Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Opuscula logica
Michael PsellusLogi 18 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
18.1.1
Ἀριστοτέλους περὶ νεότητος, γήρως, ἀναπνοῆς, ζωῆς καὶ θανάτου. Ἡ τῷ ὄντι ἀρχὴ τῶν ἄλλων μορίων τοῦτό ἐστιν ἡ καρδία· ἀρχὴ γὰρ ἡ καρδία, ὡς οὗτος πολλάκις εἶπε, καὶ κοιλιῶν καὶ φλεβῶν καὶ ἀρτηριῶν καὶ τοῦ αἵματος ἐξ οὗ πάντα ἄλλα τρέφεται. ἐν αὐτῇ γὰρ τὴν διάκρισιν καὶ τὴν τελείαν πέψιν τὸ αἷμα λαμβάνει. ἐπεὶ τῶν ἰδίων αἰσθητηρίων ἕν τι κοινόν ἐστιν αἰσθητήριον εἰς ὃ τὰς κατ' ἐνέργειαν αἰσθήσεις ἀναγκαῖον ἀπαντᾶν, τοῦτο δ' ἂν μέσον τοῦ πρόσθεν καλουμένου καὶ ὄπισθεν– ἔμπροσθεν μὲν γὰρ λέγεται ἐφ' ᾧ ἐστιν ἡμῖν ἡ αἴσθησις, ὄπισθεν δὲ τὸ ἀντικείμενον–, ἔτι δὲ διῃρημένου τοῦ σώματος τῶν ζῴων τῶν πάντων τὸ ἄνω καὶ κάτω– πάντα γὰρ ἔχει τὸ ἄνω καὶ τὸ κάτω, ὥστε καὶ τὰ φυτά–, δῆλον ὅτι τὴν θρεπτικὴν ἂν ἔχοιεν ἀρχὴν ἐν μέσῳ τούτων· καθ' ὃ μὲν γὰρ εἰσέρχεται μόριον ἡ τροφή, ἄνω καλοῦμεν, πρὸς αὐτὸ βλέποντες, ἀλλ' οὐ πρὸς τὸ περιέχον ὅλον, κάτω δὲ καθ' ὃ τὸ περίττωμα ἀφίησι τὸ πρῶτον. ἔχει δ' ἐναντίον τοῖς φυτοῖς τοῦτο καὶ τοῖς ζῴοις· τῷ μὲν γὰρ ἀνθρώπῳ διὰ τὴν ὀρθότητα μάλιστα ὑπάρχει τοῦτο τῶν ζῴων, τὸ ἄνω μόριον πρὸς τὸ τοῦ παντὸς ἄνω, τοῖς δ' ἄλλοις μεταξύ· τοῖς δὲ φυτοῖς ἀκινήτοις οὖσι καὶ λαμβάνουσιν ἐκ τῆς γῆς τὴν τροφὴν ἀναγκαῖον ἀεὶ κάτω τοῦτ' ἔχειν τὸ μόριον. ἀνάλογον γάρ εἰσιν αἱ ῥίζαι τοῖς φυτοῖς καὶ τὸ καλούμενον στόμα τοῖς ζῴοις, δι' οὗ τὴν τροφὴν τὰ μὲν ἐκ τῆς γῆς λαμβάνει, τὰ δὲ δι' αὐτῶν. Τριῶν δὲ μερῶν ὄντων εἰς ἃ διαιρεῖται πάντα τὰ τέλεια τῶν ζῴων, ἑνὸς μὲν ᾗ δέχεται τὴν τροφήν, ἑνὸς δ' ᾗ τὸ περίττωμα προΐεται, τρίτου δὲ τούτων τοῦ μέσου, τοῦτο ἐν μὲν τοῖς μεγίστοις τῶν ζῴων καλεῖται στῆθος, ἐν δὲ τοῖς ἄλλοις τὸ ἀνάλογον, διήρθρωται μᾶλλον ἑτέροις ἑτέρων. ὅσα δ' αὐτῶν ἐστι πορευτικά, πρόσκειται καὶ μόρια πρὸς ταύτην τὴν ὑπηρεσίαν, οἷς τὸ πᾶν οἴσουσι κύτος, σκέλη τε καὶ πόδες καὶ τὰ τούτοις ἔχοντα τὴν αὐτὴν δύναμιν. ἀλλ' ἥ γε τῆς θρεπτικῆς ἀρχὴ ψυχῆς ἐν τῷ μέσῳ τῶν τριῶν μορίων καὶ κατὰ τὴν αἴσθησιν οὖσα φαίνεται καὶ κατὰ τὸν λόγον· πολλὰ γὰρ ζῷα ἀφαιρουμένου ἑκατέρου τῶν μορίων, τῆς τε καλουμένης κεφαλῆς καὶ τοῦ δεκτικοῦ τῆς τροφῆς, ζῇ μεθ' οὗπερ ἂν ᾖ τὸ μέσον. δῆλον δ' ἐπὶ τῶν ἐντόμων οἷον σφηκῶν τε καὶ μελιττῶν τοῦτο συμβαῖνον, καὶ τῶν μὴ ἐντόμων δὲ πολλὰ διαιρούμενα δύναται ζῆν διὰ τὸ θρεπτικόν. Τῷ μὲν ὑποκειμένῳ τὸ αὐτὸ καὶ ἓν τῷ ἀριθμῷ ἀναγκαῖον εἶναι τὸ ἔχον τὴν ἀρχὴν μόριον τῆς τε αἰσθήσεως καὶ τῆς καθ' ἣν ζῶμεν δυνάμεως, ἤγουν τῆς τε θρεπτικῆς καὶ αὐξητικῆς, τῷ λόγῳ δὲ διάφορον· οὐ γὰρ καθ' ὃ τρέφει καὶ αὔξει, κατὰ τοῦτο καὶ αἰσθάνεται ἤτοι κρίνει τὰ αἰσθητά, ἀλλὰ καθ' ὃ μὲν πέττει διὰ τοῦ ἐνόντος ἐν αὐτῇ ἐμφύτου θερμοῦ τὴν τροφὴν ἐξ ἧς τρέφονται καὶ αὔξονται τὰ ζῷα, κατὰ τοῦτο θρεπτικὴ λέγεται εἶναι, καθ' ὃ δὲ ἀντιλαμβάνεται τὰ εἴδη τῶν αἰσθητῶν καὶ κρίνει αὐτὰ διὰ τὴν τῶν λόγων τῶν αἰσθητῶν δύναμιν ἣν κατὰ φύσιν ἔχει– ἔχει γὰρ ἡ ψυχὴ τοὺς λόγους τῶν αἰσθητῶν πάντων–, κατὰ τοῦτο αἰσθητικὴ ἀρχὴ καλεῖται, καθάπερ καὶ τὸ τρίγωνον καὶ ὑπὸ τὸ ποιὸν ὡς σχῆμα ἀνάγεται καὶ τὸ μέγεθος, ἓν καὶ τὸ αὐτὸ ὂν τῷ ὑποκειμένῳ, ποιὸν μὲν καθὸ ἐσχημάτισται ἀμβλείᾳ ἢ ὀξείᾳ ἢ ὀρθῇ γωνίᾳ, μέγεθος δὲ καθὸ διάστασιν ἔχει. ταῦτα γὰρ τῷ λόγῳ διάφορα· λόγῳ γὰρ μεγέθει τὸ ποσὸν συνεχές, λόγῳ δὲ σχήματι τὸ ὑπό τινων ὅρων περιέχεσθαι, τρίγωνον δὲ τὸ σχῆμα ὑπὸ τριῶν εὐθειῶν περιεχόμενον. Ἀνάγκη τὴν θρεπτικὴν ψυχὴν ἐνεργείᾳ μὲν ἐν τοῖς ἔχουσιν εἶναι μίαν, δυνάμει δὲ πλείους, ὁμοίως δὲ καὶ τὴν αἰσθητικὴν ἀρχήν· φαίνονται γὰρ ἔχοντα αἴσθησιν τὰ διαιρούμενα αὐτῶν. ἀλλὰ πρὸς τὸ σῴζεσθαι τὴν φύσιν τὰ μὲν φυτὰ δύναται, ταῦτα δ' οὐ δύναται διὰ τὸ μὴ ἔχειν ὄργανα πρὸς σωτηρίαν, ἐνδεᾶ τ' εἶναι τὰ μὲν τοῦ ληψομένου τὰ δὲ τοῦ δεξομένου τὴν τροφήν, τὰ δ' ἄλλων τε καὶ τούτων ἀμφοτέρων. Ὅτι ἐν τῷ μέσῳ ἐστὶν ἥ τε θρεπτικὴ ψυχὴ καὶ τὸ ἔχον αὐτὴν μόριον, ὡσαύτως δὲ καὶ ἡ αἰσθητική. ἐπειδὴ τῶν ἐν τῷ ζῴῳ μορίων διαφόρων ὄντων διάφοροί εἰσιν αἱ ἐργασίαι, ἄλλη δὲ ἄλλης ἕνεκα, οἷον ἡ [τοῦ στόμα] τος διὰ τὴν τῆς γαστρός, ἡδὲ τῆς γαστρὸς διὰ τὴν τοῦ ἥπατος, ἡ δὲ τοῦ ἥπατος διὰ τὴν καρδίαν, ἡ δὲ καρδία τὸ [.........] τίθησι τῆς τροφῆς δι' οὗ τὰ τῶν ἄλλων ἔργα προηγήσαντο. αὕτη ἂν εἴη ἡ τὸ τέλος ἐπιθεῖσα τῷ ἔρ [γῳ]. ἰσχυροτάτη ἄρα καὶ ἀκριβεστάτη ἡ ταύτης δύναμις. ἐν ταύτῃ οὖν δὴ καὶ τὸ κύριον τῆς θρεπτικῆς ψυχῆς· ἐν γὰρ τῷ τέλει καὶ [....] τὸ ἄριστον καὶ τὸ τοῖς ἄλλοις τὴν οἰκείαν παρέχον τελειότητα, ἀλλ' οὐκ ἐν τοῖς ἀτελέσι καὶ τοῖς ἄλλων δεομένοις πρὸς τὴν τοῦ ἔργου τελειότητα, οὗ ἕνεκα ταῦτά εἰσιν. εἰ οὖν ἐν αὐτῷ τῷ μορίῳ ἡ τῆς θρεπτικῆς δυνάμεως ἀρχή, καὶ τὴν τῆς αἰσθητικῆς ἀνάγκη ἐν αὐτῇ εἶναι, διότι, εἰ ζῷον, ἐξ ἀνάγκης καὶ ζῇ, εἰ δὲ ζῇ, καὶ τρέφεται, ἀλλ' οὐ τὸ ἀνάπαλιν. ἕνεκα οὖν τοῦ ζῴου τὸ ζῆν ἐστιν, ἀλλ' οὐ τοῦ ζῆν τὸ ζῷον. οὗ δὲ τὸ οὗ ἕνεκα, ἐκεῖ καὶ τὸ ἕνεκά του· ὅπου γὰρ τέλος, ἐκεῖ καὶ† αὐλοί†. ταῦτά φησιν ὁ Ἀριστοτέλης· τὸ τῆς ἁφῆς καὶ τὸ τῆς γεύσεως αἰσθητήριον οὐ συντείνει ἤτοι οὐ διήκει διά τινος πόρου πρὸς τὸν ἄνω τόπον ἤτοι τὸν ἐγκέφαλον, τὰ δὲ λοιπὰ ἤτοι τὸ τῆς ὀσφρήσεως καὶ τὸ τῆς ἀκοῆς καὶ τὸ τῆς ὁράσεως καθήκοντας ἔχουσι πόρους πρὸς τὴν καρδίαν. καὶ τοῦτο δῆλον ἐκ τῶν ἀνατομῶν, ὡς ἐν ἄλλοις εἴρηκε. φησὶν οὖν ὅτι ἡ μὲν οὖν οὗ ἅπασαι τείνουσι ἀρχή, ἐκεῖνον εἶναι τόπον κοινὸν τῆς αἰσθήσεως ἤτοι αὐτὴν τὴν ἀρχὴν τῆς κινήσεως, οὐχ ὅπου δέ τινες ἀπολείπουσιν· ἐν δὲ τῷ ἐγκεφάλῳ ὃν ἄνω τόπον ἐκάλεσεν ἀπολείπουσι τό τε τῆς ἁφῆς καὶ τὸ τῆς γεύσεως αἰσθητήριον, ἐν δὲ τῇ καρδίᾳ οὐδεμιᾶς αἰσθήσεως αἰσθητήριον ἀπολείπειν. διὰ τὸ πάσας εἰς αὐτὸ καθήκειν ἢ ἀμέσως ἢ διὰ μέσων πόρων τινῶν εὔλογον τὴν καρδίαν ἀρχὴν τῶν αἰσθήσεων εἶναι. τῆς τε αἰσθητικῆς καὶ θρεπτικῆς ψυχῆς ἑκατέρας ἀρχῆς οὔσης καὶ ἐν τῷ μέσῳ τῆς οὐσίας ἤτοι τῆς φύσεως οὐσῶν ἑκατέρων μάλιστα ἑκάτερον τῶν μορίων τὸ αὐτοῦ ἔργον ποιεῖ διὰ τὴν γειτνίασιν τῆς ἀρχῆς ἑκατέρας, τό τε γὰρ κατεργαστικὸν καὶ δεκτικὸν τῆς ἐσχάτης τροφῆς μόριον καὶ τὸ δι' οὗ ἡ τροφὴ λαμβάνεται ἤτοι τὸ στόμα. ὡς ἓν γὰρ πέρας τοῦτο λαβεῖν χρή, ἕτερον δὲ τὴν γαστέρα, ὃ καὶ δεκτικὸν ἐκάλεσε, σὺν τούτῳ δὲ καὶ τὸ τυφλὸν ἔντερον, ὃ καὶ κατεργαστικὸν τῆς ἐσχάτης τροφῆς εἶπεν. ἐσχάτην δὲ τροφὴν τὸ περίττωμα τῆς πρώτης τροφῆς· οὐ γὰρ εὐθὺς ἅμα τῷ δέξασθαι τὰ ἔντερα τὸ περίττωμα πρὸς ἔκκρισιν ἐγείρεται τούτων, ἀλλὰ πρότερον κατεργάζεται καὶ πέττει καὶ αὐτὰ ἐφ' ὅσον ἱκανόν ἐστι, τὸ δὲ λοιπὸν ἀποκρίνει. οὐχ ὡς μὴ κατεργαζομένης δὲ τὴν τροφὴν τῆς γαστρὸς εἶπε κατεργάζεσθαι ταύτην ὑπὸ τῆς κάτω κοιλίας, ὅπερ ἐστὶ τὸ τυφλὸν ἔντερον, ἀλλ' ὡς λανθάνοντος τούτου τοῖς πολλοῖς εἴρηκεν. ὡς ἓν οὖν ληπτέον τὰ δύο ταῦτα, τήν τε γαστέρα καὶ τὴν κάτω κοιλίαν, ὡς ἄλλο δὲ παρὰ ταῦτα τὸ στόμα. μεταξὺ οὖν τούτων ἐστὶ τὸ μόριον ἐν ᾧ ἐστιν ἥ τε τῆς αἰσθήσεως ἀρχή, ἤγουν αὐτὴ ψυχὴ ἡ αἰσθητική, καὶ ἡ θρεπτική. διὰ τὴν γειτνίασιν οὖν τὴν πρὸς ἑκάτερα τὰ ἄκρα μᾶλλον δύναται ἑκάτερον τούτων τὸ οἰκεῖον ἔργον ποιεῖν, καὶ διὰ τοῦτο εἰκὸς ἄρα ἐστὶ τοῦτον τὸν τόπον κατέχειν ἀμφοτέρας τὰς ἀρχάς. Εἴπερ τὸ ζῷον ὥρισται τῷ τὴν αἰσθητικὴν ἔχειν ψυχήν, τοῖς μὲν ἐναίμοις ἀναγκαῖον ἐν τῇ καρδίᾳ ταύτην ἔχειν τὴν ἀρχήν, τοῖς δὲ ἀναίμοις ἐν τῷ ἀνάλογον μορίῳ. πάντα δὲ τὰ μόρια καὶ πᾶν τὸ σῶμα τῶν ζῴων ἔχει τινὰ θερμότητα φυσικήν· διὸ ζῶντα μὲν φαίνεται θερμά, τελευτῶντα δὲ καὶ στερισκόμενα τοῦ ζῆν τοὐναντίον. ἀναγκαῖον δ' εἶναι ταύτης τὴν ἀρχὴν τῆς θερμότητος ἐν τῇ καρδίᾳ τοῖς ἐναίμοις, τοῖς δ' ἀναίμοις ἐν τῷ ἀνάλογον· ἐργάζεται γὰρ καὶ πέττει τῷ φυσικῷ θερμῷ πάντα τὴν τροφήν, μάλιστα δὲ τὸ κυριώτατον. διὸ τῶν μὲν ἄλλων μορίων ψυχομένων ὑπομένει τὸ ζῆν, τὸ δ' ἐν ταύτῃ φθείρεται πάμπαν διὰ τὸ τὴν ἀρχὴν ἐντεῦθεν τῆς θερμότητος ἠρτῆσθαι πᾶσι, καὶ τῆς ψυχῆς ὥσπερ ἐμπεπυρευμένης ἐν τοῖς μορίοις τούτοις, τῶν μὲν ἀναίμων ἐν τῷ ἀνάλογον, ἐν δὲ τῇ καρδίᾳ τῶν ἐναίμων. ἀνάγκη τοίνυν ἅμα τό τε ζῆν ὑπάρχειν καὶ τὴν τοῦ θερμοῦ τούτου σωτηρίαν, καὶ τὸν καλούμενον θάνατον καὶ τὴν τούτου φθοράν. Ἀλλὰ μὴν πυρός γε δύο ὁρῶμεν φθοράς, μάρανσίν τε καὶ σβέσιν. καλοῦμεν δὲ τὴν μὲν ὑφ' αὑτοῦ μάρανσιν, τὴν δ' ὑπὸ τῶν ἐναντίων σβέσιν, τὴν μὲν γῆρας, τὴν δὲ βίαιον. συμβαίνει δ' ἀμφοτέρας διὰ ταὐτὸ γίγνεσθαι τὰς φθοράς· ὑπολειπούσης γὰρ τῆς τροφῆς, οὐ δυναμένου λαμβάνειν τοῦ θερμοῦ τὴν τροφήν, φθορὰ γίνεται τοῦ πυρός. τὸ μὲν γὰρ ἐναντίον παῦον τὴν πέψιν κωλύει τρέφεσθαι· ὁτὲ δὲ μαραίνεσθαι συμβαίνει, πλείονος ἀθροιζομένου θερμοῦ διὰ τὸ μὴ ἀναπνεῖν μηδὲ καταψύχεσθαι· ταχὺ γὰρ καὶ οὕτω καταναλίσκει τὴν τροφὴν πολὺ συναθροιζόμενον τὸ θερμὸν καὶ φθάνει καταναλίσκον πρὶν ἐπιστῆναι τὴν ἀναθυμίασιν. διόπερ οὐ μόνον μαραίνεται τὸ ἔλαττον παρὰ τὸ πλέον, ἀλλὰ καὶ αὐτὴ καθ' αὑτὴν ἡ τοῦ λύχνου φλὸξ ἐντιθεμένη ἐν πλείονι φλογὶ κατακαίεται, καθάπερ ὁτιοῦν ἄλλο τῶν καυστῶν. αἴτιον δ' ὅτι τὴν μὲν οὖσαν ἐν τῇ φλογὶ τροφὴν φθάνει λαμβάνουσα ἡ μείζων φλὸξ πρὶν ἐπελθεῖν ἑτέραν, τὸ δὲ πῦρ ἀεὶ διατελεῖ γινόμενον καὶ ῥέον ὥσπερ ποταμός, ἀλλὰ λανθάνει διὰ τὸ τάχος. δῆλον τοίνυν ὡς, εἴπερ δεῖ σῴζεσθαι τὸ θερμόν– τοῦτο δ' ἀναγκαῖον, εἴπερ μέλλει ζῆν–, δεῖ γίγνεσθαί τινα τοῦ θερμοῦ τοῦ ἐν τῇ ἀρχῇ κατάψυξιν. παράδειγμα δὲ τούτου λαβεῖν ἔστι τὸ συμβαῖνον ἐπὶ τῶν καταπνιγομένων ἀνθράκων· ἂν μὲν γὰρ ὦσι περιπεπωμασμένοι τῷ καλουμένῳ πνίγει συνεχῶς, ἀποσβέννυνται ταχέως· ἐὰν δὲ παράλληλά τις ποιῇ πυκνὰ τὴν ἀφαίρεσιν καὶ τὴν ἐπίθεσιν, μένουσι πεπυρωμένοι πολὺν χρόνον. ἡ δὲ κρύψις σῴζει τὸ πῦρ· οὔτε γὰρ ἀποπνεῖν κωλύεται διὰ μανότητα τῆς τέφρας, ἀντιφράττει τε τῷ πέριξ ἀέρι πρὸς τὸ μὴ σβεννύναι τῷ πλήθει τῆς ἐνυπαρχούσης αὐτῷ θερμότητος. Πνίγμα ἐκάλεσε τὴν δι' ὀστράκου ἐπιπώμασιν τοῦ ἀγγείου τοῦ ἔχοντος τοὺς ἄνθρακας, κρύψιν δὲ τὴν διὰ τῆς τέφρας ἐπικάλυψιν. καί φησι ταύτην μὲν σῴζειν τὸ πῦρ διὰ τὴν