Opuscula logica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
36.1.1
Τοῦ αὐτοῦ Ἑρμηνεία περὶ τῶν εἰκοσιτεσσάρων στοιχείων συγγραφεῖσα καὶ ἐκτεθεῖσα πρὸς τὸν βεστάρχην κῦριν Ἰωάννην τὸν λιβελλίσιον, ὃς καὶ τὴν περὶ τούτου ἐρώτησιν πρὸς αὐτὸν ἐποιήσατο Οὐ μετρίαν σοι χάριν ἀποτιννύς, φίλτατέ μοι πάντων ἀνδρῶν λιβελλίσιε, ὧν προὔλαβες ἡμῖν εὐνοῶν καὶ γνησίως διατιθέμενος, τὴν περὶ τῶν εἰκοσιτεσσάρων λεγομένων στοιχείων ἐπραγματευσάμην σοι διασάφησιν. καὶ οὐκ ἀγνοῶ ὡς ἅπαντες οἱ ἀντιδιδόντες τισὶν ὧν εὖ παρ' ἐκείνων πεπόνθασιν ἐλαττοῦν τῷ λόγῳ σπεύδουσι τὴν ἀντίδοσιν, εἰ καὶ μὴ πρὸς τὰ προλαβόντα διὰ τὸ ὑπερέχον τοῦ λόγου ἀντισυγκρίνοιντο. ἀλλ' ἐκεῖνοι μὲν σοφιζόμενοι τάχα καταχαρίζονται οἷς προσίασι καὶ ἀσύμφωνα φωνοῦσι τοῖς πράγμασι, σοφισταὶ τὸ ὅλον τυγχάνοντες καὶ τὴν γλῶτταν πρὸς πάντα λόγον πρόχειρον ἔχοντες. ἐγὼ δὲ φιλόσοφος ὢν οὐκ ἂν ἑκὼν εἶναι αἰσχύναιμι τὴν ἐπιστήμην ψευδόμενος, οὐδὲ τῷ δοκεῖν μετριάζειν ἁλώσομαι ψευδολογίας ἐγκλήματι. ὅθεν καὶ πάλιν τὸν αὐτὸν ἐρῶ λόγον, ὅτι σοι τῶν πρός με χαρίτων ἀπομνημονεύων γενναιοτέραν τὴν ἀμοιβὴν ἀποδίδωμι καινόν τινά σοι πόνον διαπραγματευόμενος καὶ ᾧ μηδεὶς ἐπικεχείρηκεν ἕτερος· οὐδεὶς γὰρ οὐδὲ τῶν πάνυ φιλοσοφησάντων, ὅσα γε ἐμὲ εἰδέναι, εἰς τὴν περὶ τούτων καθῆκεν ἑαυτὸν θήραν τῆς ἐγκεκρυμμένης ἀπορρήτων γνώσεως. ἀλλ' Ἀφρικανὸς μὲν ὁ τῶν ἐν τῇ φύσει δυνάμεων ἀρρήτων ἐξηγητὴς ἀδολεσχίαν τινὰ μαθηματικὴν περὶ τοῦ ἀριθμοῦ τούτων καὶ ταύτην βραχυτάτην καταβαλόμενος, τήν τε ἑξάδα καὶ τὴν τετράδα ἀποσεμνύνας καὶ πρὸς ἄλληλα ταῦτα πολυπλασιάσας μέγα τι ἐφευρηκέναι βρενθύεται καὶ τὴν τῶν πάντων διαφυγὸν εὕρεσιν καὶ κατάληψιν, εἶτα συνθεὶς ὅθεν ἕκαστον τούτων αὐτῶν τῶν στοιχείων συντέθειται, ὅτι εἰς τὴν πρώτην μυριάδα τὸ πᾶν ἐφεῦρε συμπεραινόμενον, ἑαυτὸν ἄγαταί τε καὶ τέθηπεν, ὥσπερ εἰ καὶ τῷ δακτύλῳ τὴν γῆν μετεκίνησεν, ἐπαγγελλόμενος δὲ καὶ τὸ ἐντεῦθεν μηνύσειν ἄρρητόν τε καὶ ἀκατονόμαστον, ἥρωα δὲ ἢ θεὸν τὸν μεμαθηκότα ποιῆσαι δυνάμενον, οὔτ' αὐτὸς ὁ πρώτως ἐξευρὼν τοιοῦτος ἡμῖν ἀναπέφανται οὔθ' ὅπερ ἐπηγγείλατο ἀπέδωκεν ἐν τοῖς ἐφεξῆς, ἀλλὰ μέχρι τοῦ κόμπου ἐπαύσατο προελθών, καταφυγὴν ἄρρητον τῶν ἀδήλων τὰς στήλας ἐφευρηκώς. Πρόκλος δὲ ὁ μέχρι καὶ τῶν ἀπορρήτων τῇ φύσει ἑαυτὸν καθιεὶς δυνάμεις μέν τινας ἀπὸ τούτων ἐν τοῖς περὶ μαγειῶν λόγοι ἀπηκριβώσατο, ἐν οἷς τὰ μὲν ἐλευθέρᾳ τῇ γλώττῃ ἀφίησι, τὰ δὲ πιέζει τοῖς πνεύμασι καὶ τοιαύτην τινὰ περὶ αὐτῶν τερατολογίαν διέξεισιν. ἐγὼ δὲ ἧττον τούτους ἐν τούτοις ἀποδεξάμενος αὐτὸ δι' ὅ τι ποτέ ἐστιν ἕκαστον τῶν στοιχείων καὶ ὅπως τοιαύτης τετύχηκε προφορᾶς ἐπειράθην καταλαβεῖν, οὐ μόνον δὲ ἀλλὰ καὶ διότι τὸ μὲν πρῶτον, τὸ δὲ δεύτερον, τὸ δὲ καθεξῆς τέτακται, ἐξηγητῇ τῇ φύσει χρησάμενος, οὐ μὴν δὲ ἀλλὰ καὶ φιλοσόφοις λόγοις εἰς τὴν κατάληψιν τούτων ἀποχρησάμενος. εἰ δὲ μὴ διὰ παντὸς ἑκάστου τούτων ἡ τῆς ἐτυμολογίας χωρήσειεν εὕρεσις μηδὲ πάντα κατ' ὄνομα ἀκριβώσαιμεν, ἀλλ' ἔστιν ἃ καὶ ῥηματικῶς ἐπεξηγησόμεθα, ἐλλείποντά τε τῇ αὐτοτελείᾳ καὶ τοῦ ὀνόματος καὶ τοῦ ῥήματος, οὔτε καταμέμφεσθαι χρὴ οὔτε ἐς τὸ ἀκριβὲς περιεργάζεσθαι ἕκαστον. ἴσως μὲν γὰρ οἱ μεθ' ἡμᾶς πρώτας εἰληφότες ἀφ' ἡμῶν ἀφορμὰς καὶ τοῦτο προσβιάσονται τοῖς στοιχείοις καὶ συμπορίσονται, ἐμοὶ δὲ οὐκ ἐξέσται καταλαβεῖν τε πρώτως καὶ εἰς τὸ τέλειον ἀγαγεῖν, ὡς μὴ ἔχειν τινὰ προσθεῖναι. ἀγαπητὸν γὰρ ὅτι καὶ ποσῶς κατειλήφαμεν καὶ πρῶτοι ταύτην τὴν ὁδὸν ἐκαινοτομήσαμεν. τὸ μὲν οὖν προοίμιον τῆς πραγματείας μέχρι τούτου. ἀρκτέον δὲ ἡμῖν ἐντεῦθεν τοῦ λόγου. Καὶ τὸ ἄλφα στοιχεῖον ὅ τι ποτέ ἐστι καὶ διὰ τί τῶν ἄλλων προτέτακται ἐπεξέλθωμεν. τέως δὲ πρὸ τῆς καθ' ἕνα τούτων ἐξηγήσεως καὶ ἐτυμολογίας εἰδέναι χρεών, ὡς ἥ τε τῶν πάντων αἰτία καὶ ἡ ἐκεῖθεν τῶν καθ' ἕκαστα πρόοδος καὶ ἡ τούτων πρὸς τὸ γεννῆσαν ἐπάνοδος, τό τε ποικίλον ταύτης καὶ νῦν μὲν τὸν κύκλον ἀπαρτίζον τῆς ἐπιστροφῆς καὶ χωροῦν ὁμαλῶς, νῦν δὲ ἱστάμενον ἢ πλανώμενον καὶ αὖθις ἐπιστρέφον πρὸς ἑαυτὸ καὶ μετὰ ταῦτα ἀφ' ἑτέρου πρὸς ἄλλο χωροῦν, ἥ τε πρὸς τὸ αἴτιον συναφὴ διὰ μυρίας τῆς ἐπανόδου καὶ διαφόρου, καὶ ἁπαξαπλῶς πᾶσα ἡ τῶν ὄντων πρόοδός τε καὶ τάξις ἐν μέτροις ὡρισμένοις τε καὶ καθήκουσιν, ἥ τε ὑπὲρ τὸ πᾶν φύσις ἡ ἐν τῷ μετέχεσθαι φυλάττουσα τὸ ἀμέθεκτον, ἐν τούτοις δὴ τοῖς στοιχείοις συμβολικῶς καὶ ἀπορρήτως ἐγκέκρυπται. δεῖ γοῦν κατὰ τὴν τριαδικὴν ἐν ἡμῖν θεολογίαν τὰ τρία πρῶτα στοιχεῖα ἐφεξῆς κείμενα μὴ ἐγκαταμιγνύειν τοῖς ἄλλοις μηδὲ συναριθμεῖν, ὅτι τοιοῦτον καὶ τὸ πρῶτον αἴτιον, τριαδικῶς μὲν μεριζόμενον, ἀκοινώνητον δὲ πρὸς τὰ μετὰ ταῦτα διὰ τὴν τῆς φύσεως ἐξαίρετον ὑπεροχὴν καὶ ἀσύγκριτον. τὰ μὲν οὖν κοινὰ τῶν τριῶν ταῦτα. περὶ δὲ τοῦ πρώτου τοῦτο δεῖ προλαβεῖν, ὅτι ἓν τυγχάνον καὶ ἀπλήθυντον τὸ πάντων αἴτιον οὐ μόνον αὐτὸ τοιοῦτόν ἐστιν, ἀλλὰ καὶ τἆλλα τοιαῦτα ποιεῖν βούλεται· οὐδὲν γάρ ἐστιν ὃ μὴ μετέχει τοῦ ἑνός, κἂν πλῆθος ἁπλῶς ἐστι κἂν ἥνωται. ἄλφα οὖν κέκληται συμβολικῶς ὅτι οἷον συναλείφει τὰ πάντα καὶ συνενοῖ καὶ συνάπτει τὰς ἑτερότητας εἰς ἑαυτοῦ μετοχήν· πολὺ γὰρ τὸ τῆς συναλοιφῆς καὶ παρὰ τοῖς γραμματικοῖς ὄνομα, ὁπότε δὴ συναφάς τινας καὶ οἷον συμπιλήσεις καὶ συνιζήσεις τῶν στοιχείων ποιῆσαι βούλοιντο. τοιοῦτον οὖν καὶ τὸ πρῶτον αἴτιον, πλὴν ὅτι οὐκ ἐκθλίβει τινὰ οὐδ' ἀφαιρεῖται ἐν τῇ συναλοιφῇ, ἀλλὰ αὐτὰ ἅπερ εἰσὶ διαφυλάττον τῇ πρὸς ἑαυτὸ μετοχῇ τὸ ἑνιαῖον χαρίζεται. καὶ ὥσπερ ἡ ἐκεῖθεν πρόοδος πληθύος καὶ ἑτερότητός ἐστιν ἀπεργαστική, οὕτως ἡ πρὸς τοῦτο ἐπάνοδος συμφυΐας τε καὶ ἑνώσεως, μᾶλλον δὲ αὐτό ἐστι τὸ καὶ τοῦ συμφύεσθαι καὶ ἑνοῦσθαι πρωταίτιον. πολλὰ μὲν γὰρ τὰ μέσα δι' ὧν τις καθ' ἓν τούτων ἑνοