Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Opuscula logica
Michael PsellusLogi 31 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
31.1.1
Τοῦ αὐτοῦ εἰς τὸ ἐν Νικομηδείᾳ Ἠχεῖον Θαυμάζουσιν οἱ πολλοὶ τὸ ἐν Νικομηδείᾳ Ἠχεῖον, ὃ δὴ καὶ Ἀκοὴν ὀνομάζουσιν. ἔστι δὲ οἴκημα στεγανὸν ὑπὸ χθαμαλὸν ὄροφον ἀποτετορνευμένον εἰς ἡμισφαίριον, τέσσαρσι τοίχοις ἐκ διαστήματος κουφιζόμενον· οὗ δὲ διεστᾶσιν οἱ τοῖχοι, ἄφετόν ἐστι καὶ ἐλεύθερον. καὶ οἱ μὲν τερατοποιίαν τὴν ἀντήχησιν δοξάζουσι τῆς φωνῆς καὶ εἰς οὐδεμίαν αἰτίαν ἀνάγουσιν· οἱ δὲ κρυφίους τινὰς ἀναπλάττουσι μηχανάς, σωλῆνάς τινας ἐντεθεῖσθαι τῷ βάθει τῶν τοίχων εἰκάζοντες, δι' ὧν τὴν φωνὴν διηχεῖσθαι καὶ ἐξακούεσθαι, καὶ οὔ φασι δύνασθαί τινα ἄνευ ἐπινοίας τοιαύτης ἢ ἄλλως εἰκαζομένης οἶκον τοιοῦτον κατασκευάσαι ἠχήεντα. Ἐγὼ δὲ ἰδὼν ἅπαξ τὸ τοιοῦτον δωμάτιον οὔτε ἐθαύμασα οὔτε μετὰ τῶν ἀναιτίων ἠρίθμησα. οὔτε γὰρ τερατώδης ἐστὶν ἡ τῆς φωνῆς ἀντιτυπία οὔτε ὑπογείους τινὰς ἢ πλαγίους ἔσχηκε μηχανάς. ἀλλ' οὐδὲ ὁ πρώτως τὸ δωμάτιον κατεσκευασμένος πρὸς τὴν τοιαύτην θαυματολογίαν ἀπέβλεψεν, οὐδὲ σκοπὸν θέμενος τὴν ἀντήχησιν πρὸς τοῦτο συνεπεράνατο τὰ λοιπά, ἀλλὰ μηδὲν ἐννοήσας τοῦ ἐσομένου εἰργάσατο μὲν ἐφ' ὁτῳδήποτε, τὸ δ' ἀπετελεύτησε μετὰ τῆς λοιπῆς χρείας καὶ εἰς τὸ νῦν θαυμαζόμενον. Αἰτιολογήσαιτο δ' ἄν τις τὴν τοιαύτην ἠχὼ ἐντεῦθεν ἀρξάμενος. ὁ παρ' ἡμῖν ἔναρθρος λόγος, ὃς δὴ καὶ ἐξ ἀκοῆς διὰ μαθήσεως παραγίνεται, φυσικῷ διαρθροῦται πνεύματι· ὃ δὴ σωμάτιόν ἐστι λεπτότατον ἐκ τοῦ πνεύμονος διὰ τοῦ κατὰ τὴν τραχεῖαν ἀρτηρίαν αὐλῶνος, οἰκείως εἰπεῖν, διαυλωνιζόμενον. τοῦτο δὴ τὸ διηρθρωμένον πνευμάτιον δι' ἀχανοῦς μὲν διιὸν ἀέρος χεῖταί τε καὶ ἐπὶ πολὺ προϊὸν διασκίδναται καὶ εἰς τὸ μηδὲν διαλύεται· εἰ δ' ἀντιτύποις ἐντύχῃ σώμασι, κλᾶταί τε περὶ αὐτὰ καὶ οὐκ εὐθὺς ἀπόλλυσι τὴν ἠχήν. οὐ μὴν ἐπί γε πάσης ἀντιτυπίας σωμάτων ἀντανακλᾷ ἑαυτὴν ἡ φωνή, ἀλλὰ κἂν στεγανὸν μὲν τυγχάνῃ ὂν τὸ δωμάτιον, ἐπῆρται δὲ εἰς ὕψος ἡ ὀροφή, ἢ μὴ συμμέτρως τὸ ὅλον διίσταται, ἀλλὰ τὸ μὲν συμπεπύκνωται, τὸ δὲ διέστηκε πλέον τοῦ δέοντος, ὑφ' ὧν μὲν συμπιληθήσεται ἡ φωνὴ καὶ διαλυθήσεται ἀψοφητί, τοῖς δ' ἄλλως ἔχουσι διαχεθήσεται καὶ ἀφανισθήσεται. εἰ δ' οὕτω τὸ οἰκημάτιον κατεσκεύασται, ὥστε κοιλοτέραν μὲν εἶναι τὴν ὀροφήν, συμμετρίαν δὲ καὶ τὰ πέριξ λαβεῖν διαστήματα, εἶτά τις ἐφ' ὁποτέρου δὴ μέρους φωνὴν ἠρέμα ἀφήσει, ὁ καταντικρὺ τούτου ἑστώς, τὴν ἀκοὴν ὑποθείς, ἀντανακλωμένης ταύτης ἀκούσεται. καὶ οἰήσεται μὲν ἐκ τοῦ βάθους τοῦ ἐφ' ᾧ ἵσταται μέρους τὴν ἠχὼ προϊέναι, ἡ δὲ οὐκ ἐκεῖθεν ἐξάλλεται, ἀλλ' ὑπὸ τοῦ φωνοῦντος ἀνταναπέμπεται. ὁ γὰρ ἐκτὸς ἀήρ, ὑγρὸς ὢν καὶ εὐτύπωτος, διαγράφεταί πως ὑπὸ τῆς ἐνάρθρου φωνῆς οἷον ἐνσημαινόμενος, καὶ τὴν διὰ τῶν ἄρθρων δεξάμενος μόρφωσιν κατὰ συνέχειαν τῇ τοῦ ἀκούοντος εἰσρέει ἀκοῇ. πόρος γάρ τις ἐκεῖθεν συντέτρηται πρὸς τὴν μήνιγγα, οὐ κατ' εὐθεῖαν εἰσβάλλων πρὸς αὐτήν, ἀλλὰ φερόμενος σκολιώτερον, ἵνα μὴ τὸ τῆς ἠχοῦς πνεῦμα, ἐπεισπεσὸν ταύτῃ ἀθρόον, ῥῆξιν ἢ ἄλλο τι πάθος ἐργάσηται. Ἔνθεν τοι, ἵνα μετὰ τοῦ ἔργου καὶ πάρεργόν τι αἰτιολογησώμεθα, μετὰ τὴν ἀστραπὴν ἀκούομεν τῆς βροντῆς. καίτοι γε πρῶτόν ἐστι τὸ νέφος ῥηγνύμενον, εἶτα δὴ τὸ πῦρ ἐντεῦθεν ἐξάλλεται, ἀλλ' ὁ μὲν ὀφθαλμὸς προπετὴς ὤν, ἀλλ' οὐ κοῖλος, εὐθὺς εἶδε τὸ ὁρατόν, ἡ δέ γε ἀκοὴ ὕστερον τὸν ἦχον τῆς βροντῆς ὑπεδέξατο. οἱ γοῦν ἀθροώτερον