μανότητα, ἀναπνεομένου τοῦ πολλοῦ θερμοῦ καὶ μὴ καταναλίσκοντος ταχὺ τὴν τροφὴν ἐξ ἧς προσεχῶς τὸ σύμμετρον τρέφεται πῦρ, τὴν δὲ διὰ τοῦ ὀστράκου ἐπικάλυψιν μὴ σῴζειν τὸ πῦρ διὰ τὸ πυκνὸν καὶ στεγανὸν τοῦ ὀστράκου, μὴ δυναμένου τοῦ πολλοῦ θερμοῦ διαπνέεσθαι, καὶ διὰ τοῦτο φθείρεσθαι τὸ πῦρ– ἣν φθορὰν μάρανσιν καλεῖ–, τῷ πλήθει τοῦ θερμοῦ ταχὺ τὴν τοιαύτην τροφὴν καταναλίσκοντος, μὴ δυναμένης ἑτέρας ἐπιχορηγηθῆναι τροφῆς· τὸ γὰρ πῦρ ἐν τῷ γίνεσθαι ἔχει τὸ εἶναι. εἴη γὰρ καθάπερ ὕδωρ τηκομένης χιόνος ἄλλου καὶ ἄλλου γινομένου, καὶ ὥσπερ ἐν τούτῳ οὐκέτι ὕδωρ γίνεται τακείσης ὅλης τῆς χιόνος, οὔτε ἐκεῖ πῦρ δαπανηθέντος τοῦ ὑπεκκαύματος. ἀλλ' ἐπὶ μὲν τοῦ ὕδατος καὶ τακείσης πάσης τῆς χιόνος μένει τὸ γεγονὸς ὕδωρ, ἐπὶ δὲ τοῦ πυρὸς φθαρέντος τοῦ ὑπεκκαύματος οὐκέτι σῴζεσθαι δύναται, ὡς ἐν τούτῳ τὸ ὅλον ἔχοντος, ἐν τῷ γίνεσθαι ἤτοι τρέφεσθαι. Ἐπειδὴ τὰ φυτὰ ὀλίγον ἔχει τὸ ἔμφυτον θερμὸν ὡς πρὸς μέγεθος ἢ τὰ ζῷα, ἱκανή ἐστιν ἡ ἀπὸ τῆς τροφῆς κατάψυξις μετὰ τῆς ἀπὸ τοῦ περιέχοντος ἐμψύχειν τὸ ἔμφυτον θερμόν· καὶ γὰρ ἡ τροφὴ πρὶν ἀπὸ τοῦ ἐμφύτου θερμοῦ κρατηθῆναι ψύχει εἰσελθοῦσα τὸ πρῶτον καὶ ἐπ' αὐτῶν τῶν ζῴων, ὥστε διὰ τὴν ὀλιγότητα τοῦ ἐμφύτου θερμοῦ ἐπὶ τῶν φυτῶν ἱκανή ἐστιν ἡ ἀπὸ τῆς τροφῆς κατάψυξις βοηθεῖν τῷ θερμῷ πρὸς τὸ μὴ φθαρῆναι, κωλύει τὴν αὔξησιν τούτου. Ἐπεὶ πᾶν ζῷον ἔχει ψυχήν, οὐκ ἄνευ δὲ φυσικῆς θερμότητος, τοῖς φυτοῖς ἡ τροφὴ βοήθεια τοῦ θερμοῦ. τῶν δὲ ζῴων τῶν τε ἐνύδρων καὶ ἀερίων ἀὴρ καὶ ὕδωρ αἴτια τῆς καταψύξεως· ἡ τροφὴ γὰρ ποιεῖ κατάψυξιν, ἡ δὲ νηστεία θερμαίνει καὶ δίψαν ποιεῖ· ἀκίνητος γὰρ ὢν ὁ ἀὴρ θερμαίνεται, τῇ δὲ τροφῇ ψύχεται κινούμενος ἕως ἂν λάβῃ τὴν πέψιν. ἐὰν δὲ ἢ τὸ περιέχον γιγνομένων πάγων ἐξαυαίνηται ἢ τοῦ θέρους ἰσχυρὰ συμβαίνῃ καύματα καὶ μὴ δύνηται τὸ σπώμενον ἐκ τῆς γῆς ὑγρὸν καταψύχειν, φθείρεται μαραινόμενον τὸ θερμόν, καὶ λέγεται σφακελίζειν καὶ ἀστρόβλητα γίνεσθαι τὰ δένδρα περὶ τοὺς καιροὺς τούτους. διὸ καὶ γένη τινὰ λίθων ταῖς ῥίζαις ὑποβάλλουσι καὶ ὕδωρ ἐν ἀγγείοις, ὅπως αἱ ῥίζαι ψύχωνται τῶν φυτῶν. Ὅτι μὲν οὖν ὅσα πνεύμονα ἔχει τῶν ζῴων ἀναπνεῖ πάντα, φανερόν. ἀλλὰ καὶ τούτων αὐτῶν ὅσα μὲν ἄναιμον ἔχει τὸν πνεύμονα καὶ σομφόν. ἧττον δέονται τῆς ἀναπνοῆς· διὸ πολὺν χρόνον δύνανται διαμένειν παρὰ τὴν τοῦ σώματος ἰσχύν. τὸν δὲ πνεύμονα σομφὸν ἔχει πάντα τὰ ᾠοτοκοῦντα, οἷον τὸ τῶν βατράχων γένος. ἔτι δὲ αἱ μῦδες τε καὶ χελῶναι πολὺν χρόνον μένουσιν ἐν τοῖς ὑγροῖς· ὁ γὰρ πνεύμων ὀλίγην ἔχει θερμότητα· ὀλίγαιμον γὰρ ἔχει αὐτόν· ἐμφυσώμενος οὖν αὐτὸς τῇ κινήσει καταψύχει καὶ ποιεῖ διαμένειν πολὺν χρόνον. ἐὰν μέντοι βιάζηταί τις λίαν κατέχων πολὺν χρόνον, ἀποπνίγονται πάντα· οὐθὲν γὰρ τῶν τοιούτων δέχεται τὸ ὕδωρ ὥσπερ οἱ ἰχθύες. τὰ δ' ἔναιμον ἔχοντα τὸν πνεύμονα μᾶλλον δεῖται τῆς ἀναπνοῆς διὰ τὸ πλῆθος τῆς θερμότητος· τῶν δ' ἄλλων ὅσα μὴ ἔχῃ πνεύμονα οὐθὲν ἀναπνεῖ. Δημόκριτος δὲ ὁ Ἀβδηρίτης καί τινες ἄλλοι τῶν περὶ ἀναπνοῆς εἰρηκότων οὐδὲν περὶ τῶν ἄλλων διωρίκασι ζῴων, ἐοίκασι μέντοι λέγειν ὡς πάντων ἀναπνεόντων. Ἀναξαγόρας δὲ καὶ Διογένης, πάντα φάσκοντες ἀναπνεῖν, περὶ τῶν ἰχθύων καὶ τῶν ὀστρείων λέγουσι τίνα τρόπον ἀναπνέουσιν. ὅταν ἀφῶσι τὸ ὕδωρ οἱ ἰχθύες διὰ τῶν βραγχίων τὸ ὂν ἐν τῷ στόματι, γίνεται τότε τὸ στόμα κενὸν ὕδατος, ἀλλ' οὐ κενὸν πάντῃ, τότε δὲ ἕλκει τὸν ἐν τῷ ὕδατι ἀέρα διὰ τοῦ στόματος, καὶ οὕτως γίνεσθαι τὴν ἀναπνοὴν αὐτοῖς φασιν. ὅταν δέξωνται τὸ ὕδωρ οἱ ἰχθύες ἢ κατὰ τὸ στόμα ἢ κατὰ τὰ βράγχια, τότε ἐκπνέουσιν, ὥστε συμβαίνει καθὸ μὲν δέχονται τὸ ὕδωρ ἀναπνεῖν, καθὸ δὲ ἐξάγουσι τὸν ἀέρα ἐκπνεῖν. συμβήσεται ἄρα κατὰ ταὐτὸν ἐκπνεῖν τε καὶ εἰσπνεῖν, ὅπερ ἀδύνατον. Ἔτι τὸ φάναι ἀέρα ἥκειν ἐκ τοῦ στόματος ἢ ἐκ τοῦ ὕδατος διὰ τοῦ στόματος ἀδύνατον· οὐ γὰρ ἔχι ἀρτηρίαν διὰ τὸ πνεύμονα μὴ ἔχειν, ἀλλ' εὐθὺς ἡ κοιλία πρὸς τὸ στόμα ἐστίν, ὥστ' ἀναγκαῖον τῇ κεφαλῇ ἕλκειν. τοῦτο δὲ κἂν τἆλλα ἐποίει ζῷα· νῦν δὲ οὐ ποιοῦσι. κἂν ἐκεῖνα δ' ἔξω τοῦ ὑγροῦ ὄντα ἐπιδήλως ἂν αὐτὸ ἐποίει· φαίνεται δ' οὐ ποιοῦντ' αὐτό. ἔτι πάντων τῶν ἀναπνεόντων καὶ ἑλκόντων τὸ πνεῦμα ὁρῶμεν γινομένην κίνησίν τινα τοῦ μορίου τοῦ {δ'} ἕλκοντος, ἐπὶ δὲ τῶν ἰχθύων οὐ συμβαῖνον· οὐθὲν γὰρ φαίνονται κινοῦντες τῶν περὶ τὴν κοιλίαν ἀλλ' ἢ τὰ βράγχια μόνον, καὶ ἐν τῷ ὑγρῷ καὶ εἰς τὸ ξηρὸν ἐμπεσόντες, ὅταν ἀσπαρίζωσιν. ἔτι ὅταν ἀποθνήσκῃ πνιγόμενα ἐν τοῖς ὑγροῖς πάντα τὰ ἀναπνέοντα, γίνονται πομφόλυγες τοῦ πνεύματος ἐξιόντος βιαίως, οἷον ἐάν τις βιάζηται χελώνας ἢ βατράχους ἢ ἄλλο τι τῶν τοιούτων γενῶν· ἐπὶ δὲ τῶν ἰχθύων οὐ συμβαίνει πειρωμένοις πάντα τρόπον, ὡς οὐκ ἐχόντων πνεῦμα θύραθεν οὐθέν. ὅν τε τρόπον λέγουσι γίνεσθαι τὴν ἀναπνοὴν αὐτοῖς, ἐνδέχεται καὶ τοῖς ἀνθρώποις οὖσιν ἐν τῷ ὑγρῷ συμβαίνειν· εἰ γὰρ καὶ οἱ ἰχθύες ἕλκουσιν ἐκ τοῦ πέριξ ὕδατος τῷ στόματι, οὐκ ἂν ποιοῖμεν καὶ οἱ ἄνθρωποι καὶ τὰ ἄλλα ζῷα, καὶ τὸν ἐκ τοῦ στόματος δ' ἂν ἕλκοιεν ὁμοίως τοῖς ἰχθύσιν. ὥστ' εἴπερ κἀκεῖνα ἦν δυνατά, καὶ ταῦτα ἦν· ἐπεὶ δὲ οὐκ ἔστι, δῆλον ὡς οὐδ' ἐπ' ἐκείνων ἐστί. πρὸς δὲ τούτοις διὰ τίνα αἰτίαν. προτέρα ἡ ἐκπνοὴ τῆς εἰσπνοῆς· θερμανθέντος γὰρ τοῦ ἐντὸς καὶ δεηθέντος καταψύξεως εἰσῆλθε ψυχρὸς ἀήρ. ψεῦδος τὸ τροφὴν εἶναι τοῦ ἐμφύτου θερμοῦ καὶ ἐντὸς ψυχρὸν ὄντα· τοῦτο γὰρ ἐπὶ τῶν ἄλλων τροφῶν οὐχ ὁρῶμεν γινόμενον· δι' ἄλλου γάρ, ἤγουν τοῦ στόματος, εἴσεισιν ἡ τροφὴ καὶ δι' ἄλλου ἔξεισιν. ἐπὶ δὲ τῆς εἰσπνοῆς τοῦτ' οὐκ ἔστιν. τὸ ἐκπνεόμενον θερμόν, τὸ εἰσπνεόμενον ψυχρόν. Ἀναξαγόρας· τῶν βραγχίων ἀποβιαζομένων τῶν ἰχθύων τὸ ὕδωρ πνευματοῦται καὶ οὕτως γίνεται ἡ ἀναπνοὴ διὰ τοῦ στόματος. καὶ μυκτήρων μὴ ὄντων ἡ στέρησις τῆς κατὰ τὴν ἀρτηρίαν ἀναπνοῆς ποιεῖ θάνατον, οὐχ ἡ τῆς διὰ μυκτήρων. οἱ μυκτῆρες ὀσφρήσεως ἕνεκα, οὐκ ἀναπνοῆς. πάντα ὀσφραίνεται ἐκτὸς σκωλήκων, ὀστρέων καὶ τῶν λοιπῶν. τοῖς ἐντόμοις† ἡ τομὴ† ὄσφρησις. ἔν τισι φλεψίν ἐστιν αἷμα, οὐ πλήρεις δ' εἰσὶν αἵματος, ἔχουσι δὲ πόρους· διὸ τοῦ αἵματος κινουμένου ἄνω καὶ κάτω, ἄνω γίνεται ἀναπνοή, κάτω ἐκπνοή. αἱμάτων πλήρεις ἄλοκες ἤγουν φλέβες. ἐν τῇ ἐκπνοῇ ἐκτείνεται τὸ αἷμα, ἐν τῇ εἰσπνοῇ συστέλλεται. εἰ† ὡς μέγ ()† καὶ τὰ λοιπὰ ἔντομα ἀνέπνεον, ἐπνίγοντο ἂν ἐν τοῖς ὕδασι. τὰ μικρὰν ἔχοντα δύναμιν προσηνότερον ἀναπνεῖ. πόδας καὶ βράγχια ἔχει ὁ καλούμενος κορδύλος, ἅμα δὲ πόδας καὶ βράγχια οὐδὲν ἄλλο ὦπται ἔχον. τοῖς τετράποσι καὶ ἐναίμοις ἐστὶν ἡ ἐπιγλωττὶς μόνοις. ὁ αὐλὸς γέγονε τοῖς ἰχθύσιν ὡς ἂν δεχομένοις τὸ ὕδωρ ἐξ ἀνάγκης διὰ τὸ ἐν τῷ ὑγρῷ ἔχειν τὸν βίον. ἐν ἅπασι τοῦτο δι' αὐτοῦ, καὶ μὴ ἐμποδίζηται ὁ ἀὴρ ἐν τῇ εἰσόδῳ τῆς ἀναπνοῆς, οὐχ ἕνεκα καταψύξεως· ὀλιγόθερμα γάρ εἰσι. καρκίνοι καὶ κάραβοι διὰ τῶν ἐπιπτυγμάτων ἀφιᾶσι τὸ ὕδωρ, σηπίαι καὶ πολύποδες διὰ τοῦ κοίλου τῆς κεφαλῆς. τὰ φυτὰ ἐκ πλείονος γέγονε, τὰ ἔνυδρα ἐξ ὕδατος, πτηνὰ ἐξ ἀέρος, πεζὰ ἐκ πυρός. Ἐμπεδοκλῆς τὰ ἔνυδρα πῦρ φησιν ἔχειν πολύ, ὅθεν καὶ ἐν ψυχρῷ φεύγει, οὐ καλῶς· τῶν γὰρ ἕξεων τὰς ὑπερβολὰς ἔχουσιν οἱ ἐναντίοι ἁρμόττουσιν τόποι καὶ ὧραι, ἡ δὲ φύσις ἐν τοῖς ἰδίοις σῴζεται τόποις. [....] ὕλη καὶ ἕξις καὶ διάθεσις. αἱ μὲν οὖν φύσεις ὕδατι ψυχραί, τῇ γῇ ξηραί, ἀέρι θερμαί· ἕξεις αἱ μὲν ὑπερβάλλουσαι θερμότητι ἐν ψυχρῷ, αἱ δὲ τῇ ψυχρότητι ἐν θερμῷ τιθέμεναι σῴζονται μᾶλλον. κοινὰς ὥρας καλεῖ Ἀριστοτέλης τὰς τέσσαρας διὰ τὸ ἐνδέχεσθαι ἰδιαζούσας καταστάσεις γίνεσθαι ἐναντίας τῆς καθόλου ὥρας, οἷον θερινὴν ἐν χειμῶνι καὶ ἀνάπαλιν. ὅσα ἐναιμότατον ἔχουσι τὸν πνεύμονα, ταχείας δέονται τῆς καταψύξεως. τὰ καρδίαν ἔχοντα, πνεύμονα δὲ μή, οἱ ἰχθύες, διὰ τὸ ἔνυδρα γοῦν εἶναι, τῷ ὕδατι ποιοῦνται τὴν κατάψυξιν. ᾗ νεύουσι τὰς κεφαλὰς τὰ ζῷα, ἐκεῖ τὸ ὀξὺ ἡ καρδία ἔχει, τοῖς ἰχθύσι πρὸς τὸ στόμα καὶ τοῖς πεζοῖς. θάνατος ὁ μὲν βίαιος ἔξωθεν, ὁ δὲ κατὰ φύσιν ἐν αὐτῷ. τῶν φυτῶν αὔανσις, τοῖς ζῴοις γῆρας. ἔκλειψις τοῦ θερμοῦ, τοῖς δὲ τελείοις ἐν ᾧ τῆς οὐσίας ἡ ἀρχή, ἐν ᾧ τό τε ἄνω καὶ κάτω συνάπτει, τοῖς φυτοῖς μέσον βλαστοῦ καὶ ῥίζης, τοῖς ἐναίμοις ἡ καρδία, τοῖς ἀναίμοις τὸ ἀνάλογον. τῶν ἐναίμων ὅσα μὴ σωματικῶς πολὺν χρόνον ζῶσιν ἐξῃρημένης τῆς καρδίας, οἷον αἱ χελῶναι. εἰ πάθος τι συμβαίνει τοῖς βραγχίοις ἢ τῷ πνεύματι, ἀπόλλυται τὸ ὑποκείμενον· καταμαραῖνον γὰρ τὸ πῦρ. Γένεσίς ἐστιν ἡ πρώτη μέθεξις ἐν τῷ θερμῷ τῆς θρεπτικῆς ζωῆς, ζωὴ ἡ μονὴ ταύτης. νεότης ἡ τοῦ πρώτου καταψυκτικοῦ μορίου αὔξησις, γῆρας ἡ τούτου φθίσις, ἀκμὴ τὸ τούτου μέσον. περιττωματικὴ κατάψυξις ἡ δι' ἐπιρροὴν ὑγροῦ χυμοῦ, συντηκτικὴ ἡ κατὰ δυσκρασίαν. πήδησις τὸ κατὰ συστολὴν τοῦ θερμοῦ γινόμενον τῇ καρδίᾳ ἔξαλμα. ζέσις πνευματουμένου τοῦ ὑγροῦ ὑπὸ τοῦ θερμοῦ. ἐν τῇ καρδίᾳ ἡ τοῦ ἀεὶ προσιόντος ἐκ τοῦ ὑγροῦ διὰ τῆς θερμότητος ὄγκωσις ποιεῖ σφυγμόν. καὶ ἀναθυμίασις πλείων τοῖς νεωτέροις, ὅτι σφύζουσιν αἱ φλέβες πᾶσαι καὶ ἅμα. ἀναπήδησίς ἐστιν ἡ γινομένη ἄντωσις πρὸς τὴν τοῦ ψυχροῦ σύνωσιν, σφύξις ἡ τοῦ ὑγροῦ θερμαινομένου πνευμάτωσις. τοῖς ἔχουσι πνεύμονα τὸ ζῆν καὶ μὴ ζῆν ἐστιν ἐν τῷ ἀναπνεῖν. τῶν περὶ φύσεως πραγματευθέντων οἱ χαριέστατοι σχεδὸν τελευτῶσιν εἰς τὴν ἀρχὴν τῆς ἰατρικῆς. οὐκ ἀφυῶς ἔχει ἡ καρδία καὶ ὁ πνεύμων πρὸς τὸ δέξασθαι σχῆμα, ὡς αἱ τῶν χαλκέων φῦσαι. ὁ ἀνάλογος ἀὴρ ζῳογονεῖ τὸ ζῷον, ὁ δὲ πλείων ἢ ἐλάττων πνίγει. 