Opuscula logica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
28.1.1
Περὶ κεραυνῶν Οἱ κεραυνοὶ ὡς ἐπὶ τὸ πλεῖστον οὔτε ἐν θέρει ἢ χειμῶνι συμβαίνουσι γίνεσθαι, ἀλλ' ἐν ἔαρι καὶ μετοπώρᾳ περὶ τὴν πλειάδος καὶ ἀρκτούρου ἐπιτολήν. ὅθεν οὐδὲ ὑπὸ τὴν Σκυθίαν γίνονται καὶ συνελὼν εἰπεῖν ὑπὸ τὸ ἀρκτῷον κέντρον ἢ ὑπὸ τὸ νότιον διὰ τὸ ψυχρὸν καὶ θερμὸν τοῦ κατ' αὐτὸν χώρου κατάστημα. ἐπὶ δὲ τῆς Ἰταλίας ὡς μάλιστα· εὔκρατος γὰρ παρὰ πᾶν χωρίον ὁ κατ' ἐκείνους ἀήρ, ὅπου δίς τε τὰ θρέμματα τοῦ ἔτους ἀπογεννᾶν πέφυκε, τυρὸς δ' οὐ λείπει. διάφορος δὲ καὶ οὐ μονοειδὴς ἡ τῶν κεραυνῶν φύσις. τοὺς μὲν γὰρ ψολόεντας ἡ παλαιότης καλεῖ, τοὺς δὲ ἀργῆτας, σκηπτοὺς δὲ οὐ πάντας ἢ μόνους ἐκείνους ὅσοι εἰς γῆν καταπίπτουσιν· οὐ γὰρ πάντες τουτὶ πάσχουσιν. εἰσὶ δὲ οἳ καὶ ἀναστρέφουσι πρὸς τὰ νέφη ὅθεν ἐξεθλίβησαν. καὶ οἱ μὲν διάπυροι πρηστῆρες, οἱ δὲ μὴ πυρώδεις τυφῶνες, οἱ δ' ἔτι μᾶλλον ἀνειμένοι ἐκνεφίαι. αἰγίδες τε μὴν λέγονται οἱ ἐν συστροφῇ πυρὸς καταστρεφόμενοι. ταύτῃ τοι αἰγίδα Διὶ περιτίθησιν ὁ λόγος, οἱονεὶ τὸν ἀέρα. εἰσὶ δὲ καὶ ἕτερα σχήματα κεραυνῶν· ἑλικίας αὐτοὺς τὰ βιβλία καλεῖ, ὅτι ἑλικοειδεῖς ἀναφαίνονται ἐν τῷ καταφέρεσθαι. οὐ πάντες δὲ τὰ αὐτὰ ἐργάζονται καταφερόμενοι· ὁ γὰρ λεγόμενος ἐν αὐτοῖς ἀργής, ὃν καὶ λαμπρὸν ἐξαιρέτως οἱ ἀρχαῖοι καλοῦσιν, πολλάκις ἐμπεσὼν ἐπὶ πίθον ἢ ἄγγος ἁπλῶς οἴνου ἢ ὕδατος, τὸ μὲν περιέχον ἀπήμαντον τὸ δὲ ἐμπεριεχόμενον ἄφαντον ἔδειξεν. οὐχ ἥκιστα δὲ καὶ σκεύεσι χρυσίον ἢ ἀργύριον ἔχουσιν ἐμπεσὼν τῷ ἴσῳ τρόπῳ τὰ μὲν ἔνδον ἔτηξε, τὰ δὲ ἔξωθεν ἔσωσεν. καὶ τὸ δὴ πάντων θαυμασιώτατον καὶ ἐπὶ γυναικὸς ἐγκύμονος συμβῆναί φασιν· ἐμπεσὼν γὰρ αὐτῇ κεραυνὸς λεγόμενος ἀργὴς αὐτὴν μὲν οὐκ ἔβλαψεν, τὸ δ' ἐν αὐτῇ διεφόρησεν οὕτως ἀνεπαισθήτως, ὡς μηδ' αὐτὴν συνιδεῖν ὅτι γέγονε τὸ ἐν αὐτῇ.