Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Opuscula logica
Michael PsellusLogi 22 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
22.1.1
Τοῦ αὐτοῦ περὶ βροντῆς, ἀστραπῆς, κεραυνοῦ, πρηστῆρος, ἐκνεφίου καὶ τυφῶνος. Εἰκός τι ποιεῖς ἐπισυνάπτων ἡμῖν ἐν ταῖς ἐπερωτήσεσι νῦν ὁπόσα τῆς αὐτῆς ὕλης ἀπογεννᾶται. καὶ γὰρ καὶ ἡ βροντὴ καὶ ἡ ἀστραπὴ καὶ ὁ πρηστὴρ καὶ ὁ κεραυνὸς ὅ τε ἐκνεφίας καὶ ὁ τυφὼν ἐκ τῆς καπνώδους ἀναθυμιάσεως τίκτονται. καὶ οὐ μόνον ἐκ τῆς αὐτῆς ὕλης τὰ διηριθμημένα γίνεται, ἀλλὰ καὶ κατὰ ἐκπυρηνισμὸν φέρεται. αὐτὸ γὰρ τὸ πνεῦμα τὸ ἐκ τῶν νεφῶν ἐκκρινόμενον ἀμετάβλητον μὲν ὂν καὶ σποράδην διαχεόμενον λεπτομερέστερον ὂν βροντὰς ἀποτίκτει, ἐξαφθὲν δὲ τῇ λεπτύνσει καὶ ἐκπυρηνισθὲν ἀστραπάς. εἰ δὲ λεπτομερὴς ἡ ἀναθυμίασις ᾖ καὶ ἐκπεπυρωμένη καὶ ταχέως διιοῦσα τὸ σῶμα διὰ λεπτομέρειαν, κεραυνὸς λέγεται ὀξύτατα διερχόμενος τὸ σῶμα καὶ μὴ καταφλέγων μηδὲ μελαίνων αὐτό. εἰ δὲ παχυτέραν ἔχει τὴν ὕλην τὸ ἐξαφθὲν πνεῦμα, ὡς μὴ διιέναι ταχέως, ἀλλ' ἐμβραδύνειν καὶ μελαίνειν τὸ σῶμα, συνεπισπᾶται δὲ μεθ' ἑαυτοῦ καὶ παχυμερεστέραν οὐσίαν ἐκ τοῦ νέφους καὶ ἐκπυροῖ καὶ ταύτην, πρηστὴρ καλεῖται· τοῦ δὲ πρηστῆρος καὶ προηγεῖται πνεῦμα καὶ σύνεστιν αὐτῷ καὶ ἐπακολουθεῖ. εἰ δὲ ἰσχυρὸς ἄνεμος ἀποδιώξει τὰ νέφη, εἶτα ἐκείνου παυσαμένου ἄλλος ἰσχυρότερος ἀντεπαναστὰς ἀντωθήσει ταῦτα, ὡς παλίρροιαν γίνεσθαι τῶν νεφῶν, ὁ ἐκνεφίας ἄνεμος γίνεται. εἰ δὲ παχεῖα οὖσα ἡ ἀτμὶς φέρεται κατευθὺ ἐπὶ τὸ κάταντες ἢ κατὰ γῆς ἢ κατὰ θαλάττης, εἶτα προσπταίουσά τινι ἀντιτύπῳ ἀναπάλλεται, ὡς εἰς τοὐπίσω ἀναστρέφειν, ἐπειδὴ δὲ κωλύεται τὸ ἀναπαλλόμενον αὐτῆς μέρος εἰς τοὐπίσω ἀναπάλλεσθαι ὑπὸ τοῦ ὄπισθεν ἐπακολουθοῦντος αὐτῆς μέρους, ἐπὶ τὰ πλάγια ἀνακλᾶται δηλονότι, κἀνταῦθα συναντήσασα ἑτέρῳ τινὶ πνεύματι ἢ σώματι ἀντιτύπῳ, κἀκεῖθεν αὖθις ἀναπάλλεται, καὶ οὕτως διὰ τῶν συχνῶν ἀποπάλσεων γίνεται ἕλιξ καὶ συστροφὴ τοῦ ἀνέμου, χωροῦσα ἐπὶ τὸ νέφος ἀπὸ τῆς γῆς καὶ μετεωρίζουσα τὸ προστυχόν. εἰ οὖν οὕτω ταῦτα γίνεται, τὸ πολλαχόθεν ἀποπαλλόμενον πνεῦμα καὶ ἀντωθούμενον ἀντίτυπον ὂν καὶ παχὺ τυφὼν ὀνομάζεται ἀπὸ τοῦ τύπτειν τὸ προστυχόν, ὁποῖός ἐστιν ὁ ἐν τοῖς ἐντέροις βορβορυγμός. διττὸν δὲ τρόπον ὁ τυφὼν γίνεται· ἢ γὰρ τὸν εἰρημένον τρόπον ἀπὸ τῆς γῆς ἔχων τὴν ἀρχήν, ἢ ἄνωθεν ἀπὸ τοῦ νέφους τῆς ἕλικος ἄρχεται· τοῦ γὰρ νέφους πεπυκνωμένου πάντοθεν ὑπάρχοντος καὶ τῆς ἔνδον ἐναπειλημμένης καπνώδους ἀναθυμιάσεως πολυπλασιαζομένης καὶ ἑλιττομένης πολυειδῶς, ἐξαίφνης ῥήγνυται τὸ νέφος διὰ τὴν βίαν τῆς ἔνδον ἑλιττομένης καπνώδους ἀναθυμιάσεως καὶ φυλάττει κἀν τῇ προόδῳ τὸ ἐκπυρηνισθὲν πνεῦμα τὸ σχῆμα τῆς ἕλικος. καὶ ὁ ἐκνεφίας δὲ οὐ τὸν εἰρημένον πρότερον τρόπον, ἀλλὰ καὶ τὸν ὅμοιον τῷ τυφῶνι τὴν γένεσιν ἔχει· καὶ κατὰ μὲν τὸ εἶδος οὐ διαλλάττουσιν ἐκνεφίας καὶ τυφών, παρὰ δὲ τὴν ἐπίτασιν καὶ τὴν ἄνεσιν διαφέρουσιν. ὁ γὰρ τυφὼν οὐδὲν ἄλλο ἐστὶν ἢ ἐκνεφίας ἐπιτεταμένος. καὶ ὁ μὲν ἐκνεφίας οὐχ ὁρᾶται, ὁ δὲ τυφὼν ὁρᾶται διὰ τὸ παχυμερεστέραν οὐσίαν συνεφέλκεσθαι ἐκ τοῦ νέφους ἐκκρινομένην τὴν καπνώδη ἀναθυμίασιν. καὶ τὸν μὲν ἐκνεφίαν παύει ὑετός· κατασβέννυσι γὰρ τὴν καπνώδη ἀναθυμίασιν ὁ ὑετὸς τὴν ποιητικὴν τοῦ ἐκνεφίου, ψυχρὸς ὑπάρχων· τὸν δὲ τυφῶνα οὐχ ἱκανός ἐστιν ὁ ὑετὸς παῦσαι, ἀλλὰ δεῖται ἄλλου τινὸς ψυχροτέρου, καὶ διὰ τοῦτο ὑπὸ τοῦ βορρᾶ κατασβέννυται. Ὁ δὲ βορρᾶς ἀεὶ ἀποσοβεῖ τὰ νέφη καὶ αἰθρίαν ποιεῖ, μάλιστα ὅταν μὴ ψυχρὸς πνεῖ· εἰ γὰρ εἴη ψυχρός, παχύνει τὴν ἀτμίδα πρὶν ἢ ἀποσοβῆσαι καὶ εἰς ὕδωρ μεταβάλλει. Εἰ δὲ πολλάκις ὁ φιλόσοφος Ἀριστοτέλης νῦν μὲν ψυχρόν, νῦν δὲ θερμὸν λέγει τὸν ζέφυρον, ῥητέον ὅτι ψυχρὸς μέν ἐστι κατ' οὐσίαν, θερμὸς δὲ γίνεται ἐν ὥρᾳ θερμῇ. Πνέουσι δὲ οἱ ἐτησίαι μάλιστα θέρους διὰ τὸ ἀνιόντα τὸν ἥλιον ἐπὶ βορρᾶν λύειν τὴν χιόνα καὶ ὑγραίνειν τὴν γῆν καὶ τὴν τῶν ἀνέμων ὕλην ἀπογεννᾶν. οἱ μέντοι γε ἀπηλιῶται παύονται διὰ τὸ διαφορεῖσθαι τὴν ὕλην αὐτῶν διὰ τῆς θερμότητος. Δώδεκα δὲ τοὺς πάντας ἀνέμους ἀπαριθμησάμενος ὁ φιλόσοφος, συναιρεῖ τούτους εἰς τέσσαρας, εἰς ἀπηλιώτην, εἰς ζέφυρον, εἰς ἀπαρκτίαν καὶ εἰς νότον. εἶτα δὴ καὶ τούτους εἰς δύο συγκεφαλαιοῖ, εἰς βορρᾶν καὶ νότον, καὶ δίδωσι τῷ μὲν βορρᾷ τοὺς δυτικοὺς ἀνέμους καὶ ἀρκτικοὺς ὡς ψυχροὺς ψυχρῷ, τῷ δὲ νότῳ τοὺς ἀνατολικοὺς πάντας καὶ νοτίους ὡς θερμοὺς θερμῷ. θερμότερα γὰρ τὰ ἀνατολικὰ μέρη τῶν δυτικῶν· ἀνερχόμενος γὰρ ὁ ἥλιος καὶ πρὸς ταῖς ἀνατολαῖς τέως ὑπάρχων θερμαίνει μὲν τὰ ἀνατολικὰ μάλιστα, ἧττον δὲ τὰ δυτικά· μεσουρανήσας δὲ καὶ πρὸς δυσμὰς ἐρχόμενος ἄρχεται τὰ μὲν δυτικὰ μέρη μᾶλλον θερμαίνειν, ἧττον δὲ τὰ ἀνατολικά. ἀλλ' ὅσον ἐπὶ τούτῳ φαίη τις ἂν ἀντανίσωσιν γίνεσθαι καὶ ὁμοίως εἶναι θερμὰ τὰ ἀνατολικὰ τοῖς δυτικοῖς. ἀλλὰ λέγομεν ὅτι μεσουρανήσαντος τοῦ ἡλίου καὶ ἐπὶ δυσμὰς κλίναντος μεμένηκεν ἔτι τὸ θερμὸν ἐν τοῖς ἀνατολικοῖς, ἐπειδὴ ὑπὲρ γῆν ἐστιν ὁ ἥλιος, ἐλθόντος δ' εἰς τὰς δυσμὰς τοῦ ἡλίου καὶ δύναντος οὐκέτι ἐφυλάχθη ἐν τῇ δύσει ἡ θερμασία. Τῶν δ' ἀνέμων οἱ μὲν ἐναντίοι ἀλλήλοις οὐ συμπνέουσιν, ὥσπερ βορρᾶς καὶ νότος καὶ οἱ λοιποὶ ἐναντίοι, οἱ δὲ μὴ κατὰ διάμετρον συμπνέουσι. καὶ ἐν μὲν ταῖς θερμοτέραις ὥραις, θέρει καὶ φθινοπώρῳ, οἱ ψυχροὶ ἄνεμοι πνέουσι, ζέφυρός φημι καὶ οἱ ἀπὸ τοῦ δυτικοῦ πάντες, ἐν δὲ ταῖς ψυχραῖς ὥραις χειμῶνος καὶ ἔαρος οἱ θερμοί, ἀπηλιώτης καὶ οἱ ἄλλοι ἀνατολικοί. ἐκδαπανωμένης γὰρ τῆς ὕλης τοῦ ἀνέμου ἐν τοῖς ἀνατολικοῖς μέρεσιν ἐν θέρει ἀνατολικὸς ἄνεμος οὐ γίνεται, ἀλλὰ μὴν οὐδὲ ἐν χειμῶνι δυτικός· ἐπειδὴ γὰρ ψυχρά εἰσι τὰ δυτικὰ μέρη, χειμῶνος ἀφισταμένου τοῦ ἡλίου ψυχρότερα γίνονται, καὶ ἐκ τῆς πολλῆς ψύξεως κατασβέννυται ἡ καπνώδης ἀναθυμίασις καὶ δυτικὸς οὐ γίνεται ἄνεμος. παύει δὲ ὁ βορρᾶς τὸν νότον οὐχ ὡς ἰσχυρός, ἀλλ' ὡς ὑγρότερος καὶ βαρύτερος. καικίας δὲ καὶ λὶψ κατὰ διάμετρον ὄντες ὑγροί εἰσιν ἄμφω. εὖρος δὲ καὶ ἀργέστης ξηροί, ὁ δὲ εὖρος προϊὼν ὑγραίνεται. καὶ χιονώδεις μὲν βορρᾶς καὶ ἀπαρκτίας, χαλαζώδεις δὲ ἀπαρκτίας αὖθις καὶ θρασκίας, ἀστραπαῖοι δὲ βορέας καὶ ἀπαρκτίας καὶ θρασκίας, ἐπινέφελοι δὲ καικίας τε καὶ βορέας. 23 Περὶ ἅλω καὶ ἴριδος ῥάβδων τε καὶ παρηλίων Περὶ ἅλω καὶ ἴριδος ῥάβδων τε καὶ παρηλίων ταῦτα ἐπίστασο· ἡ ἅλως ὡς ἐπὶ τὸ πλεῖστον κύκλος φαίνεται τέλειος ὑπάρχων περὶ τὸ λαμπρόν. ὅταν δ' ἐλάττων κύκλου φαίνεται, ἀόριστον γίνεται τὸ μέγεθος τοῦ τμήματος· ποτὲ μὲν γὰρ ἡμικύκλιον φαίνεται, ποτὲ δὲ μεῖζον ἡμικυκλίου, ποτὲ δ' ἐλάχιστον. ἡ δ' ἶρις οὐχ οὕτως· αὕτη γὰρ κύκλος μὲν τέλειος οὐδέποτε φαίνεται, ἀλλ' ἀεὶ ἐλάττων κύκλου. αὐτὸ δὲ τὸ σχῆμα ἀεὶ ὡρισμένον ἐστὶ τῆς ἴριδος· ἢ γὰρ καθ' ἡμικύκλιον φαίνεται ἢ κατὰ ἐλάχιστον ἡμικυκλίου σχῆμα. ἀλλ' ὅταν μὲν κατὰ ἡμικύκλιον φαίνεται, τηνικαῦτα ἐλάττονος κύκλου ἡμικύκλιον τὸ φαινόμενόν ἐστι σχῆμα τῆς ἴριδος· ὅταν δ' ἔλαττον ἡμικυκλίου ᾖ τὸ σχῆμα τῆς ἴριδος, τηνικαῦτα μείζονος κύκλου τμῆμα φαίνεται τὸ φαινόμενον. καὶ ἡνίκα μὲν περὶ τὸν ὁρίζοντα ὄντος τοῦ ἡλίου γένηται ἡ ἶρις, τηνικαῦτα τὸ ἡμικύκλιον σχῆμα τῆς ἴριδος· ὅταν δ' ὑπὲρ τὸν ὁρίζοντα ὁ ἥλιος ἱκανόν τι διάστημα ᾖ, τότε ἐλάττων ἡμικυκλίου φαίνεται ἡ ἶρις. καὶ ἡ μὲν ἅλως περὶ τὴν σελήνην ὡς ἐπὶ τὸ πλεῖστον καὶ νύκτωρ γίνεται, σπανίως δ' ἐν ἡμέρᾳ καὶ περὶ τὸν ἥλιον· ἡ δ' ἶρις τὸ ἀνάπαλιν. καὶ ἡ μὲν ἅλως ἁπλῆ ἐστιν, ἡ δ' ἶρις διπλῆ, καὶ ἡ μὲν ἅλως μονόχροος, ἡ δ' ἶρις τρίχροος· ἡ μὲν γὰρ ἐντὸς ζώνη φαίνεται φοινικοῦν ἔχουσα τὸ χρῶμα, ἡ δὲ δευτέρα πράσινον, ἡ δὲ τρίτη ἁλουργόν, ὅπερ ἐπὶ τὸ μελάντερον ῥέπει καὶ πορφυρίζον, οἷόν ἐστι τὸ ἐν τῇ ἁλουργίδι χρῶμα· ἡ δ' ἅλως λευκὸν μόνον ἔχει τὸ χρῶμα. καὶ ἡ μὲν ἶρις ἐπὶ ἀνωμάλοις καὶ ἀνομοιομερέσι γίνεται νέφεσι· δεῖται γὰρ τῶν μὲν ἐπιπολαιότερον κειμένων νεφῶν, τῶν δὲ βαθύτερον, καὶ τῶν μὲν παχυτέρων, τῶν δὲ λεπτοτέρων πρὸς τὸ συστῆναι, ἡ δ' ἅλως ὁμαλῶν καὶ ὁμοιομερῶν. καὶ ἡ μὲν ἶρις κατὰ διάμετρον συνίσταται τοῦ λαμπροῦ, ἡ δ' ἅλως κατὰ κάθετον· ῥάβδοι δὲ καὶ παρήλιοι ἐκ πλαγίων μόνων γίνονται. καὶ ἶρις μὲν καὶ ἅλως νύκτωρ καὶ μεθ' ἡμέραν γίνονται, παρήλιοι δὲ καὶ ῥάβδοι ἡμέρας μόνον καὶ περὶ τὸν ἥλιον καὶ περὶ τὸν ὁρίζοντα τὸν δυτικόν, ἔστι δ' ὅτε καὶ ἐν τῷ μεσημβρινῷ ὥσπερ ἡ ἶρις. καὶ αἱ μὲν ῥάβδοι ἐπὶ ἀνωμάλων καὶ ἀνομοιομερῶν γίνονται νεφῶν ὥσπερ καὶ ἶρις, ὅθεν καὶ τρίχροος ἡ ῥάβδος, οἱ δὲ παρήλιοι ἐπὶ ὁμαλῶν καὶ ὁμοιομερῶν ὥσπερ ἡ ἅλως, ὅθεν καὶ μονόχροοί εἰσι. Φαίνεται δ' ἡ ἅλως κρίκος καὶ οὐ τύμπανον συνεχές. πάντα δὲ τὰ σχήματα κατὰ ἔμφασιν γίνεται καὶ κατὰ ἀνάκλασιν· φερομένη γὰρ ἡ ὄψις ἐπὶ τὸ νέφος ἀνακλᾶται πρὸς τὴν σελήνην· διὰ γὰρ τὴν ἀσθένειαν τῶν ἐπὶ τῶν πλαγίων πεμπομένων ἀκτίνων γίνεται ἡ ἀνάκλασις· συνεχῶς γὰρ ἐκπεμπομένων τῶν ἀκτίνων καὶ ἀνακλωμένων ἐπὶ τὴν σελήνην γίνεται ἡ ἅλως. ἐν τοῖς νέφεσιν οὖν ἡ ἅλως γίνεται καὶ κύκλος φαίνεται· τῆς γὰρ ὄψεως ἐκπεμπομένης ἐπὶ τὸ νέφος καὶ ἀνακλωμένης πρὸς τὴν σελήνην ἡ ἅλως γίνεται. κυκλικὸν δὲ τὸ σχῆμα φαίνεται, διότι ἀπὸ τοῦ αὐτοῦ σημείου ἐπὶ τὸ αὐτὸ σημεῖον αἱ ἴσαι {κατα} κλασθήσονται ἐπὶ κύκλου γραμμαὶ ἀεί. Καὶ ἡ μὲν ἅλως ἀπὸ λευκοτέρου καὶ λεπτοτέρου γίνεται νέφους καὶ ἧττον ὑγροῦ, ἡ δ' ἶρις ἀπὸ μελαντέρου καὶ παχυτέρου καθύγρου, καὶ διὰ τοῦτο ποικιλώτερον χρῶμα ἴσχει ἡ ἶρις, λευκὸν δ' ἡ ἅλως. καὶ ἐπὶ μὲν τῆς ἅλω ἔλαττον ποιεῖ διάστημα ἡ ὄψις πρὸς τὴν σελήνην– κατὰ κάθετον γὰρ ἐκπέμπεται– καὶ οὐκ ἀτονεῖ, καὶ τούτου χάριν λευκὸν ὁρᾷ τὸ χρῶμα τῆς ἅλω· ἐπὶ δὲ τῆς ἴριδος, ἐπειδὴ ἐπὶ πλέον ἐκτείνεται– ἀπὸ γὰρ ἡμῶν ἐπὶ τὸ νέφος καὶ ἀπὸ τοῦ νέφους ἐπὶ τὸν ἥλιον–, τούτου χάριν ἐξασθενοῦσα ἡ ὄψις ποικίλα χρώματα ὁρᾷ ἐπὶ τὸ μελάντερον ὁδεύοντα. καὶ ἐξασθενοῦσαι αἱ ὄψεις διὰ τὸ διάστημα καὶ διὰ τὸν πολὺν αὐχμώδη ἀέρα εἰς τὸ μελάντερον χρῶμα