Opuscula logica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
30.1.1
Εἰς τὸν σεισμὸν τὸν γενόμενον τῇ εἰκοστῇ τρίτῃ τοῦ Σεπτεμβρίου μηνός, τοῦ Προδρόμου Ἡ μὲν τοῦ λόγου ὑπόθεσις, ὦ θεῖον καὶ θεῷ φίλον ἀκροατήριον, οὐ μᾶλλον ἐργώδης ἢ φρικώδης καὶ πάθους μεστὴ καὶ τήν τε ἡμετέραν γλῶσσαν καὶ τὰς ὑμετέρας ψυχὰς αὐτίκα συγχέουσα. τί γὰρ ἂν γένοιτο ἀπειλῆς θεοῦ φρικωδέστερον, μᾶλλον δὲ τί ἂν εἴη τῆς ἐκεῖθεν τιμωρίας φοβερώτερον ἢ βαρύτερον; σέσεισται γὰρ οὕτως εἰπεῖν τὸ σύμπαν καὶ τὸ τοῦ παντὸς κεκίνηται στήριγμα καὶ ἡ ἀσφαλὴς ἕδρα τῆς ἡμετέρας φύσεως τῆς ἀντερειδούσης δεῖται χειρός τε καὶ βάσεως. οὕτως εἰς ἔσχατον κίνδυνον τὰ καθ' ἡμᾶς περιέστηκε καὶ οὕτως ἐν ἀκμῇ τοῦ κακοῦ τυγχάνομεν ὄντες καὶ ἐν ὀξείᾳ ῥοπῇ τοῦ κινδύνου σαλεύομεν. Ἡ μὲν οὖν τοῦ λόγου ὑπόθεσις αὕτη· ἐγὼ δὲ οὐκ ἔχω ὅπως ἂν ἀσφαλῶς τῇ πρὸς ὑμᾶς ὁμιλίᾳ χρήσομαι. τί δὲ τῶν πάντων ἐρῶ εἰς παραίνεσιν καὶ παραμυθίαν ἀρκοῦν; κυμαινόμεθα γὰρ ἄμφω καὶ δεινὸς ἡμᾶς πανταχόθεν περιέστηκε κίνδυνος, ὥστε μὴ δύνασθαι καθεστῶσι τοῖς λογισμοῖς ἢ ἐμὲ τὸν λόγον διδόναι τῆς παραινέσεως ἢ ὁμαλῶς ὑμᾶς τοῦτον εἰσδέχεσθαι. παραμυθήσομαι δὲ πῶς, νῦν μᾶλλον ἀκμάζοντος τοῦ δεινοῦ καὶ ἄλλων ἐπ' ἄλλοις ἐπεγειρομένων κυμάτων ὥσπερ ἐν ναυαγίῳ καὶ πνευμάτων ὁμοῦ καταιγίδος καὶ λαίλαπος τὴν κοσμικὴν τινασσόντων ὁλκάδα καὶ ἀναστρέψαι πειρωμένων τὴν πάνδημον καὶ κοινοτάτην ἀσφάλειαν; ἀλλ' εἰ καὶ χαλεπὰ ἄμφω καὶ ὁ λόγος ἠπόρηκεν, οὐκ ἀπαγορευτέον ἡμῖν παντάπασιν, ἀλλὰ τὴν δυνατὴν εἰσενεκτέον βοήθειαν, εἴ πως οἷοί τε γενοίμεθα τὰς ὑμετέρας στηρίξαι κλονουμένας ψυχάς. Ἵνα δὲ καθ' ὁδὸν ὁ λόγος προέλθοι ἡμῖν καὶ τοῦτο πρῶτον δυνηθείημεν τάξιν δοῦναι τοῖς ῥηθησομένοις, ἐξετάσωμεν, εἰ δοκεῖ, τί τὸ τῆς τοῦ παντὸς συγκινήσεως αἴτιον, τί τὸ κλονῆσαν τὴν γῆν καὶ διασεῖσαν τὴν θάλατταν καὶ τὴν τῶν κτισμάτων ἀσφάλειαν σφαλερωτάτην ἡμῖν ἐργασάμενον. πότερον ὁ διακοσμήσας τὰ σύμπαντα λόγος οὐκ ἐπ' ἀσφαλοῦς βάσεως ἕκαστον τῶν κτισμάτων ἥδρασεν ἢ ἐκίνησεν, ἀλλὰ τὸν μὲν οὐρανὸν ὥσπερ ἀνέδραστον εἴασε φέρεσθαι, τὴν δὲ γῆν οὐκ ἀσφαλεστάτην καὶ μόνιμον ἐτεκτήνατο, καὶ τοὺς ἀστέρας οὕτως καὶ τὸν ἀέρα καὶ τὴν ὑγρὰν φύσιν καὶ ὅσα μέρη τοῦ παντός ἐστι κόσμου, ἢ τοῦτο μὲν οὐκ ἄν τις ἐνθυμηθείη ποτέ, οὐδ' ἀλογίαν τοῦ πρώτου καταγνοίη λόγου, οὐδ' εἰς τοσοῦτον ἐκπέσοι ἀσεβείας καὶ ἀθεότητος; ἀλλὰ μήποτε τεχνικὴ μὲν ἐξ ἀρχῆς καὶ εὐάρμοστος ἡ τοῦ παντὸς ἐγεγόνει φύσις, ὁ δέ γε χρόνος αὐτὴν μετατίθησι καὶ εἰς ἀταξίαν ἐκ τῆς τάξεως μεθιστᾷ; ἀλλὰ καὶ τοῦτο πῶς ἄν τις παραδέξαιτο τῇ ψυχῇ; ὅ τε γὰρ λόγος καὶ ἡ αἴσθησις πρὸς τὴν τοιαύτην ἀντιμαρτυροῦσι δόξαν· δεῖ γὰρ ἡρμόσθαι τὴν τοῦ παντὸς φύσιν μέχρις ἂν βουλ [...] τῷ ἁρμόσαντι. ὁρῶμεν δὲ καὶ τὰ τοῦ κόσμου μέρη τὰ μὲν ἑστηκότα, τὰ δὲ κινούμενα κατὰ τὴν πρώτην δ [ιάταξιν· ὅ] τε γὰρ οὐρανὸς τὴν περιοχὴν τῶν σωμάτων τετήρηκε καὶ φυλάττει τὸ σχῆμα τῆς φύσεως καὶ ὡσπερεὶ σπαρ [γανοῖ τὰ λοι] πὰ μέρη καὶ οὐκ ἐᾷ διαλύεσθαι, ὅ τε ἀὴρ ἁπαλῇ τῇ φύσει εἰς τὸν ἅπαντα χρόνον ἐκκέχυται καὶ [ἀναπν] οῆς ἐστι χορηγὸς καὶ ζωῆς προσεχῶς αἴτιος, καὶ ἡ θάλαττα δὲ τὴν οἰκείαν τάξιν τηρεῖ καὶ οὐκ ἐπικλύζει τὴν γῆν τοῖς ῥεύμασιν, ἀλλὰ τοῖς αἰγιαλοῖς περιγράφεται, καὶ τῇ τηλικαύτῃ τὸ μέγεθος τὸ βραχύτατον, ἡ ψάμμος, καθέστηκεν ὅριον· τοῖς τε ποταμοῖς ἀκώλυτος ἡ φορά, καὶ οἱ μὲν «ἐς τὴν θάλατταν» ἐμβάλλουσι, τὸ τῆς γραφῆς φάναι, «ἡ δὲ οὐκ ἔστιν ἐμπιπλαμένη»· εἰ δὲ καὶ ἐμπίπλαται, ἀλλ' οὐκ ἐπέξεισι τῇ γείτονι γῇ, ἀλλὰ πληροῦται μὲν ἄνωθεν καὶ μεγάλας ἀφορμὰς λαμβάνει τῆς ἐπικλύσεως, δέδοικε δὲ ὥσπερ οὓς εἴληφε νόμους παρὰ τοῦ κτίστου καὶ τὴν ἀναγκαιοτάτην δικαιοσύνην πληροῖ. ἀλλὰ καὶ τὸ κλονούμενον νῦν μέρος τῆς κτίσεως οὐδ' αὐτὸ τῆς μέσης πρὸς τὸ πᾶν μεθίσταται θέσεως, οὐδὲ {νῦν μὲν οὐδὲ} τὴν ἄρκτον ἀπολιποῦσα πρὸς τὸ ἀνταρκτικὸν κλῖμα ἀποκεχώρηκεν, ὥσπερ ἐν ὕδατι καὶ ἀέρι σαλεύουσα καὶ τῇδε κἀκεῖσε μετακλινομένη καὶ μετατρέπουσα. Ἀλλὰ ταῦτα μὲν ἴσως οὐκ ἄν τις οἰηθείη ὡς ἀτοπώτατα, τύχην δὲ ἀντὶ προνοίας ἐπιστήσει τοῖς κτίσμασι. καὶ πόθεν ἡ τάξις καὶ πόθεν ἡ προσήκουσα γένεσις, πόθεν ἡ ἀκολουθία τῆς φύσεως, τί δὲ τοῦ κοσμικοῦ τούτου συστήματος ἐννομώτατόν τε καὶ ἀσφαλέστατον; ἀλλὰ ζητεῖν ἐοίκατε, πῶς καὶ προνοίας οὔσης καὶ λόγου δημιουργικοῦ τὰ πάντα παραγαγόντος καὶ κατευθύνοντος τὰ περὶ τὴν γένεσιν μέρη τῆς κτίσεως ἀτακτότερον φέρεται. καὶ τοῦτο μὲν ἀσυνήθεις ἀστέρες περὶ τὸν ὑπέργειον τόπον καινοτομοῦνται ἢ καινοτομεῖν τι δοκοῦσι τῶν καθεστώτων· νῦν δὲ τῶν κατ' οὐρανὸν φασμάτων διαδρομαὶ διαταράττουσι τὰς τῶν