Opuscula logica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
29.1.1
Περὶ σεισμοῦ καὶ κινήσεως γῆς Τὸ μὲν ἡμέτερον δόγμα, λογιώτατε ἀδελφέ, περὶ σεισμοῦ καὶ κινήσεως γῆς «ὁ ἐπιβλέπων» ἐστὶν «ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν», σὺ δὲ περιεργότερος ὢν τοῦ δέοντος ζητεῖς καὶ προσεχεστέρας αἰτίας καθ' ἃς συμβαίνει κινεῖσθαι τὴν γῆν. ἔστι τοίνυν Ἀριστοτελικὸς λόγος ἐν τοῖς Μετεώροις αὐτῷ εἰρημένος, ὅτι πνεῦμά ἐστιν αὐτῇ τῆς κινήσεως αἴτιον, ὅταν τύχῃ ἡ ἀναφερομένη ἐκ ταύτης ἀναθυμίασις εἴσω ῥυεῖσα. διὸ γίνονται νηνεμίας οἱ πλεῖστοι καὶ μέγιστοι τῶν σεισμῶν. γίνονται δὲ καὶ πνεύματος ὄντος ἔνιοι διὰ τὸ διῃρῆσθαι τὴν αἰτίαν αὐτῶν· ἔνθεν τοι καὶ ἐλάττους οὗτοι τὸ μέγεθος. νυκτὸς δὲ οἱ πλείους καὶ μείζους γίνονται, οἱ δὲ τῆς ἡμέρας περὶ μεσημβρίαν· κατὰ τοῦτο γὰρ τὸ μέρος ὁ ἥλιος μάλιστα κρατεῖ καὶ κατακλείει τὴν ἀναθυμίασιν εἰς τὴν γῆν, τῶν δὲ νυκτῶν φερόμενος ὑπὸ γῆν ὁ ἥλιος αἰτιώτατός ἐστι διὰ τὴν ἀπουσίαν νηνεμίας. ὥστ' ἔσω γίνεται πάλιν ἡ ῥύσις, ὥσπερ ἄμπωτις, εἰς τοὐναντίον τῆς ἔξω πλημμυρίδος, καὶ πρὸς ὄρθρον μάλιστα· τηνικαῦτα γὰρ τὰ πνεύματα πέφυκεν ἄρχεσθαι πνεῖν. Γίνονται δὲ οἱ τῶν σεισμῶν ἰσχυρότατοι ὅπου θάλαττα ῥοώδης ἢ χώρα σομφὴ καὶ ὕπαντρος, οἷον περὶ Ἑλλήσποντον καὶ Ἀχαΐαν καὶ Σικελίαν καὶ Εὔβοιαν· αἱ γὰρ χῶραι ὅσαι σομφοὺς ἔχουσι τοὺς κάτω τόπους πολὺ δεχόμεναι πνεῦμα σείονται μᾶλλον. Τῶν δὲ ὡρῶν ἔαρος μάλιστα καὶ μετοπώρου γίνονται· αἱ γὰρ ὧραι αὗται πνευματωδέσταται. τὸ δὲ θέρος καὶ ὁ χειμών, τὸ μὲν διὰ τὸν πάγον, τὸ δὲ διὰ τὴν ἀλέαν ποιεῖ τὴν ἀκινησίαν. καὶ ἐν τοῖς αὐχμοῖς πνευματώδης ὁ ἀήρ, ἐν δὲ ταῖς ὑπερομβρίαις πλείω ποιεῖ τὴν ἐντὸς ἀναθυμίασιν· ὥσπερ γὰρ ἐν τῷ σώματι ἡμῶν τρόμων καὶ σφυγμῶν αἴτιόν ἐστιν ἡ τοῦ πνεύματος ἐναπολαμβανομένη δύναμις, οὕτω καὶ ἐν τῇ γῇ τὸ πνεῦμα παραπλήσιον ποιεῖ. ὅθεν καὶ σεισμὸς ἐν τόποις γιγνόμενος οὐ πρότερον ἔληξε πρὶν ἐκρήξας εἰς τὸν ὑπὲρ τῆς γῆς τόπον ὥσπερ ἐκνεφίας ἐξῆλθεν ὁ κινήσας ἄνεμος. Καὶ τὸ πρὸ τῶν ὀρθρίων δὲ σεισμῶν ἐνίοτε ἰσχυρὸν κρύος καὶ ἡ νηνεμία σημεῖα