Opuscula logica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
21.1.1
Περὶ ἀνέμων Ἠιτιάσω με ἐν τῷ γράμματι, ὅτι μὴ καὶ περὶ πνευμάτων ἐν τῇ προτέρᾳ σοι διελέχθην ἐπιστολῇ· ἐγὼ δὲ μᾶλλον ἀνταιτιῶμαί σε, ὅτι με κατεμέμψω ἀπερισκέπτως. οὐ γὰρ ἐκ τῆς αὐτῆς ὕλης ἐκεῖνά τε καὶ ἡ τῶν ἀνέμων φύσις ἐστίν, ἀλλὰ τὰ μὲν εἰρημένα ἐκ τῆς ἀτμιδώδους ἀναθυμιάσεως ἔχει τὴν γένεσιν, ἀπὸ δὲ τῆς καπνώδους οἱ ἄνεμοι· οὐδὲν γὰρ ἄλλο ἐστὶν ἄνεμος ἢ καπνώδης ἀναθυμίασις ἐν τῷ περιγείῳ κινουμένη τόπῳ· διότι καὶ λοξὴν τὴν κίνησιν ποιοῦνται οἱ ἄνεμοι. ἡ γὰρ καπνώδης ἀναθυμίασις πλησίον τοῦ ἀπογείου ἀέρος γενομένη καὶ κύκλῳ φερομένῳ προσπελάσασα σώματι τρέπεται καὶ πεπλάνηται καὶ εἰς τὰ πλάγια ποιεῖται τὴν κίνησιν. οὐ θαυμαστὸν δὲ εἰ ἐκ τῆς καπνώδους ὄντες ἀναθυμιάσεως οἱ ἄνεμοι, φημὶ δὴ τῆς θερμοτέρας ὥρας, ψῦχος ἡμῖν ἐμποιοῦσιν· ἐξωθοῦντες γὰρ τὸν προεκθερμανθέντα ἐξ ἡμῶν ἀέρα, ψυχρότερον ἀντεισφέρουσιν, ὥσπερ καὶ ἡ ῥιπὶς ποιεῖν εἴωθεν. οὐκ ἐστι δὲ ὁ ἄνεμος ἀὴρ κατὰ τὸν Ἱπποκράτη κινούμενος. ἀλλ' οὐδὲ εἷς ἄνεμος, διότι πᾶς ἐκ τῆς αὐτῆς ὕλης ἐστίν· εἰ γὰρ καὶ μία ἐστὶν ἡ τῶν ἀνέμων ὕλη, ἀλλὰ τὰ εἴδη διάφορα· εἴδη δὲ τῶν ἀνέμων οἱ διάφοροι τόποι ἐξ ὧν πνέουσι καὶ εἰς οὓς φέρονται. ἀλλ' οὐδέ ἐστιν ἐνεργείᾳ ἡ ὕλη τῶν ἀνέμων συναθροιζομένη, ἀλλὰ γίνεται διηνεκῶς τῆς ἀτμίδος μεταβαλλούσης. Τεσσάρων δὲ ὄντων ἀνέμων καθολικωτέρων– δώδεκα γὰρ τὸν ἀριθμὸν οἱ σύμπαντες, ὡς προϊόντες ἐροῦμεν–, τεσσάρων γοῦν ὄντων ἐκείνων οἱ μὲν δύο, ἀπηλιώτης φημὶ καὶ ζέφυρος, οὔκ εἰσι σφοδρότατοι, βορρᾶς δὲ καὶ νότος τυραννικώτατοι. αἴτιον δὲ ὅτι ἐν μὲν τῷ βορείῳ καὶ νοτίῳ πόλῳ οὐ παραγίνεται ὁ ἥλιος, ὅθεν οὐδὲ ἀναξηραίνεται ἡ ἐκεῖσε