ὁρώντων ψυχάς. καὶ νῦν μὲν ἀὴρ πνεύμασι διακλονεῖται βιαίοις, καὶ αὖθις ἡ θάλαττα παρὰ φύσιν εἰς οὐρανὸν αἴρεται καὶ τὸ ἄπλετον τῆς γῆς διακυμαίνεται μέγεθος, καὶ παρὰ μέρος θάλαττα μὲν τῶν ὑδάτων ἐπιλειπόντων ἤπειρος γίνεται, μέρη δὲ τῆς γῆς ἀθρόον εἰς θαλάττης σχῆμα μεθίσταται, καὶ τὰ μὲν οὕτως εἰς ἄλληλα μεταβάλλει τε καὶ μεθίσταται, κίνδυνοι δὲ ἐντεῦθεν καὶ τοῖς θαλαττίοις καὶ τοῖς ἠπειρώταις ἐξαίσιοι περιγίνονται καὶ δεινὰ πάντα καὶ φρίκης μεστὰ καὶ ἄπορος ἡ καταφυγή, ὥσπερ νῦν ἡμῖν κεκινδύνευται. Πόθεν οὖν ταῦτα καὶ τίς ὁ λόγος τῆς τοιαύτης καινοτομίας; ἡμεῖς τούτων καθεστήκαμεν αἴτιοι, οὐχ ὡς κινοῦντες καὶ τὴν γῆν καὶ τὴν θάλατταν, ἀλλ' ὡς τὰς ἀφορμὰς διδόντες τῆς συγκινήσεως καὶ διὰ τῆς αὐτῶν παραλόγου μεταβολῆς καὶ κλονήσεως παιδευόμενοι. ἀλλ' οὐδὲ ταῦτα παρ' αὐτῶν ἔχει τὴν κίνησιν, ἀλλ' ὁ συστήσας τὸ σύμπαν θεὸς εὐνομοῦσι μὲν ἡμῖν καὶ τοῖς ἐκείνου νόμοις χρωμένοις ἀμετάστατον τὴν τῶν μερῶν τάξιν τηρεῖ, παραβάταις δὲ γενομένοις τῶν θείων χρησμῶν ἐπισείει τὴν σύμπασαν, οὐχ ἵνα τὴν ἁρμονίαν τοῦ παντὸς διαλύσηται, ἀλλ' ἵνα ἡμᾶς στηρίξῃ καὶ συναρμόσηται διὰ τῆς τῶν στοιχείων κινήσεως. οὐ γὰρ ζωῆς μόνον ἀφορμὰς τὰ μέρη τοῦ κόσμου ἡμῖν ἐτεκτήνατο, ἀλλὰ καὶ πρὸς σωτηρίαν παρασκευάς. καὶ ὥσπερ βιβλίον ὁ κόσμος ἐστὶν ἐξαγγελτικὸν τῆς τοῦ θεοῦ πρὸς ἡμᾶς διαθέσεως· βοᾷ γοῦν καὶ σιγῶν, καὶ νῦν μὲν αὐτὸν ἱλεούμενον, νῦν δὲ ὀργιζόμενον δείκνυσιν. οὐδὲ γὰρ ἀνέχεται ὥσπερ ἡ κτίσις ἡμῶν κακῶς τῷ λόγῳ κεχρημένων καὶ ἐκκειμένων τοῖς πάθεσιν, ἀλλὰ ταράττεται καὶ μεθίσταται, ὅπως ἂν ἡμεῖς γαλήνην ἐν ταῖς ψυχαῖς ἔχοιμεν καὶ ἀκύμαντοι ἀγοίμεθα πρὸς θεόν. Αἰσχρὸν οὖν ἡμῖν καὶ πάντῃ ἄτοπον, εἰ τὸ μὲν τῆς γῆς στοιχεῖον, μήτε λόγου μετειληφὸς μήτε νοῦν κτησάμενον ἄνωθεν, ὥσπερ θείας μετεσχηκὸς γνώσεως ἕστηκε μὲν τὸν ἅπαντα χρόνον ἑδραῖον, κινεῖται δ' ἐφ' ἡμῖν ἁμαρτάνουσιν, ἡμεῖς δὲ τοὐναντίον ἅπαν περιτρεπόμενοι μὲν διηνεκῶς τοῖς πάθεσι, βραχὺ δέ τι δοκοῦντες ἵστασθαι, ἐπειδὰν αὖθις συγκινηθῇ. μὴ τοίνυν ἐν ταῖς ἀθροωτέραις μόνον τῶν μερῶν τοῦ κόσμου μεταβολαῖς, μηδ' ἐν τῷ κλονεῖσθαι τὴν γῆν τὴν ἑαυτῶν στάσιν καὶ τάξιν ἐπιδεικνύωμεν, μηδ' ἐν οἷς μόνον τὰ φρικωδέστατα ἡμῖν ἐπαπειλεῖται θεὸς ὥσπερ ἀβούλητον καὶ ἐξ ἀνάγκης τὴν ἀρετὴν