19 Τοῦ Ψελλοῦ [δε μετεορολογιξις] Ὁ μέντοι περὶ τῆς ἴριδος λόγος, περὶ ἧς δὴ πρώτης τήμερον ἠρωτήκατε, ἐς ἄλλην ἡμέραν ἀναβεβλήσθω· πολὺς γάρ ἐστι καὶ ποικίλος καὶ πλείστης δεόμενος ἐξετάσεως· τῶν γὰρ ἐν τοῖς μετεώροις λεγομένων τουτί μοι δοκεῖ τὸ θεώρημα μόνον βασάνου δεῖσθαι πολλῆς καὶ γραμμικῶν ἀποδείξεων. διὸ ἡ μὲν ἶρις μετὰ τῆς ἅλω εἰς ἕτερον τεταμιεύσθω καιρόν· περὶ δὲ τῶν ἄλλων ὧν προεβάλλετε φυσιολογητέον καὶ διερμηνευτέον εἰς δύναμιν. εἰσὶ δὲ ταῦτα· ποταπὸν τὸ τῆς ἀστραπῆς πῦρ καὶ ὁπόθεν ἅλλεται, καὶ εἰ πᾶν πῦρ ἐκ νεφῶν καταρρηγνύμενον καυστικόν, καὶ διὰ τί τὰ μὲν τῶν ἐκεῖθεν πυρσῶν ὁρᾷ πρὸς τὰ σώματα, τὰ δὲ διὰ μέσων αὐτῶν χωροῦντα οὐκ ἐπιδείκνυνται τὴν ἐνέργειαν, καὶ εἰ ὁ λεγόμενος παρ' ἐνίων λόγος, ὡς ἄρα τὸ τῶν δρακόντων γένος τὸ τῆς ἀστραπῆς πεφόβηται πῦρ, ἀληθής, ἢ καὶ ἡ τοιαύτη φλὸξ τῷ δράκοντι ἀντιμάχεται καὶ προαιρετικαῖς ὥσπερ δυνάμεσιν ἀνυποστάτῳ φέρεται πρὸς ἐκεῖνον φορᾷ· τίνα τε τὰ θεώμενα ἐν ταῖς παρὰ τῶν ἀστραπῶν καύσεσιν, ἃ δή ποτε μὲν τόδε τὸ ζῷον, ποτὲ δὲ ἐκεῖνο μεμίμηνται· οἱ δὲ συριγμοὶ τίνες οἵ τε γρυλλισμοὶ καὶ οἱ ἀρασμοί, οἳ δὴ καὶ μάλιστα περὶ τοὺς πρηστῆρας τῶν κεραυνῶν ἐξακούονται· ἔπειτα καὶ περὶ ὑετοῦ διαληπτέον ἡμῖν, ὁπόθεν τε καὶ οὗτος ἐπὶ γῆν καταφέρεται καὶ ποίαν ὕλην ὑποβέβληται. Χρὴ οὖν ὑμᾶς περὶ πάντων τοῦτο εἰδέναι κοινῶς, ὡς συμπάσης τῆς γεώδους οὐσίας τὸ μέν τι ἀναμέμικται τῷ ὑγρῷ, τὸ δέ τι μένει καθ' ἑαυτό, ἄμικτον πρὸς τὴν ἐναντίαν ποιότητα τηροῦν τὴν ξηρότητα· αὖθις δὲ τοῦ ὕδατος τὸ μέν τι τὴν γῆν ὑποδέδυκε καὶ ὑπὸ ταύτην ἢ ἐφησυχάζον πέφυκεν ἢ παφλάζει στενοχωρούμενον, τὸ δὲ ἐπὶ ταύτης ὀχεῖται ὥσπερ τὴν ταύτης σφαῖραν ἐπαναβεβηκός. τοιαύτης οὖν οὔσης τῆς τῶν δύο στοιχείων τούτων, ὕδατός φημι καὶ γῆς, διαιρέσεως, πρὸς ἀμφότερα ὁ ἥλιος δρᾷ· θερμαίνει γὰρ ἄμφω καὶ ἀραιοῖ τοὺς πόρους αὐτῶν καὶ εἰς ἀτμοὺς διαλύων τὸ νοτερὸν ταῖς ἐκεῖθεν ἀναθυμιάσεσι τὸν ἀέρα καταπυκνοῖ. Διττὴ γοῦν, ὡς ὁ λόγος ὑπέδειξεν, ἐκ τῶν περὶ γῆν χώρων ἀναθυμίασις εἰς οὐρανὸν ἕλκεται, ἡ μὲν ὑγρὰ καὶ ψυχρά, ἡ δὲ ξηρὰ καὶ ψυχρά. αὗται δὲ αἱ ἀναθυμιάσεις μέχρι μέν τινος συμπλέγδην πρὸς τὸ ἄναντες ἀναφέρονται· εἶτα τῆς μιᾶς περὶ μέσα που τοῦ ἀέρος ὑφισταμένης διὰ τὴν πρὸς τὸ κάτω ῥοπὴν τῆς ὑγρότητος, ἡ ἑτέρα κουφίζεται, ἐπιτόνιον ἔχουσα τῆς ἀναγωγῆς τὴν ξηρότητα. τῆς γοῦν κοινῆς ἐντεῦθεν μεριζομένης ἀναθυμιάσεως, ἄλλα μὲν τῶν φυσικῶς γινομένων παρὰ τῆς ὑγρᾶς καὶ ἀτμιδώδους ἀποτελεῖται, ἄλλα δὲ παρὰ τῆς ξηρᾶς καὶ καπνώδους, ὡς Ἀριστοτέλης φησί· πάχναι μὲν γὰρ καὶ ψεκάδες καὶ δρόσοι καὶ ὑετοὶ χιόνες τε καὶ χάλαζαι ἀπὸ τῆς ἀτμιδώδους ἐκφέρονται, δαλοὶ δὲ καὶ αἶγες καὶ κομῆται δοκίδες τε καὶ πωγωνίαι καὶ διᾴττοντες ὅ τε παντοῖος τῶν ἀστραπῶν ἐκπυρηνισμὸς ἀπὸ τῆς ὑπερτέρας ἐξάλλονται. Ἀρκτέον οὖν ἀπὸ τῆς πάχνης καὶ περὶ ταύτης πρῶτον φυσιολογητέον. αὕτη τοιγαροῦν ἐν ἀλεεινοῖς μὲν χωρίοις καὶ θέρους ἥκιστα γίνεται, ἐν δὲ καταψύχροις καὶ χειμῶνος οὐχ ἥκιστα. ἡ δὲ αἰτία αὕτη· ὁ ἥλιος, πρὸς βορρᾶν καὶ νότον τὴν οἰκείαν δύναμιν μερισάμενος, ἐν οἵῳ δὴ ἐμφιλοχωρεῖ κλίματι, ἐν ἐκείνῳ δυνατώτερος πέφυκεν. ὅθεν ἐν τῷ καθ' ἡμᾶς μέρει γινόμενος βορειότερος καὶ τὸν ὑπὲρ κεφαλῆς ἡμῶν ἀνελίττων ἀέρα, θερμότερος ἐν τῇ τοιαύτῃ ὥρᾳ πρὸς ἡμᾶς ἵσταται. ὁπότε δὲ τὸ καθ' ἡμᾶς κλίμα παγετοῖς καὶ ψύχει πιέζεται, ἡ δυτικὴ Αἰθιοπία καύσεσιν ἀφορήτοις ἐνίσχεται, θερμοτέραν ἐκεῖσε τοῦ ἡλίου τὴν ἀκτῖνα βάλλοντος. τότε γοῦν ἀσθενὴς ἐν τῷ καθ' ἡμᾶς κλίματι ἡ τοῦ φωστῆρος ἀκτὶς πέφυκεν· οὔτε γὰρ τὴν ἐν τῷ βάθει ἕλκει νοτίδα, οὔτε μήν, εἴ τινα δὴ καὶ ἑλκύσειεν, ἀνάγει πρὸς οὐρανόν, ἀλλ', ὥσπερ οἱ ἀσθενέστεροι τῶν ἀχθοφορούντων, ὁμοῦ τε τὸ βάρος τῆς ἀναθυμιάσεως ἥρπασε καὶ αὖθις κατήνεγκε· τοῦτο δὲ ἡ πάχνη ἐστίν. μὴ γὰρ ἰσχύων ἐπὶ πολὺ τοῦ ἀέρος ταύτην ἀνενεγκεῖν, καὶ διὰ τὸ εὐθὺς τῇ τοῦ ἀέρος ψυχρότητι συμπαγῆναι καὶ βαρυνθῆναι, ἀφῆκεν εἰς γῆν. ἐξ οὗ καὶ τὴν ἐπωνυμίαν ἔχει· πάχνη γὰρ ἐπωνόμασται οἷον πεπηγμένη ἄχνη, τουτέστι λεπτομερὴς τοῦ ἀτμοῦ οὐσία ἀθρόον παγεῖσα. ἐπεὶ οὖν, ὡς ἔφθημεν ἀνωτέρω εἰπόντες, {ὅτι} ἐν ψυχροῖς τόποις καὶ χειμῶνος ἡ πάχνη γίνεται, διὰ ταῦτα δὴ τάχιον καταφέρεται, τῆς ἀναγωγοῦ τοῦ ἡλίου μὴ ἰσχυούσης τότε θερμότητος. Ἡ δὲ ψεκὰς τὸ ἐναντίον ἐν εὐδιεινοῖς τε χωρίοις καὶ θέρους γίνεται· τοῦ γὰρ ἡλίου τὴν πᾶσαν τῶν νεφῶν κατὰ τὸ θέρος ἀνιμῶντος ὑγρότητα καὶ οἷον τὴν τοῦ ἀέρος λιβάδα ἀποξηραίνοντος, ὀλίγον ἐστὶ τὸ καταλειπόμενον πρὸς γένεσιν ὑετοῦ· ὃ δὴ καὶ ψεκὰς ἰδίως ὠνόμασται, τῆς τῶν νεφῶν οὐσίας εἰς βραχὺ ἀποτελευτησάσης, εἶτα διασπασθείσης καὶ κατὰ μόρια διαιρεθείσης καὶ ἀμυδράν τινα τοῖς ὑπὸ σελήνην ἀποθλιβούσης ὑγρότητα. Ἡ δὲ δρόσος ἐπὶ πλέον τῆς ψεκάδος ἐστί, καὶ διὰ τοῦτο μάλιστα μετοπώρου καὶ ἔαρος γίνεται. ἔστι δὲ αὕτη ὅταν κατὰ σταγόνας αἱ περὶ τὸν ἀέρα νεφέλαι τοῖς περὶ γῆν ἀποστάζωσιν. Ὑετὸς δέ ἐστιν ἡ ῥαγδαία τῶν οὐρανίων ὑδάτων καταφορά· ὃς δὴ χειμῶνος ἐπὶ μάλιστα ἔχει τὴν γένεσιν. τοῦ γὰρ ἡλίου τότε ἐς τὸν νότον ἀπελαθέντος, ψυχρὸς ὁ ὑπὲρ κεφαλῆς ἀὴρ τοῖς τὸν βορρᾶν οἰκοῦσιν ἡμῖν γίνεται· ἐντεῦθεν γοῦν τὰ νέφη συνιστάμενά τε καὶ συμπιλούμενα τὸν ὑετὸν ἀποτίκτουσιν. εἰ μὲν οὖν ἡ ἀναθυμίασις εἰς ὕδωρ μεταβληθῇ καὶ τὸ μεταβληθὲν εὐθέως ἀπαγὲς κατενεχθῇ, ὑετοῦ τοῦτο γένεσις πέφυκεν· εἰ δὲ μεταβληθῇ μέν, παγῇ δὲ μεταξὺ τοῦ ἀέρος καταφερόμενον, χάλαζα τοῦτό ἐστί τε καὶ ὀνομάζεται. εἰ δέ, πρὶν ἢ μεταβληθῇ εἰς ὕδωρ, ὁ ἀτμὸς ὑπομείνῃ τὴν πῆξιν, ἡ χιὼν ἀποτίκτεται. ἔστι γὰρ ἡ χιὼν ἀμετάβλητος ἀναθυμίασις παγεῖσα διὰ ψυχρότητα. Ἃ μὲν οὖν ἀπὸ τῆς ἀτμιδώδους ἀναθυμιάσεως ἀποτίκτεται, ταῦτά