τῆς εἰρημένης αἰτίας ἐστί· τὸν γὰρ ἥλιον ἀχλυώδη καὶ ἀμαυρὸν ἀναγκαῖον εἶναι ὑπονοστεῖν ἀρχομένου τοῦ πνεύματος εἰς τὴν γῆν τοῦ διαλύοντος τὸν ἀέρα καὶ διακρίνοντος. τὸ δ' αὐτὸ αἴτιον καὶ τοῦ εἰωθότος ἐνίοτε γίνεσθαι σημείου πρὸ τῶν σεισμῶν· ἢ γὰρ μεθ' ἡμέραν ἢ μικρὸν μετὰ δυσμὰς αἰθρίας οὔσης νεφέλιον λεπτὸν φαίνεται διατεῖνον καὶ μακρόν, οἷον γραμμῆς [μῆκος εὐ] θύτητι διηκριβωμένον, τοῦ πνεύματος ἀπομαραινομένου διὰ τ [ὴν μετάστ] ασιν· τότε γὰρ νηνεμία γίνεται. Καὶ περὶ τὰς ἐκλείψεις δὲ ἐνίοτε τῆς σελήνης συμβαίνει γίνεσθαι σεισμόν, ὅταν ἤδη πλησίον ᾖ ἡ ἀντίφραξις ἀντιμεθισταμένου τοῦ πνεύματος εἰς τὴν γῆν, ὃ ποιεῖ τὸν σεισμὸν πρὸ τῶν ἐκλείψεων. Ποιεῖ δὲ καὶ τοὺς ψόφους τοὺς ὑπὸ τὴν γῆν γιγνομένους τὸ πνεῦμα καὶ τοὺς πρὸ τῶν σεισμῶν καὶ ἄνευ σεισμῶν· ὥσπερ γὰρ ῥαπιζόμενος ὁ ἀὴρ παντοδαποὺς ἀφίησι ψόφους, οὕτω καὶ τύπτων αὐτός. προέρχεται δὲ ὁ ψόφος τῆς κινήσεως διὰ τὸ λεπτομερέστερος εἶναι. ὅταν δὲ ἔλαττον ᾖ τὸ πνεῦμα ἢ ὥστε κινῆσαι τὴν γῆν διὰ λεπτότητα, διὰ μὲν τὸ ῥᾳδίως διηθεῖσθαι οὐ δύναται κινεῖν, διὰ δὲ τὸ προσπίπτειν πολλοῖς ὄγκοις καὶ κοίλοις καὶ παντοδαποῖς σχήμασι παντοδαπὴν ἀφίησι φωνήν. Ἤδη δὲ καὶ ὕδατα ἀνερράγη γινομένων σεισμῶν. Ἐν δὲ ταῖς νήσοις ταῖς ποντίαις ἥττους γίγνονται σεισμοὶ τῶν προσγείων· τὸ γὰρ πλῆθος τῆς θαλάττης καταψύχει τὰς ἀναθυμιάσεις καὶ κωλύει τῷ βάρει καὶ ἀποβιάζεται. Γίνεται δὲ ὀλιγάκις καὶ κατά τινας τόπους οἷον σφυγμὸς ἄνω κάτωθεν. διὸ καὶ ἐλαττονάκις σείει τοῦτον τὸν τρόπον· οὐ γὰρ ῥᾴδιον οὕτω πολλὴν συνελθεῖν ἀρχήν· ἐπὶ μῆκος γὰρ πολλαπλασία τῆς ἀπὸ τοῦ βάθους ἡ διάκρισις. ὅπου δ' ἂν γένηται τοιοῦτος σεισμός, ἐπιπολάζει πλῆθος λίθων, ὥσπερ τῶν ἐν τοῖς λίκνοις ἀναβραττομένων· τοῦτον γὰρ τὸν τρόπον γενομένου σεισμοῦ τά τε περὶ Σίπυλον ἀνετράπη καὶ τὸ Φλεγραῖον καλούμενον πεδίον καὶ τὰ περὶ τὴν Λιγυστικὴν χώραν. Αἴτια μὲν οὖν τῶν σεισμῶν κατὰ τὸν Ἀριστοτέλην ταῦτα. Ἀναξαγόρας δὲ τὸν αἰθέρα φησί, πεφυκότα φέρεσθαι ἄνω, ἐμπίπτοντα εἰς τὰ κάτω κοῖλα τῆς γῆς, ὡς οὔσης κατ' αὐτὸν πλατείας καὶ διὰ τοῦτο ἐποχουμένης