γινομένη ἀναθυμίασις, ἥτις ὕλη τῶν ἀνέμων ἐστίν. ἐν δὲ τοῖς ἀνατολικοῖς καὶ τοῖς δυτικοῖς χωρίοις εἰωθὼς ὁ ἥλιος παραγίνεσθαι οὐκ ἐᾷ ψῦξιν γενέσθαι πολλήν, καὶ διὰ ταῦτα οὐ πνέουσιν ἐνταῦθα σφοδρότατοι ἄνεμοι. εὔτονοι δὲ οἱ νότιοι ἄνεμοι καὶ οἱ βόρειοι ὅτι τὸ πλέον τῆς ξηρᾶς γῆς ἐν τοῖς νοτίοις ἐστίν, ἐν δὲ τοῖς βορείοις ὀλίγη μέν ἐστιν ἡ γῆ, ἀλλ' ἔνικμος. διὰ γοῦν τὴν ψῦξιν πλείους οἱ ὄμβροι γίνονται καὶ διὰ τὸ ἔνικμον τῆς γῆς πολλὴ ἡ καπνώδης ἀναθυμίασις. εἰ δὲ λέγει ὁ Ἀριστοτέλης τὰ νότια μέρη ψυχρὰ εἶναι, φαμὲν ὅτι οὐ πρὸς ἡμᾶς ταῦτα λέγει ψυχρά, ἀλλ' ὡς πρὸς τὸ πᾶν. Γίνονται δὲ οἱ ἐτήσιαι βόρειοι μετὰ ἡμέρας εἴκοσι τῆς θερινῆς τροπῆς· τηνικαῦτα γὰρ τῆς χιόνος λυομένης γίνονται αὖραι ψυχραὶ κατὰ τὸν βορρᾶν, αἵτινες ἐτήσιαι λέγονται. εἰσὶ δὲ καὶ νότιοι ἐτήσιαι ὡς ἀπὸ τοῦ πρὸς τὸ πᾶν νότου, ἴσως δὲ ἢ καὶ ἀπὸ τοῦ καθ' ἡμᾶς· ἀλλ' οἱ μὲν ἀπὸ τοῦ πρὸς τὸ πᾶν ἀνεπαίσθητοι ἡμῖν εἰσι διὰ τὸ πλεῖστον ἡμῶν ἀφίστασθαι, οἱ δὲ ἀπὸ τοῦ καθ' ἡμᾶς νότου μετὰ ἑβδομήκοντα ἡμέρας τῆς χειμερινῆς τροπῆς ἄρχονται πνεῖν. καὶ ἀρχόμενος μὲν ὁ ἄνεμος πνεῖν ἀμυδρῶς πνεῖ, προκόπτων δὲ ὡς ἐπὶ ἄλλην γῆν φερόμενος γίνεται σφοδρότερος διὰ τὸ συγκαταμίγνυσθαι αὐτῷ ἄλλας ἀναθυμιάσεις. Δώδεκα δὲ τῶν ἀνέμων ὡς εἰρήκαμεν ὄντων– μᾶλλον δὲ ιαʹ τὸν ἀριθμὸν εὕρομεν–, δεῖ μέγιστον κύκλον νοῆσαι περὶ τὰ πέρατα τῆς γῆς ὄντα καὶ ἐμπεριέχοντα τὴν σύμπασαν, καὶ κεκλήσθω οὗτος ὁρίζων. εἶτα ἕτερος κύκλος κατὰ τὸ μέσον τούτου τεμνέτω καὶ ὀνομαζέσθω ἰσημερινός· ἄλλος δέ τις κύκλος μέγιστος ἐγκαρσίως τοὺς δύο τεμνέτω· τεμνέσθω δὲ καὶ αὐτὸς ὑπὸ τοῦ ὁρίζοντος καὶ καλείσθω μεσημβρινός. εἶθ' ἑξῆς τοῦ ἰσημερινοῦ δύο παράλληλοι κύκλοι