ἐστιν· ἀπὸ δὲ τῆς καπνώδους οὓς εἰρήκαμεν διᾴττοντας καὶ οἱ κομῆται καὶ οἱ κατὰ τὰ διάφορα σχήματα τὰς ὀνομασίας λαμβάνοντες. Ἔστιν οὖν ὁ διᾴττων ὃ δὴ πολλάκις ἡμεῖς ὁρῶμεν αἰθριώδους οὔσης τῆς νυκτὸς ῥιπτούμενον ἐξ οὐρανοῦ πῦρ. ὃ δὴ καί τινες τῶν ἀγροικοτέρων ἄστρον οὐράνιον οἴονται, καί φασιν ὡς ἑκάστου τῶν ἄστρων κατ' ἀριθμὸν τῶν γεννωμένων δημιουργηθέντος, ἀπορρεύσαντι συναπορρεῖ τοῦτο καὶ συναπολήγει· οἷον γάρ τινα θάνατον τοῦ ἀστέρος τὴν πτῶσιν ὁρίζονται. ἀλλὰ τοῦτον μὲν τὸν λόγον γελάσας οἶδα καὶ ὅτε πρῶτον ἤκουσα, καὶ μετὰ τῶν μύθων ἠρίθμησα. ἡ δὲ τοῦ διᾴττοντος γένεσις αὕτη· ὑπὸ τὴν ἀπλανῆ πᾶσαν καὶ τὴν τῶν ἀστέρων περιφορὰν τὸ τοῦ πυρὸς στοχιεῖόν ἐστιν, ὃ δὴ ἐκ τῆς ξηρᾶς ἀναθυμιάσεως, ὡς ἔφαμεν, ἔχει τὴν γένεσιν. τοῦτο δὲ οὐκ ἐνεργείᾳ πῦρ ἐστιν, ἀλλὰ καπνὸς μὲν κατὰ τὴν οὐσίαν, φλὸξ δὲ κατὰ τὴν δύναμιν, ὅθεν καὶ ὑπέκκαυμα τῷ Ἀριστοτέλει ὠνόμασται, τουτέστιν ὑφειμένον πῦρ. ὁ γὰρ καπνὸς θερμὸς μέν ἐστιν, ὡς ἴσμεν, οὐ μέντοι πῦρ αὐτενέργητον, ἐξάπτεται δὲ κινηθείς. ἐπεὶ οὖν τοιαύτη ἡ τοῦ ὑπεκκαύματος φύσις ἐστί, κινεῖται δὲ διὰ τὴν συμπεριφορὰν τοῦ παντός, κατ' ἔνια τῶν μορίων, ἔνθα δὴ ἐπιτηδεία ὕλη ὑπόκειται, ἴσχει τὴν ἔξαψιν· ἀλλ' ἡμέρας οὐ φαίνεται, τοῦ ἡλίου διὰ τὴν ὑπερβάλλουσαν τῶν ἀκτίνων μαρμαρυγὴν τὰ τοῦ ὑπεκκαύματος ἀμαυροῦντος πυρσά, νυκτὸς δὲ διάδηλος δείκνυται. ἐπειδὰν οὖν τι μέρος τοῦ ὑπεκκαύματος διὰ τὴν κίνησιν ἐξαφθῇ, τοῦτο δὴ τὸ ἐξημμένον εὐθὺς φέρεται· φερόμενον δέ, εἰ μὲν μὴ ἐντύχῃ ἑτέραις οὐσίαις ἐπιτηδείαις εἰς ἔξαψιν, θᾶττον ἐναποσβέννυται, εἰ δὲ ἐντύχῃ, κατὰ μετάδοσιν ἀπ' ἄλλης εἰς ἄλλην τῆς φλογὸς φερομένης, εἶτα κατὰ σχῆμα δόρατος ἀπομηκυνθείσης, ᾗ μὲν διαδόσιμον τὸ πῦρ γίνεται, ὥσπερ ἁλλόμενον, διᾴττων ὠνόμασται· ᾗ δὲ κατ' ἰθυτένειαν ἀπλατῆ φέρεται, δοκὶς κέκληται. οὔτε δὲ εὐθεῖά ἐστιν αὐτῷ ἡ φορὰ πρὸς τὸ κάταντες οὔτε μὴν ἀνωφερὴς κατὰ τὴν τοῦ πυρὸς φύσιν, πλαγία δὲ καὶ ὡς ἐπίπαν λοξή· πέφυκε γὰρ ἡ ῥοπὴ τοῦ πυρὸς ἀνωφερής. ὁ δὲ διᾴττων ἄνωθεν πρὸς τὸ κάταντες βιαζόμενος, καθὸ μὲν τυραννεῖται πρὸς τὴν παρὰ φύσιν κίνησιν, ἐπὶ τὸ κάτω χωρεῖ· καθὸ δὲ τῆς οἰκείας οὐκ ἐπιλέλησται φύσεως, τῆς ἄνω φορᾶς ἐφίεται· ταλαντευόμενος δὲ ἑκατέρωθεν καὶ παρὰ μέρος νικῶν καὶ νικώμενος πλάγιος φέρεται. Οὗτος οὖν ὁ διᾴττων καὶ δοκίας, ἂν εἰς παχὺ νέφος ἀποτελευτήσῃ κωλῦον αὐτοῦ τὴν πάροδον, ἐκεῖσε ἐνίσχεται· ὃ δὴ νέφος κατὰ πᾶν ἐξαπτόμενον αἴξ τε καὶ κομήτης λέγεται· ἀποσπινθηρίζων γὰρ κατὰ κύκλον δοκεῖ κόμην τινὰ ἔχειν καθειμένην καὶ οἷά τισι μαλλοῖς κατὰ τὰς αἶγας βρίθεσθαι. οὗτος δὲ ὁ κομήτης ἐνίοτε καὶ πολυήμερός ἐστιν, ἀρκούσης τῆς ὑποκειμένης αὐτῷ οὐσίας εἰς χρονίαν ἔξαψιν. δοκεῖ δὲ ἀστὴρ εἶναι κυρίως, ὅτε καὶ μάλιστα κατὰ κάθετον ἀληθῆ ὑπέλθῃ ἀστέρα, ὃς δή, ὅταν ὀφθῇ, σύμβολον τοῖς ἀστρολόγοις γίνεται ἐκπυρώσεως· ὅθεν ἀνομβρίας τε καταμαντεύονται καὶ πυρετοὺς προμηνύουσιν. ὁ δὲ λόγος τούτου οὐκ ἀστρολογικός, ἀλλὰ φυσικός· οἱ γὰρ κομῆται τότε κατὰ πλῆθος ὁρῶνται, ὅταν πολλὴ ᾖ ἡ καπνώδης ἀναθυμίασις, ἥτις ξηροτέρα τοῦ δέοντος οὖσα ἀντικειμένως ἔχει πρὸς τὴν ὑγράν· ἀπὸ γοῦν τοῦ ταύτην πληθύνειν ἐκείνην ὑστερεῖν ἀστρολογικῶς τερατεύονται. καὶ ταῦτα μὲν οὕτω κατὰ κεφαλαιώδεις ἐπιτομάς. Ὁ δὲ κεραυνὸς πῇ μὲν κατ' ἐκπυρηνισμὸν γίνεται, πῇ δὲ κατὰ σύγκρουσιν τῶν νεφῶν. ἐκπυρηνίζεται δέ τι, ὅταν κατὰ συμπίεσιν ἀκοντίζηται, ὥσπερ ἡμεῖς τὰ τῶν ἐλαιῶν ὀστᾶ τοῖς δακτύλοις συμπιέζοντες ἢ ἄνω ἢ κάτω ἐξακοντίζομεν. ὁπόταν οὖν πυρώδης οὐσία ἐμπέσῃ τοῖς νέφεσιν, εἰ μὲν μὴ παχὺ ᾖ τὸ περιέχον, πρὸς τὸν οἰκεῖον χῶρον αὖθις ἀποκαθίσταται· εἰ δὲ ἡ τοῦ νέφους παχύτης ἄνωθεν καὶ μάλιστα πυκνωθεῖσα τὸ πυρῶδες τοῦτο σπέρμα κωλύσειεν ἀναφέρεσθαι, τοῦτο δὴ συμπιεζόμενον καὶ οἷον ὑπὸ τοῦ νέφους ὠθούμενον κάτω ῥιπτεῖται. Ὃ δή, εἰ μὲν μόνον ἐξενεχθῇ ἄτερ νεφώδους σώματος, ἀστραπὴ κέκληται· εἰ δὲ καὶ τὸ νέφος ἀμφιασάμενον καταρραγῇ, τυφὼν ἐπωνόμασται, ἀπὸ τοῦ τύπτειν τὴν ἐπωνυμίαν λαβών· ὃ δὴ καὶ προσπῖπτον σώμασι καὶ πλήττει καὶ μελαίνει, πῇ δὲ καὶ διχοτομεῖ. εἰ δέ, πρὶν ἢ τοῦ νέφους ἐκραγῇ, κυκλούμενον ἐκπέσῃ καὶ ἑλιττόμενον, ἐκνεφίας λέγεται. οὗτος δὲ ὁ ἐκνεφίας καὶ μετὰ τὴν τοῦ νέφους ἔκρηξιν κατὰ κύκλον καὶ περὶ τὴν γῆν εἰλεῖται καὶ πρὸς τὴν οἰκείαν αὖθις ἐπανακάμπτει ἀρχήν. ὅθεν καὶ λίθους ἐφέλκεται καὶ λέμβον ἀνασπᾷ καὶ χοῦν ἐπισύρεται, ἃ δὴ αὖθις ἐν ἄλλοις τόποις καταρρηγνύμενα ἔκπληξιν καὶ θαῦμα παρέχει τοῖς θεωμένοις· ὥσπερ δὴ καὶ ὁ ἐν Αἰγὸς ποταμοῖς καταρραγείς ποτε λίθος δεισιδαίμονας τοὺς ἐποίκους πεποίηκε. Τοιοῦτος μὲν ὁ κατ' ἐκπυρηνισμὸν κεραυνός· ὁ δ' ἕτερος ἀποτίκτεται τῶν νεφῶν πρὸς ἄλληλα συντριβομένων κἀντεῦθεν διαρρηγνυμένων· ἡ μὲν γὰρ ῥῆξις τὸν κεραυνὸν ἀπεγέννησε, τοῦ νέφους βίᾳ διασπασθέντος, ὁ δὲ ὑετὸς ὥσπερ θυλάκου διαρραγέντος κατηνέχθη εὐθύς, ὁ δὲ τῆς ῥήξεως ἦχος τὴν βροντὴν ἀπετέλεσεν. ἀλλ' ἐκεῖ μὲν δεῖ πρῶτον ῥαγῆναι τὸ νέφος καὶ οὕτω φανῆναι τὴν ἀστραπήν, ἡμεῖς