τῷ ἀέρι, κινεῖν αὐτήν. Δημόκριτος δέ φησι πλήρη τὴν γῆν ὕδατος οὖσαν καὶ πολὺ δεχομένην ἕτερον ὄμβριον ὕδωρ ὑπὸ τούτου κινεῖσθαι· πλείονός τε γὰρ γινομένου διὰ τὸ μὴ δύνασθαι δέχεσθαι τὰς κοιλίας ἀποβιαζόμενον ποιεῖν τὸν σεισμόν. Ἀναξιμένης δέ φησι βρεχομένην τὴν γῆν καὶ ξηραινομένην ῥήγνυσθαι καὶ ὑπὸ τούτων τῶν ἀπορργηνυμένων κολωνῶν ἐμπιπτόντων σείεσθαι. Αἱ μὲν οὖν περὶ τὸν σεισμὸν παρὰ τοῖς σοφοῖς τῶν Ἑλλήνων δόξαι τοσαῦταί τε καὶ τοιαῦται. πόσῳ δὲ κρείττων ἡ ἡμετέρα καὶ ἀληθεστέρα, ὅτι μὴ ὡς ἔτυχε πνεύματος ἢ ὕδατος κινουμένων τὰ τῆς κινήσεως γίνεται, ἀλλ' ὁ ἐκ μὴ ὄντων τὴν σύμπασαν κτίσιν παραγαγὼν θεὸς καὶ ἐπὶ πᾶσι δημιουργήσας τὸν ἄνθρωπον καὶ κύριον τοῦ ὁρωμένου καταστήσας συστήματος καὶ λόγῳ κοσμήσας καὶ τῇ πρὸς ἐκεῖνον εἰκόνι τιμήσας, ἐπειδὰν ἴδοι τοῦτον τῆς εὐθείας παρατρεπόμενον καὶ τῶν πατρικῶν συνθημάτων ἀμνημονήσαντα καὶ τῆς ἀθανάτου ζωῆς τὰς μυρίας κῆρας τῶν παθημάτων ἀνταλλαττόμενον, τοῦ μὲν λο [.....] του πλάσματος ἔτι φείδεται καὶ ἀναβάλλεται τὰς κατ' αὐτοῦ τιμωρίας, ἐπισημαίνεται δὲ τὴν ὀργὴν νῦν μὲν ἐν ἀέρι, νῶν δὲ τοῖς περὶ τὸν ἥλιον καὶ σελήνην σημείοις, καὶ νῦν μὲν τὴν θάλατταν κάτωθεν ἐκμοχλεύων ἐπὶ τὴν ξηρὰν γῆν τὴν ὑγρὰν ἐξελαύνει, νῦν δὲ αὐτὸ τὸ τῆς γῆς στοιχεῖον ἐφ' οὗ βεβήκαμεν παντοδαπαῖς ταλαντεύει κινήσεσι, κατασείων τὸ βάθρον ἡμῖν καὶ ἀναρρηγνὺς τὸν θεμέλιον, ἵν' αὐτοὶ ἐπὶ τῶν οἰκείων σταίημεν λογισμῶν καὶ ἀκίνητοι μένωμεν τῇ τῆς γῆς κινήσει σωφρονιζόμενοι. τὸ γοῦν «ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν» οὐ σωματικώτερον ἐγὼ δέχομαι, ἀλλ' ἀκριβέστερόν τε καὶ ἀληθέστερον. «ἐπίβλεψιν» γὰρ ἐνταῦθα νοῶ οὐ τὴν δι' ὀμμάτων ὅρασιν, ἀλλὰ τὴν περὶ ἡμᾶς ἐπισκοπὴν τοῦ θεοῦ· ὅταν γὰρ τοὺς τῆς οἰκονομίας αὐτοῦ λόγους ἐμφανεῖς ἡμῖν ποιεῖν βουληθῇ καὶ τὴν οἰκείαν ἐνδείξασθαι δύναμιν, τότε σείει μὲν ὡς φύλλον τὴν γῆν, ἵν' ἡμῖν στήσῃ τὴν ἕξιν φερομένην ἐπὶ τὰ χείρω, κινεῖ δὲ τὸν ἀέρα πνεύμασιν ἐξαισίοις καὶ τὴν θάλατταν κάτωθεν ἀναρρήγνυσι, παιδεύων διὰ τῶν στοιχείων ἡμᾶς καὶ πατρικὴν τὴν σωτηρίαν πρυτανευόμενος.