ἐπινοείσθωσαν κατ' ἴσον ἀλλήλοις τοῦ μέσου καὶ μεγίστου ἀπέχοντες. καὶ τούτων οὕτω κατασκευασθέντων μεταξὺ τῶν παραλλήλων καὶ τοῦ ὁρίζοντος ἓξ χῶραι ἀπολαμβάνονται, τρεῖς μὲν ἐκ δεξιῶν τοῦ μέσου παραλλήλου, τρεῖς δὲ ἐξ ἀριστερῶν. καλοῦνται δὲ οἱ μὲν ἀκρόπολοι παράλληλοι, ὁ μὲν ἀρκτικός, ὁ δὲ ἀνταρκτικός, ὁ δὲ ἐφεξῆς τῷ ἀρκτικῷ θερινός, εἶτα ἰσημερινός. καὶ αἱ μὲν μεταξὺ δύο χῶραι τῶν πόλων ὀμφαλοὶ ὀνομαζέσθωσαν, ἐπειδὴ τμήματα μικρὰ κύκλου εἰσίν, αἱ δὲ μεταξὺ τῶν τροπικῶν καὶ τῶν πόλων τύμπανα διὰ τὸ ἐοικέναι κώνοις κολούροις. ἡ δὲ μεταξὺ τοῦ θερινοῦ τροπικοῦ καὶ τοῦ τροπικοῦ χώρα διακεκαυμένη κεκλήσθω. Δώδεκα οὖν ἀνέμων ὄντων ἀπὸ μὲν τοῦ δυτικοῦ ὁρίζοντος πνεῖ ὁ ζέφυρος, ἀπὸ δὲ τοῦ ἀνατολικοῦ ὁ ἀπηλιώτης, καὶ ἀπὸ μὲν τοῦ ἀρκτικοῦ πόλου ὁ ἀπαρκτίας, ἀπὸ δὲ τοῦ ἀνταρκτικοῦ ὁ νότος, καὶ ἀπὸ μὲν τῆς θερινῆς ἀνατολῆς ὁ καικίας, ἀπὸ δὲ τῆς χειμερινῆς δύσεως ὁ λίψ, εἶτα ἐξ ἀμφοτέρων τῶν μερῶν ὁ εὖρος καὶ ὁ ἀργέστης, ὃν ὁ Πτολεμαῖος Ἰάπυγα προσαγορεύει. ὁ δὲ ἀπὸ τῆς μιᾶς τομῆς τοῦ ἀρκτικοῦ πόλου πνέων βορέας καλεῖται ἢ μέσης, ὅστις μεταξύ ἐστιν καικίου καὶ ἀπαρκτίου. ὁ δὲ ἀπὸ τῆς ἑτέρας τομῆς ὁ θρασκίας ἐστὶ μεταξὺ ὢν ἀπαρκτίου καὶ Ἰάπυγος. καὶ ἐν τῷ νοτίῳ δὲ πόλῳ ὡσαύτως ἀφ' ἑκατέρων τομῶν, καὶ ὁ μὲν εὐρόνοτος ὀνομάζεται μεταξὺ ὢν εὔρου καὶ νότου, ὁ δὲ λιβόντος. βορέαι δὲ πλείους εἰσὶ τῶν νοτίων πνευμάτων διὰ τὸ εἶναι πολλὴν ὕλην ἀνέμων ἐν τῷ βορείῳ τόπῳ. εἰ δὲ καὶ πολλὰ τὰ ἐντεῦθεν πνεύματα, ἀλλ' οὐκ εὔτονα διὰ τὸ ἀπὸ πολλῆς ὑγρότητος πνεῖν. τὰ δὲ νότια ὀλίγα μὲν διὰ τὴν ἔνδειαν τῆς ὕλης, εὔτονα δὲ διὰ τὴν τῆς γῆς ξηρότητα. ὁ δὲ νότος οὐκ ἀπὸ τοῦ ἀνταρκτικοῦ πόλου πνεῖ, ἀλλ' ἀπὸ τοῦ θερινοῦ τροπικοῦ.