλιν εἰ τὴν διαφορὰν ὡς γένος ἀποδέδωκεν· οἷον εἰ τὸ ἀθάνατον θεοῦ γένος· διαφορὰ γάρ ἐστι ζῴου τὸ ἀθάνατον. καὶ εἰ τὴν διαφορὰν ὡς εἶδος εἰς τὸ γένος ἔθηκεν, οἷον τὸ περιττὸν ὅπερ ἀριθμόν· διαφορὰ γὰρ ἀριθμοῦ τὸ περιττόν, οὐκ εἶδός ἐστι· πᾶν γὰρ τὸ μετέχον τοῦ γένους εἶδος ἢ ἄτομόν ἐστι. πάλιν εἰ τὸ γένος εἰς τὸ εἶδος ἔθηκεν ἢ τὴν διαφορὰν εἰς τὸ εἶδος. καὶ εἰ τὸ γένος ὡς διαφορὰν εἶπεν, οἷον τῆς κράσεως τὴν μίξιν. καὶ εἰ τὸ κατὰ μεταφορὰν λεγόμενον ὡς γένος ἀποδέδωκεν, οἷον τὴν σωφροσύνην συμφωνίαν. σκοπεῖν δὲ καὶ εἰ τὸ μὲν γένος ἐναντίον τινί, τὸ δὲ εἶδος μηδενί· εἰ γὰρ τὸ γένος ἐναντίον τινί, καὶ τὸ εἶδός ἐστι. πάλιν ἐπὶ τῶν πτώσεων καὶ τῶν συστοίχων, εἰ ὁμοίως ἀκολουθοῦσι καὶ ἀναιροῦντι καὶ κατασκευάζοντι· ἅμα γὰρ ἑνὶ καὶ πᾶσιν ὑπάρχει ἢ οὐχ ὑπάρχει· οἷον εἰ ἡ δικαιοσύνη ἐπιστήμη τις, καὶ τὸ δικαίως ἐπιστημόνως καὶ ὁ δίκαιος ἐπιστήμων· ἐὰν δὲ τούτων τι μὴ ᾖ, οὐδὲ τῶν λοιπῶν οὐδέν. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν γενέσεων καὶ φθορῶν· οἷον εἰ τὸ οἰκοδομεῖν ἐνεργεῖν, καὶ τὸ ᾠκοδομηκέναι ἐνηργηκέναι· καὶ εἰ τὸ μανθάνειν ἀναμιμνήσκεσθαι, καὶ τὸ μεμαθηκέναι ἀναμεμνῆσθαι· καὶ εἰ τὸ διαλύεσθαι φθείρεσθαι, καὶ τὸ διαλελύσθαι ἐφθάρθαι καὶ ἡ διάλυσις φθορά τις. καὶ ἐπὶ τῶν γεννητικῶν δὲ καὶ φθαρτικῶν ὡσαύτως, καὶ ἐπὶ τῶν δυνάμεων καὶ χρήσεων· εἰ γὰρ τὸ φθαρτικὸν διαλυτικόν, καὶ τὸ φθείρεσθαι διαλύεσθαι· καὶ εἰ τὸ γεννητικὸν ποιητικόν, καὶ τὸ γίνεσθαι ποιεῖσθαι καὶ ἡ γένεσις ποίησις. ὁρᾶν δὲ καὶ εἰ τοῦ ἀντικειμένου τὸ ἀντικείμενον γένος, οἷον εἰ τοῦ διπλασίου τὸ πολλαπλάσιον καὶ τοῦ ἡμίσεως τὸ πολλοστημόριον· δεῖ γὰρ τὸ ἀντικείμενον τοῦ ἀντικειμένου γένους εἶναι. εἰ οὖν τις θείη τὴν ἐπιστήμην ὅπερ αἴσθησιν, δεήσει καὶ τὸ ἐπιστητὸν ὅπερ αἰσθητὸν