Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Opuscula logica
Michael PsellusLogi 26 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
26.1.1
Περὶ σεισμῶν Σεισμὸς γίνεται τοῦ πυρὸς διεργαζομένου καὶ ξηραίνοντος τὴν ἐν βάθει γῆν, καὶ δῆλον· τὰ γὰρ πλησιάζοντα τοῖς ἀναφυσήμασι καὶ ταῖς τῶν θερμῶν ἀναβολαῖς ὑδάτων πυκνότερον σείεται, οἷα τὰ περὶ τὴν Φρυγίαν Λαοδίκειαν καὶ τὴν παρ' αὐτὴν Ἱερὰν πόλιν καὶ τὴν καθ' ἡμᾶς Φιλαδέλφειαν, καὶ καθόλου τὴν ἐπὶ τάδε Ἀσίαν, καὶ τὰ πλεῖστα δὲ τῆς πρὸς δύνοντος ἡλίου Εὐρώπης, Σικελίαν καὶ Ἰταλίαν λέγω. καὶ γὰρ ἡ τῶν σεισμῶν γένεσις πνεύματός ἐστι ξηροῦ διὰ σηράγγων φορά· τοῦ δὲ πλεονασμοῦ αἰτίαι, πρώτη μὲν ἡ τοῦ καταγείου πυρὸς ἔξαψις, δευτέρα ἡ τῆς θαλάσσης εἰς τοὺς σηραγγώδεις τόπους ἐπιδρομή. συνεργεῖ δὲ καὶ πολυομβρία· ἡ μὲν γὰρ πιλοῦσα τὴν γῆν καὶ εἰς τὸ βάθος ἀπωθουμένη τὸ πνεῦμα ἀρχὴν αὐτῷ θλίψεως παρασκευάζει, ἡ δὲ ἐπισπωμένη καὶ σύρουσα. τῶν δὲ σεισμῶν οἱ μέν εἰσιν ἐπικλινίαι, οἱ δὲ βράσται, ἐπικλινίαι μὲν οἱ κυματηδὸν ἐπὶ τὰ πλάγια σείοντες, βράσται οἱ τινάσσοντες καὶ σείοντες ἄνω καὶ κάτω. εἰσὶ δὲ αὐτῶν οἱ μὲν ῥῆκται μόνον, οἱ δὲ σεῖσται, οἱ δὲ ἱζηματίαι, καὶ σεῖσται μὲν οἱ τρόμον τινὰ τῆς γῆς καὶ σύμπτωσιν τῶν δεδονημένων ἐργαζόμενοι, ἱζηματίαι οἱ τοῖς κοιλώμασι τὴν γῆν τὴν ὑπερκειμένην ἐγκαθίζοντες, ῥῆκται δὲ οἱ τὰς καταπόσεις καὶ τὰ χάσματα διαπηδώσης τῆς γῆς ἀποσχίζοντες. ἐπὶ τῶν ῥηκτῶν δὲ οἱ μὲν πνεύματα ἀναβάλλουσιν, οἱ δὲ ὑγρὰ καὶ πηλόν, οἱ δὲ μυκήματα, ἐνίοτε δὲ καὶ ἄνευ τούτου· πιλούμενον γὰρ τὸ πνεῦμα καὶ μεταπῖπτον βρόμον τε καὶ ψόφον ποιεῖ ῥηγνυμένων τινῶν ὡς εἰκὸς ὑπὸ γῆν πετρῶν.

Intertext edge

Open linked passage

Note