περαίνεται. παρεμφαίνεται δὲ τοῖς τρισὶ χρώμασι, τῷ φοινικῷ λέγω καὶ τῷ πρασίνῳ τῷ ἁλουργῷ, τὸ ξανθόν, ὅπερ οὐ γίνεται κατὰ ἀνάκλασιν, ἀλλὰ μᾶλλον κατὰ κρᾶσιν τοῦ φοινικοῦ καὶ τοῦ πρασίνου. Ἀρθέντος δὲ τοῦ ἡλίου ἀπὸ τοῦ ὁρίζοντος φαίνεται ἡ ἶρις ἐλάττων ἡμικυκλίου καὶ γίνεται τὸ κέντρον αὐτῆς ὑπὸ γῆν καὶ ὁ πόλος. καὶ ὅσῳ ἐξαίρεται ὁ ἥλιος, τοσούτῳ ἐλαχίστη φαίνεται ἡ ἶρις· καὶ ὅταν γένηται πρὸς τῷ μεσημβρινῷ, καταπίνεται. Καὶ αἱ μὲν ῥάβδοι ποικίλαι εἰσὶ τοῖς χρώμασι καὶ ἰθυτενεῖς, ὁ δὲ παρήλιος μονόχροος· λευκὸς γὰρ ὥσπερ ἡ ἅλως. γίνεται δὲ καὶ ταῦτα κατὰ ἀνάκλασιν. γίνονται δ' αἱ ῥάβδοι οὐ προσπιπτούσης τῆς ὄψεως πρὸς τὸ νέφος κἀκεῖθεν ἀνακλωμένης πρὸς τὸν ἥλιον, ἀλλ' ἀπὸ νέφους εἰς νέφος μετατιθεμένης κἀκεῖθεν ἀνακλωμένης πρὸς ἕτερον νέφος λευκόν. καὶ αἱ μὲν ῥάβδοι ἐπὶ ἀνωμάλων νεφῶν συνίστανται καὶ οὐ πυκνῶν· ὅπερ δῆλόν ἐστι τοῦ μὴ ἀνακλᾶσθαι πρὸς τὸν ἥλιον τὴν ὄψιν· προσπίπτουσα γὰρ ἡ ὄψις ἄλλῳ νέφει, ἂν οὕτω τύχῃ μέλανι, καὶ ἀνακλωμένη ἐπὶ τὸ λευκὸν νέφος ποιεῖ τὰς ῥάβδους. διὰ ταύτην δὲ τὴν ἀνωμαλίαν τῶν νεφῶν καὶ ποικίλλονται κατὰ τὴν χροιὰν αἱ ῥάβδοι. ἡ γὰρ ὄψις ἀνακλασθεῖσα πρὸς τὸ λευκόν, εἰ προσπέσῃ μέλανι, ποιεῖ τὸ φοινικοῦν χρῶμα, εἰ δὲ κατὰ ἅλω ἀπὸ λευκοῦ μὴ κρατοῦντος, τὸ ξανθόν, κρατουμένου δὲ τοῦ λευκοῦ ὑπὸ τοῦ μέλανος τὸ πράσινον, ἔτι δὲ μᾶλλον κρατουμένου τὸ ἁλουργόν. αἱ μὲν οὖν ῥάβδοι γίνονται ἀπὸ νέφους εἰς νέφος τῆς ἀντανακλάσεως γινομένης καὶ ἐν ἀνωμάλοις κατὰ τὸ χρῶμα, οἱ δὲ παρήλιοι τῆς ἀνακλάσεως γινομένης ἀπὸ νέφους πυκνοῦ καὶ στερεμνίου πρὸς τὸν ἥλιον. διὰ γὰρ τοῦτο καὶ λευκὸς φαίνεται ὁ παρήλιος, ἐπειδὴ ἐπὶ πυκνοῦ ἡ ὄψι ῥᾳδίως μᾶλλον ἀνακλᾶται καὶ συντόμως, ἀπὸ δ' ὁμαλοῦ ἓν καὶ τὸ αὐτὸ χρῶμα διασῴζεται. ἐπεὶ οὖν ἀπὸ πυκνοῦ καὶ ὁμαλοῦ ἡ ἀνάκλασις γίνεται πρὸς τὸν ἥλιον, καὶ ὁ παρήλιος ἄρα ὁμόχρους τῷ ἡλίῳ φανήσεται, τουτέστιν λευκός.

Intertext edge

Open linked passage

Note