δὲ τοῦ πυρὸς ἀντιλαμβανόμεθα πρότερον. τούτου δ' αἴτιον ἡ τῶν ὀφθαλμῶν καὶ τῶν ὤτων διοργάνωσις· οἱ μὲν γὰρ ὀφθαλμοὶ οἷα δή τινες βολβοὶ ἔξω πεπήγασι καὶ τοῦ ὁρατοῦ θᾶττον ἀντιλαμβάνονται· τῷ δὲ ὠτὶ ὁ προβεβλημένος κοχλοειδὴς πόρος βραδέως εἰσάγει τὸν ψόφον. εἰ μὲν οὖν ἀπὸ ξηροτέρου τοῦ νέφους ὁ κεραυνὸς ἐκραγῇ, φοινικοῦς τε τὴν χροιάν ἐστι καὶ τὴν οὐσίαν φλογώδης· εἰ δὲ ἀφ' ὑγροτέρου, λευκόν τε ἔχει τὸ χρῶμα καὶ καυσώδης ἥκιστα. Δαίμονες δὲ ἥκιστα ὑπὸ πυρὸς καίονται· οὐ γὰρ πειστέον ταῖς Χαλδαϊκαῖς ληρωδίαις, ὡς ἔστι τι δαιμόνων γένος τόν τε ἀδάμαντα λίθον φοβούμενον καὶ τὸ κουράλιον καὶ τὸ ἀνδροφόνον ξίφος καὶ τὸν κεραυνόν, ἃ δὴ καὶ οἱ ἀποτρεπόμενοι τὸ τοιοῦτον γένος Χαλδαῖοι μάντεις ἐν ταῖς ἀνιέροις αὐτῶν πράξεσι τοῖς βωμοῖς ἐπιφέρουσιν. εἰ γὰρ δὴ τὸ ξίφος οἱ δαίμονες πεφόβηνται καὶ τὸ πῦρ, ἐμπρησμοὺς καὶ τομὰς ὑποπτεύουσιν· εἰ δὲ ταῦτα, καὶ σώματα περιβέβληνται. ἀλλ' οὐδεὶς οὐδὲ τῶν πάνυ ληρούντων σωματικὸν γένος δαιμόνων ὑπέστησεν, ἀλλ' ὁ τερατολόγος Πρόκλος, τὰς Χαλδαϊκὰς ὑποτυπώσεις ἐπεξηγούμενος, ἔφη τινὰς τῶν δαιμόνων καὶ κολακεύεσθαι· διὸ δὴ καὶ ὕμνους ἐπὶ τὴν Ἄρτεμιν συντέθεικε, καὶ παρεγγυᾶται τοῖς φαντασιουμένοις ταύτην ξιφηφόρον τε καλεῖν αὐτὴν καὶ σπειροδρακοντόζωνον καὶ λεοντοῦχον καὶ τρίμορφον· τούτοις γὰρ αὐτήν φησι τοῖς ὀνόμασιν ἕλκεσθαι καὶ οἷον ἐξαπατᾶσθαι καὶ γοητεύεσθαι. Ἀλλὰ ταῦτα μὲν τῷ μύθῳ δοτέον καὶ τῇ σκηνῇ· περὶ δὲ τῶν δρακόντων οὐδέπω μὲν ἐς τὴν σήμερον ἐντετύχηκα συγγραφῇ φυσιολογούσῃ δι' ὅ τι τὰς ἀστραπὰς οὗτοι πεφόβηνται· ὃ δ' αὖ ἕτερος πρῶτος ἐφυσιολόγησε, τοῦτο καὶ αὐτὸς εἰς τὴν ἐμὴν ἀνοίσω φύσιν, κἀντεῦθεν ἴσως ἕτερος ἀκριβέστερον περὶ τούτου διερμηνεύσειεν. Ἐγὼ γοῦν φημι ὅτι τὸ τῶν δρακόντων γένος ξηρόν τε τὴν φύσιν ἐστὶ καὶ τὴν οὐσίαν διάπυρον· πῦρ γοῦν αὐτῶν καὶ οἱ ὀφθαλμοὶ ἀναβλέπουσι, καὶ ὃν δὲ ἐξεμοῦσιν ἰόν, καπνώδης τέ ἐστι καὶ διαιρεῖ τὰ σώματα ψαύσας αὐτῶν. ὅθεν καὶ εὔπρηστός ἐστιν ὁ δράκων δι' ἣν ἔχει ξηρότητα καὶ πρὸς κατάφλεξιν ἐπιτήδειος. πεφόβηται γοῦν διὰ ταῦτα τὸν κεραυνὸν καὶ ἁλλόμενος φέρεται διαέριος ἐπί τε στεγανοὺς τόπους καὶ καταγαίους καὶ μάλιστα περὶ λίμνας καὶ φρέατα, ἅτε δὲ ὤν, ὡς ἔφθην εἰπών, διὰ τὴν ξηρότητα εὔπρηστος καὶ ἀπὸ διαστήματος τῷ κεραυνίῳ πυρὶ καταφλέγεται. διὸ ἔνθα δὴ δράκων φανῇ συρίττων καὶ διιών, ἐκεῖσε δὴ ἐναποσκήπτων ὁ κεραυνὸς τὰ παρακείμενα μέρη σίνεται. πολλάκις δὲ καὶ δράκοντος ἄτερ οἱ λεγόμενοι ἀρασμοὶ καὶ σισμοὶ καὶ γρυλλισμοὶ ἐξακούονται· τὸ γὰρ θεῖον τοῦτο πῦρ ἐπιπῖπτον τοῖς γεώδεσι σώμασιν, εἰ μὲν ἐφ' ὑγρὰν ἐμπέσῃ οὐσίαν, σίζει ὥσπερ ἀποσβεννύμενον, εἰ δὲ ἐπὶ ξηράν, εἰ μὲν μανοτέραν, χοιρογρυλλίου ἦχον ἀποτελεῖ, χωροῦντος τοῦ πνεύματος διὰ βάθους καὶ τὸν τοιοῦτον ἦχον ἀποτελοῦντος· εἰ δὲ ἐπὶ ναστὴν καὶ στερράν, τὸν λεγόμενον ἀρασμὸν ἀποτελεῖ, ὃς δὴ πεποιωμένος ψόφος ἐστὶ καὶ τὴν ὀνομασίαν εἴληχεν ἀπὸ τῆς τῶν ὀδόντων συγκρούσεως· σκληροὶ γὰρ καὶ οὗτοι ὄντες πρὸς ἀλλήλους ἀντικτυποῦντες ἀράσσουσιν. Ὅσοι δέ φασι τῶν ἐντετυχηκότων ταῖς τοιαύταις καύσεσιν ὅτι χοῖρον τεθέανται γρυλλίζοντα ἢ μηκάζον αἰπόλιον ἢ βοῦν μυκώμενον ἢ ὅσα δὴ τερατολογοῦσιν, ἑαυτῶν τε καὶ τῶν ἀκροατῶν καταψεύδονται· οὐδὲν γὰρ τούτων τεθέανται, ὡς ὁ παρ' Εὐριπίδῃ Ὀρέστης, ἀλλ' ὁ φόβος αὐτοῖς τὰς τοιαύτας μορφώσεις εἰδωλοποίησεν. εἰ δ' ἴσως καὶ βάσκανος δαίμων τὸ σῶμα τοῦ δράκοντος ἐνδυσάμενος εἰς ἐκεῖνα τῶν μερῶν ἄγει τὸν θῆρα ὑπὸ τοῦ πυρὸς διωκόμενον, οἷς δὴ ἐξ ἀρχῆς βασκαίνειν εἴωθεν, οὐδ' οὗτος ὁ λόγος ἀπόβλητος· ἀρχαῖον γὰρ αὐτῷ ἐνδιαίτημα τὸ τοιοῦτον γένος καὶ διὰ τούτου πάλαι μὲν ἡμᾶς ἐξῶσε τοῦ παραδείσου, νῦν δὲ καὶ τῆς γῆς ἐπιβασκαίνων ἐξάγειν πειρᾶται. Ὑμεῖς μὲν οὖν δοκεῖτέ μοι οἴεσθαι, ὅτι πλέον τοῦ δέοντος τὸν λόγον ἐξέτεινα· ἐγὼ δὲ καὶ περὶ τοὺς ἄλλους λόγους τὸν Φωκίωνα μεμιμημένος, ὃς δὴ ἐκκόπτειν εἰώθει τὸν οἰκεῖον λόγον ἀεί, ἐνταῦθα καὶ μᾶλλον ἐμιμησάμην. τὰς γὰρ τῶν προτεθέντων θεωρίας ἀπείρους οὔσας ἐς τὸ βραχὺ συνήγαγον, οὐδὲν ἧττον ἢ Ἰσαῖος ὁ σοφιστὴς ὁ Ἀσσύριος, ὃς δή, ἐν περιόδοις ἀεὶ τὰς ἐννοίας ὑπολαμβάνων, ἐς ὀλίγας συλλαβὰς ταύτας συνέκλειεν. ἔστωσαν οὖν ὑμῖν τὰ ἐκδεδομένα οἷον ὑπομνηματισμοί τινες κεφαλαιωδῶς τὰ διὰ πολλῶν τοῖς φιλοσόφοις ῥηθέντα ὑποτιθέντες. 