εἶναι· οὐκ ἔστι δέ, οὐ γὰρ πᾶν τὸ ἐπιστητὸν αἰσθητόν, καὶ γὰρ τῶν νοητῶν ἔνια ἐπιστητά· ὥστε οὐ γένος τὸ αἰσθητὸν τοῦ ἐπιστητοῦ· εἰ δὲ τοῦτο, οὐδὲ ἡ αἴσθησις τῆς ἐπιστήμης. πάλιν εἰ τὴν ἕξιν εἰς τὴν ἐνέργειαν ἔθηκεν ἢ τὴν ἐνέργειαν εἰς τὴν ἕξιν, οἷον τὴν αἴσθησιν κίνησιν διὰ σώματος· ἡ μὲν γὰρ αἴσθησις ἕξις, ἡ δὲ κίνησις ἐνέργεια. διαμαρτάνουσι δὲ καὶ οἱ τὴν ἕξιν εἰς τὴν ἀκολουθοῦσαν δύναμιν τάττοντες, οἷον τὴν πραότητα ἐγκράτειαν ὀργῆς καὶ τὴν ἀνδρείαν καὶ τὴν δικαιοσύνην φόβων καὶ κερδῶν ἐγκράτειαν. ἀνδρεῖος μὲν γὰρ καὶ πρᾶος ὁ ἀπαθὴς λέγεται, ἐγκρατὴς δὲ ὁ πάσχων καὶ μὴ ἀγόμενος. πάλιν εἰ κατά τι τὸ εἶδος τοῦ εἰρημένου γένους μετέχει· οὐ δοκεῖ γὰρ κατά τι μετέχεσθαι τὸ γένος, ἀλλὰ διόλου. οὐ γάρ ἐστιν ὁ ἄνθρωπος κατά τι ζῷον οὐδὲ ἡ γραμματικὴ κατά τι ἐπιστήμη. σκοπεῖν οὖν εἰ ἐπί τινων κατά τι μετέχεται τὸ γένος, οἷον εἰ τὸ ζῷον ὅπερ αἰσθητὸν ἢ ὁρατὸν εἴρηται· κατά τι γὰρ αἰσθητὸν ἢ ὁρατὸν τὸ ζῷον· κατὰ τὸ σῶμα γὰρ καὶ αἰσθητὸν καὶ ὁρατόν, κατὰ δὲ τὴν ψυχὴν οὔ, ὥστε οὐκ ἂν εἴη γένη τὸ ὁρατὸν καὶ τὸ αἰσθητὸν τοῦ ζῴου. λανθάνουσι δὲ ἐνίοτε καὶ τὸ ὅλον εἰς τὸ μέρος τιθέντες, οἷον τὸ ζῷον σῶμα ἔμψυχον· οὐδαμῶς δὲ τὸ μέρος τοῦ ὅλου κατηγορεῖται, ὥστ' οὐκ ἂν εἴη τὸ σῶμα γένος τοῦ ζῴου, ἐπειδὴ μέρος ἐστίν. ἐνίοτε δὲ διαμαρτάνουσι καὶ τὸ πάθος εἰς γένος τὸ πεπονθὸς τιθέντες, οἷον ὅσοι τὴν ἀθανασίαν ζωὴν ἀίδιόν φασιν εἶναι· πάθος γὰρ τῆς ζωῆς ἢ σύμπτωμα ἡ ἀθανασία ἔοικεν εἶναι. ὅτι δὲ ἀληθὲς τὸ λεγόμενον, δῆλον ἂν γένοιτο, εἴ τις συγχωρήσειεν ἐκ θνητοῦ τινὰ ἀθάνατον γενέσθαι· οὐδεὶς γὰρ φήσει ἑτέραν αὐτὸν ζωὴν λαμβάνειν, ἀλλὰ σύμπτωμά τι ἢ πάθος αὐτῇ ταύτῃ παραγεγενῆσθαι· ὥστε οὐ γένος ἡ ζωὴ τῆς ἀθανασίας. πάλιν εἰ τὸ πάθος οὗ ἐστι πάθος ἐκείνου γένος φασὶν εἶναι, οἷον τὸ πνεῦμα ἀέρα κινούμενον· μᾶλλον γὰρ κίνησις ἀέρος τὸ πνεῦμα, ὁ γὰρ αὐτὸς ἀὴρ διαμένει, ὅταν τε κινῆται καὶ ὅταν μένῃ· ὥστε οὐκ ἔστιν ὅλος ἀὴρ τὸ πνεῦμα. πάλιν εἰ τὸ πᾶσιν ἀκολουθοῦν γένος ἢ διαφορὰν εἶπε· πλείω γὰρ τὰ πᾶσιν ἑπόμενα. οἷον τὸ ὂν καὶ τὸ ἓν τῶν πᾶσιν ἑπομένων ἐστίν. εἰ οὖν τὸ ὂν γένος ἀποδέδωκε, δηλονότι πάντων ἂν εἴη γένος, ἐπειδὴ κατηγορεῖται αὐτῶν· κατ' οὐδενὸς γὰρ τὸ γένος ἀλλ' ἢ κατὰ τῶν εἰδῶν κατηγορεῖται, ὥστε καὶ τὸ ἓν εἶδος ἂν εἴη τοῦ ὄντος. συμβαίνει οὖν κατὰ πάντων ὧν τὸ γένος κατηγορεῖται καὶ τὸ εἶδος κατηγορεῖσθαι, ἐπειδὴ τὸ ὂν καὶ τὸ ἓν κατὰ πάντων ἁπλῶς κατηγορεῖται, δέον δὲ ἐπ' ἔλαττον τὸ εἶδος κατηγορεῖσθαι. ἐπεὶ δὲ δοκεῖ τισι καὶ ἡ διαφορὰ ἐν τῷ τί ἐστι τῶν εἰδῶν κατηγορεῖσθαι, χωριστέον τὸ γένος ἀπὸ τῆς διαφορᾶς χρώμενον τοῖς εἰρημένοις στοιχείοις· πρῶτον μὲν ὅτι τὸ γένος ἐπὶ πλέον λέγεται τῆς διαφορᾶς· εἶθ' ὅτι κατὰ τὴν τοῦ τί ἐστιν ἀπόδοσιν μᾶλλον ἁρμόττει τὸ γένος ἢ τὴν διαφορὰν εἰπεῖν, ὁ γὰρ ζῷον εἰπὼν τὸν ἄνθρωπον μᾶλλον δηλοῖ τί ἐστιν ὁ ἄνθρωπος ἢ ὁ πεζόν· καὶ ὅτι ἡ μὲν διαφορὰ ποιότητα τοῦ γένους ἀεὶ σημαίνει, τὸ δὲ γένος τῆς διαφορᾶς οὔ· ὁ μὲν γὰρ εἰπὼν πεζὸν ποιόν τι ζῷον λέγει, ὁ δὲ ζῷον εἰπὼν ποιόν τι οὐ λέγει πεζόν. Ταῦτά σοι ἐκ πολλῶν ὀλίγα συνηριθμήμεθα ἐπιτετμημένως εἰς μέτρον ἐπιστολῆς, ἵν' ἔχοις ἐντεῦθεν καὶ περὶ τῶν λοιπῶν ἐφοδεύειν καὶ εἰδέναι τίνα μὲν κυρίως γένη, τίνα δὲ δοκοῦντα μέν, οὐκ ὄντα δέ. 13 Περὶ ἐρωτήματος διαλεκτικοῦ καὶ περὶ διαλεκτικῆσ Οὐχ ἁπλοῦν τι πρᾶγμα ἐρώτημα διαλεκτικόν. δεῖ γὰρ πρῶτον, φησὶν ὁ φιλόσοφος, ἐρωτᾶν μέλλοντα τὸν τόπον εὑρεῖν ὅθεν ἐπιχειρητέον, δεύτερον δὲ ἐρωτηματίσαι καὶ τάξα καθ' ἕκαστα πρὸς ἑαυτόν, τὸ δὲ λοιπὸν καὶ τρίτον εἰπεῖν ἤδη ταῦτα πρὸς ἕτερον, διελόμενον τὰς προτάσεις ὅσαι ληπτέαι παρὰ τὰς ἀναγκαίας. ἀναγκαῖαι δὲ λέγονται δι' ὧν ὁ συλλογισμὸς γίνεται· αἱ δὲ παρὰ ταύτας λαμβανόμεναι τέτταρές εἰσιν· ἢ γὰρ ἐπαγωγῆς χάριν τοῦ δοθῆναι τὸ καθόλου, ἢ εἰς ὄγκον τοῦ λόγου, ἢ πρὸς κρύψιν τοῦ συμπεράσματος, ἢ πρὸς τὸ σαφέστερον εἶναι τὸν λόγον. τὰς μὲν οὖν ἀναγκαίας, δι' ὧν ὁ συλλογισμός, οὐκ εὐθὺς προτατέον, ἀλλ' ἀποστατέον ὅτι ἀνωτάτω, οἷον μὴ τῶν ἐναντίων ἀξιοῦντα τὴν αὐτὴν ἐπιστήμην, ἂν τοῦτο βούληται λαβεῖν, ἀλλὰ τῶν ἀντικειμένων. τεθέντος γὰρ τούτου καὶ ὅτι τῶν ἐναντίων ἡ αὐτὴ συλλογιεῖται· ἐὰν δὲ μὴ τιθῇ, δι' ἐπαγωγῆς ληπτέον τὰς ἀναγκαίας, προτείνοντα ἐπὶ τῶν κατὰ μέρος ἐναντίων· ἢ γὰρ διὰ συλλογισμοῦ ἢ δι' ἐπαγωγῆς ταύτας ληπτέον· ὅσαι δὲ λίαν προφανεῖς εἰσι, καὶ αὐτὰς προτείνοντα· ἀδηλότερόν τε γὰρ ἀεὶ ἐν τῇ ἀποστάσει καὶ τῇ ἐπαγωγῇ τὸ συμβησόμενον. κρύπτοντα δὲ προσυλλογίζεσθαι· εἴη δ' ἂν τοῦτο, εἴ τις μὴ μόνον τὰς ἀναγκαίας, ἀλλὰ καὶ τῶν πρὸς ταῦτα χρησίμων τινὰ συλλογίζοιτο. ἔτι τὰ συμπεράσματα μὴ λέγειν, ἀλλ' ὕστερον ἀθρόα συλλογίζεσθαι. χρήσιμον δὲ καὶ τὸ μὴ συνεχῆ τὰ ἀξιώματα λαμβάνειν ἐξ ὧν οἱ συλλογισμοί, ἀλλ' ἐναλλάξ. ἔτι τὸ προτείνειν οὐ δι' αὐτὸ ἀλλ' ἄλλου χάριν προτείνοντα. χρήσιμον δὲ καὶ τὸ ἐπιλέγειν ὅτι σύνηθες καὶ λεγόμενον τὸ τοιοῦτον καὶ τὸ μὴ σπουδάζειν, κἂν ὅλως χρήσιμον ᾖ· καὶ τὸ μηκύνειν καὶ παρεμβάλλειν τὰ μηθὲν χρήσιμα πρὸς τὸν λόγον. χρηστέον δὲ ἐν τῷ διαλέγεσθαι τῷ μὲν συλλογισμῷ πρὸς τοὺς διαλεκτικοὺς μᾶλλον ἢ πρὸς τοὺς πολλούς, τῇ δὲ ἐπαγωγῇ ἐναντίον πρὸς τοὺς πολλούς. Ἐπεὶ δὲ ὅλως περὶ διαλεκτικοῦ ἐπεβαλόμην σοι λέγειν προβλήματος, δεῖν ᾠήθην καὶ περὶ διαλεκτικῆς ὅλως διδάξαι σε. τὸ γοῦν ὄνομα τοῦτο οἱ μὲν ἀπὸ τῆς Στοᾶς ἐπιστήμην τοῦ ἀληθῶς λέγειν τίθενται καὶ φέρουσι τοὔνομα κατὰ τῆς τελεωτάτης φιλοσοφίας. καὶ Πλάτων δὲ τὴν διαιρετικὴν μέθοδον ἐξυμνῶν καὶ ταύτης θέμενος ἔργον εἶναι τὸ δύνασθαι τό τε ἓν πολλὰ ποιεῖν καὶ τὰ πολλὰ εἰς ἓν ἀνάγειν τὴν αὐτὴν ταύτην διαλεκτικὴν καλεῖ. ὁ δέ γε Ἀριστοτέλης τὸ μὲν ἐξ ἀληθῶν καὶ οἰκείων τῷ προκειμένῳ καὶ πρώτων καὶ γονιμωτέρων δεικνύναι καὶ συνάγειν τὸ προκείμενον συλλογισμοῦ ἀποδεικτικοῦ τίθεται· τὸ δὲ δι' ἐνδόξων συλλογίζεσθαι διαλεκτικόν, φησί, καὶ διαλεκτικὴν ἀκολούθως τὴν διὰ τῶν τοιούτων συλλογιστικήν· τὴν δὲ ἐκ φαινομένων ἐνδόξων συλλογιζομένην σοφιστικήν. ἥγηται γὰρ ὁ φιλόσοφος τὸν συλλογισμὸν καθὸ συλλογισμός ἐστι μηδὲν ἄλλο ἄλλου διαφέρειν, εἶναι δὲ αὐτῶν τὴν διαφορὰν τὴν μὲν κατὰ τὰ εἴδη τῶν προτάσεων, τὴν δὲ κατὰ τοὺς τρόπους καὶ τὰ σχήματα, τὴν δὲ κατὰ τὴν ὕλην περὶ ἥν εἰσιν. ὧν ἡ μὲν πρώτη διαφορὰ ποιεῖ τῶν συλλογισμῶν τοὺς μὲν κατηγορικούς, τοὺς δὲ ὑποθετικούς, ἡ δὲ δευτέρα τοὺς μὲν τελείους, τοὺς δὲ ἀτελεῖς, ἡ δὲ τρίτη ἡ κατὰ τὴν ὕλην τοὺς μὲν ποιεῖ ἀποδεικτικούς, τοὺς δὲ διαλεκτικούς, τοὺς δὲ ἐριστικούς. οἱ γὰρ δὴ συλλογισμοὶ ὅ τε λέγων «πᾶς ἄνθρωπος γελαστικόν· οὐδὲν γελαστικὸν ἵππος» καὶ ὁ λέγων «πᾶς ἄνθρωπος γελαστικόν· οὐδεὶς ἵππος γελαστικόν» ἔτι τε ὁ λέγων «πᾶν γελαστικὸν ἄνθρωπος· οὐδὲν γελαστικὸν ἵππος» τὴν αὐτὴν ὕλην ἔχοντες οὔκ εἰσιν ἀλλήλοις οἱ αὐτοὶ παρὰ τὴν διάφορον τῶν προτάσεων λῆψίν τε καὶ θέσιν. ἔστι γὰρ αὐτῶν ὁ μὲν ἐν τῷ πρώτῳ, ὁ δὲ ἐν τῷ δευτέρῳ, ὁ δὲ ἐν τῷ τρίτῳ σχήματι. Περὶ δὲ τῆς οὕτω διαλεκτικῆς λεγομένης Ἀριστοτέλης μὲν καὶ ἐν ἄλλοις βιβλίοις πεπραγμάτευται, μάλιστα δὲ ἐν τούτοις ἃ ἐπιγράφεται Τοπικὰ ἀπὸ τοῦ τόπους τινὰς ἐν αὐτοῖς παραδίδοσθαι, ἀφ' ὧν ὁρμώμενοι δυνησόμεθα περὶ παντὸς προτεθέντος δι' ἐνδόξων συλλογίζεσθαι. οὐ γὰρ οἷόν τε περὶ παντὸς τοῦ προτεθέντος ἐξ ἀληθῶν συλλογίσασθαι. τὸ γὰρ ὅτι ἡ ἡδονὴ ἀγαθὸν τέλος δι' ἀληθῶν μὲν οὐχ οἷόν τε δεῖξαι, ὅτι μηδὲ ἀληθὲς τὸ δεικνύμενον, δι' ἐνδόξων μέντοι οἷόν τε. ὁ γὰρ τόπος ἀρχή τίς ἐστιν ἢ στοιχεῖον, ἀφ' οὗ λαμβάνομεν τὰς περὶ ἕκαστον ἀρχὰς ἐπιστήσαντες τὴν διάνοιαν, τῇ περιγραφῇ μὲν ὡρισμένος, τοῖς δὲ καθ' ἕκαστα ἀόριστος. Κοινὸν δὲ διαλεκτικῇ καὶ ῥητορικῇ τὸ μὴ περὶ ἕν τι γένος ἀφωρισμένον πραγματεύεσθαι, καὶ τὸ δι' ἐνδόξων καὶ πιθανῶν καὶ μὴ δι' οἰκείων ἀρχῶν τῷ προκειμένῳ, καὶ τὸ ὁμοίως περὶ τὰ ἀντικείμενα ἀλλήλοις εἶναι· διαφέρουσι δὲ ἀλλήλων τῷ τὴν μὲν διαλεκτικὴν περὶ πᾶσαν ὕλην τῇ δυνάμει κεχρῆσθαι καὶ ἐν ἐρωτήσει ποιεῖσθαι τοὺς λόγους, τὴν δὲ ῥητορικὴν περὶ τὴν πολιτικὴν μᾶλλον καὶ διεξοδικῶς ὡς ἐπὶ τὸ πλεῖστον καὶ περὶ τῶν καθ' ἕκαστα μᾶλλον λέγειν. Χρήσιμος δὲ ἡ διαλεκτικὴ πραγματεία πρὸς τρία ταῦτα· πρὸς γυμνασίαν, πρὸς τὰς ἐντεύξεις, πρὸς τὰς κατὰ φιλοσοφίαν ἐπιστήμας. Ἔστι δὲ ἀριθμῷ ἴσα καὶ τὰ αὐτὰ ἐξ ὧν τε οἱ λόγοι καὶ περὶ ὧν οἱ συλλογισμοί. γίνονται γὰρ οἱ λόγοι ἐκ τῶν προτάσεων· περὶ ὧν δὲ οἱ συλλογισμοὶ τὰ προβλήματά ἐστι. πᾶσα δὲ πρότασις καὶ πᾶν πρόβλημα ἢ γένος ἢ ἴδιον ἢ συμβεβηκὸς δηλοῖ· καὶ γὰρ τὴν διαφορὰν ὡς οὖσαν γενικὴν ὁμοῦ τῷ γένει τακτέον. ἐπεὶ δὲ τοῦ ἰδίου τὸ μὲν τί ἦν εἶναι σημαίνει, τὸ δ' οὐ σημαίνει, τὸ μὲν τί ἦν εἶναι σημαῖνον ὅρος, τὸ δὲ λοιπὸν προσαγορευέσθω ἴδιον. τὸ δὲ ταὐτόν, ὡς τύπῳ διαλαβεῖν, τριχῇ διαιρεῖται· ἢ γὰρ ἀριθμῷ ἢ εἴδει ἢ γένει τὸ ταὐτὸν εἰώθαμεν προσαγορεύειν. ὑπάρχουσι δ' αἱ ῥηθεῖσαι τέτταρες διαφοραὶ περὶ τὰ δέκα γένη τῶν κατηγοριῶν. ἔστι δὲ πρότασις διαλεκτικὴ ἐρώτησις ἔνδοξος ἢ πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς σοφοῖς, καὶ τούτοις ἢ πᾶσιν ἢ πλείστοις ἢ τοῖς μάλιστα γνωρίμοις, μὴ παράδοξος.