Opuscula logica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
24.1.1
Περὶ τῶν κατ' οὐρανὸν φασμάτων καὶ περὶ κομητῶν καὶ γαλαξίου. Ἀπεδεξάμην τὸ μεγαλοφυὲς ἠρωτηκότος, εἰ καὶ πάθη τινὰ τῶν ἐν μετεώροις κοινά εἰσι τῆς διττῆς ἀναθυμιάσεως, τῆς τε ἀτμιδώδους καὶ τῆς καπνώδους. εἰσὶ γοῦν, φλόγες φημὶ καὶ δαλοὶ καὶ αἶγες καὶ διᾴττοντες καὶ ἕτερά τινα ἀπὸ τῶν σχημάτων τὰς τοιαύτας ὀνομασίας λαμβάνοντα. ἐκφλογούμενον γὰρ τὸ ὑπέκκαυμα ἢ κατὰ συνέχειαν ἐκφλογοῦται ἢ διεσπαρμένως· καὶ εἰ κατὰ συνέχειαν ἐξαφθῇ καὶ κατὰ μῆκος μόνον, ἢ ἀποσπινθηρίζει καὶ γίνονται αἱ αἶγες διὰ τὸ ἐοικέναι τοὺς ἀποσπινθηρισμοὺς τοῖς ἐκκρεμέσι μαλλοῖς τῶν αἰγῶν, ἢ οὐκ ἀποσπινθηρίζει καὶ γίνονται οἱ δαλοί· εἰ δὲ διεσπαρμένη εἴη ἡ ἀναθυμίασις, γίνονται οἱ διᾴττοντες. γίνονται δὲ διᾴττοντες καὶ ὑπὸ ψύξεως· ὁ γὰρ ὑπέργειος ἀὴρ ψυχρὸς ὢν πυκνοῖ τὴν ἀτμίδα, καὶ ἐκπυρηνίζεται βίᾳ ἡ καπνώδης ἀναθυμίασις καὶ φέρεται ἀκοντιζομένη ἔξω καὶ ποιεῖ τὸν διᾴττοντα. φαίνεται δ' ὁ διᾴττων ὀξύτερον κινεῖσθαι τῆς ἀπλανοῦς, ἐπειδὴ ὀλίγον ἡμῶν {οὐκ} ἀφέστηκε. κάτω δὲ ῥίπτεται ἡ ἀναθυμίασις, διότι ὥσπερ ἀκοντίζεται ἄνωθεν. ἀλλ' ἐπεὶ φύσει ἄνω φέρεται τὸ θερμόν, εἰκότως λοξὴν ποιεῖται τὴν κίνησιν οἱονεὶ ἐκ τῶν ἐναντίων κινήσεων μεσότητος γενομένης. Φαίνονται δ' αἱματώδη χρώματα ἐν τῷ οὐρανῷ, ὅταν μέλαν εἴη νέφος εἰς τὰ πλάγια τοῦ λαμπροῦ τυγχάνον ἢ κατὰ κάθετον. ἀλλ' εἰ μὲν εἰς τὰ πλάγια εἴη, κατὰ ἀνάκλασιν γίνεται αὐτῶν ἡ φαντασιώδης ὅρασις· οὐ γὰρ κατὰ ἀλήθειαν κίρνανται· πόρρω γάρ εἰσι τὸ νέφος καὶ τὸ λαμπρόν. εἰ μέντοι κατὰ κάθετον εἴη τοῦ λαμπροῦ τὸ νέφος, τότε κατὰ διάκλασιν γίνεται αὐτῶν ἡ ὅρασις. βόθυνοι δὲ καὶ χάσματα φαίνονται, ἐπειδὰν τὸ μέλαν νέφος καὶ τὸ λαμπρὸν ἐν τῷ αὐτῷ ὦσιν ἐπιπέδῳ· τότε γὰρ ἐὰν τύχῃ πέριξ μὲν εἶναι τὸ λαμπρόν, ἐν δὲ τῷ μέσῳ τὸ μέλαν, ἐπειδὴ τὸ μὲν λαμπρὸν μᾶλλον κινεῖ τὴν ὄψιν, ἐπ' ἔλαττον δὲ τὸ μέλαν, συμβαίνει βαθύτερον γίνεσθαι τὸ μέσον. ἀλλ' εἰ μὲν ἐπ' ὀλίγον φαίνεται, χάσμα καλεῖται, εἰ δ' ἐπὶ πολύ, βόθυνος. Καὶ ὁ κομήτης δὲ διᾴττων πώς ἐστιν, ὥσπερ ὁ γαλαξίας οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ κομήτης κυκλικός. πλὴν ὁ κομήτης ἐν τῷ ὑπεκκαύματι γίνεται καὶ συμπεριάγεται τῷ παντὶ καὶ ἔξαψίς ἐστιν, ὡς δηλοῖ τὸ πυρῶδες αὐτοῦ, οὔτε σφοδροτάτη οὔτε ἀμυδροτάτη. καὶ ἐκ τῆς γῆς ἐπιτηδεία λιγνὺς ἀνάγεται ὥστε γενέσθαι, ὡς δηλοῖ τὸ μὴ ἀεὶ αὐτὸν γίνεσθαι, ἀλλ' ὅταν πλεονάσῃ ἡ καπνώδης ἀναθυμίασις. ἐὰν γὰρ ἐπιτύχῃ καταντήσασα ἡ ἔξαψις εἰς παχυτέραν ὕλην, ἵσταται καὶ ποιεῖ τὸν κομήτην. καὶ γίνεται αὕτη πέρας μὲν τοῦ διᾴττοντος, ἀρχὴ δὲ τοῦ κομήτου καὶ ἢ κατὰ μῆκος μόνον ἐστὶν ἡ ἔξαψις καὶ γίνεται δοκίας καλούμενος, ἢ κατὰ μῆκος καὶ πλάτος καὶ γίνεται ὁ κυρίως κομήτης, ἢ καὶ ἐν βάθει ἔχει οἷον ἀποσπινθηρισμούς τινας καὶ καλεῖται πωγωνίας. εἰσὶ δὲ καὶ ἕτερα σχήματα κομητῶν διάφορα τὰ ἀποτελέσματα προμηνύοντα. δοκεῖ δὲ πολλάκις ἄστρον εἶναι ὁ κομήτης καὶ πλανᾷ τοὺς πολλούς· ἡνίκα γὰρ κατὰ κάθετον τύχῃ ὁ κομήτης τινὸς ἄστρου ἢ ἀστέρος, ἡ ὄψις διὰ τοῦ λαμπροῦ τοῦ κομήτου διαδιδομένη ὡς ἐπὶ τὸν ἀστέρα λαμπρότερον ὄντα νομίζει κορυφὴν αὐτοῦ εἶναι τὸν ἥλιον. φησὶ δ' ὁ φιλόσοφος· ὁ κομήτης ἐστὶν οἷον ἅλως καὶ ἶρις ἐν ὑπεκκαύματι· ἐκεῖνα γὰρ περὶ τὰ ὑγρὰ νέφη συνίσταται. καὶ αὖθις κομήτης ἐστὶν ἅλως καὶ ἶρις ἀληθής· ἐπὶ γὰρ ἴριδος καὶ ἅλω τὸ χρῶμα ἀπατηλόν. ὁπηνίκα δὲ γένηται κομήτης, ἄνεμοι κινοῦνται σφοδρότατοι καὶ αὐχμὸς κατέχει τὸ πᾶν διὰ τὸ δηλοῦσθαι πολλὴν τὴν γένεσιν τῆς καπνώδους ἀναθυμιάσεως. Ὁ δὲ γαλαξίας, ὅπερ ἐστὶν ὁ κομήτης περὶ ἕνα ἀστέρα καὶ ὅπερ ἐστὶν ἅλως περὶ σελήνην ἢ περὶ ἥλιον, τοῦτό ἐστιν ἐκεῖνος περὶ ὅλον κύκλον. οὐκ ἔστι δ' ἐν αὐτῷ τῷ ζῳδιακῷ, ἀλλὰ πέριξ, ὡς ἐπιλαμβάνειν τῶν τροπικῶν· ὥσπερ γὰρ ὁ κομήτης οὐ γίνεται περὶ τὴν διακεκαυμένην ζώνην διὰ τὸ ἐκδαπανᾶσθαι τὴν ὕλην, οὕτως οὐδ' ὁ γαλαξίας περὶ τὴν ὁδὸν τοῦ ἡλίου γίνεται· ἐκδαπανᾶται γὰρ κἀκεῖσε ἡ γεννῶσα αὐτὸν ὕλη. μέγιστος δ' ἐστὶν ὁ γαλαξίας, ἐπειδὴ πάσῃ τῇ διαμέτρῳ τοῦ ζῳδιακοῦ ἐπεκτείνεται, συμβάλλει δ' αὐτοῦ ὁ κύκλος κατά τε τὸν Τοξότην καὶ τοὺς Διδύμους, ἅπερ ἐκ διαμέτρου εἰσί. καὶ ἔστι κατὰ τὴν Ἀριστοτελικὴν δόξαν πάθος ἀστέρος, ὅπερ οὔτε μοι δοκεῖ ἀληθὲς εἶναι οὔτε πρὸ ἐμοῦ Ἀμμωνίῳ τῷ φιλοσόφῳ· εἰ γὰρ πάθος ἦν ὁ γαλαξίας, ἔδει αὐτὸν ἀλλοιοῦσθαι καὶ ἐν μὲν τῷ θέρει λαμπρότερον γίνεσθαι, ἐν δὲ τῷ χειμῶνι ἀμαυροῦσθαι, καὶ ἔδει καθὰ συμβάλλει τῷ Τοξότῃ καὶ τοῖς Διδύμοις ἐκεῖνα μηδ' ὅλως φαίνεσθαι. νῦν δὲ τοὐναντίον ἐστίν. ὅλην δέ φησι τὴν καπνώδη ἀναθυμίασιν ὁ φιλόσοφος ἐκδαπανᾶσθαι περὶ τὸν γαλαξίαν. Ἐπεὶ δέ σοι πολλάκις περὶ ἀνακλάσεως καὶ διακλάσεως εἴρηκα, ῥητέον τίνι διαφέρει ἀνάκλασις διακλάσεως. ἐπὶ μὲν οὖν τῆς ἀνακλάσεως ἐπὶ τὰ αὐτὰ τοῦ ἐνόπτρου καὶ τὸ ὁρῶν καὶ τὸ ὁρώμενον ὑπάρχει, ἐπὶ δὲ τῆς διακλάσεως μεταξὺ τοῦ ὁρῶντος καὶ τοῦ ὁρωμένου ἐστὶ τὸ κάτοπτρον, ὡς ἔχει ἐπὶ τῶν διὰ ὕδατος ὁρωμένων. καὶ τὰ μὲν κατὰ διάκλασιν ὁρώμενα πρὸς ὃ ἀφίστανται μείζονα φαίνονται, τὰ δὲ κατὰ ἀνάκλασιν ὁρώμενα πρὸς ὃ ἀφίστανται μείωσιν τοῦ μεγέθους ὑπομένουσιν. Οὔ φησι δ' ὁ φιλόσοφος θερμὸν τὸν ἥλιον· οὐ γὰρ ἐρυθρὸς ἀλλὰ λευκός, φησί, φαίνεται, ἀλλὰ τὰς ἀκτῖνας αὐτοῦ φησιν ἀνακλωμένας φωτίζειν τὸν ἀέρα, καὶ οὗτος ζῳογονούμενος καὶ ὑπὲρ φύσιν κινούμενος ἀνακλᾶται καὶ πολυειδῶς κινούμενος θερμαίνεται. καὶ ἐν μὲν θέρει πρὸς ὀρθὰς γωνίας ἀνακλώμεναι αἱ ἀκτῖνες ἐναπολαμβάνουσι τὸν ἀέρα καὶ ἐκθερμαίνουσιν, ἐν δὲ τῷ χειμῶνι διὰ τὸ λοξὰς γίνεσθαι τὰς ἀνακλάσεις χεῖται ὁ ἀήρ, καὶ διὰ τοῦτο οὐκ ἔστι πολλὴ θερμασία.