20 Τοῦ αὐτοῦ περὶ ὑετοῦ, χαλάζης, χιόνος, πάχνης καὶ δρόσου Εἶτα δὴ καὶ περὶ πολλῶν ἐρωτῶν, ὧν ἕκαστον μακρᾶς δεῖται τῆς διηγήσεως, βούλει βραχεῖαν λαβεῖν τῶν ἠρωτημένων ἀπόκρισιν, ἵν' ὁμοῦ καὶ πολλὰ εἰδείης καὶ συμπεπερασμένα τῷ συνήθει μέτρῳ τοῦ γράμματος; πέντε γοῦν ὄντων περὶ ὧν ἠρωτήκεις, ὑετὸς μὲν καὶ χάλαζα καὶ χιὼν ἐν τῷ ἀπογείῳ μέρει τοῦ κάτω ἀέρος γίνεται, πάχνη δὲ καὶ δρόσος ἐν τῷ περιγείῳ συνίσταται, καὶ τὰ μὲν πρῶτα ἐπέτειά ἐστιν, τὰ δὲ ὕστερα διὰ πάσης ἡμέρας γίνεται. ὑετοῦ μὲν γὰρ καὶ χιόνος καὶ χαλάζης θέρους ἡ ὕλη ἀθροίζεται, χειμῶνος δὲ τὸ εἶδος αὐτῶν ἐπιγίνεται· δρόσου δὲ καὶ πάχνης ἡμέρας ἡ ὕλη σωρεύεται, ἐπιγίνεται δὲ τὸ εἶδος ἐν τῇ νυκτί. τούτων δὲ ποιητικὸν προσεχὲς ὁ ἥλιος αἴτιον, τῶν μὲν πρώτων τριῶν διὰ τὴν ἰδίαν κίνησιν, τῶν δὲ δευτέρων δυοῖν διὰ τὸ συμπεριφέρεσθαι τῷ παντί. καὶ αὖθις ὑλικὸν μὲν αὐτῶν αἴτιον ἡ ἀτμίς, ἡ δὲ ψῦξις ποιητικόν. ἡ δὲ γένεσις αὐτῶν αὕτη· τὸ περὶ τὴν γῆν ὕδωρ ταῖς ἡλιακαῖς ἀκτῖσι θερμαινόμενον ἱκανῶς ἐξατμίζεται καὶ ὑπέργειον γίνεται μετὰ καπνώδους ἀναθυμιάσεως. διττὸν γὰρ τὸ ἀναφερόμενον κάτωθεν, τὸ μὲν ἐξ ὑδάτων ἢ διύγρων χωρίων, τὸ δὲ ἀπὸ ξηρᾶς γῆς διακρινόμενον. καὶ τὸ μὲν ἀτμιδῶδες ὑγρὸν καὶ βαρύ, τὸ δὲ καπνῶδες κοῦφόν τε καὶ ξηρόν. καὶ μέχρι μέν τινος συμμέμικται ταῦτα κάτωθεν ἀνιόντα, εἶτα μέχρι πολλοῦ προϊόντα τὸ μὲν ἀτμιδῶδες ὑφίσταται, τὸ δὲ καπνῶδες πρὸς τὸ συγγενὲς ὑπέκκαυμα φέρεται. ἡ τοίνυν ἀτμὶς ἢ μετεωροτέρα γίνεται, ὑπὸ πλείονος ἀναφερομένη θερμότητος, ἢ μένει κάτω ποι τοῦ ἀέρος διὰ τὴν βραχύτητα τοῦ θερμοῦ. ἄνω μὲν οὖν γενομένη ἢ μεταβάλλεται καὶ ποιεῖ ὑετὸν καὶ ψεκάδα, ψεκάδα μὲν κατὰ μέρος, ἡνίκα ἐνεχθῇ, καὶ τῆς ἀλλοιώσεως γενομένης, ὑετὸν δὲ ἀθρόως τῆς ἀτμίδος εἰς ὕδωρ μεταβαλλούσης, ἢ πήγνυται καὶ ποιεῖ χιόνα· εἰ δὲ μεταβαλοῦσα εὐθὺς παγῇ, ἀποτελεῖ χάλαζαν. ἡ δὲ ἐν τῷ περιγείῳ τοῦ ἀέρος ὑποστᾶσα ἀτμὶς ἢ ἀλλοιοῦται καὶ μεταβάλλεται καὶ γίνεται τὸ ἀνάλογον τῷ ὑετῷ, φημὶ δὲ ἡ δρόσος, ἢ πήγνυται καὶ γίνεται ὁ παγετός, ὅστις ἀναλογεῖ τῇ χιόνι. τὸ δὲ ἀναλογοῦν τῇ χαλάζῃ οὐκέτι γίνεται ἐν τῷ περιγείῳ· οὐ γὰρ ἀλλοιουμένη πήγνυται διὰ τὸ μὴ εἶναι πολὺ τὸ ἐν τῷ μεταξὺ διάστημα· ὁ γὰρ κρύσταλλος οὐκ ἐξ ἀτμίδος οὐδ' ἐν ἀέρι, ἀλλ' ἐξ ὕδατος ἐν γῇ πηγνυμένου γίνεται. ἔστι δὲ ἡ μὲν ἐξ ὕδατος ἀναθυμίασις ἀτμίς, ἡ δ' ἐξ ἀέρος εἰς ὕδωρ νέφος· ἡ μὲν γὰρ ἀπὸ τοῦ ὕδατος εἰς ἀέρα μεταβολὴ διὰ μέσης ἀτμίδος γίνεται, ἡ δὲ ἀπὸ τοῦ ἀέρος εἰς ὕδωρ διὰ μέσου νέφους. ὃ δ' ἂν εὑρεθῇ ἄγονον ἐν τῇ νεφέλῃ καὶ μὴ δυνάμενον εἰς ὕδωρ μεταβληθῆναι, τοῦτο πίπτει κάτω καὶ ποιεῖ τὴν ὁμίχλην· ὅθεν καὶ εὐδίας ἡ ὁμίχλη σημαντική· ἔστι γὰρ ἡ ὁμίχλη νεφέλη ἄγονος· ὡς μὲν γὰρ ξηροτέρα, οὐ μεταβάλλει εἰς ὕδωρ, ὡς δὲ ψυχροτέρα, κάτω πίπτει· τὸ γὰρ ψυχρὸν κατωφόρον ἀεί. Καὶ ἡ μὲν πάχνη πηγνυμένης τῆς ἀτμίδος γίνεται, ἡ δὲ δρόσος ἀλλοιουμένης· καὶ ἡ μὲν πάχνη ἐν τοῖς ψυχροτάτοις χωρίοις γίνεται καὶ χειμῶνος, ἡ δὲ δρόσος ἐν τοῖς εὐκράτοις καὶ ἐν ἔαρι καὶ φθινοπώρῳ. ὅθεν δῆλον ὡς ψυχροτέρα μὲν ἡ πάχνη τῆς δρόσου, ψυχροτέρα δὲ τοῦ ὑετοῦ ἡ χιών, ψυχροτέρα δὲ καὶ χιὼν χαλάζης, εἴ τις ἀκριβῶς βούλοιτο κατανοεῖν. ἡ μὲν γὰρ χιὼν θερμοτέρου ὑποκειμένου πῆξίς ἐστι, φημὶ δὴ τῆς ἀτμίδος· ἡ δὲ χάλαζα ψυχροτέρου, λέγω δὴ τοῦ ὕδατος. ὥσπερ δὲ χιὼν χαλάζης ψυχροτέρα, οὕτως καὶ πάχνη κρυστάλλου· ἀλλὰ διὰ τὸ ἀντιβαίνειν χάλαζά τε δοκεῖ χιόνος εἶναι ψυχροτέρα καὶ κρύσταλλος πάχνης, καθάπερ καὶ ὁ πεπυρακτωμένος σίδηρος τῆς φλογὸς δοκεῖ εἶναι θερμότερος. Γίνεται δὲ δρόσος καὶ πάχνη αἰθρίας οὔσης καὶ νηνεμίας, ἐφημερινήν τε ἀμφότερα ἔχει τὴν γένεσιν. πλὴν ἡ μὲν δρόσος, ὥσπερ εἰρήκαμεν, ἐν τοῖς ἀλεεινοτέροις μάλιστα γίνεται καὶ καιροῖς καὶ τόποις, ἡ δὲ πάχνη ἐν τοῖς ψυχροτέροις, καὶ ἡ μὲν δρόσος νοτίων πνευμάτων ἐπικρατούντων, ἡ δὲ πάχνη βορείων. ἡ δὲ χάλαζα λαβρότερον μᾶλλον φέρεται ἔαρος καὶ φθινοπώρου καὶ ὀπώρας ἤπερ χειμῶνος. ἐν δὲ ταῖς ἀλεεινοτέραις ὥραις καὶ χώραις ἡ χάλαζα γίνεται, ἐπειδὴ γίνεταί τις ἀντιπερίστασις ἐν τῷ θέρει τοῦ ψυχροῦ· θερμότητος γὰρ τηνικαῦτα οὔσης πολλῆς ἀντιπεριίσταται τὸ ψυχρὸν ἐν τῷ βάθει καὶ ἀποκλειόμενον πλουσιώτερον γίνεται. Εἰ δὲ ἀποροίη τις τί δήποτε μὴ γίνεται ἐν θέρει μᾶλλον χάλαζα ἤπερ ἐν φθινοπώρῳ, ἐπειδὴ καὶ πλείων τηνικαῦτα ἡ θερμασία, σύντομον αὐτῷ τὴν λύσιν ἐπάγομεν, ὅτι διὰ τὴν τῆς ὑλικῆς αἰτίας ἔνδειαν, λέγω δὴ τῆς ὑγρότητος· βραχεῖα γὰρ τηνικαῦτά ἐστι. μᾶλλον δὲ φθινοπώρου ἢ ἔαρος ἡ χάλαζα γίνεται διὰ τὸ προθερμανθῆναι τὸν ἐν τῷ φθινοπώρῳ ἀέρα ὑπὸ τοῦ προηγησαμένου θέρους· τὰ γὰρ προθερμανθέντα ταχύτερον ψύχεται. εἰ δὲ ἀπορεῖς ὡς, εἰ διὰ τὴν ἔνδειαν τῆς ὑγρότητος ὑετὸς οὐ γίνεται θέρους, τί δήποτε ἐν Ἀραβίᾳ καὶ ἐν Αἰθιοπίᾳ μάλιστα θέρους ὁ ὑετὸς κάτεισιν, ἀποκρινόμεθά σοι ὅτι καὶ ὁ τηνικαῦτα γινόμενος ὑετὸς ἐν ταῖς εἰρημέναις χώραις ἐξ ὑγρότητος γίνεται, ἀλλ' οὐκ ἐν ταύταις γινομένης, ἀλλ' ἑτέρωθεν σωρευομένης. ἐπειδὴ γὰρ ἐν τῷ θέρει πνέουσιν οἱ ἐτησίαι, βόρειοι ὄντες, ἐξωθοῦσιν ἐκεῖ τὰ νέφη· ταῦτα δὲ προσπταίοντα τοῖς Σεληναίοις ἐκεῖσε ὄρεσι καλουμένοις, τῇ πιλήσει εἰς ὕδωρ μεταβάλλεται κἀντεῦθεν κατάγεται ὑετός. καὶ ἡ συναθροισθεῖσα δὲ ἐν τοῖς τοιούτοις ὄρεσι χιὼν ἀναλυομένη πλημμύραν ἐν τῷ θέρει ποιεῖ. καὶ αἱ τοῦ Νείλου δὲ ἀρχαὶ ἐν τῇ ἀντοικουμένῃ εἰσίν. ἐπειδὴ οὖν, ὅτε ἐκεῖ ἐστι χειμών, ἐν ἡμῖν θέρος ἐστίν, συμβαίνει πλεονεξίας ἐκεῖ ὑδάτων οὔσης καταρρεῖν ἐνταῦθα τὰ ὕδατα καὶ διὰ τοῦτο πλεονάζειν τὸν Νεῖλον. καὶ θερμότητος δὲ τοῦ θέρους οὔσης πλείονος, τὸ ψυχρὸν ἀντιπεριιστάμενον πυκνοῖ καὶ ὕδωρ γεννᾷ.

Intertext edge

Open linked passage

Note