ἀσπαζώμεθα, ἀλλὰ τὸν ἅπαντα χρόνον ἀνθεκτέον αὐτῆς, καὶ μὴ διὰ τὴν ἀπειλὴν μόνον σωφρονιζοίμεθα, ἀλλ' ὅπως ἂν μὴ τὰ τῆς ἀπειλῆς ἐπέλθοι βουλευώμεθά τε καὶ καταπράττωμεν. πόσῳ γὰρ κάλλιον μὴ ὀργὴν ἐφ' ἡμᾶς βαλεῖν τὸν θεὸν ἢ τότε μόνον τῆς ἑαυτῶν ἀπροσεξίας αἰσθάνεσθαι, ὁπηνίκα τὰ τῆς ἀγανακτήσεως ἡμῖν ἐπιδείξηται. ἔχει γὰρ οὕτως τὸ καθ' ἡμᾶς– ἵνα καὶ ἀναγκαίαν τὴν τῆς γῆς ὑμῖν ἐπιδείξω κίνησιν–· δεσμὸς οἷον τῆς τοῦ παντός ἐσμεν φύσεως· εἰ γὰρ καὶ ἐν ἀλλήλοις πάντα, ἀλλὰ κατὰ τοὺς ἑαυτῶν ὄγκους τὰ στοιχεῖα διῄρηται. καὶ περιθεῖ μὲν τὸ πῦρ ἄνωθεν τὴν κύκλῳ φορὰν ἀμέθεκτον ὡς εἰπεῖν τῶν ἄλλων μερῶν, ἁπλοῦς δὲ περιχεῖται καὶ ὁ ἀὴρ καὶ ἡ θάλαττα, οὕτως καὶ ἡ ξηρὰ οὐδέν ἐστι τῶν ἑτέρων· μόνος δὲ ἄνθρωπος ἐκ πάντων συμπέπηκται καὶ μέτεστιν αὐτῷ τῶν τεσσάρων κατὰ τὴν φύσιν τοῦ σώματος. καὶ ὅπερ ἐστὶ τοῖς στοιχείοις θεὸς συνάγων τὰ πάντα καὶ διαιρῶν καὶ ἕκαστα κατευθύνων πρὸς ἄλληλα, ὅπως ἂν ἁρμονία τοῖς μέρεσιν εἴη καὶ σύμπνοια, τοῦτο δὴ ψυχὴ τῷ οἰκείῳ προσεχῶς πέφυκε σώματι. καὶ οὐ τὴν συνθήκην τούτου μόνον φυλάττει, ἀλλὰ καὶ ζωὴν ἐμπνεῖ καὶ εἰς αὐτὴν τῶν μερῶν καὶ τοῦ ὅλου πεποίηται τὴν ἀναφοράν. καὶ ἔστι κρείττων τῶν στοιχείων ὁ ἄνθρωπος, ἑκάστου μὲν ὅτι τὰ τέσσαρα οὗτος συνείληφε, συμπάντων δὲ ὅτι τὰ μὲν ἀπ' ἀλλήλων διῄρηται, ὁ δὲ πάντα ἡρμόσατο ἐμμελῶς, μᾶλλον δὲ ἡρμοσμένα παρὰ θεοῦ καὶ τῆς φύσεως εἴληφεν. Εἰ μὲν οὖν τοῖς προσήκουσι λόγοις ὁ μικρὸς οὗτος κόσμος, τὸν ἄνθρωπόν φημι, διεξάγεται, καὶ τὸ σύμπαν ἐστήρικται συνεχόμενον τῷ δεσμῷ· εἰ δὲ ὁ λόγος ἐλάττων ὀφθείη ἢ ὥστε προσηκόντως ἄρχειν, καὶ ἡ τοῦ σύμπαντος κόσμου ἁρμονία τρόπον τινὰ δοκεῖ διαλύεσθαι. οὐ γὰρ ἐπὶ τούτῳ τὴν κτίσιν πεποίηκεν ὁ θεός, ὅπως ἂν ἐν οὐρανῷ μὲν ἀσυνήθεις ἀστέρες καινοτομῶνται, ἐν ἀέρι δὲ παντοδαπὰ φάσματα γίνηται, καὶ ἡ θάλαττα δὲ εἰς οὐρανὸν τοῖς κύμασιν αἴρηται, ἡ δὲ γῆ ὥσπερ ναῦς μὴ ἐπ' ἀγκύρων ὁρμῶσα σαλεύηται, ἀλλ' ἵνα ἡ πρώτη τάξις φυλάττηται καὶ ἠρεμοίη τὸ πᾶν, καὶ εὐδρομοίη μὲν οὐρανός, ἀὴρ δὲ προσηνέστατα διαχέοιτο, ἥ τε θάλαττα ἐξυπτιάζοι λειοκυμονοῦσα καὶ ἡμέροις ἐπιφρίττοι κύμασιν ὥσπερ ἀνθοῦν λήιον ὑπὸ λεπταῖς αὔραις ἠρέμα ἐπικλινόμενον, ἥ τε γῆ ἑστήκοι παγία, τὴν μέσην τοῦ παντὸς εἰληφυῖα χώραν καὶ τάξιν. Ἀλλ' οὐκ ἐῶμεν ἡμεῖς τὰ μέρη τοῦ κόσμου ἀλλήλοις εἶναι σύμφωνά τε καὶ σύμπνοα, ἀλλὰ διιστῶμεν καὶ διαιροῦμεν καὶ αὖθις κλονοῦμεν καὶ ταράττομεν. ἀτεχνῶς γοῦν ἔνια τούτων ἐπιθρηνοῦσιν ἡμῖν καὶ ἐπιστενάζουσι καὶ οἷον ἐπιδακρύουσιν, ὁπόταν ἐπιλείβῃ μὲν ἀὴρ σταγόνας ἡμῖν αἵματος πλήρεις, ὑπηχῇ δὲ ἡ γῆ κάτωθεν καὶ ὥσπερ τι βύθιον ἀσθμαίνῃ πυρὶ σύμμικτον πνεῦμα ἀνάγουσα, ὁ δέ γε ἥλιος οὐδὲ φέρῃ τὰ πολλὰ τὴν φύσιν ἡμῶν αἰσχύνειν, ἀλλ' ἀχλὺν εἰς ἑαυτὸν ἕλκῃ καὶ νέφει καλύπτηται, ὑποχωρῇ δὲ καὶ ἡ θάλαττα, τὰ μὲν πρὸς βορρᾶν ἀνατρέχουσα, τὰ δὲ ὑπὸ γῆν καταρρέουσα. δι' ἡμᾶς γοῦν, ἀδελφοί, ὁ κλόνος τῆς γῆς· εἰ γὰρ πνεῦμα καὶ ἴσως τὸ συγκινοῦν, ἀλλὰ θεός ἐστιν ὁ τῷ πνεύματι ἐντελλόμενος κινῆσαι καὶ ταράξαι τὴν σύμπασαν γῆν. κἂν ὕδωρ ἄλλος τις φαίη τῶν φυσικῶν τῆς κινήσεως γίνεσθαι αἴτιον, μήτε ἀπιστήσωμεν τῷ λόγῳ μήτε πάνυ πιστεύσωμεν. ὅπως δ' ἂν ἔχῃ, θεὸς ἀμφοῖν ἐπιτάττει δι' ἡμᾶς αὐτοὺς ἡμῖν ἀπειλούμενος· ὥσπερ γὰρ καὶ ὑετίζων ἡμῖν νέφεσι πρὸς τὸν ὑετὸν κέχρηται καὶ τὰ πολλὰ οὕτως ἐργάζεται, ἄλλο τι ποιῶν ἵν' ἕτερον δι' αὐτοῦ ἐπαγάγοι, τάχα που καὶ τὴν γῆν κινῆσαι βουλόμενος, ὕδατι ταύτην διακυμαίνει ἢ πνεύματι. ἀλλ' ὥσπερ τὸν Ἰωνᾶν ἐξ Ἰόππης ἀποδιδράσκοντα καὶ διὰ θαλάττης ποιούμενον τὴν φυγὴν καταποντίσαι βουλόμενος κύμασιν ἐξαισίοις τὴν θάλατταν διετίναξεν, ἵνα διὰ τοῦτο ὥσπερ τινὰ φόρτου ἀποβολὴν καὶ τοῦτον οἱ ἐν τῷ σκάφει ποιήσωνται, τάχα μὲν καὶ τῆς ἀπειθείας ἕνεκα καὶ τῆς τοῦ προφήτου– πῶς ἂν εἴποιμι;– εὐλαβείας ἢ ἀθετήσεως τοῦ κηρύγματος, τὸ δέ γε ἀληθέστερον, ἵνα τὴν οἰκείαν ἀνάστασιν ἐν ἐκείνῳ διαχαράξῃ, οὕτω δὴ καὶ ἐφ' ἡμᾶς φυγάδας γινομένους τῶν προσταγμάτων αὐτοῦ ἄνωθεν μὲν οἷα δὴ βέλεσι κατατοξεύει τοῖς κεραυνοῖς, κάτωθεν δὲ ἀνακυμαίνει τὴν θάλατταν ἢ δοκεῖ τὸ τῆς γῆς ἀπορριζοῦν μέγεθος, ἐκείνην μὲν ἀνέμοις, ταύτην δὲ πνεύμασιν ὑπογείοις διασπαράττων τε καὶ κινῶν. τοῖς μὲν γὰρ ἔξω τοῦ καθ' ἡμᾶς λόγου ἡ φύσις ἀντὶ πάντων ἀρκεῖ πρός τε καινοτομίαν τῶν κτισμάτων καὶ πρὸς τὴν γένεσιν, καὶ τούτοις οὐ πᾶσιν, ἀλλὰ τοῖς ἀλογωτέροις καὶ πρὸς τὴν αἴσθησιν ῥέπουσιν, οἳ θεὸν μὴ ἐφιστάντες μήτε δημιουργὸν τοῦ παντὸς μήτε προνοητὴν καὶ ἔφορον ὧν πεποίηκε, τοῖς ποιήμασι τὴν ἐξουσίαν δεδώκασι τῆς γενέσεως καὶ αὐτὰ ὑφ' ἑαυτῶν κατευθύνεσθαί τε καὶ κατευθύνειν ἀνοήτως