τοὺς τῆς βροντῆς ἤχους ἐνηχηθέντες πάσχουσί τε τὴν μήνιγγα καὶ ἐμβρόντητοι ἐντεῦθεν κατονομάζονται. Ἀλλ' ὅπερ αἰτιολογεῖν προεθέμεθα, ἐπὶ τοῦτο καὶ τὰ λοιπὰ συναπτέον. λέγομεν δὲ ὥσπερ ἀξίωμα, ὅτι πᾶν ἀντιπῖπτον σωμάτιον πρὸς τὸ σχῆμα ἀντανακλᾶται τῆς πτώσεως· ἢ γὰρ κατ' εὐθεῖαν, εἰ οὕτω δὴ ἀφεθείη, ὥσπερ ἐπὶ τῶν ὑμενίνων ἔχει σφαιρῶν· ἢ κατὰ τὸ πλάγιον, εἰ οὕτω δὴ αὖθις ἀπορριφείη. διὰ ταῦτα καὶ ἡ ἔναρθρος ἡμῶν φωνὴ σῶμα οὖσα μεμορφωμένον, οὗ δὴ πρῶτον ἐμπέσοι, εἰς τὸ καταντικρὺ τούτου ἀκούεται, καὶ τοῦ μὲν πρὸς ἀνατολὴν τὸ πρὸς δύσιν ἀντίρροπον, τοῦ δὲ πρὸς νότον τὸ πρὸς βορρᾶν. οὕτω δὴ κἀπὶ τοῦ θαυμαζομένου τούτου ἔχει οἰκήματος· οὐ γὰρ οἱ πλησίον τοῖχοι ἀντικτυποῦσιν ἀλλήλοις, ἀλλ' οἱ ἐκ διαμέτρου διεστηκότες. καίτοι γε ἐχρῆν, εἰ μηχανή τις ἦν ἔνδοθεν αὐτῶν κρύφιος, μὴ τὰ καταντικρὺ τῶν διαστημάτων ἀντηχεῖν, ἀλλὰ τὰ ἀλλήλοις ἐγγίζοντα. νῦν δὲ ὁ μὲν πλησίον τοῦ φωνοῦντος ἑστὼς οὐκ αἰσθήσεται τῆς ἐνάρθρου ἠχοῦς, ὁ δὲ κατ' ἐναντίον τρανότερον ταύτης ἀκούσεται. ἀκούσεται δὲ οὐκ ἀμφοτέραιν ταῖν ἀκοαῖν, ἀλλὰ θατέρᾳ τῇ προσκειμένῃ τῷ τοίχῳ, ὅτιπερ ἡ ἀνακλωμένη φωνὴ οὐ διὰ τῆς μετεώρου ἀκοῆς εἴσεισιν, ἀλλὰ διὰ τῆς ἐπιτεθείσης τῷ τοίχῳ· δευτέρα γὰρ ἀντανάκλασις τῆς αὐτῆς φωνῆς γίνεται, πρώτη μὲν ὅθεν ὁ φωνῶν ἀφίησι τὴν φωνήν, δευτέρα δὲ οὗ προσπίπτουσα αὕτη καταντικρὺ πρὸς τὴν ἐπικειμένην εἰσρέει ἀκοήν. ἠχητικωτέρα δέ ἐστιν ἡ δευτέρα, διότι ἀπολαμπρύνεται ἡ φωνὴ τῷ μεταξὺ τῆς τε γλώττης καὶ τῆς ἀκοῆς εὐήχῳ τοῦ ἀέρος σώματι. καὶ διὰ ταῦτα ἀμυδρὰ μὲν ἡ γλῶττα, ἡ δὲ ἀκοὴ τρανεστέρα. συμβέβληται δὲ τῷ πράγματι καὶ ἡ ὀροφή, μὴ ἄγαν οὖσα μετέωρος, ἀλλ' οἷον ἐπικειμένη καὶ μὴ διαλύουσα τὴν φωνήν. Ἀλλ', εἴποι τις ἄν, δύναμις ταῦτα λόγου τὴν μὲν ἀκοὴν κατασείουσα, ἔργῳ δὲ μὴ συμπείθουσα. ἀλλ' ὥσπερ ἀπαιτοῦσιν ἡμᾶς ἐπὶ τῆς συγκινουμένης τῇ ὑπάτῃ χορδῆς δεῖξαι τοῦτο τῷ πράγματι, λύραν λαβόντας ἢ ψαλτήριον, οὕτω δὴ κἀνταῦθα τὴν μὲν φυσιολογίαν οὐκ ἀποδέχονται οἱ πολλοί, ἐπίδειξιν δὲ τοῦ λεγομένου τὴν διὰ τοῦ πράγματος ζητοῦσι κατασκευήν. ἐγὼ δὲ τοσοῦτον ἂν εἴποιμι πρὸς αὐτούς, ὅτι οὐ πάντως, εἰ τῇ συνοικοδομίᾳ χρήσομαι, καὶ ἐπιτυχὴς τοῦ αἰτιολογουμένου γενήσομαι· ἀλλ' ἔστι μὲν οὗ ἐπιτεύξομαι, ἔστι δ' οὗ ἀποτεύξομαι. οὐ γὰρ παντὶ οἰκίσκῳ ἕπεται τὸ ἀντιτυπὲς τῆς φωνῆς, ἀλλὰ τῷ οὕτως συναρμοσθέντι, ὡς συμμετρίαν ἔχειν καὶ τοῖς οἰκοδομήμασι καὶ τοῖς διαστήμασιν. ὅτι μὲν γὰρ ἡ αἰτία ἐντεῦθεν τοῦ γινομένου πᾶς ἄν τις εἴποι φυσικῶν θεωρημάτων ἐπήβολος· τὸ δὲ ἐπιτυχεῖν ὧν ἄν τις αἰτιολογήσαιτο, τοῦτο οὐ τοῦ παντός ἐστιν οὐδὲ πάντοτε· ἀλλὰ δεῖται καὶ εὐκαιρίας θέσεως καὶ τέχνης ἀκριβούσης τὸ ἔργον καὶ ὕλης εὐεργεστέρας καὶ συμμετρίας ὕψους καὶ βάθους καὶ τῶν λοιπῶν διαστημάτων, δι' ὧν τὸ κρύφιον τῆς φύσεως ἐξευρίσκεται. ἐπεὶ καὶ Ἀρχιμήδης ὁ Σικελὸς ᾔδει μὲν ὡς ἐξ ἐνόπτρων τινῶν κατασκευὴν τὴν προσήκουσαν δεξαμένων καὶ πρὸς ἡλιακὰς ἀντιτεθέντων ἀκτῖνας πῦρ ἐκ συμμέτρου διαστήματος ἐξαφθήσεται, καὶ πολλὰ τοιαῦτά γε κατεσκεύακε δι' ὧν τὰ τείχη τῆς πατρίδος διεφυλάξατο, τοῖς πολεμίοις πυρκαϊὰς ὅλας ἐκεῖθεν ἀνάψας, οὐκ ἐπὶ πάντων δὲ τῶν ὀργάνων τοῦ σκοποῦ ἐπετύγχανεν. ἐχρῆν γὰρ μήτ' ἄγαν κοῖλον εἶναι τὸν ἐπιτεχνώμενον σίδηρον μήτ' ἀσυμμέτρως κυρτοῦσθαι μήτε λείαν ἔχειν τὴν ἐπιφάνειαν· τὸ δ' οὕτως ἐνηρμόσθαι τὰ διαστήματα οὐ πάντοτε ἡ τέχνη ποιεῖ. οὐ μὴν τὸ περὶ τὴν τέχνην ἔλεγχος τῆς φύσεως γίνεται, ἀλλ', εἴ που ἅπαξ ἐπιτυχὲς τὸ φυσικὸν γένοιτο, τοῦτο δὴ ἀντὶ τῶν ἀποτευκτουμένων ἀπόχρη. 