Opuscula logica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
14.1.1
Σύντομος παράδοσις τῶν δεκατριῶν παραλογισμῶν Συστεῖλαί σοι εἰς μέτρον ἐπιστολῆς τοὺς σοφιστικοὺς ἐδεήθης ἐλέγχους· αὐτὸ γοῦν τοῦτο ποιεῖν ἐπιβέβλημαι. εἰσὶ δὲ τρόποι τοῦ ἐλέγχειν δύο· οἱ μὲν γάρ εἰσι παρὰ τὴν λέξιν, οἱ δ' ἔξω τῆς λέξεως. Ἔστι δὲ τὰ παρὰ τὴν λέξιν ἐμποιοῦντα τὴν φαντασίαν ἓξ τὸν ἀριθμόν· ταῦτα δ' ἔστιν· Ὁμωνυμία, οἷον «μανθάνουσιν οἱ ἐπιστάμενοι· τὰ γὰρ ἀποστοματιζόμενα μανθάνουσιν οἱ γραμματικοί». τὸ γὰρ μανθάνειν ὁμώνυμον, τό τε ξυνιέναι χρώμενον τῇ ἐπιστήμῃ καὶ τὸ λαμβάνειν ἐπιστήμην. Ἀμφιβολία, οἷον «ὅ τις ὁρᾷ, τοῦτο πάντως ὁρᾷ· τὸν κίονα ὁ δεῖνα ὁρᾷ· ὁ κίων ἄρα ὁρᾷ». ἀμφιβάλλεται γὰρ ἐν τῷ «τοῦτο πάντως ὁρᾷ» πότερον αὐτὸς ὁρᾷ ὁ ὁρῶν ἢ τὸ ὁρώμενον. Σύνθεσις, οἷον «δυνατὸν τὸν καθήμενον βαδίζειν· ὁ δεῖνα κάθηται· βαδίζει ἄρα». ἐν ταύτῃ γὰρ ἔχει τὸν παραλογισμὸν ὁ ἔλεγχος ὡς δυναμένης τῆς ἐννοίας καὶ συνθέτως νοεῖσθαι. Διαίρεσις, οἷον «τὰ πέντε δύο καὶ τρία· τὰ δύο καὶ τρία εἰς ἀριθμοὺς διαιρεῖσθαι οὐ δύνανται· τὰ πέντε ἄρα εἰς ἀριθμοὺς διαιρεῖσθαι οὐ δύνανται». ψεῦδος τοῦτο· συνέβη δὲ τὸ ψεῦδος ἀπὸ τοῦ διαιρεῖσθαι τὰ πέντε ἐν τῇ πρώτῃ προτάσει εἰς δύο καὶ τρία καὶ ἰδίᾳ περὶ ἑκάστου τὴν δευτέραν πρότασιν ἀποφαίνεσθαι. Προσῳδία, οἷον «κῆρ σημαίνει τὴν ψυχήν· Ἀγαμέμνονι δὲ τὸ πολεμεῖν κὴρ εἴδετο εἶναι· Ἀγαμέμνονι ἄρα τὸ πολεμεῖν ψυχὴ εἴδετο εἶναι». Σχῆμα λέξεως, οἷον «τὸ μανθάνειν ἐνεργητικόν ἐστι· τὸ δὲ ἐνεργεῖν περὶ τὴν μάθησιν διδάσκειν ἐστί· τὸ μανθάνειν ἄρα διδάσκειν ἐστίν». Οἱ μὲν οὖν παρὰ τὴν λέξιν παραλογισμοὶ οὗτοι· τῶν δ' ἔξω τῆς λέξεως παραλογισμῶν εἴδη ἐστὶν ἑπτά. ἓν μὲν παρὰ τὸ συμβεβηκός· δεύτερον δὲ τὸ ἁπλῶς ἢ μὴ ἁπλῶς ἀλλὰ πῇ ἢ ποῦ ἢ ποτὲ ἢ πρός τι λέγεσθαι· τρίτον τὸ παρὰ τὴν ἐλέγχου ἄγνοιαν· τέταρτον τὸ παρὰ τὸ ἑπόμενον· πέμπτον τὸ παρὰ τὸ ἐν ἀρχῇ λαμβάνειν· ἕκτον τὸ μὴ αἴτιον ὡς αἴτιον τιθέναι· ἕβδομον τὸ τὰ πλείω ἐρωτήματα ἓν ποιεῖν. Οἱ μὲν οὖν παρὰ τὸ συμβεβηκὸς παραλογισμοί εἰσιν, ὅταν ὁμοίως ὁτιοῦν ἀξιωθῇ τῷ πράγματι καὶ τῷ συμβεβηκότι ὑπάρχειν. ἐπεὶ γὰρ τῷ αὐτῷ πολλὰ συμβέβηκεν, οὐκ ἀνάγκη πᾶσι τοῖς κατηγορουμένοις καὶ καθ' οὗ κατηγορεῖται ταῦτα πάντα ὑπάρχειν· πάντα γὰρ οὕτως ἔσται τὰ αὐτά· οἷόν φασιν οἱ σοφισταί «ὁ Σωκράτης ἕτερον Κορίσκου· ὁ Κόρισκος ἄνθρωπος· ὁ Σωκράτης ἄρα ἕτερον ἀνθρώπου», ὅπερ ἐστὶ ψεῦδος. λέγεται δὲ παρὰ τὸ συμβεβηκὸς διὰ τὸ συμβεβηκέναι οὗ ἔφησεν ἕτερον εἶναι τοῦτον εἶναι ἄνθρωπον. παρὰ τὸ συμβεβηκὸς δὲ κἀκεῖνα ὅσα μὴ οὐσιωδῶς κατηγορεῖται τοῦ ὑποκειμένου, οἷον τὸ γένος, τὸ εἶδος, τὸ δισύλλαβον, τὸ τρισύλλαβον, τὸ οὐδέτερον. παρὰ τὸ συμβεβηκὸς δὲ λέγονται, διότι τοῦ ζῴου οὐ κατ' οὐσίαν κατηγοροῦνται τὰ εἰρημένα, ἀλλὰ τὸ αἰσθητικὸν καὶ τὸ ἔμψυχον καὶ τὸ σῶμα. Οἱ δὲ παρὰ τὸ πῇ ἢ ἁπλῶς παραλογισμοί εἰσιν ἢ ὅταν τὰ πῇ, ὅ ἐστιν ἅμα, κατηγορούμενα ἁπλῶς, τουτέστιν ἰδίᾳ, κατηγορήσωμεν· οἷον «ὁ πατὴρ μείζων τοῦ υἱοῦ τῷ αἰτίῳ· τὸ αἴτιον φύσει· ὁ πατὴρ ἄρα μείζων τοῦ υἱοῦ φύσει». ἔψευσται, διότι τὸ αἴτιον συναπτῶς ὀφείλει τῷ φύσει λέγεσθαι, οἷον «ὁ πατὴρ μείζων τοῦ υἱοῦ τῷ τῇ φύσει αἰτίῳ», διαιρεθὲν δὲ τὸν παραλογισμὸν ἐποίησεν. ἢ ὅταν τὰ ἁπλῶς ἤγουν ἰδίᾳ κατηγορούμενα πῇ, ὅ ἐστιν ἅμα, κατηγορήσωμεν· οἷον «Σίμων σκυτεὺς ἀγαθός· ὁ ἀγαθὸς σκυτεὺς ἀγαθῶν πεδίλων δημιουργός· ὁ Σίμων ἄρα ἀγαθῶν πεδίλων δημιουργός». ἔψευσται, ὅτι ὁ Σίμων σκυτεὺς μὲν τὴν τέχνην, ἀγαθὸς δὲ τοὺς τρόπους· καὶ κατηγορεῖται αὐτοῦ τὸ μὲν σκυτεὺς κατὰ τὴν τέχνην, τὸ δὲ ἀγαθὸς κατὰ τὸ εἶδος τῆς ζωῆς. τοιοῦτος γὰρ ἦν ὁ σκυτεὺς ἐκεῖνος ὁ τῷ Σωκράτει συγγεγονώς, τὴν μὲν σκυτικὴν οὐ πάνυ τι διακριβωσάμενος, τὴν δὲ ἕξιν τῆς ψυχῆς ἀγαθός. τὰ γοῦν ἁπλῶς κατηγορούμενα τοῦ σκυτέως ἅμα κατηγορηθέντα τὴν ἀπάτην ἐποίει. οὔτε γὰρ πάντα τὰ ἅμα κατηγορούμενα καὶ ἰδίᾳ κατηγορεῖται οὔτε τὰ ἰδίᾳ καὶ ἅμα, ἀλλ' ἐκεῖνα καὶ ἰδίᾳ καὶ ἅμα κατηγορεῖσθαι δύναται, ὅσα οὐσιωδῶς κατηγορεῖταί τινος· καὶ εἴ τις ἁπλῶς φήσει τὰς συμπλοκὰς γίνεσθαι, πολλὰ συμβαίνει λέγειν ἄτοπα. τῶν δὴ κατηγορουμένων καὶ ἐφ' οἷς κατηγορεῖσθαι συμβαίνει, ὅσα μὲν λέγεται κατὰ συμβεβηκὸς ἢ κατὰ τοῦ αὐτοῦ ἢ θάτερον κατὰ θατέρου, ταῦτα οὐκ ἔστιν ἕν. ἀληθὲς δέ ἐστιν εἰπεῖν κατὰ τοῦ τινὸς ἤτοι ἅμα καὶ ἁπλῶς ἤτοι χωρίς, οἷον τὸν τινὰ ἄνθρωπον ἄνθρωπον ἢ τὸν τινὰ λευκὸν ἄνθρωπον λευκόν. οὐκ ἀεὶ δέ, ἀλλ' ἐν ὅσαις κατηγορίαις μήτε ἐναντιότης ἔνεστι καὶ ἐὰν λόγοι ἀντὶ ὀνομάτων λέγωνται καὶ καθ' ἑαυτὰ κατηγορῆται καὶ μὴ κατὰ συμβεβηκός, οἷον ὅταν ἐν τῷ προκειμένῳ μὴ ἐνυπάρχῃ τι τῶν ἀντικειμένων, οἷον ἐν τῷ τεθνεῶτι· λέγεται γὰρ ἄνθρωπος καὶ οὐκ ἄνθρωπος· καὶ ὅταν μὴ τὸ μὲν τῶν λεγομένων ὁμοῦ καθ' αὑτὸ λέγηται, ὡς «Ὅμηρος ποιητής», τὸ δὲ κατὰ συμβεβηκός, ἤγουν τὸ «ἔστι»· καὶ ὅταν οἱ περὶ τὰ κατηγορούμενα λόγοι ἤγουν ὁρισμοί εἰσιν ἐναντίοι, οἷον «κίβδηλος χρυσός ἐστιν». ὥστε ἐν οἷς τῶν ἅμα λεγομένων τι τῶν τριῶν τούτων θεωρεῖται, χωρὶς αὐτὰ οὐ δύναται λέγεσθαι· ἐν οἷς δὲ μὴ θεωρῆται, ἐπὶ τούτων τὸ τί καὶ ἁπλῶς ἀληθὲς ἔσται εἰπεῖν. Παρὰ δὲ τὸ ἑπόμενον παραλογισμὸς γίνεται, οἷον «ὁ δεῖνα νύκτωρ πλανᾶται· ὁ νύκτωρ πλανώμενος κλέπτης ἐστίν· ὁ δεῖνα ἄρα κλέπτης ἐστί». λέγεται δὲ τὸ τοιοῦτον παρὰ τὸ ἑπόμενον διὰ τὸ ἕπεσθαι τῷ κλέπτῃ τὸ πλανᾶσθαι νύκτωρ. Ὁ δὲ παρὰ τὸ ἐν ἀρχῇ λαμβάνειν παραλογισμός ἐστι τὸ δι' ἑαυτοῦ δεικνύναι τὸ μὴ δι' ἑαυτοῦ δῆλον καὶ πρότασιν ποιεῖσθαι τὸ πρόβλημα· οἷον «ἡ ψυχὴ ἄφθαρτος· τὸ ἄφθαρτον ἀθάνατον· ἡ ψυχὴ ἄρα ἀθάνατος». οὐδὲν ἀποδέδεικται, ἀλλὰ τὸ ἐξ ἀρχῆς ᾔτηται· ταὐτὸν γὰρ τῷ ἀθανάτῳ τὸ ἄφθαρτον, καὶ πρότασις ἡ ὅτι «ἡ ψυχὴ ἄφθαρτος» ἡ αὐτὴ τῷ προβλήματι. Ἕτερος παραλογισμὸς παρὰ τὸ μὴ αἴτιον ὡς αἴτιον τιθέναι· γίνεται δὲ τοῦτο ἐν τοῖς δι' ἀδυνάτου συλλογισμοῖς, ὅταν καὶ δίχα τῆς ὑποθέσεως οὐδὲν ἧττον περαίνηται τὸ ἀδύνατον, οἷον εἰ βουλόμενοι δεῖξαι δι' ἀδυνάτου ὅτι τὸ λευκὸν οὐ παντὶ ζῴῳ, εἴπωμεν οὕτως· «εἰ γὰρ παντὶ ζῴῳ τὸ λευκόν, τὸ δὲ ζῷον παντὶ ἐμψύχῳ, τὸ δὲ ἔμψυχον παντὶ φυτῷ, τὸ ζῷον ἄρα παντὶ φυτῷ· ὅπερ ἄτοπον». ἀλλὰ τουτὶ τὸ ἄτοπον οὐ παρὰ τὴν ὑπόθεσιν συνέβη τὴν ὅτι «τὸ λευκὸν παντὶ ζῴῳ», ἀλλὰ παρ' ἐκείνην τὴν λέγουσαν ὅτι «τὸ ζῷον παντὶ ἐμψύχῳ». Ἕτερος παραλογισμὸς παρὰ τὸ τὰ πλείω ἐρωτήματα ἓν ποιεῖν· ὁ γὰρ τοῦτο ποιῶν κατασοφίζεται οὕτως· «ὁ δεῖνα Σωκράτην καὶ Πλάτωνα τύπτει· ὁ Σωκράτης καὶ ὁ Πλάτων ἄνθρωπός ἐστιν· ὁ δεῖνα ἄρα ἄνθρωπον ἀλλ' οὐκ ἀνθρώπους τύπτει». ἔψευσται κατ' ἀμφότερα, εἴτε τὸν καθ' ἕκαστα καὶ ἕνα τῷ ἀριθμῷ νοήσομεν ἄνθρωπον, εἴτε τὸν καθόλου· δύο γὰρ σημαίνει τὸ ἄνθρωπος, τὸν ἕνα τῷ ἀριθμῷ ἄνθρωπον καὶ τὸν ἐν εἴδει· ὧν ἐπ' οὐδενὸς ἀληθὲς τὸ συμπέρασμα. λέγεται δὲ παρὰ τὸ τὰ πλείω ἐρωτήματα ἓν ποιεῖν, ὅτι ἕκαστον τῶν ὑποκειμένων ἰδίας ἐρωτήσεως δεῖται. Ἔστι παραλογισμὸς καὶ ὁ παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν· λέγεται δὲ οὕτως ὅτι ὁ εἰδὼς τί ποτέ ἐστιν ἔλεγχος οὐ περιπεσεῖται τῷ τοιούτῳ σοφίσματι. ἔλεγχος δέ ἐστιν ἀντίφασις τοῦ αὐτοῦ καὶ ἑνός, ἵνα μὴ περὶ ἄλλου καὶ ἄλλου πειρώμεθα, οἷον μὴ ὀνόματος μόνον ἀλλὰ καὶ πράγματος. οὐ γὰρ μόνον τὸ ὄνομα ἓν εἶναι χρή, ἀλλὰ καὶ τὸ σημαινόμενον πρᾶγμα ἕν. τοῦτο δὲ εἴρηκε διὰ τὰς ὁμωνύμους φωνάς. καὶ ὀνόματος, φησί, μὴ συνωνύμου, οἷον «ζῷον περιπατεῖ, ζῷον οὐ περιπατεῖ»· ἐνδέχεται γὰρ τὶ μὲν ζῷον περιπατεῖν, τὶ δὲ μή. μὴ συναριθμουμένου δέ, φησί, τοῦ ἐν ἀρχῇ, τουτέστι μὴ λαμβανομένου τοῦ ζητήματος εἰς τὸν λόγον τῆς ἀποδείξεως, ὅπερ ἐστὶ τὸ ἐν ἀρχῇ αἰτεῖσθαι περὶ οὗ εἰρήκαμεν. καὶ κατὰ τὸ αὐτό, φησί, καὶ πρὸς τὸ αὐτὸ καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ χρόνῳ. πρὸς μὲν τὸ αὐτό, οἷον ὅτι τὰ δύο διπλάσια καὶ οὐ διπλάσια· πρὸς ἄλλο γὰρ καὶ ἄλλο τοῦτο εἶναι λέγεται. κατὰ δὲ τὸ αὐτό, ἵνα μὴ κατ' ἄλλο μέρος λέγωμέν τι ὑπάρχειν. ὡσαύτως δέ, ἵνα μὴ τὸ μὲν δυνάμει, τὸ δὲ ἐνεργείᾳ λέγωμεν. καὶ ἐν τῷ αὐτῷ δὲ χρόνῳ· τὸ γὰρ κατ' ἄλλον καὶ ἄλλον χρόνον φαῦλόν τε καὶ οὐ φαῦλον λέγειν τὸν αὐτὸν οὐκ ἀδύνατον. 15 Τοῦ Ψελλοῦ περὶ προτάσεων ὀφειλουσῶν ἀλλήλαις συναληθεύειν Ἐπὶ τῶν προτάσεων τῶν ὀφειλουσῶν ἀλλήλαις συναληθεύειν δύο ταῦτά σε παραφυλάττειν χρή, τὴν αὐτήν τε ποσότητα καὶ τὸν αὐτὸν ὑποκείμενον, ἐναλλάττειν δὲ δύο, τόν τε κατηγορούμενον καὶ τὴν ποιότητα. λέγω δὴ τὸν αὐτὸν ὑποκείμενον, ἵνα, εἰ μὲν ἐν τῇ καταφάσει ὡρισμένος ὑπάρχει, ὡρισμένος τεθῇ καὶ ἐν τῇ ἀποφάσει, εἰ δὲ ἐκεῖσε ἀόριστος, καὶ ἐνταῦθα ἀόριστος. ὡσαύτως καὶ ὁ κατηγορούμενος, εἰ μὲν ἐν τῇ καταφάσει ἁπλοῦς, ἐν ταύτῃ ἐκ μεταθέσεως, εἰ δὲ ἐν ἐκείνῃ ἐκ μεταθέσεως, ἐν ταύτῃ ἁπλοῦς. καὶ παράδειγμα· «πᾶς ἄνθρωπος ζῷόν ἐστιν, οὐδεὶς ἄνθρωπος οὐ ζῷόν ἐστιν». ἐτηρήθη μὲν τὸ αὐτὸ ποσὸν καὶ ὁ αὐτὸς ὑποκείμενος· ἀμφότεραι γὰρ αἱ προτάσεις καθόλου καὶ οἱ ὑποκείμενοι ὡρισμένοι· ἐνηλλάγη δὲ τό τε ποιὸν καὶ ὁ κατηγορούμενος· ἐκεῖ μὲν γὰρ κατάφασις καὶ ὧδε ἀπόφασις, κἀκεῖ μὲν ἁπλοῦς ὁ κατηγορούμενος, ἐνταῦθα δὲ ἐκ μεταθέσεως. 16 Τοῦ αὐτοῦ ἕτεραι ἐπιλύσεις φυσικῶν ἀπορημάτων πρὸς τοὺς ἰδίους μαθητὰς καὶ ἑτέρους ἐπερωτῶντας αʹ. Πότε ψυχοῦνται τὰ ἔμβρυα Ἠρώτησας πότε ψυχοῦνται τὰ ἔμβρυα· ἀντερωτῶ δέ σε κἀγώ, πότερον βούλει ἀποκριθῆναί σοι ὃ τῶν παρ' ἡμῖν φιλοσοφησάντων ἐδόξασαν ἔνιοι ἢ ἅπερ ᾠήθησαν Ἕλληνες. κοινὸν μὲν οὖν δόγμα περὶ τοῦ ζητήματος τούτου ἀποστολικὸν ἢ ἄλλως πατρικὸν οὐκ ἔστιν ἐν τοῖς παρ' ἡμῖν λόγοις· ἐθάρρησαν δέ τινες τῶν ἄγαν ἐν ἡμῖν μεταρσίων αὐτίκα ψυχοῦσθαι τὸ σπέρμα τῆς μήτρας ἐπιλαβόμενον, ὡς μηδέτερον τῶν μερῶν τοῦ συνθέτου πρεσβεύειν θατέρου ἢ ὑστερεῖν. τῶν δέ γε παρ' Ἕλλησι σοφῶν οἱ μὲν μορφωθέντα ψυχοῦσι τὰ ἔμβρυα, οἱ δὲ αὐτίκα μέλλοντα κινηθῆναι κατὰ γαστρός, οἱ δὲ τῆς μήτρας ἀποσπασθέντα καὶ διατυπωθέντα πρὸς ὄλισθον. οἱ δέ γε τελεώτεροι τούτων μετὰ τὸν τοκετὸν τὴν λογικὴν ψυχὴν μεταλαμβάνειν φασί, καὶ μεταβάλλειν ἀθρόως ὥσπερ ὑπὸ φωτὸς θείου ἀναπτόμενα ἢ ζωπυρούμενα· ἔνδοθεν δὲ τῆς μήτρας ζῆν μέν, ἀλλὰ τὴν φυτικὴν ζωὴν καὶ παντάπασιν ἄλογον, ὥσπερ ἐκ ῥίζης τοῦ ὀμφαλοῦ κατερριζωμένα τῇ μήτρᾳ, τὴν τροφὴν χορηγούμενα, ζῷα δὲ μήτε εἶναι μήτε ὀνομάζεσθαι, ἀτελῆ ὄντα πρὸς μετουσίαν τῆς θειοτέρας ψυχῆς. οὐ γὰρ ἡ λογικὴ ψυχὴ ὥσπερ τι πτηνὸν εἰς τὸ τυχὸν ζωγρεῖον εἰσωθεῖται καὶ ἐνοικίζεται, ἀλλ' εἰς τὸ ἐπιτηδείως ἔχον πρὸς τὴν ἐκείνης καταδοχὴν ἀπορρήτῳ συνόδῳ ἐμφύεται. πῶς ἂν καὶ ἐν ὑγρῷ χωρίῳ ζωογονηθείη ἂν ἐζωωμένον ἔμβρυον, μεμυκὸς δὲ καὶ παντάπασι συγκεκλεισμένον τό τε στόμα καὶ τὰς ῥῖνας; πῶς ἂν καὶ εἰσπνεύσοιεν, εἴ τις καὶ εἴη ἐκεῖσε, ἀὴρ καθαρός; οὐ χρὴ δέ, φασίν, ἀπὸ τῶν κινήσεων αὐτοῦ τεκμαίρεσθαι τὰς ἐμψύχους ζωάς· οὐ γὰρ κατὰ φαντασίαν αὐτὸ ἢ ὁρμητικὴν ἔχει δύναμιν, ἀλλ' ὥσπερ καὶ ἐντέρων ἕλικες πληρούμενοι κίνησιν ἔχουσι καὶ δένδρων φλοιοὶ κινοῦνται τῷ ῥήγνυσθαι καὶ αὐτὰ δὲ τὰ φυτὰ αὐξάνεται καὶ περιστρέφεται ἢ συμπτύσσεται τοῖς φύλλοις καὶ αὖθις ἀναπλοῦται, ὥσπερ ὁ λωτὸς κατὰ τὴν τοῦ φωστῆρος περιστροφήν· ἐπὰν δὲ ἔξω τῆς μήτρας γένηται τῆς ῥίζης ἀποσπασθέν, αὐτίκα τῆς λογικῆς μεταλαγχάνει ψυχῆς καὶ ζῷόν ἐστι καθαρόν.
14.2.1
Ποίᾳ αἰτίᾳ τῶν βρεφῶν τὰ μέν εἰσιν ἐλλιπῆ, τὰ δὲ ἄρτια Θαυμάζεις εὐλόγως περὶ τῶν ἔτι κυομένων βρεφῶν, τίνι ποτὲ λόγῳ τὰ μὲν αὐτῶν ἐλλιπῆ τὴν φύσιν τοῦ σώματος, τὰ δὲ σὺν περιττοτέροις ἔξεισι μέλεσι, καὶ τὰ μὲν ἅμα τῇ συστάσει πεπήρωται, τὰ δὲ ἄρτιά εἰσι καὶ ἐν μορφῆς κάλλει διατετύπωται· καὶ ὅλως διαπορεῖς ἐπιζητῶν τὰς αἰτίας τῶν οὕτως ἢ ἐκείνως ἐχόντων νεογιλῶν. ἔξεστι μὲν οὖν τούτων καὶ γονέας αἰτιάσασθαι καλῶς ἢ κακῶς ἔχοντας καὶ αὐτὴν δὴ τὴν νηδύν, τὸ φυσικὸν τῆς συμπήξεως ἡμῶν ἐργαστήριον, πλημμελῶς ἢ εἰλικρινῶς ἔχουσαν· οὐδὲν δὲ ἧττον εἰς λόγον αἰτίας θήσομεν καὶ τὰς ἕξεις τῶν μιγνυμένων καὶ τοὺς καιροὺς τοῦ συνδυασμοῦ· καὶ ἡ τοῦ σπέρματος δὲ παντοδαπὴ κρᾶσις παντοδαπὰ ἡμῖν τὰ ἀποτελέσματα δίδωσιν. ἀλλ' ὅ γε Ἑρμῆς, Ἄμμωνι τῷ σοφῷ περὶ τούτου ἐπιστέλλων, ἄλλ' ἄττα αἰτιᾶται τῶν τοιούτων ἀποτελεσμάτων ἢ ταῦτα. φησὶ γὰρ ὡς, ἐπειδὴ τὸ κυόμενον οὐχ ὑπὸ τῆς μερικῆς μόνον ἀλλὰ καὶ τῆς ὁλικῆς διαπλάττεται φύσεως, καὶ τῆς τῶν πλανήτων δὲ δυνάμεως διαμερισμός τις ποικίλος εἰς αὐτὸ καταρρεῖ, ἐντεῦθεν τοιόνδε ἢ τοιοῦτον πρὸς τὴν διαφορὰν τῶν αἰτιῶν γίνεται. εἰ δὲ ἀσαφὴς ὁ λόγος, ἔτι σοι τοῦτο σαφηνιστέον ἡμῖν. οἱ περιττοὶ τὴν σοφίαν Ἕλληνες, διαμερίζοντες τὴν φύσιν ἡμῶν, ὑπερκοσμίοις φύσεσι καὶ ἐγκοσμίοις σώμασί τε καὶ τάξεσιν, ἔτι δὲ καὶ τοῖς πλάνησι ταύτην διαπερατοῦσι· καὶ τοὺς μὲν ὀφθαλμοὺς ἡμῶν Ἡλίῳ καὶ Σελήνῃ ἀνατιθέασιν, Ἀφροδίτῃ δὲ τὴν ὄσφρησιν καὶ τὸν περικράνιον ὑμένα τῷ Κρόνῳ, ὣς δὲ καὶ τοῖς ἄλλοις ἄλλο τι μέρος τοῦ σώματος· καὶ οὐ τοὺς πλανήτας μόνον, ἀλλὰ καὶ τοὺς δεκάρχους αὐτῶν καὶ τοὺς ἀπλανεῖς βάλλειν τινὰς ἀκτῖνας εἰς τὸ βρεφουργούμενον λέγουσιν. ἐπεὶ δὲ ποικίλοι μὲν τὴν ἰδέαν οἱ δέκαρχοι, ποικίλα δὲ τῶν πλανήτων τὰ σχήματα, διάφοροί τε τούτων αἱ πρὸς τοὺς ἀπλανεῖς σχέσεις, ἡ βαλλομένη παρ' ἑκάστου ἀκτὶς εἰς τὸ κυόμενον εἰ μὲν ἐξ ἀγαθοποιοῦ κατέλθῃ σχήματος, ἀρτιώτατον τὸ μέρος τῷ βρέφει πεποίηκεν, οὗ κυριεύειν ὁ ἐπιλάμπων ἔλαχεν, εἰ δ' οὖν, κολοβόν. οἷον τοῦ καλουμένου Διὸς ἀστέρος τῆς κεφαλῆς τοῦ ζῴου ἐπάρχοντος ὅλων τῶν μηνίγγων καὶ τοῦ ἐγκεφάλου, ᾗ ἐκεῖθεν εἰς τοῦτο τὸ μέρος ἀκτινοβολεῖ, εἰ μὲν ἐν καλῷ κειμένου τοῦ ἀστέρος καὶ σχηματιζομένου πρὸς τὴν σελήνην τριγωνικῷ σχήματι εἰς τὸν ἐγκέφαλον βάλλει τοῦ πηγνυμένου, εὖ ἕξουσιν αἱ ἡγεμονικαὶ δυνάμεις τῷ πλαττομένῳ ἐμβρύῳ· εἰ δὲ κακούμενος ὁ ἀστὴρ ἐπιβρίσει τῷ μέρει, τῶν ἐναντίων ἐστὶ ποιητής. κατὰ τοίνυν τοῦ Ἑρμοῦ λόγον καὶ τὰ μελαγχολικώτερα τῶν βρεφῶν καὶ τὰ εὐεκτικώτερα, ὅσα τε τοῖς ὀφθαλμοῖς διάστροφα καὶ ὅσα ὁρᾷ κατ' εὐθεῖαν, καὶ ἡ πᾶσα τούτων ἐναντιότης πρὸς ἄλληλα ἀπὸ τῆς τῶν ἄστρων δυνάμεως γίνεται. Πλὴν καὶ τοῦτο ἴσθι, ὡς ὁ μὲν καθ' ἡμᾶς λόγος οὐ πολυπραγμονεῖ τὰς τούτων αἰτίας, ἀλλὰ τὴν διοίκησιν πάντων θείοις ἀνατίθεται κρίμασι· δεδοίκαμεν γὰρ τὴν παρεκτροπήν, καὶ διὰ ταύτην ἐπὶ τῶν οἰκείων ὅρων ἑστήκαμεν. ὁ δέ γε Ἕλλην οὐ διαφέρει, ζητῶν τὰς πρώτας ὑποθέσεις τῶν γινομένων, εἴ που μακρὰν τῆς ἀληθείας ἐλάσειεν, ἀλλὰ ποικίλως τὰ ὄντα διερευνώμενος εἰς ἀτόπους πολλάκις ἐννοίας ἐκφέρεται. τίθεται δὲ κατ' ἐξουσίαν καὶ δόξας ἀσυλλογίστους, ὑπερκόσμιον ψυχὴν καὶ ἐγκόσμιον, καὶ φύσιν καθολικήν τε καὶ μερικήν, ἵν' εἴ τις αὐτὸν ἐλέγχει πλανώμενον, εὐθὺς ἔχει πρὸς ταῦτα καταφυγεῖν. ἡμεῖς δέ σοι τοὺς τούτων λόγους ἀνακαλύπτομεν, οὐχ ἵνα τούτοις θύῃς, ἀλλ' ἵνα μόνον εἰδείης.
14.3.1
Ὅτι οὐδεμία διαφορὰ τοῖς τοῦ θήλεος καὶ τοῦ ἄρρενος γεννητικοῖς μορίοις ἐστί, καὶ ὅτι δι' ἔλλειψιν θερμότητος τὸ θῆλυ ἐν τῇ μήτρᾳ γίνεται Μὴ θαυμάσῃς, εἴ σοι παράδοξον λόγον ἐρῶ περὶ παραδόξου πράγματος, ἀλλ' ἀτρέμας ἔχε πρὶν ὅλου ἀκούσῃς τοῦ λόγου. ἴσθι τοιγαροῦν, ὡς τὰ γεννητικὰ τοῦ θήλεος μόρια καὶ τοῦ ἄρρενος οὐ διάφορά εἰσι πρὸς ἄλληλα, ἀλλὰ παρ' ἑκατέρᾳ γενέσει τὰ αὐτά. τοσοῦτον δὲ διαλλάττει, ὅτι τὰ μὲν τοῦ ἄρρενος προὔκυψαν ἔξω ἀκμαζούσῃ θερμότητι, καὶ τό τε αἰδοῖον ἀπετάθη ἀμφιασάμενόν πως τὴν καλουμένην ποστὴν οἵ τε ὄρχεις ὑπὸ τῷ ὀσχέῳ ἐσπαργανώθησαν, τὰ δὲ τοῦ θήλεος δι' ἔλλειψιν τοῦ θερμοῦ ἀπρόιτα μεμενήκασι, μεταξὺ καρτερήσαντα τοῦ ἀπευθυσμ ου φημὶ καὶ τῆς κύστεως. ὃ γοῦν ἀρχόμενος εἴρηκα, μήτε θαυμάσῃς τὸ ἔργον τῆς φύσεως μήτε ὡς μυθώδη διαπαίξῃς τὸν λόγον· ἔστι γὰρ παντάπασιν ἀληθής. εἰ γὰρ παραθήσεις τῷ λόγῳ εἰς τὸ εἴσω τοῦ περιτοναίου τὰ τοῦ ἄρρενος μόρια, τὸ μὲν ὄσχεον εἰς τὴν τῆς μήτρας χώραν καὶ χρείαν διαπλασθήσεται, οἱ δέ γε ὄρχεις ἐξολισθήσουσιν ἔξωθεν καὶ παρ' ἑκατέρῳ μέρει ταύτῃ τεθήσονται, τὸ δὲ πρὶν ἀρρενικὸν αἰδοῖον ἀρχὴ τῆς ὑστέρας γενήσεται καὶ εἰς τὸ αἰδοῖον τὸ τῆς ποστῆς δέρμα διασχισθήσεται. καὶ οὕτως αὖθις τὴν γυναικείαν ἐκτὸς ἑλκύσαντός σου κατασκευήν, ἡ μὲν μήτρα τῷ ἀντελιγμῷ ἔνδον συλλαβοῦσα τοὺς ὄρχεις εἰς ὀσχέου φύσιν ἔξω διαπλασθήσεται, ὅ τε αὐχὴν τῆς ὑστέρας εἰς αἰδοῖον διαταθήσεται καὶ ἡ ποστὴ εἰς τὸ σχίσμα διαιρεθήσεται. τὸ γὰρ ἀρχέγονον τοῦ πλάσματος σπέρμα ἀρρενογόνον μόνον ἐστίν, ἀποτυγχάνει δὲ τοῦ σκοποῦ ἐνδείᾳ θερμότητος μεταβληθὲν εἰς θηλύτητα. τῷ δέ γε δημιουργῷ καὶ τὸ τῆς φύσεως ἐλάττωμα εἰς ὅλου γένους διάπλασιν ἤρκεσεν. ἡ γάρ τοι μήτρα, μία τις οὖσα τὴν πλάσιν, δυσὶ κόλποις διῄρηται, καὶ ὃς μὲν αὐτῶν θῆλυς, ὃς δὲ ἄρρην ἐστί τε καὶ ὀνομάζεται, οὗτος μὲν ἐπιδέξιος τὴν θέσιν τε καὶ τὴν φύσιν εἰς ἄρρενος πλάσιν, ἐκεῖνος δὲ πρὸς τοῦτο μὲν ἐπαρίστερος, εὔθετος δὲ πρὸς θηλυγονίαν. οὕτω δὴ καὶ τῶν ὄρχεων ἀρρενογόνος μὲν ὁ δεξιός, θηλυγόνος δὲ ὁ ἀριστερός. καὶ θερμὰ μὲν ἄμφω τὰ δεξιά, τὰ δέ γε ἀριστερὰ μετὰ τῆς ἐναντίας ποιότητος. καὶ τό γε θαυμασιώτατον, καὶ τὴν πίστιν τῷ πρώτῳ λόγῳ παρέχει, οὐκ ἂν γνοίης ἐξαμβλωθὲν ἔμβρυον πρὸ τῆς συμπάσης τῶν μελῶν τελειότητος, εἴτε θῆλυ κατὰ τὴν πλάσιν εἴτε ἄρρεν ἐστίν· ἐν γὰρ τῷ τέλει ἡ θερμότης ἐξασθενήσασα ἔνδον τε τὰ γεννητικὰ κατέσχε μόρια καὶ θῆλυ τὸ κυούμενον ἐπλαστούργησεν. ὁ μὲν γὰρ δεξιὸς τῆς μήτρας κόλπος ἄνωθεν ἀπὸ τῆς κοίλης φλεβὸς τὴν ἀρχὴν λαμβάνει τοῦ σπέρματος, ὁ δέ γε ἀριστερὸς ἀπὸ τῶν νεφρῶν κατιοῦσαν τὴν γονὴν δέχεται. διὰ ταῦτα ἡ μὲν ἐκ τῆς κοίλης φλεβὸς καταρρέουσα φύσις ἀπέριττός ἐστι καὶ ζέουσα τῇ θερμότητι, ἡ δέ γε ἐκ τῶν νεφρῶν εἰς τὴν ἀριστερὰν μήτραν εἰσβάλλουσα ἧττον μὲν θερμή, μᾶλλον δὲ περιττή. τῶν δέ γε νεφρῶν κατὰ ἰσότητα ἡ διάστασις· ἀλλ' ὁ μὲν δεξιὸς ὑψηλότερός τέ ἐστι καὶ πρώτως ἀπὸ τῆς κοίλης ἀρδεύεται, ὁ δέ γε ἀριστερὸς βραχύ τι χθαμαλώτερος· εἰς ἑκατέρους δὲ φλεβώδεις κοιλότητες εὐθυβόλως κατατείνονται, ἀφ' ὧν τὸ ἐκ τῆς κοίλης διωθιζόμενον αἷμα εἰς τοὺς ὄρχεις τε κάτεισι κἀκεῖσε μεταβάλλον τὴν χροιὰν τῆς αἱματικῆς ποιότητος τὴν σπερματικὴν ἀνταλλάττει χροιὰν καὶ δύναμιν. δʹ. Περὶ τοῦ σπέρματοσ Ψευδὴς ὁ Κτησίου λόγος καὶ Ἡροδότου· ὁ μὲν γὰρ ὥσπερ μυθολογῶν πήγνυσθαί φησι τὸ τῶν ἐλεφάντων σπέρμα καὶ ἠλέκτρῳ παρόμοιον γίνεσθαι· ὁ δὲ τοὺς Αἰθίοπας μέλαιναν ἀποφαίνεται ἀποσπερματίζειν γονήν. ἔστι γὰρ ἡ οὐσία τοῦ σπέρματος, ὡς Ἀριστοτέλει δοκεῖ, οὔτε καθαρῶς ὑδατώδης οὔτε ἀκριβῶς αἱματώδης. εἰ γὰρ ὕδωρ ἦν, οὐκ ἂν ἐπήγνυτο θερμαινόμενον, τὸ δὲ παχὺ καὶ ἀφρῶδες ἔξεισιν· εἰ δέ γε αἷμα καθαρὸν ἀπεκρίνατο, ἐχρῆν αὐτὸ ἔξω γεγονὸς καὶ καταψυχθὲν παγῆναι. οὔτε γὰρ τὸ ὕδωρ ὑπὸ τοῦ θερμοῦ πήγνυται, καὶ τὸ αἷμα δὲ ψυχούμενον παχύνεται· τὸ δὲ σπέρμα ἔσωθεν μὲν θερμαινόμενον παχύτερον ἔξεισιν, ἔξω δὲ γεγονὸς εἰς ὕδωρ λεπτὸν ἀναλύεται. ἔστιν οὖν εἰκάσαι ἐκ δυοῖν τοῦτο συνεστηκός, ὕδατός φημι καὶ πνεύματος, ὁποῖόν ἐστι τὸ μεθ' ὕδατος μιγνύμενον ἔλαιον, εἶτα δὴ ταραττόμενον καὶ ἀφρῶδες γινόμενον· περίττωμά ἐστι τῆς δευτέρας πέψεως, φημὶ δὴ τοῦ αἵματος· ἐν δὲ τῷ συνδέσμῳ γινόμενον μεταμείβει τὴν τοῦ αἵματος χροιὰν εἰς τὸ λευκότερον. καὶ οὐκ ἔστι μὲν σύντηγμα τοῦ ὅλου σώματος· παρὰ φύσιν γὰρ τοῦτο, ἐκ δὲ τοῦ παρὰ φύσιν οὐκ ἂν ζῷον λογικώτερον γένηται. τῷ δέ γε πρὸς τὰ ἀφροδίσια οἴστρῳ κινούμενον πολλαχῶς καὶ ἀνακοπτόμενον πνεύματός τε ἐμπιπλᾶται καὶ ἀφρωδέστερον γίνεται· αἱ δὲ πομφόλυγες τούτῳ οὐ σφόδρα ἐπανεστήκασι, κρατεῖ γὰρ τὸ παχὺ τοῦ πνεύματος. τὰς δέ γε θηλείας οὔ φησι σπερμαίνειν Ἀριστοτέλης, ἀλλά τινα λεπτὴν προϊέναι ὑγρότητα, ὕλην γιγνομένην τῷ τοῦ ἄρρενος σπέρματι· ἢ γὰρ ἄν, φησί, ζῷα δύο ἐγίγνετο ἢ ἓν σύνθετον ἐξ ἀμφοῖν. τοῖς δέ γε περὶ τὸν Ἱπποκράτην οὐκ ἀρέσκει ἡ δόξα αὕτη· ὁ γὰρ Γαληνὸς ἀφιέναι φησὶ σπέρμα καὶ τὰς θηλείας. εʹ. Διὰ τίνα αἰτίαν τοῖς ὀνειρώττουσιν ἡδύτεραι αἱ συνουσίαι φαίνονται Θαυμάζεις εἰκότως ὅτιπερ εἰς ἡδονῆς ὑπερβάλλει λόγον τοῖς ὀνειρώττουσι τὰ ἀφροδίσια ἢ τοῖς ἐγρηγορόσιν. ἐντεῦθεν γὰρ καὶ Ἀριστείδης ὁ ῥήτωρ ἐκείνοις μᾶλλον ἢ τούτοις τὰς ὕπαρ ἀπείκασε χάριτας. ὁ δὲ λόγος τοῦ ταῦτα οὕτως ἔχειν οὗτός ἐστι. διττή τίς ἐστιν ἐν ἡμῖν ἡ ζωή, ἡ μὲν ἀπόλυτος σώματος, ἡ δὲ συνεστηκυῖα τῷ σώματι, καὶ ἡ μὲν ἄλογος, ἡ δὲ λογική. ἐν μὲν οὖν ταῖς ἐγρηγόρσεσιν {μίξεσιν} ἡ λογικὴ ζωὴ οὐ παντάπασιν ἀφίησι τῇ ἀλόγῳ τὴν ἡνίαν τῆς ἡδονῆς, ἀλλ' ὥσπερ ὑφ' ἡγεμόνι τῷ λόγῳ τὸ ἄλογον ταττόμενον τῆς ὀρέξεως οὐ παντελῶς ἀπαυθαδιάζεται πρὸς τὰς ἀφροδισίους ὁρμάς, ἀλλ' ἠρέμα τῷ ἐκ τοῦ λόγου ἀνακρουόμενον χαλινῷ ἠκρωτηριασμένην ἔχει τὴν ἡδονὴν διὰ τῆς ἐναντίας ὀρέξεως. ἐν δέ γε τοῖς ὕπνοις τῆς λογικῆς ταύτης καὶ χωριστῆς σώματι ζωῆς καθ' ἑαυτὴν ἐνεργούσης ὁ τῆς ἐπιθυμίας ἵππος τὸν ἐπιβάτην ὥσπερ ἀποβεβληκὼς λόγον καὶ πόρρω γενόμενος τοῦ δεδιέναι καὶ πεφρικέναι, ὅλος ἐστὶ τῆς φαντασιώδους ἐκείνης ὀρέξεως καὶ κινήσεως. ὅθεν ὁπόσοις οὕτω διονειρώττουσιν ὁ λόγος ἀντεπανέστη, ἀθρόως καὶ ἐξάπινα ἡμιτελῆ τὰ τῆς ἡδονῆς γίνεται. ἔνθεν τοι τοῖς μὲν σωφρονικωτέροις πολλάκις σεσινωμένα τὰ ἔκγονα καὶ ἀτελέστερα τήν τε σωματικὴν κρᾶσιν καὶ τὰς πρακτικὰς δυνάμεις γίνεται, ἔστι δὲ οἷς καὶ ἀφρονέστατα· τοῖς δὲ ἀσελγεστέροις ῥωμαλεώτερά τε καὶ θαρραλεώτερα καὶ τὴν πρακτικὴν σύνεσιν ἀκριβέστερα. οἱ μὲν γὰρ ἐν ταῖς συνουσίαις μετροῦντες τῷ λόγῳ τὴν ἡδονὴν καὶ μὴ ὅλῃ τῇ ἐπιθυμίᾳ πρὸς τὸ κάταντες ἐκφερόμενοι ὑφειμένην πως ἔχουσι τὴν τοῦ σπερμαίνειν δύναμιν, ὡς ἐντεῦθεν μὲν τὰ σώματα τῶν τικτομένων ἀσθενέστερα γίνεσθαι καὶ τούτοις αὖθις ἐπακολουθεῖν κατὰ τὸ ἀνάλογον καὶ τὴν τῆς ψυχῆς δύναμιν· οἱ δέ γε ἀκολαστότεροι ὅλῃ καθάπερ τῇ ῥώμῃ τὴν γυναικείαν σπείροντες αὔλακα ἁδρότερον καὶ τὸν καρπὸν καὶ γονιμώτερον ἐν ἐτῶν περιόδοις κομίζονται.
14.4.1
Διὰ τίνα αἰτίαν τῶν γεννωμένων τινὰ τερατοειδῆ γίνονται Μὴ θαυμάσῃς εἰ τερατουργεῖν τι ἡ φύσις ἐν τοῖς ἐμβρύοις δύναται καὶ ζῴων ἑτεροφυῶν τούτοις συμπλάττει μόρια, οἷον κεφαλὰς ἱππείους ἢ πόδας βοείους, οἷς δὲ καὶ μυκτῆρα ἀπομηκύνει ἐλέφαντος. ἐπίστασαι γὰρ ὡς ἡ καθόλου φύσις, ἧς ἔκγονον τὸ βρεφουργὸν σπέρμα καθέστηκε, πάντα τὰ εἴδη ἀσυγχύτως ἐν ἑαυτῇ περιείληφεν· ἐκεῖθεν γὰρ καὶ γεννᾶται καὶ τοῖς ὑποκειμένοις καταλλήλως ἐντίθεται. ὅθεν καὶ τοῖς τῶν γενῶν σπέρμασιν ἔνεισι μὲν οἱ λόγοι πάντων τῶν εἰδῶν, ὅτι καὶ ἀπὸ τῆς παντοποιοῦ φύσεως ταῦτα τὴν ὑπόστασιν εἰλήχασιν· ἀλλά γε ἕκαστον ἑνὶ κρατηθῆναι εἴδει φιλεῖ, καὶ ὥσπερ τὸ μὲν ἀνθρώπειον τῷ τοῦ ἀνθρώπου, τὸ δὲ ἵππειον τῷ τοῦ ἵππου, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. εἰ δὲ καὶ πάντα τῶν μερικῶν ἔνεισιν, ἀλλὰ τὰ μὲν ἄλλα μέμυκεν, ἐνεργεῖ δὲ μόνον ἐφ' ἑκάστῳ τῶν ζῴων τὸ οἰκεῖον εἶδος. ἐπειδὰν δὲ ἡ παντεχνὴς ὕλη ἐπιτηδεία πως εὑρεθείη ἐκφῦναί τι τῶν ἑτεροειδῶν εἰς τὴν ἀλλοτρίαν τούτοις ὑπόστασιν, τηνικαῦτα τὰ τέρατα γίνεται· καὶ οἵ τε μυθικοὶ κένταυροι καὶ οἱ λεγόμενοι μυρμηκολέοντες καὶ τὰ ὡς Ἀριστοτέλης φησὶν ἀνδρογενῆ βούπρωρα ἢ βουγενῆ ἀνδρόπρωρα οἵ τε γαλεάγκωνες παρὰ τὴν φύσιν μὲν τὴν μερικήν, κατὰ δὲ τὴν καθόλου συνίστανται. Τοῖς δέ γε ἀστρονόμοις ἑτέρα τις αἰτία τῶν τεράτων δοξάζεται· τὸ γὰρ ἀεροσκοποῦν φασι ζῴδιον, εἰ τύχοι ἐφ' ἑτέρῳ ἐπεκτεινόμενόν τε καὶ συμμιγνύμενον, τῆς διφυοῦς καθίσταται αἴτιον. πολλάκις δὲ καὶ ἡ τῆς μήτρας ἐπίπτυξις ἢ στενότης οὐχὶ διφυὲς μὲν τὸ ἔμβρυον, παρὰ δὲ τὴν συνήθη σχηματίζει πλάσιν· οἱ γοῦν ναννώδεις ἐντεῦθεν ἢ σκελεφροί, οἵ τε πτερυγώδεις καὶ στενοθώρακες, οὓς δὴ καὶ θηριώδεις ὁ Ἱπποκράτους λόγος καλεῖ. ζʹ. Τίς ἡ αἰτία τοῦ τὸν ἀλεκτρυόνα ᾄδειν νυκτόσ Τοῦ τὸν ἀλεκτρυόνα ᾄδειν νυκτὸς οὐ πρὸ πολὺ τῆς τοῦ ἡλίου ἀνατολῆς φυσικάς τινες αἰτίας ἀπέδοσαν. ἔφασαν γὰρ ὅτι θερμότατον ὂν τὸ ζῷον καὶ λίχνον περὶ τὰς τῶν τροφῶν ὀρέξεις τῇ μὲν ἐμφύτῳ θερμότητι ταχύτερον πέττει τὴν διδομένην τροφήν, τῇ δὲ λιχνείᾳ τῆς φύσεως προσαναφωνεῖ τὴν περὶ ταύτης ὄρεξιν, ὡσανεὶ προσκαλούμενον τὸν σιτίσοντα καὶ πρὸς τὸ σιτηρέσιον τοῦτον ἐπεῖγον. ἐγὼ δὲ καὶ τοῦτον τὸν λόγον μὴ ἀπωθούμενος ἐρῶ ὑμῖν καὶ ἑτέραν αἰτίαν, ἀπορρητοτέραν μὲν τοῖς πολλοῖς, ἴσως δὲ τῶν ἄλλων ἀληθεστέραν. Ὥσπερ ἥλιος καὶ σελήνη καὶ τὰ κατὰ τὸν οὐρανὸν ἄστρα εἰκόνες εἰσὶ τοῦ πρώτου κόσμου καὶ ἔχουσιν ἐκείνου συνθήματα κρύφια, οὕτω δὴ καὶ τὰ ἐν τῇ γῇ ἔμψυχα καὶ ἄψυχα σώματα ἀγάλματά εἰσι τῶν οὐρανίων φύσεων καὶ ἔχουσί τινας ἀπορροίας ἐκείνων καὶ ἀτρεκῆ μιμήματα, καὶ ἕκαστον τῶν ἐνταῦθα ὄντων καὶ γινομένων ἑκάστῳ τῶν φωστήρων μᾶλλον ἀνάκειται. ὥσπερ ὁ λωτὸς τὸ φυτὸν ἡλιακός ἐστι, ὅθεν ἀνατέλλοντι μὲν τῷ φωστῆρι ἐξαπλοῖ τὰ φύλλα, δύνοντι δὲ συστέλλει, καὶ ὁ σεληνίτης δὲ λίθος σελήνης ἔχει συνθήματα (τρέπεται γὰρ ὁ ἐγκείμενος αὐτῷ ὀφθαλμὸς ταῖς σεληνιακαῖς φαύσεσιν), οὕτω δὴ καὶ τῶν ζῴων, ἵνα μὴ τὰ πάντα λέγω, ὁ μὲν λέων ὑπὸ τὴν σειρὰν τῆς σελήνης ἐστίν, ὁ δέ γε ἀλεκτρυὼν ὑπὸ τὴν ἡλιακὴν τάξιν· αὐτίκα δὲ πρὸς ἀνατολὰς ἐπανιόντι τῷ ἰδίῳ ἀρχηγέτῃ ἀπορρήτως καὶ φυσικῶς ἐπιγάννυται, καὶ ὥσπερ ᾠδὴν αὐτῷ ποιούμενος ἀπολαμπρύνει τε τὴν φωνὴν καὶ μέγα βοᾷ. καὶ τό γε θαυμασιώτερον, δέδοικεν τοῦτον ὁ λέων ἰδών, ὅτι οὗτος μὲν τῆς σεληνιακῆς ἐστι τάξεως, ἐκεῖνος δὲ τῆς ἡλιακῆς, καὶ ὡς τοῦ ἐλάττονος φωστῆρος ζῷον τὸ τοῦ μείζονος πέφρικε. καὶ δαίμονες δὲ λεοντοπρόσωποι πολλάκις φανέντες, ἀλεκτρυόνα ἰδόντες ὑπέπτηξαν. εἰ μὲν οὖν ἀληθὴς ὁ λόγος, εἰδείη ἂν ἡ ἀπόρρητος γνῶσις· εἰ δὲ ψευδής, δεδόσθω ταῖς αὔραις. ηʹ. Διὰ τί τῶν ζῴων τὰ μὲν ἄπληστά εἰσι, τὰ δὲ πληροῦνται ταχέως καὶ τῆς ὀρέξεως ἵστανται Τοῦ τῶν ζῴων τὰ μὲν ἄπληστα εἶναι, τὰ δὲ ταχὺ πληροῦσθαι καὶ τῆς ὀρέξεως ἵστασθαι αἰτία ἥδε. τοῖς μὲν γὰρ εὐθὺ μετὰ τὴν γαστέρα πρὸς τὴν ἕδραν τὸ ἔντερον, τοῖς δὲ πλοκαί τινές εἰσι καὶ ἕλικες παρὰ τῆς φύσεως ἐγεγόνεισαν. ἐντεῦθεν τὰ μὲν πρότερα ταχέως τὴν τροφὴν ἀποκρίνει διὰ τὴν τοῦ αὐλῶνος εὐθύτητα, τὰ δέ γε λοιπὰ ἑλιττομένην ἐν τοῖς ἐντέροις ἴσχει καὶ διὰ ταῦτα βραδύνουσαν. ἀνθρώπῳ δὲ μάλιστα ἡ τοιαύτη πλάσις ἐμπέφυκεν, ἵνα μὴ ἄμουσος αὐτῷ καὶ ἄρρυθμος ἡ δίαιτα ᾖ μηδὲ κατὰ τὴν εὐθυέντερον σελευκίδα ὁμοῦ τε δέχεται τὴν τροφὴν καὶ εὐθὺς ἀποκρίνει, ἀλλὰ περιελίττει ταύτην ἐν πολυπλόκοις τισὶ διεξόδοις. τὰ δέ γε ἔντερα τούτου, καὶ μάλιστα τὰ λεπτότατα καὶ ὅσα μετὰ τὴν νῆστιν, οὐκ εὐρύτατα ἐγεγόνει οὐδὲ οἷον ἠνεῳγμένα, ἀλλὰ μεμυκότα, ἵνα αἱ καθήκουσαι φλέβες ἐν τούτοις ἁρπάζωσί τι τῆς πεττομένης τροφῆς· ὅθεν, ὅσον τρόφιμον τὴν πρώτην διαφεύξεται ἕλικα, ἐν τῇ δευτέρᾳ τοῖς τῶν φλεβῶν ἁλίσκεται στόμασιν. ἡ γὰρ φύσις, ὁπόσα δεῖ αὐτὴν πέψαι, ἐν στενοῖς ἀποκλείει χωρίοις, ἵνα ἐν τούτοις στενοχωρούμενα καὶ βραδύνοντα ἀκριβεστέραν τὴν κατεργασίαν δέξηται. οὕτω καὶ πρὸς τὸ ἧπαρ ἀνάγουσα τὸν πεπεμμένον χυμὸν ἐκ διαφόρων τινῶν πόρων εἰς μίαν κατέκλεισε πάροδον, κἀκεῖσε στενώσασά τε καὶ κατασχοῦσα τῷ ἥπατι προὔτρεψεν ὡσανεὶ ἀναλῶσαι πᾶν τὸ περιττὸν τῇ θερμότητι, τὸ δέ γε λεῖπον εἰς αἵματος μεταβαλεῖν γένεσιν. οὕτως οὐδὲν ἄλογον οὐδὲ ἀναίτιον, ἀλλὰ τὸ μὲν ἀφανὲς πάντων αἴτιον ὁ δημιουργικός ἐστι λόγος, ὧν δὲ καὶ ἡ φύσις ποιεῖ ἐνίοτε ἡμῖν τυγχάνει ληπτά.
14.5.1
Τίς ἡ αἰτία δι' ἣν ὁ κύων τὸ οὐραῖον κινεῖ Οὐδέν ἐστι τῶν γιγνομένων ἀναίτιον, ὁποῖόν ποτε ᾖ. μὴ τοίνυν ἐρυθραίνου τὴν ὄψιν ὡς ἔγραψας, εἰ καὶ περὶ τῶν εὐτελεστέρων τὰς πεύσεις ποιεῖς. καὶ γὰρ καὶ τὸ τὸν κύνα τὸ οὐραῖον κινεῖν προστρέχοντα τοῖς συνήθεσι καὶ περιλιχμώμενον τούτους καὶ περισαίνοντα, καὶ τὸ τὰς ὄρνεις ὑγρὸν μὴ ἐκπέμπειν περίττωμα, καὶ τὸ τὰς ἡμιόνους μὴ τίκτειν, καὶ τὸ τοὺς λέοντας θυμουμένους τῇ οὐρᾷ τὰ πλευρὰ τύπτειν– ταῦτα γὰρ ἡμῖν προ [ετεί] νω– αἰτίας φυσικὰς ἔχει. αὐτίκα ἡ οὐρὰ τοῦ κυνὸς τῷ νωτιαίῳ μέρει συνῆπται τοῦ σώματος, ὃ καθάπερ ἐκ πηγῆς τοῦ ἐγκεφάλου τοῖς σπονδύλοις συγκαθηλούμενον ἄχρι τοῦ τελευταίου μέρους τοῦ† κοϊκοῦ† διατέταται σώματος· αἰσθητικώτατον δὲ τὸ μέρος καὶ ποταμὸς ἀληθῶς τῆς τοῦ ἐγκεφάλου πηγῆς. ὁ τοίνυν κύων, τῇ ἐγκαθιδρυμένῃ αἰσθήσει τῆς κεφαλῆς αἰσθανόμενος τοῦ συνήθους καὶ προσκνυζόμενος, διαδόσιμον ἔχει τὴν αἴσθησιν ἀπὸ τῶν μηνίγγων εἰς τὸ νωτιαῖον. ᾧ δὴ καὶ ἡ οὐρὰ συγκειμένη μεταλαμβάνει τῆς αἰσθητικῆς δυνάμεως καὶ τῷ πρώτῳ συγκινεῖται σώματι· ἅτε δὲ ἀπῃωρημένη καὶ μὴ ἔχουσα τὰ ἑκατέρωθεν ἀντερείδοντα ἐπίδηλον ποιεῖται τὴν κίνησιν. ἐκ τῆς αὐτῆς οὖν αἰτίας καὶ ὁ λέων συγκινῶν τὴν οὐρὰν μαστίζει ἑαυτὸν ἑκατέρωθεν· διαπριόμενος γὰρ τῷ θυμῷ, ὥσπερ οἱ θυμικοὶ τῶν ἀνθρώπων τὰς χεῖρας ἀλλήλαις παρακονῶσιν, οὕτως ἐκεῖνος οἷά τισιν ἐπαφαῖς ταῖς πληγαῖς τῆς οὐρᾶς πρὸς τὸ θυμικώτερον ἑαυτὸν ἐπεγείρει. αἱ δὲ ὄρνεις οὐκ ἀπορρέουσιν, ὅτι μὴ τὸ τοῦ περιττώματος ὄργανον ἔχουσιν· κύστην γὰρ αὐταῖς ἡ φύσις οὐκ ἔπλασεν. οὐ τίκτουσι δὲ αἱ ἡμίονοι, ὅτι ἐξ ἀλλοτρίων συνεστηκυῖαι γενῶν διεφθαρμένην τὴν πρὸς τὸ τίκτειν εἰλήχασι δύναμιν.
14.6.1
Τίς ἡ αἰτία δι' ἣν ἐπὶ τῶν στασίμων ὑδάτων κύκλους ποιοῦσι τὰ πίπτοντα σώματα μείζονας καὶ ἐλάττονασ Ἀπορεῖς πῶς ἐπὶ τῶν στασίμων ὑδάτων πᾶν εἴ τι προσπέσοι σωμάτιον κύκλους ποιεῖν εἴωθεν ἐλάττονας ἐπὶ μείζοσι, καὶ τὸ μὲν οἷον κέντρον ἐστίν, οἱ δὲ ἐπεισφρήσουσιν ἄλλος ἐπ' ἄλλῳ, καὶ ὁ μὲν πρῶτος μείζων τῶν ἄλλων, ὁ δὲ τελευταῖος ἔλαττον [...] 17 Περὶ τῆς διαφορᾶς τῶν συνθέτων σωμάτων Πάντα τὰ ἐκ τῶν ἁπλῶν σύνθετα διαφέρει μὲν ἀλλήλων ποιητικαῖς τε καὶ παθητικαῖς ποιότησιν. ἔστι δὲ ταῦτά τε καὶ τοσαῦτα κατὰ συζυγίαν λεγόμενα πηκτὸν ἄπηκτον, τηκτὸν ἄτηκτον, μαλακτὸν ἀμάλακτον, τεγκτὸν ἄτεγκτον, καμπτὸν ἄκαμπτον, κατακτὸν ἀκάτακτον, θραυστὸν ἄθραυστον, θλαστὸν ἄθλαστον, πλαστὸν ἄπλαστον, πιεστὸν ἀπίεστον, ἑλκτὸν ἄνελκτον, ἐλατὸν ἀνέλατον, σχιστὸν ἄσχιστον, τμητὸν ἄτμητον, πιλητὸν ἀπίλητον, καυστὸν ἄκαυστον, θυμιατὸν ἀθυμίατον, γλίσχρον ψαθυρόν. Ταῦτα δὲ πάντα εἴδη μέν εἰσι τῶν δυεῖν παθητικῶν ποιοτήτων, τοῦ ὑγροῦ λέγω καὶ τοῦ ξηροῦ, καὶ μέμικται ἐκ τούτων, μᾶλλον δὲ τοῦδε ἢ ἐκείνου μετέχει. τὰ μὲν οὖν ὑπὸ ξηροῦ θερμοῦ παγέντα ὑπὸ ὕδατος λύεται, ὅ ἐστιν ὑγρὸν ψυχρόν, τὰ δὲ ὑπὸ ψυχροῦ παγέντα ὑπὸ πυρὸς λύεται, ὅ ἐστι θερμόν. ὅσα μὲν οὖν ἐστιν ὕδατος, οὐ πήγνυται ὑπὸ πυρός· λύεται γὰρ ὑπὸ πυρός. ὅσα δὲ κοινὰ γῆς καὶ ὕδατος, καὶ ὑπὸ πυρὸς πήγνυται καὶ ὑπὸ ψυχροῦ, παχύνεται δὲ ὑπ' ἀμφοῖν. ὅσα δὲ μαλακά, ἀλλὰ μὴν ὑγρά, οὐ παχύνεται ἀλλὰ πήγνυται ἐξιόντος τοῦ ὑγροῦ, οἷον ὁ ὀπτώμενος κέραμος· ὅσα δὲ ὑγρὰ τῶν μικτῶν, καὶ παχύνεται, οἷον γάλα. τήκεται δὲ καὶ ὁ λίθος ὁ πυρίμαχος καὶ αἱ μύλαι ὥστε ῥεῖν. τήκεται καὶ ὁ πηλὸς καὶ ἡ γῆ. παχύνεται μὲν οὖν ὑπὸ πυρὸς μόνον ὅσα ὕδατος πλέον ἔχει ἢ γῆς, πήγνυται δὲ ὅσα γῆς. διὸ καὶ τὸ νίτρον καὶ οἱ ἅλες γῆς εἰσι μᾶλλον, καὶ λίθος καὶ κέραμος. ὅσα δὲ μικτὰ ὕδατος καὶ γῆς, κατὰ τὸ πλῆθος ἑκατέρου ἄξιον λέγεσθαι· οἶνος γάρ τις καὶ πήγνυται καὶ ἕψεται, οἷον τὸ γλεῦκος. ὅσα μὲν οὖν μὴ παχύνεται ὑπὸ τοῦ ψυχροῦ, ἀλλὰ πήγνυται, ὕδατός ἐστι μᾶλλον, οἷον οἶνος καὶ οὖρον καὶ τὰ τοιαῦτα. ὅσα δὲ παχύνεται μὴ ἐξατμίζοντα ὑπὸ πυρός, τὰ μὲν γῆς, τὰ δὲ κοινὰ ὕδατος καὶ ἀέρος, μέλι μὲν γῆς, ἔλαιον δὲ ἀέρος. καὶ τὸ γάλα δὲ καὶ τὸ αἷμα ἀμφοῖν μὲν κοινὰ καὶ ὕδατος καὶ γῆς, μᾶλλον δὲ τὰ πολλὰ γῆς. καὶ τὰ μὲν λυτά ἐστιν, οἷον νίτρον, τὰ δὲ ἄλυτα, οἷον κέραμος, καὶ τὰ μὲν μαλακτά, οἷον κέρας, τὰ δὲ ἀμάλακτα, οἷον κέραμος καὶ λίθος. τὰ δὲ ξύλα γῆς ἐστι καὶ ἀέρος· διὸ καυστὰ καὶ οὐ τηκτὰ οὐδὲ μαλακτά. {διὸ καυστὰ καὶ νοητὰ οὐδὲ μαλακτά.} κέραμος δὲ γῆς μόνον. Ἐκ μὲν οὖν ὕδατος καὶ γῆς τὰ ὁμοιομερῆ συνίστανται σώματα καὶ αὐτὰ τὰ μεταλλευόμενα, οἷον χρυσὸς καὶ ἄργυρος καὶ ὅσα ἄλλα τοιαῦτα, ἐξ αὐτῶν τε καὶ τῆς ἀναθυμιάσεως τῆς ἑκατέρου ἐναποκλειομένης. ταῦτα δὲ διαφέρει ἀλλήλων τοῖς πρὸς τὰς αἰσθήσεις ἰδίοις. Ἄπηκτα δέ ἐστιν ὅσα μὴ ἔχει ὑγρότητα ὑδατώδη μηδ' ὕδατός ἐστιν, ἀλλὰ πλέον θερμοῦ καὶ γῆς, οἷον τὸ μέλι. μαλακτὰ δέ ἐστι τῶν πεπηγότων ὅσα μὴ ἐξ ὕδατος, οἷον κρύσταλλος, ἀλλ' ὅσα γῆς μᾶλλον. ἔστι δὲ καὶ τῶν τηκτῶν καὶ τῶν ἀτήκτων τὰ μὲν τεγκτά, οἷον ἔριον καὶ γῆ, τὰ δὲ ἄτεγκτα, οἷον χαλκός. οὐδὲ δὲ ἄλλο τεγκτὸν οὐδὲν ὃ μὴ μαλακώτερον γίνεται βρεχόμενον. ἔστι δὲ τεγκτὰ μὲν ὅσα γῆς ὄντα ἔχει τοὺς πόρους μείζους, τηκτὰ δὲ ὕδατι ὅσα δι' ὅλου. καὶ καμπτὰ μὲν καὶ εὐθυντά, οἷον κάλαμος καὶ λύγος, ἄκαμπτα δέ, οἷον κέραμος καὶ λίθος. κατακτὰ δὲ καὶ θραυστὰ ἅμα ἢ χωρίς, οἷον ξύλον κατακτὸν μέν, θραυστὸν δ' οὔ, κέραμος δὲ καὶ θραυστὸν καὶ κατακτόν. ἔστι δὲ κάταξις μὲν ἡ εἰς τὰ μεγάλα μέρη διαίρεσις, θραῦσις δὲ ἡ εἰς τὰ τυχόντα. καὶ θλάσις ἐπιπέδου κατὰ μέρος εἰς βάθος μετάστασις. ἔστι δὲ τὰ θλαστὰ καὶ μαλακτά, οἷον κηρός, καὶ σκληρά, οἷον χαλκός. ἄθλαστα δὲ καὶ σκληρά, οἷον κέραμος. τῶν δὲ θλαστῶν ὅσα μὲν μένει θλασθέντα, ταῦτα τὰ πλαστά, τὰ δὲ ἢ μὴ εὔθλαστα, ὥσπερ λίθος ἢ ξύλον, ἢ εὔθλαστα μέν, μὴ μένει δὲ ἡ θλάσις, ὥσπερ ἐρίου ἢ σπόγγου, οὐ θλαστὰ ἀλλὰ πιεστά. πιέζεται δὲ ὅσα πόρους ἔχει κενοὺς συγγενοῦς σώματος. ἀπίεστα δὲ τὰ μὴ πεφυκότα συνιέναι, ὥσπερ σίδηρος καὶ λίθος καὶ ὕδωρ καὶ πᾶν ὑγρόν. ἑλκτὰ δέ ἐστιν ὅσων δυνατὸν εἰς τὸ πλάγιον μεθίστασθαι τὸ ἐπίπεδον, οἷον ἡ θρίξ, ἱμάς. καὶ ἐλατὰ μέν, οἷον χαλκός, ἀνήλατα δέ, οἷον λίθος. καὶ σχιστὰ μέν, οἷον ξύλον, ἄσχιστα δέ, οἷον κέραμος. τμητὰ δέ, ὅσα μὴ θραύεται διαιρούμενα, οἷον ξύλον. γλίσχρον δὲ ὅταν ἑλκτὸν ἢ ὑγρὸν ὂν μαλακὸν ᾖ, ὅσα δὲ μὴ τοιαῦτα ψαθυρά. καὶ πιλητὰ μέν, ὅσα τῶν πιεστῶν μόνιμον ἔχει τὴν πίεσιν, ἀπίλητα δὲ ὅσα ἀπίεστα. καὶ τὰ μὲν καυστά ἐστιν τὰ δὲ ἄκαυστα, οἷον ξύλον μὲν ἔριον καὶ ὀστοῦν καυστά, λίθος δὲ καὶ κρύσταλλος ἄκαυστα. ἔστι δὲ καυστὰ ὅσα ἔχει πόρους δεκτικοὺς πυρὸς καὶ ὑγρότητα ἐν τοῖς κατ' εὐθυωρίαν πόροις ἀσθενεστέραν πυρός, ἄκαυστα δὲ ὅσα ἢ μὴ ἔχει ἢ ἰσχυροτέραν, οἷον κρύσταλλος καὶ τὰ σφόδρα χλωρά. θυμιατὰ δέ ἐστιν ὅσα ὑγρότητα ἔχει μέν, οὕτω δὲ ἔχει ὥστε μὴ ἐξατμίζειν. ἔστιν ἡ μὲν ξυλώδους σώματος θυμίασις καπνός, ἡ δὲ λιπαροῦ κνίσσα. ταῦτα δὲ ὑπ' ἄλλης μὲν αἰτίας συνέστηκεν, ὕλη τὸ ξηρὸν καὶ ὑγρόν, τὰ δὲ ποιοῦντα τὸ θερμὸν καὶ ψυχρόν.