Opuscula logica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
27.1.1
Περὶ βροντῶν Αἱ βρονταὶ γίνονται ἀπορρηγνυμένων τῶν νεφῶν καὶ ἐπικυλιομένων ἑαυτοῖς κινήσει σφοδρᾷ, τῇ τε προσαράξει ἐναπτομένων εἰς ἀστραπὰς καὶ ἤχους κάρτα βιαίους, ἀλλοιοῦσαι τὸν ἀνὰ μέσον τῆς ὑπηνέμου ζώνης καὶ τῆς γῆς ἀέρα. Χαλδαῖοι οἴονται δυνάμεων ἀερίων εἶναι φωνὰς μὲν τὰς βροντάς, δρόμους δὲ τὰς ἀστραπάς. τῷ δὲ Ἐπικούρῳ ἀπὸ ξηρᾶς ὀγκώσεως ἀναρπαζομένης ἐκ τῆς γῆς, εἶτα ἐγκλειομένης τοῖς νέφεσι, δίκην τῶν ἐν τοῖς σώμασιν ὄγκων διεξόδου τυχόντων στρόφους καὶ τροχώσεις ἐμποιεῖν τῷ κατ' αὐτὸν λεγομένῳ κενῷ· οὐδὲ γὰρ δυνάμεων εἶναι πλήρη τὸν ἀνὰ μέσον οὐρανοῦ καὶ γῆς ἀέρα δίδωσι. καὶ ἀληθῆ ἀξιοῖ λέγειν τῷ μὴ καθ' ἑτέραν ἢ κατὰ τὴν θερινὴν ὥραν ὡς ἐπὶ τὸ πλεῖστον ὁρᾶν βροντὰς ἐπιρρηγνυμένας καὶ διαφερόντως ἐκδίδοσθαι ξηροτέρας, ἡνίκα βαθείας οὔσης τῆς ἐν τῷ μέσῳ χώρας ὄρεσιν ὑψηλοῖς ὁ τόπος ἐγκλείοιτο. καὶ ἅμα μὲν ἑκάτερα γίνεται, ἐπεὶ δὲ ὀξυτέρα τῆς ἀκοῆς ἡ ὄψις, θᾶττον ὁρᾶσθαι συμβαίνει τὴν ἀστραπήν. πᾶσαι δὲ βρονταί, καὶ τούτων αἱ ἔξωροι καὶ διηχέσταται μάλιστα, σημαίνουσί τι, καὶ διαφερόντως αἱ ἐκ τοῦ ἀριστεροῦ μέρους τοῦ κόσμου· τοῦτο δ' ἂν εἴη τὸ νότιον· αἱ γὰρ πρὸς νότον εἰσὶ θειότεραι. καὶ παρὰ τοῦ τῆς γενέσεως ἐπέκεινα ἐπιτροπεύεται, τοῦ Κρόνου λέγω, οἱονεὶ τοῦ ἀπορρήτου νοῦ, ὥσπερ τὸ βόρειον ὑπὸ τοῦ τῆς γενέσεως αἰτίου. ὅθεν καὶ πρὸς νότον τὰ ἱερὰ ἀπευθύνεσθαι τοῖς Ἑβγραίοις καὶ Αἰγυπτίοις δοκεῖ.