παντάπασιν ἀπεφήναντο. ἡμῖν δέ, οἷς ἀρχὴ τοῦ παντὸς ἐφέστηκεν ὁ θεὸς καὶ πρὸς ὃν τὰ σύμπαντα ἀναφέρεται καὶ ἀφ' οὗ οἱ λόγοι τῶν διοικήσεων τοῖς μέρεσιν ἐντίθενται τοῦ παντός, οὐδὲν ἄτοπον συμβαίνει, εἴτε χωρὶς μέσων αἰτίων εἰς τὴν πρώτην ἀρχὴν ἀνάγομεν τὰς γενέσεις καὶ τὰ συμβαίνοντα, εἴτε διὰ μέσων τινῶν καὶ ταῦτα ἀποδεικνύοιμεν· οὐ γὰρ ἐπειδὴ τῶν προσεχῶν αἰτίων τοὺς λόγους διεξετάζομεν, τῆς ὑπερτέρας ἀρχῆς ἐπιλανθανόμεθα, οὐδ' ὥσπερ τὸν μὲν θεὸν ἀφρόντιδα ποιοῦμεν καὶ πᾶσι τοῖς γενομένοις ἀσύντακτον, τοῖς δὲ προσεχεστέροις αἰτίοις τὴν πᾶσαν δύναμιν τῶν πραττομένων ἀνατιθέαμεν. ἀλλ' ὥσπερ τἆλλα τε καὶ τὴν φύσιν ἀπὸ θεοῦ παράγομεν, οὕτω δὴ ἐκεῖνά τε καὶ ταύτην εἰς θεὸν ἀναφέρομεν. πεποίηται μὲν οὖν παρὰ τοῦ πρώτου λόγου ὁ οὐρανός, οὗτος δὲ οὕτω δόξαν τῷ πεποιηκότι συνέχει τὸ πᾶν. ἀλλ' οὐκ ἐπειδὴ τὴν συνοχὴν οὗτος τοῖς στοιχείοις δίδωσι, διὰ τοῦτο ἡμῖν ἠθέτηται ὁ θεός, ἀλλὰ τὸ μὲν πάντων εἶναι ἐκεῖνον αἴτιον ὥσπερ ἀξίωμα ἡμῖν ὡμολόγηται, τὸ δὲ καὶ προσεχεῖς ἑτέρας αἰτίας διδόναι τοῖς πράγμασι καὶ ἀπὸ τῆς αἰσθήσεως ἡμῖν κατείληπται. καταφωτίζει γοῦν τὴν σύμπασαν ἀνατέλλων ὁ ἥλιος καὶ αὖθις νύκτα ἐπάγει δυόμενος, καὶ κρύπτεται νέφους ὑποδραμόντος αὐτόν, καὶ δοκεῖ ἐκλείπειν τῆς σελήνης ἀντιφραττούσης τοῦτον ἡμῖν. οὕτω τοιγαροῦν λόγος ἐστὶ καὶ ἀτμῶν καὶ νεφῶν καὶ χαλάζης καὶ ὑετοῦ, οὕτω δὴ καὶ ὑποχωρούσης θαλάττης καὶ αὖθις ἐπιρρεούσης καὶ γῆς κλονουμένης καὶ αὖθις καθισταμένης. Εἰ μὲν οὖν τὴν πρώτην ἀρχὴν βούλει τῶν γινομένων ἐπισκοπεῖν, ἀνάδραμε πρὸς θεόν· ἐκεῖνος γάρ ἐστιν ὁ τὴν ἡμέραν ποιῶν καὶ τὴν νύκτα, ἐκεῖνος ὁ νέφεσι καλύπτων τὴν γῆν καὶ διὰ τούτων σκιάζων τὸν ἥλιον, ἐκεῖνος ὁ τὴν σελήνην τῷ ἡλιακῷ ὑπάγων φωτὶ καὶ ταύτην αὐξάνων καὶ αὖθις ἀρτιγενῆ ἐργαζόμενος, ἐκεῖνος καὶ τὴν ὑγρὰν κυμαίνει καὶ διαταράττει τὴν γῆν, ἐκεῖνος ὁ πλάττων ἄνθρωπον καὶ ἀναδιδοὺς στάχυν καὶ τἆλλα οὕτω ποιῶν. εἰ δὲ καὶ τὰς ἐγγυτέρας αἰτίας ἐθελήσεις ἀναζητεῖν, εὑρήσεις τροπῶν μὲν καὶ ἰσημερίας ἥλιον αἴτιον, ἀνατολῆς δὲ καὶ δύσεως οὐρανόν, καὶ ὑετῶν μὲν νέφη, νεφῶν δὲ ἀτμούς, κινήσεως δὲ γῆς ὑπόγεια πνεύματα. βούλονται μὲν γὰρ οἱ πολλοὶ αὐτὸν τὸν θεὸν ἀμέσως ἐφεστηκέναι τοῖς αἰσθητοῖς καὶ οἷον χερσὶ τὸ πᾶν διευθύνειν καὶ διοικεῖν. ἔστι δὲ πάντῃ ἀλογώτατον τοῦτο· ἔξω τε γὰρ τοῦ παντὸς ἡ θεία φύσις καὶ ἀπερίληπτος, καὶ ἡ ἀπὸ τοῦ νεύματος ψῆφος ἀρκεῖ τοῖς πᾶσιν εἰς γένεσιν καὶ διοίκησιν. ἐπιτάττει δὲ πρὸς τὴν τούτων παραγωγὴν καὶ ἐπιτροπὴν νῦν μὲν θείαις δυνάμεσι, νῦν δὲ στοιχείοις, νῦν δὲ σώμασι. καὶ ἡ φύσις πλάττει μὲν τὸ ζῷον, ἔχει δὲ τὴν κίνησιν ἄνωθεν, καὶ ἵνα τὴν ἐφεστῶσαν λέγω πληγήν, κινεῖ μὲν τὸ πνεῦμα τὴν γῆν, ἀλλὰ παρὰ θεοῦ τὸ τοῦ κινεῖν προσειληφὸς σύνθημα. Ἐπειδὰν τοίνυν ὁ λόγος τῆς αἰτίας τῶν πραττομένων ἐφίκοιτο, θαυμασιωτέραν μᾶλλον τὴν δύναμιν ἐπιδεικνύει τοῦ πλάσαντος. εἰ γὰρ καὶ ἀληθεύει ὁ τῶν φυσικῶν λόγος, ὅτι τὸ ἀναθυμιώμενον πνεῦμα τοὺς τῆς γῆς πόρους διιὸν ταύτην διασαλεύει, πῶς οὐκ ἂν ἐκπλαγείημεν καὶ τὴν ἄφατον τοῦ θεοῦ θαυμάσαιμεν δύναμιν; ἔπελθέ μοι γάρ, εἰ βούλει, τὸ πλάτος τῆς γῆς, τὸ ὕψος, τὸ βάθος, τὸ μῆκος, τὸ οἰκούμενον, τὸ ἀοίκητον, τὰ παντοδαπὰ ταύτης μέρη, ὁπόσα μὲν εἰς ὀρῶν ἀνῆκται κορυφάς, ὁπόσα δὲ διέρρηκται εἰς κοιλότητας καὶ ὁπόσα ἐφ' ὁμαλῆς ἐπιφανείας ἐξήπλωται. πῶς οὖν ἡ ἁπλὴ φύσις τοῦ πνεύματος πρὸς τηλικοῦτον ἄχθος ἐξήρκεσε; μὴ τοίνυν τῇ τούτου φύσει τὴν δύναμιν ἀναθῇς τῆς κινήσεως, ἀλλὰ παρὰ σεαυτῷ λόγισαι, ὅτι τὸ μὲν ὄργανον ἦν μόνον τοῦ θείου βουλήματος, ὁ δὲ τῆς ἰσχύος λόγος παρὰ τοῦ προστάξαντος ἐνεπάγη τῷ πνεύματι. μὴ τοίνυν εἰς ὑλικωτάτας μόνας αἰτίας τὸν ἡμέτερον ἐπικλίνωμεν νοῦν, μηδὲ τὸ μὲν καθ' ἡμᾶς ἡμέτερον ὑπεξέλωμεν, ἄλλο δέ τι τῆς κινήσεως αἰτιώμεθα. διὰ τί γάρ, τοῦ πνεύματος ἁπανταχόσε ἀεὶ φοιτῶντος τῆς γῆς καὶ διὰ μέσης αὐτῆς διιόντος, οὐ πάντοτε ὁ κλόνος αὐτῇ ἐπιγίνεται; ἢ δῆλον ὅτι τῆς τοῦ θεοῦ βουλήσεως ἡ τοῦ πνεύματος ἤρτηται δύναμις. βούλεται δὲ τὴν γῆν συγκινεῖν ὁ θεὸς οὐχ ἵνα μαστίζῃ τὴν ἄψυχον, οὐδ' ἵνα τὴν ἀναίσθητον σωφρονίσῃ, ἀλλ' ἵν' ἢ τιμωρήσηται ἡμᾶς ἁμαρτάνοντας καὶ διὰ τῆς τοιαύτης πληγῆς σωφρονίσῃ ἢ ἐπαπειλήσας τὰ φρικωδέστατα καὶ τῷ φόβῳ συστείλῃ, ὥσπερ τὴν μὲν τάσιν τοῦ τόξου ἐπιδεικνύς, τὸ δὲ βέλος μὴ ἀφιείς. Ἀλλὰ νῦν οὐχ οὕτω ταῦτα δοκεῖ, οὐδὲ μέχρις ἑτοιμασίας τοῦ τόξου τὰ καθ' ἡμᾶς, οὐδὲ ἐστίλβωται ἡ ῥομφαία μόνον, ἀλλὰ καὶ ἐπενήνεκται καὶ βέλη δεινὰ καὶ ἀτεχνῶς ἰοῦ θανατηφόρου μεστὰ ἐπὶ τὰς καρδίας ἡμῶν ἐκτετόξευται καὶ κύκλῳ τὸ πῦρ καὶ πανταχόθεν τὰ βέλη καί, τό γε χεῖρον, πυκνὰ καὶ ἐπάλληλα καὶ δεινὰ τὰ τῆς γῆς κύματα. οὔπω γὰρ τὸ πρώτως ἐγερθὲν πέπαυται καὶ δεύτερον ἄλλο δεινὸν ἐπεγήγερται, καὶ οὐδέν τι μέρος τῆς γῆς ἀσφαλὲς εἶναι πεπίστευται, ἀλλὰ τὰ μὲν ὕπτια κάτωθεν ἀναβράσσεται καὶ ἀνέστηκεν εἰς ὀρθόν, ὅσα δὲ ἐν γηλόφοις τε καὶ ὄρεσιν, ἐκκορυφοῦται καὶ κατακρημνίζεται ἄνωθεν. ἂν ἐπὶ τὰ ὕπαιθρα καταφύγοιμεν, αὐτὸ δὴ τὸ τῆς γῆς ἡμῖν διασχίζεται ἔδαφος· ἂν ἐπὶ τὰς τῶν ὀρῶν ἀναδράμοιμεν κορυφάς, συναπολισθαίνομεν ταύταις ἐπὶ τὸ κάταντες· ἂν ὑπὸ στέγην γενοίμεθα, ἂν ἐπὶ θεμελίων σταίημεν, ἀμφοτέρωθεν διακυμαινόμεθα καὶ ἑκατέρωθεν συγχωννύμεθα. ἐπιλέλοιπε δὲ ἡμᾶς καὶ ἡ ἐσχάτη ἐπὶ τούτοις καταφυγὴ καὶ ἀσφάλεια καὶ μόνοις ἡμῖν ἡ τῶν θείων ναῶν φυλακὴ καὶ ἀσφάλεια διέφψευσται· οὗτοι γὰρ καὶ μᾶλλον τῶν ἄλλων τὴν θείαν ἡμῖν ὑφ' ἑαυτῶν διαζωγραφοῦσιν ὀργήν. τί ποτ' οὖν; λύσις ταῦτα τοῦ σύμπαντος ἢ παντάπασι τῆς θείας προνοίας ἀπεστερήμεθα; πολλοῦ γε καὶ δεῖ. μᾶλλον δὲ δεῖγμα τὸ γενόμενον, ἄνδρες, τῆς περὶ ἡμᾶς τοῦ λόγου κηδεμονίας· οὐ γὰρ ἵνα τὸ πᾶν ἀνέλῃ, τὸν κλόνον ποιεῖ, ἀλλ' ἵνα τὰς ἡμετέρας στηρίξῃ ψυχάς, κατασείει τὴν γῆν, καὶ τὸ συνεχὲς τῆς κινήσεως τὸ ἐνδελεχὲς τῆς περὶ ἡμᾶς τοῦ θεοῦ προμηθείας ἐνδείκνυται. καὶ ἀναλογοῦσαν τοῖς ἁμαρτήμασιν ἐπάγει τὴν βάσανον, ἵν' ὥσπερ διὰ φαρμάκου τινὸς δριμυτέρου διεκμοχλεύσῃ τὴν ἐνδομυχοῦσαν ἡμῖν πονηρίαν καὶ ἀποκαθάρῃ τὴν φύσιν καὶ ἐλευθέραν τῆς ἐνοχλούσης ἐργάσηται ἕξεως. καὶ ἡ παιδεία δὲ κηδεμονίας μεστή· οὐ γὰρ ἐπαυξάνει τὰ δρώμενα, οὐδὲ βαρυτέραν ἐπάγει τὴν βάσανον, ἀλλ' ὥσπερ ὁ θυμὸς αὐτῷ κατὰ βραχὺ λήγουσαν, ἀπὸ μείζονος μὲν κεκινημένος ἀρχῆς, κατὰ μικρὸν δὲ λήγων εἰς τὸ πραότερον. οὐ γὰρ οὕτως ἡ γῆ κατὰ πρώτην κυμαίνεται κίνησιν, ἀλλ' οἷος ἐκεῖνος φιλάνθρωπος πλήξας ἅπαξ σφοδρῶς, τοῦ χρηστοτέρου ἤθους, εἰ χρὴ οὕτως εἰπεῖν, γέγονε καὶ κατ' ὀλίγον ὑφίησι τῆς ὀργῆς, ἵν' οὕτως εἰς ἀκριβῆ ἀκινησίαν ἡ τῆς ὀργῆς αὐτῷ κατασταίη ὁρμή τε καὶ κίνησις. εἰ γοῦν καὶ ἡμεῖς ἡμῶν ἑαυτῶν γενοίμεθα καὶ διασεισθέντες ἱκανῶς τὰς ψυχὰς ἐπὶ τῶν ἐμφύτων λογισμῶν σταίημεν, ἑαυτούς τε ἀκινήτους πρὸς τὸ κακὸν ἐργασόμεθα καὶ τὴν γῆν ὑφ' ἑαυτῶν στήσαιμεν, ὥσπερ τοῦ δέοντος παρακινηθέντες, ταύτην κινήσαντες, οὕτως ὑφ' ἑαυτῶν στάντες, ταύτην τῆς ἐφ' ἡμῖν κινήσεως ἀπαλλάξαντες.