32 Τοῦ αὐτοῦ περὶ παραδόξων ἀκουσμάτων Μηδὲ καινῶν ἀναγνωσμάτων εἴης ἀνήκοος. ἴσθι τοιγαροῦν ὡς ἡ Ἐπιμενίδειος ἄλιμος μίγμα ἐστὶν ἀσφοδέλου ξηροῦ καὶ μαλάχης ῥίζης καὶ σησάμης πεπλυμένης μήκωνός τε λευκοῦ σκίλλης τε ὠμῆς τῆς ξανθῆς, καὶ ὁ λαμβάνων τοῦτο ἄσιτος ἐφ' ἡμέρας πολλὰς διημερεύσειεν ἀλυπότατος. τὸ νηπενθὲς συγκείμενόν ἐστιν ἐξ ἱππομανοῦς τοῦ φυτοῦ καὶ ἁλίμου Κρητικοῦ καὶ ὑοσκυάμου καὶ μανδραγόρου· τοῦτο δ' εἴ τις ἐσθίει, «νηπενθὲς» ἔχει «φάρμακον» καὶ «κακῶν ἐπίληθες ἁπάντων». τὸ μνημονικὸν εὕρημά ἐστι Ζηναρίας τῆς Πυθαγορικῆς· συνιστᾷ δὲ τοῦτο βοτάνη λευκάνθεμος, πέπερι λευκόν, ἁλικάκαβον, μέλι, σμύρνα, κρόκος καὶ κύπερον, καὶ εἴ τις αὐτοῦ μεταλαμβάνοι, ἐπιλήσμων ἂν εἴη τῶν πονηρῶν, μνήμων δὲ τῶν ἀγαθῶν. Σύλληψιν μὲν ἐργάζεται θεὸς καὶ φύσις, ὡς ἔγωγε πέπεισμαι, Ἀφρικανὸς δέ φησιν ὅτι καὶ τεχνική ἐστι γέννησις καὶ γεννηθήσεται τεχνικῶς, εἰ ὁ ἀνὴρ μέλλων εἰς συνουσίαν ἐλθεῖν ἐπιχρίσει τὸ μόριον αἵματι λαγωοῦ ἢ χηνείῳ στέατι· ἀλλ' ἐκείνως μὲν ἄρρεν, οὕτως δὲ θῆλυ. κατάγει δὲ ὁ ἀνὴρ οὗτος καὶ γάλα ἐκ τῶν μασθῶν τεχνικῇ μεθόδῳ καὶ σπαργῶντας μετὰ τὸν τοκετὸν σβεννύει κηρωτῇ κυπρίνῃ. ποιεῖ καὶ ἄτοκον γυναῖκα ἀτόκιον αὐτῇ περιάπτων· τοῦτο δέ ἐστι βατράχου ἐγκέφαλος ῥάκει περιειλημμένος λινῷ. καὶ ταῖς δυστοκούσαις Γαγάτην λίθον τῇ ἀριστερᾷ ἐγχειρίζων ὠκυτοκεῖν ταύτας ἐργάζεται. πεποίηται δὲ αὐτῷ καὶ συλληπτικὰ ἕτερα μίγματα καὶ τεχνάσματα καὶ παιδοποιητικὰ ἔμπλαστρα. ἔστι δὲ αὐτῷ ἴσχαιμόν τι ἐξ ἀκρεμόνων συκαμίνου συντεθειμένον τῶν φωστήρων ὑπὸ γῆν ὄντων περίαπτον· διδοῖ δὲ αὐτῷ τὴν δύναμιν ἐπῳδῇ τινι ἀπορρήτῳ. βάπτει δὲ καὶ τρίχας λευκὰς ἐκ λιθαργύρου κεκομμένης. ποιεῖ δὲ καὶ φωνασκικὸν ἐξ ἴρεως καὶ τραγακάνθου. ἰοῖ δὲ τὸν χρυσὸν σιέλῳ λυττῶντος κυνός. ἀντιπαθές τε ποιεῖται θηρίων πληγαῖς τῇ διπροσώπῳ ἐμπλάστρῳ. καὶ σκορπιακά τινα ὀνομάζει παράδοξα. καί τινα ἔλεγχον ποιεῖται κλεπτῶν ἀφανῶν, γυρίνων βατράχων τὰς γλώσσας ἀποτέμνων καὶ ταριχεύων, εἶτα ἐπὶ τῆς χρείας ἀλφίτοις ἀναμιγνὺς καὶ τοῖς ἐν ὑπονοίᾳ τῆς ἀφαιρέσεως τοῦ ζητουμένου προδιδούς· καὶ ὁ ἀφελόμενος, φησί, τὸ φώριον ἐν ἐκστάσει ὥσπερ γενόμενος ἑαυτὸν ἀριδήλως δημοσιεύει· ὀνομάζει δὲ τὸ βρῶμα κλεπτέλεγχον. Καὶ περὶ γεωργίας δὲ ὁ ἀνὴρ οὗτος λέγει παράδοξα. συκάμινα γάρ, φησί, λευκὰ φέρει συκάμινος λεύκην δεξαμένη ἐγκεντρισθεῖσαν· τὰ αὐτὰ δὲ ἐνέγκοι καὶ λεύκη ἐν ᾗ ὀφθαλμισθείη συκάμινος. κατάγραπτα δὲ περσικὰ ἐρυθρότερα γίνεται, εἰ καταγράψαιτό τις τὸν ἐγκείμενον τῷ πυρῆνι καρπόν. καταπαύει δὲ καὶ λοιμὸν ἢ ὀπῷ βαλσάμου ἢ συνεχεῖ δυσωδίᾳ τῇ βυρσοδεψικῇ τοῖς ἐναντίοις. σκευάζει δὲ καὶ οἶνον παντοδαπόν, τὸν μὲν ναρδοστάχυι, τὸν δὲ σχίνου ἄνθει καὶ ἄλλον ἑτέρῳ φαρμάκῳ. πλάττει δὲ καὶ ὑακινθίνους λίθους καὶ σμαραγδίνους καὶ σαρδώνυχας. θεραπεύει τε ἀσπίδων δήγματα καὶ ἀχλὺν ὀφθαλμῶν οὐ τοῖς ἐγνωσμένοις φαρμάκοις, ἀλλὰ περιάπτοις τισὶ καὶ ἐπᾴσμασιν. ἐκ δὲ ἀποπατήματος τῶν συνελθόντων βοῶν καὶ τοῦ οὔρου ἀποπατεῖν ἄνδρα ποιεῖ καὶ γυναῖκα οὐρεῖν, ὅτε βούλοιτο, καὶ γελᾶν πάμμεγα· εὐφορίαν τε τεχνικὴν ἢ μᾶλλον γοητικὴν χωρίοις ἐργάζεται καὶ τὴν ἐναντίαν ἀφορίαν ἐξ ἀντιπαθειῶν. ὁ δὲ ἀφροσέληνον συλλέγει ἐκ τῆς δρόσου τῶν φυτῶν καὶ τῶν σεληναίων αὐγῶν, ἀμεθύσους τε διατηρεῖ τοὺς ἐν οἴνῳ διανυκτερεύοντας. τερατεύεται δέ τινας ὠφελείας ἀπὸ χελώνης, ἀπὸ ἀρκτῴου αἰδοίου, ἐξ ἄλλων ζῴων τε καὶ θηρῶν. πεποίηται δὲ αὐτῷ καὶ ἰσχνοποιὸν φάρμακον ὑπερορίων σαρκῶν. ἀφανίζει δὲ τὰ ἐν τοῖς λαχάνοις ζῳύφια, καινούς τινας τρόπους ὑποτιθείς. λέγει δὲ καὶ περὶ τοῦ Γοργονείου· πόα δέ ἐστι τοῦτο ὑπόγειος τὰ πολλά· λέγει οὖν ὡς, εἴ τις κόρη πλησίον αὐτῆς ὡς Ἀφροδίτης νόμος συμπλακείη, ἄνεισιν ἐπὶ τὴν θέαν ἡ πόα καὶ τὸ γινόμενον περιέργως ὁρᾷ. ποιεῖται δὲ καὶ καλλιβλέφαρα φάρμακα καὶ ἐποπτικά. ῥᾷστον δὲ αὐτῷ καὶ τὴν πολλοῖς ἐγκυλισθεῖσαν ἀνδράσι γυναῖκα παρθένον αὖθις ἐργάσασθαι. κοιμίζει δὲ καὶ παράσιτον καί ἐστιν αὐτῷ τὸ γινόμενον εὐθυμίας πηγή. ἐπέχει δὲ καὶ ὀνείρωξιν καὶ ῥᾷστα τὰ δευτέρια κατάγει καὶ γλαυκὰ μελαίνει ὄμματα. ἔστι δὲ αὐτῷ καὶ κλεὶς βρεφῶν ὀλισθήμασι καί τι ἄλλο νυκτιφαές. ἔρωτας δὲ καὶ ἀνάπτει καὶ σβέννυσι, καὶ τρίχας λευκὰς μελαίνει, λευκαίνει δὲ μελαίνας. καὶ ἄλλ' ἄττα τοιαῦτα ὁ ἀνὴρ οὗτος ἐν τοῖς Κεστοῖς αὐτοῦ τερατολογεῖ καὶ διέξεισι. Παράδοξα δὲ ποιεῖν οἱ μὲν πολλοὶ βούλοιντ' ἂν ἐκ μαγείας καὶ ἀπηγορευμένων τεχνῶν. σὺ δ' ἄν, εἰ βούλοιο καὶ τὸ σέβας φυλάττοις, καὶ ταῦτ' ἂν ποιοίης καὶ γελῴης ὡς ἥδιστα. λινόσπερμα οὖν μετὰ ἀρτοτύρου ἔν τινι θαλαττίῳ μέρει διασκεδάζων ἐν αὐτῷ τὰ παρανηχόμενα συνάξεις ἰχθύδια. εἰ βούλει δὲ καὶ ἀλέκτορα νικῆσαι μαχόμενον, ἀδίαντον τρίψας τῷ συνήθει βρώματι παραμίγνυε. Αἰθίοπα δὲ ποιήσεις ἐν συμποσίῳ φανῆναι σηπίας τὸ μέλαν ἐγχέας τῷ ἐλλυχνίῳ. καὶ στρόβιλον εἰ ἀνοῖξαι βούλει χερσί, λιθάργυρον ὕδατι λειώσας κατάχριε. καὶ πεζῇ βαδίζων οὐ πονήσεις ἀρτεμισίαν ταῖς χερσὶ κατέχων μονόκλωνον. καὶ ᾠὸν ἐργάσαιο πορφυροῦν, εἰ ἐμβάλοις ἐν ἐλαίῳ θερμῷ κύμινον καὶ ὄξος ἔχοντι. μόλιβδον δὲ καὶ κασσίτερον εὐχερῶς μαλάξεις τῇ χειρὶ εἰς οὖρα ἵππου ἐάσας βραχῆναι τὰς ὕλας. εἰ δὲ βούλει γνῶναι τὴν κόρην εἰ παρθένος ἐστί, Γαγάτην λίθον κάτω θυμιῶν περισκέπασον, καὶ εἰ μὴ διὰ στόματος ὁ καπνὸς ἀναπτῇ, παρθενίας τοῦτο δοκιμασίαν ἀκριβῆ λάμβανε. ἀγρυπνῶν δὲ οὐ νυστάξεις νίτρου καὶ χαλκάνθης ὀσφραινόμενος. ὕδωρ δὲ εἰς οἶνον μεταβαλεῖς κικίδα λειώσας καὶ βαλὼν εἰς αὐτό. σίδηρον δὲ ῥήξεις, εἰ σανδαράχην καὶ θεῖον ὄξει καταμίξας ἐπιχρίσαις αὐτόν. γυναῖκα δὲ ἐνοπτριζομένην εἰ βούλει δεῖξαι ὀνόρυγχον, ὄνου δάκρυσι χρίε τὸ ἔσοπτρον. ᾠὸν δὲ διὰ βραχυτάτης διαβιβάσεις τρυμαλιᾶς ὄξει δριμεῖ καὶ στυπτηρίᾳ ἐμβρέχων ἐφ' ὅλαις ἡμέραις τρισίν. ἄκμων δὲ χαλκέως λυθήσεται ῥᾷστα τραγείῳ χριόμενος αἵματι. καὶ ἀλέκτωρ οὐκ ἄν ποτε ἀνακοκκύσειεν ἐλαίῳ τοὺς μυκτῆρας χριόμενος. γράμματα δὲ εἰς ὕδωρ γράψειας, εἰ κικίδα λεπτὴν εἰς ὕδωρ διασκεδάσειας καὶ ψιμμύθιον ἅμα ἐλαίῳ προσμίξειας· ἐξυμενοῦται γὰρ ἐντεῦθεν ἡ τοῦ ὕδατος ἐπιφάνεια καὶ δέχεται χειρὸς γραφούσης ἐπιβολήν. Καὶ ταῦτα μὲν κομματικά τε καὶ ἄμουσα. ἀπὸ δὲ τῶν Τεύκρου τοῦ Βαβυλωνίου βιβλίων πολλά τις ἂν εὕροι θαυμασιώτατα, ἀπό τε τῶν ἐν οὐρανῷ ζῳδίων καὶ ἀπὸ τῶν παρανατελλόντων ἑκάστῳ τούτων καὶ ἀπὸ τῶν λεγομένων δεκανῶν παντοδαπὰς ἀφορμὰς ἐν διαφόροις πράξεσι ποριζόμενος· εἰσὶ γὰρ ἐν ἑκάστῳ τῶν ζῳδίων τρεῖς κατειλεγμένοι δεκανοὶ ποικιλόμορφοι, ὁ μὲν κατέχων πέλεκυν, ὁ δ' εἰς ἄλλο τι ἐσχηματισμένος εἴκασμα· ὧν εἰ τὰ εἴδη καὶ τὰ σχήματα δακτυλίων ἐγγράψαις σφενδόναις, ἀποτρόπαιά σοι δεινῶν γενήσεται. ταῦτα μὲν οὖν ὁ Τεῦκρος καὶ οἱ κατ' ἐκεῖνον περιττοὶ τὰ μετέωρα. Ἐγὼ δὲ οὐ περιεργασίας ἕνεκα, νὴ τὴν ἱεράν σου ψυχήν, ἀλλὰ φιλομαθείας τὰ πλείω τῶν μαθημάτων συνελεξάμην· ἐγένετο γάρ μοι ἡ φύσις ἀκόρεστος πρὸς ὁτιοῦν σπούδασμα καὶ οὐδὲν ἄν με βουλοίμην διαλαθεῖν, ἀλλ' ἀγαπῴην ἂν εἰ καὶ τὰ νέρθεν εἰδείην τῆς γῆς. καὶ οὐχ ὥσπερ οἱ πολλοὶ περὶ τοῦτο μὲν ἐσπούδακα, ἐκεῖνο δὲ ἀπωσάμην, ἀλλὰ καὶ τῶν φαύλων ἢ ἄλλως ἀποτροπαίων ἐπιγνῶναι τὰς μεθόδους ἐσπούδακα, ἵν' ἔχω ἐντεῦθεν ἀντιλέγειν τοῖς χρωμένοις αὐτοῖς. 33 Περὶ ὠμοπλατοσκοπίας καὶ οἰωνοσκοπίασ Ὁ Σωκράτης ἐκεῖνος ὁ Σωφρονίσκου τοῖς Πλατωνικοῖς ἐντυχὼν διαλόγοις «οὗτός με» φησίν «ὁ νεανίας» περὶ Πλάτωνος λέγων «ἄγει ἔνθα καὶ βούλεται». τοῦτο δὴ κἀγὼ περὶ σοῦ προσηκόντως ἐρῶ· ἄγεις με γὰρ ἔνθα βούλει ταῖς ἐρωτήσεσι, καὶ ὅταν ὑψοῦ ἀναγάγῃς, ἀθρόον καταβιβάζεις εἰς γῆν. τί γὰρ κοινὸν τοῖς φθάσασιν ἐρωτήμασι καὶ οἷς πυνθάνῃ τὰ νῦν; ἐρωτᾷς γὰρ τί ποτέ ἐστι τὸ τῆς ὠμοπλατοσκοπίας χρηστήριον καὶ τίνα τὴν δύναμιν ἔχει, ὣς δὲ καὶ φυσικὰ αἴτια καὶ ἀπόρρητα προλαβεῖν {σε} τῶν ἐσομένων ζητεῖς. τὸ μὲν οὖν δεύτερον παρεξετάσοι ἄν τις ταῖς ὑψηλοτέραις πεύσεσι, τὸ δὲ τῆς ὠμοπλατοσκοπίας βάρβαρον μὲν καὶ ἀλλόκοτον, ἔχει δὲ ὅμως, ὡς τοῖς χρωμένοις δοκεῖ, μελλόντων προαναφώνησιν. οἱ γὰρ ἐντεῦθεν χρηστηριάζοντες πρόβατον ἢ ἄρνα τῆς ἀγέλης ἀπολεξάμενοι πρῶτον μὲν κατὰ νοῦν τιθέασιν ἢ καὶ τῇ γλώσσῃ προφέρουσι, περὶ οὗ ἂν μαθεῖν βούλοιντο· εἶτα καταθύσαντες τὸν ὠμοπλάτην τοῦ παντὸς ἀφαιροῦσι σώματος ὡς μαντεύματος ὄργανον, καὶ τοῦτον ἄνθραξι διοπτήσαντες καὶ ἀπογυμνώσαντες τῶν σαρκῶν ἐντεῦθεν τὰς σημειώσεις τῆς τῶν ἐρωτημάτων ἐκβάσεως ἔχουσιν. ἄλλα γὰρ ἐν ἄλλοις μέρεσι προμαντεύονται. ζωῆς μὲν γὰρ καὶ θανάτου κρίσιν ἐν τῇ ἐξοχῇ τῆς ῥάχεως ἔχουσι· καὶ εἰ μὲν αὕτη ἑκατέρωθέν ἐστι λευκὴ καὶ καθαρά, ζωῆς ἐντεῦθεν λαμβάνουσι σύμβολα, εἰ δὲ συγκεχυμένη, θανάτου τεκμήρια. ἐν δὲ τῷ μεταξὺ μέρει τοῦ ὠμοπλάτου τῶν περὶ τὸν ἀέρα παθῶν τὰς κρίσεις τίθενται. εἰ μὲν γὰρ οἱ μεταξὺ τοῦ ὠμοπλάτου δύο ὑμένες ἐξ ἀμφοτέρων μερῶν τῆς ῥάχεως λευκοὶ καὶ καθαροὶ φαίνοιντο, εἰρηναίαν τῷ ἀέρι κατάστασιν προσημαίνουσιν· εἰ δὲ κατάστικτοι, τὰ ἐναντία προλέγουσιν. εἰ δὲ περὶ πολέμου τις ἐρωτῴη, εἰ μὲν ἐν τῷ δεξιῷ μέρει τοῦ ὠμοπλάτου ἐρυθρὸν φανείη νεφέλιον ἢ ἐν θατέρῳ μέρει γραμμὴ ἐπιμήκης καὶ μέλαινα, ἄνελε ὅτι μέγας ἔσοιτο πόλεμος· εἰ δὲ ἄμφω τὰ μέρη κατὰ φύσιν ἴδοις λευκά, εἰρήνην μέλλουσαν χρηστηρίαζε. καὶ καθάπαξ ἐν πάσαις ταῖς ἐρωτήσεσι καὶ ζητήσεσι τὰ μὲν ἐρυθρότερα καὶ μελάντερα καὶ συγκεχυμένα τῆς χείρονος συστοιχίας εἰσί, τὰ δ' ἐναντία τούτων τῆς κρείττονος. Ἄρχομαι δέ σοι καὶ τῶν ἀφ' ἑτέρων περὶ τῶν ἐσομένων σημειώσεων, καὶ πρότερόν γε ἀπὸ τῆς τῶν κοράκων καὶ κορωνῶν διαιρέσεως, ὧν ἡ διαφορὰ ἐν τέτρασι τούτοις, ἐν πτήσει, φωνῇ, καθέδρᾳ καὶ ἐνεργείᾳ. ἀνισταμένοις γοῦν ἐκ κοίτης ἡμῖν ἢ κατακειμένοις ἂν κορώνη φθέγξηται δίς, ἔργων ἀγαθῶν καὶ ἡδέων δηλοῖ μετάληψιν· εἰ δὲ ἅπαξ ἢ τρὶς ἢ πεντάκις, τὰ ἐναντία σοι προσημαίνει· εἰ δὲ χρήσεται φωναῖς ἀναμὶξ ἀρτίαις καὶ περιτταῖς, ἀσπούδαστα καταγγέλλει πράγματα. καὶ ὅλως τὰς μὲν ἀρτίους φωνὰς τῶν κορωνῶν πρὸς καλοῦ τίθει, τὰς δὲ περιττὰς πρὸς κακοῦ. παρεξιοῦσι δὲ ἡμῖν τὴν αὔλειον κόραξ ὄπισθεν καὶ κορώνη ἔμπροσθεν βοήσαντες ἀθυμίαν τινὰ καὶ δυσχέρειαν ἐν πράγμασι προσημαίνουσι, περὶ δὲ τὰ λαιὰ κορώνη παραπταμένη καὶ ἐπικράξασα καὶ κόραξ ὁμοίως ἐκ θατέρου μέρους παραφθεγξάμενος θαρρεῖν σοι παρακελεύονται. εὐχομένοις δὲ κορώνη ὄπισθεν κράζουσα τυχεῖν τῆς εὐχῆς μαντεύεται, εὐώνυμος δὲ διελθοῦσα φόβον ἐμβάλλει καὶ ταραχὴν τῇ ψυχῇ. καὶ περὶ μὲν τῶν ἀπὸ κοράκων καὶ κορωνῶν σημειώσεων ἀρκεῖ σοι ταῦτα ἀντὶ πολλῶν. οὐ γὰρ τὰ κατὰ μέρος διασαφῆσαί σοι προειλόμεθα, ἀλλ' οἷον ἀφορμὰς παρασχεῖν τῆς ἐντεῦθεν μαντείας. Ἀπολλώνιος δὲ ὁ Λακεδαιμόνιος ἐπὶ πάσης πράξεως πάντα τὰ τῶν πτηνῶν περιειργάσατο, προλαβὼν καὶ φωνὴν καὶ πνεῦμα καὶ ἀριθμὸν καὶ κλῆρον καὶ μέτρον καὶ μερισμὸν καὶ περίοδον τελείαν καὶ ἡμιτελῆ καὶ ἦχον τροχαλὸν μογερὸν εὔηχον δύσηχον δυσήκοον σύμφωνον ἀντίφωνον, ἐξ ὧν τὰ διάφορα τῶν ἀποτελεσμάτων εἴδη εὑρίσκεται. μαντεύσεται δέ σοι τὸ μέλλον καὶ γλαὺξ καὶ δρυοκολάπτης καὶ βασιλίσκος καὶ ἐρωδιός. καὶ ταῦτα μὲν ἀπὸ τῶν πτηνῶν. Ἄνεμον δέ σοι σημαίνουσιν ἠχοῦντες ἐπὶ πλεῖστον αἰγιαλοὶ καὶ ἀθρόον ἀνοιδαίνουσα θάλασσα καὶ οἷον βομβοῦσαι αἱ κορυφαὶ τῶν ὀρῶν. νέφη δὲ ἐμφαινόμενα τῷ ἀέρι ὁποῖα πόκοι ἐρίων καὶ ἄνεμον καὶ ὑετὸν προμαντεύονται. καὶ περὶ τὰς μύξας δὲ τῶν λύχνων ἐὰν συναθροίζωνται μύκητες, χειμῶνα σημαίνουσιν. εἰ δὲ νεφέλη τις ἀερώδης περὶ τὰς ὑπωρείας γένηται, αἱ δὲ ἀκρώρειαι καθαραὶ μένωσι, σημεῖον τοῦτο εὐδίας ἐστίν. ὅταν δὲ κατὰ τὴν ἀγέλην σκιρτῶσιν οἱ μὲν ἄρνες τοῖς τέτταρσιν ἐναλλόμενοι ποσί, τὰ δὲ πρόβατα τοῖς δυσί, χειμῶνα σαφῶς προμηνύουσι. καὶ βόες δὲ ὅταν τὰς χηλὰς τῶν ἐμπροσθίων ποδῶν περιλιχμῶνται καὶ ἐπὶ τὰ δεξιὰ πλευρὰ κατακλίνωνται κοιμώμενοι καὶ ὅταν εἰς τὴν ἔπαυλιν ἐπανιόντες μυκῶνται ὑπὸ τὴν ἑσπέραν, χειμῶνα δηλοῦσι. καὶ λύκος δὲ ὠρυόμενος καὶ χοῖρος ἀπλήστως τῷ βορβόρῳ ἐγκαλινδούμενος καὶ αἶγες τὸν ἀπὸ τῆς πρίνου καρπὸν ἐσθίουσαι συντονώτερον καὶ μῦες μᾶλλον ἀλλήλοις ἐπισκιρτῶντες, ὣς δὲ καὶ κύνες, χειμῶνα προλέγουσι. σφῆκες δὲ μετοπώρου φαινόμενοι ὑγρὸν ἔσεσθαι τὸν ἀέρα μαντεύονται καὶ χῆνες δὲ μετὰ βοῆς ἐπὶ τὴν τροφὴν χωροῦσαι καὶ κολοιοὶ τῆς ὥρας ὀψὲ κεκραγότες καὶ εἰς χηραμοὺς καταδυόμενοι καὶ μέλιτται πλησίον τῶν μελιττείων ποιούμεναι τὴν νομήν, χειμῶνα αὐτίκα ἐσόμενον προμηνύουσι. καὶ ὁ τῆς πρίνου δὲ καρπὸς σύμμετρος ὢν χειμῶνα δηλοῖ, ὣς δὲ καὶ ὁ τῆς σχίνου. ἵνα δέ σοι μὴ πάντα ἀναίτια φθέγγωμαι, φυσικὴν αἰτίαν τῆς ἀπὸ τῶν δένδρων σημειώσεώς σοι χαρίζομαι. αὐχμηρά εἰσι τὰ τοιαῦτα φυτά, τὴν σχῖνον καὶ τὴν πρῖνόν φημι, καὶ τὴν κρᾶσιν ξηρά. ὅθεν οὐδὲ φέρει πολὺν καρπόν, εἰ μὴ κατὰ βάθος ὑγρότητα δέξηται. ὅταν οὖν πλείονα καρπὸν τοῦ συνήθους ἀποβλαστήσῃ, οἱ περὶ τὰς φυσικὰ αἰτίας πραγματευόμενοι χειμῶνα ἐντεῦθεν καταμαντεύονται. 34 Περὶ λίθων δυνάμεων Αἰτιολογήσασθαι μέν σοι τὰς ἐν τοῖς λίθοις δυνάμεις οὐκ ἂν τολμήσαιμι, οὐδὲ μιμήσομαι κατὰ τοῦτο τὸ μέρος τῶν δογματικῶν τὴν προπέτειαν, δυνάμενος ἐφ' ἑκάστου πολλὰ εὑρεσιλογεῖν. ἑκάστης δὲ τῶν διεγνωσμένων ἡμῖν λίθων καὶ ἃς μάλιστα ἀγαπῶμεν οἱ ἄνθρωποι τὰς ἐνούσας δυνάμεις ἀνακαλύψω σοι, ἵν' ἐν καιροῖς αὐτοῖς χρῷο καί τινα ὠφέλειαν καρπίζοιο παρ' αὐτῶν. καὶ ἵνα τὰς ἀγνώστους ἡμῖν λίθους ἐάσω, τὸν ὀνοκάρδιον καὶ τὴν ὁλκάδα καὶ τὸν σπογγίτην, τόν τε λειμωνιάτην καὶ τὸν λιγκούριον, τόν τε τριγλίτην καὶ τὸν τριόφθαλμον καὶ τὸν σακκούδιον καὶ συριγγίτην καὶ τὸν σχιστὸν καὶ ὅσοι τοιοῦτοι, ὧν τὰ ὀνόματα μόνον ἴσμεν, οὐ μέντοι γε καὶ αὐτοῖς ἐντυγχάνομεν, ἀπὸ τῶν γνωριμωτέρων ἡμῖν ἀπάρξομαι. Αὐτίκα ὁ ἀδάμας· χροιὰν δὲ οὗτος ἔχει ὑελίζουσαν καὶ στιλπνήν, κραταιός τέ ἐστι καὶ δύσθραυστος. ἡμιτριταίους πυρετοὺς σβέννυσιν ἐξαρτώμενος. Ὁ αἱματίτης· ὀνομάζεται δὲ οὕτως ὅτι βρεχόμενος ὕδατι αἱματώδη χροιὰν ἀφίησιν. ὀφθαλμίας ἰᾶται μεθ' ὕδατος ἐγχριόμενος Ἡ ἀμέθυσος ὑακινθώδης μέν ἐστι τὴν χροιάν, ἰᾶται δὲ κεφαλαλγίας, καὶ τοὺς πίνοντας οἴνου φυλάττει νήφοντας, ὅθεν αὐτῷ καὶ τοὔνομα. Ὁ ἄνθραξ ἐν Ἰνδοῖς μὲν ἔχει τὴν γένεσιν· ἔστι δὲ ἄνθραξιν ἐμφερής. καὶ ὁ μέν τίς ἐστι θηλυφεγγής, ὁ δὲ βραχύ τι μελάντερος. φοινικίζει δὲ πρὸς ἥλιον καθορώμενος. εὑρίσκεται δὲ ἐν ὄρεσιν ἀντιλάμπων ταῖς ἡλιακαῖς ἀκτῖσι. καὶ ποικιλλόμενον μὲν τοῦτον οἱ λιθογνώμονες ἴσασιν, οὐ μήν γε καὶ τὰς δυνάμεις αὐτοῦ μεμαθήκασιν, εἰ μὴ μόνον τὸν ἀνθρακίτην τὸν παρὰ Θεσπρωτοῖς γεννώμενον, ἔλαττον τὸ πυραυγὲς ἔχοντα, κεφαλαλγίας ἰᾶσθαί φασι παρὰ τῷ κάμνοντι θυμιώμενον. Ὁ ἀχάτης· ἔστι δὲ ποικίλος τὴν χροιὰν καὶ διηγλαϊσμένος· καὶ ὁ μὲν πάρωχρος, ὁ δὲ φοινικόχρους ἢ σαρδοειδής. ὀφθαλμῶν ῥεύματα καὶ κεφαλαλγίας ἰᾶται, ἐπέχει δὲ καὶ ῥοῦν γυναικῶν καὶ τῷ ὑγρῷ ὕδρωπι ἀντίθετός ἐστι, καὶ τοσοῦτον αὐτῷ τὸ περιὸν τῆς ξηραντικῆς δυνάμεως, ὡς καὶ ὕδωρ ἀναπίνειν δύνασθαι καὶ κενὸν τὸ ἄγγος ποιεῖν. Ὁ βήρυλλος· τρεῖς δὲ τούτου τοῦ λίθου μορφαί, καὶ ὁ μὲν αὐτῶν ἐλαιοβαφής ἐστι τὴν χροιάν, ὁ δὲ θαλάττῃ προσεοικώς, ὁ δὲ λαμπρὸς τὰς αὐγὰς καὶ ὁμοφυὴς καὶ λάμπων πόρρωθεν. οὗτος οὖν ὁ λίθος ἐντάσεις ἰᾶται καὶ σπασμοὺς καὶ ὀφθαλμῶν ὀδύνας καὶ ἴκτερον. Ὁ γαλακτίτης ἀπορρήτῳ βρύει γάλακτι· ἔνθεν γὰρ αὐτῷ καὶ τοὔνομα. κατασπᾷ δὲ γάλα ταῖς γυναιξί, λήθην δὲ ἐργάζεται τῶν κακῶν καὶ μνήμην τῶν καλῶν, ἀντίθετος δέ ἐστι καὶ θηρίων πληγαῖς περίαπτος γεγονώς. Τὸ ἤλεκτρον· ἔστι δὲ τὸ μὲν Ἰνδικόν, τὸ δὲ Λιβυστικόν. οἰκειοῦνται δὲ αὐτῷ καὶ Σκύθαι καὶ Αἰθίοπες· γίνεται δὲ παρὰ τὸν Ἠριδανὸν ποταμόν. ἔνιοι δὲ καὶ δάκρυον αὐτό φασι δένδρου τινός· κοῦφον γάρ ἐστι καὶ θυμιᾶται ὡς ὁ λιβανωτὸς ἢ ἡ μαστίχη. ἰᾶται δὲ δυσουρίαν περιαπτόμενος καὶ πυρετῶν ἀπαλλάττει καὶ στομάχου ῥεῦμα ἵστησι, καὶ ὀφθαλμοῖς δὲ ἐγχριόμενος ὀξυδορκίαν χαρίζεται. Ἡ ἴασπις φύσει κρυσταλλοειδής, ὀλίγον ἐπιτεινομένη τὴν χροιάν. καὶ ἀρίστη μὲν ἡ ὑποπορφύρουσα, δευτέρα δὲ ἡ φλεγματικωτέρα καὶ παράλευκος· ἔστι δέ τις καὶ ἀεροειδής. ἀναστέλλει δὲ ῥεύματα κεφαλῆς καὶ τοὺς ἐφιάλτας ἀπωθεῖται καὶ λοιμικοῖς ἀντιτάττεται πάθεσι καὶ ἐπιληπτικοῖς. ἔστι δέ τις ἴασπις καὶ σμαραγδίζουσα· ἡ δὲ ἐμφερὴς χιόνι καὶ ἄλλη ἐμφερὴς ἀρνοῦ ἐγκεφάλῳ, ἧς οὔπω οὐδεὶς ἐγνώκει τὴν δύναμιν. Ὁ Ἰδαῖος δάκτυλος ἐν Ἴδῃ τῆς Κρήτης γίνεται· καὶ ἔστι τὸ σχῆμα δακτύλῳ ἀνδρὸς ἐμφερὴς τῷ ἀντίχειρι, τὴν χροιὰν σιδηρόχρους· οὗτος ὁ λίθος δικαιότατος πάντων τῶν λίθων ἐστί· τὰς μὲν γὰρ ἐκ τῶν δικαίων μίξεων γινομένας σπορὰς τελειοῖ, φθείρει δὲ τὰς ἀθεμίτους καὶ παρανόμους. Ὁ κρύσταλλος ἔοικε μὲν ὕδατι καθαρῷ, ἐγκαεὶς δὲ ὑπὸ ἡλίου χροιὰν ἀμεθύσου μεταλαμβάνει, ἐπὶ δὲ τὸ βαθύτερον τραπεὶς ἰάσπιδι γίνεται ὅμοιος. οὗτος τρόμους ἀπερύκει καὶ ἐκλύσεις νεύρων ἀνατριβόμενος. Ὁ λυχνίτης· ἔστι δὲ ὁ μὲν ὀστρακώδης, ὁ δὲ πορφύρεται, ὁ δὲ διαυγάζει· ἰᾶται δὲ νυκτάλωπας ἀρτηθεὶς ἀπὸ τοῦ τραχήλου, ῥεύματά τε ἐπέχει ὀφθαλμῶν ἐν λινῷ ῥάκει περιτεθεὶς τῷ μετώπῳ. Ὁ μάγνης λίθος ἐστὶ μέλας καὶ βαρὺς καὶ ἀνώμαλος· καὶ ὁ μέν τις ἐπισπᾶται τὸν σίδηρον, ὁ δὲ ἀποπτύει· ἀναλυόμενος δὲ γάλακτι ὀξυδορκίαν ποιεῖ καὶ μελαγχολίαν ἰᾶται. Ὁ ὄνυξ εὐμεγέθης ἐστίν, ὥστε τοὺς Ἰνδοὺς καὶ πόδας κλίνης ἐντεῦθεν τορεύειν· διαρθεὶς δὲ πρὸς αὐγὴν παντοίαν ἀναφαίνει ἔνδον χροιάν, ἢ γὰρ ἀνθρακώδη ἢ μέλαιναν ἢ σαρκοειδῆ· ἀναλυθεὶς δὲ ἐπέχει φαντασίας νυκτερινάς, ὀδοῦσί τε ῥευματιζομένοις παρατριβόμενος ὠφελεῖ. Ὁ σάπφειρος ἵστησι ῥεύματα ὀφθαλμῶν μετώπῳ περιαφθείς. ἑλκώσεις ἰᾶται ποθεὶς μετὰ γάλακτος, ξηραντικός τέ ἐστι καὶ στυπτικὸς καὶ πυρετοῖς ὀξέσιν ἀντίθετος. Σαρδόνυξ· ἡ λίθος αὕτη μέσον ἔχει γραμμὴν λευκήν· ἔστι δὲ καὶ μονόχροος καὶ πολύχροος· καὶ ἡ μὲν μονόχροος ὀφθαλμῶν ἵστησι ῥεύματα καὶ διεζωσμένη τοὺς τῶν ἐμβρύων ἐπέχει ὀλίσθους, ἡ δὲ ποικίλη ὠφελεῖ μελαγχολικοὺς ἐξαρτωμένη. Ὁ σεληνίτης· καλεῖται δὲ οὕτως ὅτι ὀφθαλμὸν οἷόν τινα ἔχων συναυξόμενον τοῦτον καὶ συμμειούμενον ταῖς τῆς σελήνης αὐξήσεσι καὶ μειώσεσι δείκνυται. Ἡ σμάραγδος πρασοειδής ἐστι καὶ ἠρέμα χρυσίζουσα καί τι καὶ τοῦ γλαυκοῦ παρεμφαίνουσα χρώματος. γεννᾷ δὲ ταύτην καὶ Αἰθιοπία καὶ Αἴγυπτος καὶ Περσὶς καί τινα ὄρη τῆς Ἀττικῆς. αὕτη καταπλαττομένη μεθ' ὕδατος ἐλεφαντικοῖς βοηθεῖ, πινομένη δὲ μεθ' ὕδατος αἵματος ἐπέχει ῥοάς. Ὑάκινθος· τοῦτον τίκτει μὲν ἡ Ἰνδῶν, ἔστι δὲ θαλαττόχροος· ἰᾶται δὲ πνευματώσεις καὶ ῥήγματα μελαγχολίαν τε παύει σὺν ὄξει ποθείς. Χρυσόλιθος ἀντίθετον χρῆμα πᾶσι πάθεσιν ὀφθαλμῶν. Χρυσήλεκτρος· οὗτος φορούμενος περὶ τράχηλον σβέννυσι πυρετούς. Χρυσόπρασος· οὗτος περὶ τοὺς καρποὺς φορούμενος παρέχει ὀξυδορκίαν, στομάχους τε ἰᾶται καρδιαλγοῦντας καὶ λύει ἐμπνευματώσεις. Χαλαζίας· λευκός ἐστιν οὗτος καὶ στερεὸς καὶ κρυστάλλῳ μικρῷ ἐοικώς. περιαρτώμενος δὲ ἰᾶται σκορπίων πληγάς. Τοπάζιον λίθος ἐστὶ διαφανής, ὑέλῳ παρεμφερής· φύεται δὲ εἰς τὸν Ἀραβικὸν λεγόμενον κόλπον ἔν τινι πελαγίᾳ νήσῳ. καὶ ἡμέρας μὲν οὐχ ὁρᾶται– κρύπτει γὰρ αὐτοῦ τὸ φέγγος ὁ ἥλιος–, νυκτὸς δὲ διαλάμπει πόρρωθεν. καὶ τραχὺς μὲν εὑρίσκεται καὶ ἀνώμαλος, τεχνικοῖς δὲ ὀργάνοις λεαίνεται. οὗτος μαινομένους ἀποκαθίστησι τριβεὶς καὶ ποθείς. δρᾷ δὲ τὰ αὐτὰ καὶ περίαπτος. Τούτων δὴ τῶν παρὰ τοῖς λίθοις δυνάμεων αἰτίας πολλοὶ ἐθάρρησαν ἀποδοῦναι, τῶν μὲν ἀρχαιοτέρων σοφῶν Ἀναξαγόρας καὶ Ἐμπεδοκλῆς καὶ Δημόκριτος, τῶν δὲ οὐ πολὺ πρὸ ἡμῶν ὁ τῆς Ἀφροδισιάδος Ἀλέξανδρος, ἄνθρωπος περὶ πάντων ἁπλῶς εἰπεῖν καὶ τῶν ἀπορρήτων τῆς φύσεως προχειρότατος. σοὶ δὲ ἀποχρῶσα ἔστω ἡ ἑκάστου τῶν λίθων δύναμις καὶ ἐνέργεια· τοὺς δὲ λόγους αὐτῶν καὶ τὰς αἰτίας παρὰ τοῖς ἄνω θησαυροῖς ἔασον. 35 Περὶ ἠλέκτρου· τοῦ Ψελλοῦ Περὶ τὰ Ἰνδικὰ μέρη ποταμὸς ῥεῖ ἔχων σταδίους δύο τὸ εὖρος· λέγεται δὲ Σπάβαρος, Ἑλληνιστὶ δὲ «πάντα φέρων ἀγαθὰ» λέγεται. οὗτος, φησί, λʹ ἡμέρας τοῦ ἐνιαυτοῦ ἤλεκτρον καταφέρει. λέγουσι δὲ ὅτι ὄρος ἐπίκειται τῷ ποταμῷ, ὅπερ ἔχει δένδρα μεγάλα, ἐξ ὧν σταλάζει δάκρυα εἰς τὸν ποταμὸν καὶ καταπίπτοντα πήγνυται καὶ γίνεται ἤλεκτρος. ὄνομα δὲ τοῖς δένδρεσι ξητακόρα, Ἑλληνιστὶ δὲ «γλυκύ». φέρειν δὲ τὰ δένδρα φησὶ καὶ καρπὸν βοτρυώδη ὥσπερ ἡ ἄμπελος, εἶναι δὲ τὰς ῥῶγας ὥσπερ κάρυα Ποντικά. ἐν δὲ τῷ ὄρει ἄνθρωποι βιοτεύουσι κυνὸς κεφαλὰς ἔχοντες, τὰ δ' ἄλλα πάντα ἀνθρώπου. καὶ ἐπιβοῶνται εἰς τοὺς ἄλλους Ἰνδοὺς καὶ συνίασι τὰ λεγόμενα, αὐτοὶ δὲ οὐ φθέγγονται, ἀλλὰ ὠρύονται ὥσπερ κύνες. ἐσθίουσι δὲ τούτων τῶν δένδρων τὸν καρπόν, καὶ τὰ ἄγρια θηρία θηρεύοντες τὰ κρέα αὐτῶν ὠμὰ ἐσθίουσιν. ἔχουσι δὲ καὶ πρόβατα πολλά, ὀδόντας δὲ μείζονας κυνός. στολὰς δὲ φοροῦσι δερματίνους καί εἰσι μέλανες. πίνουσι δὲ γάλα ἀπὸ τῶν προβάτων αὐτῶν. οὐρὰν δὲ ἔχουσιν ἅπαντες ὑπὸ τὸ ἰσχίον καὶ ἄνδρες καὶ γυναῖκες ὥσπερ κυνός.

Intertext edge

Open linked passage

Note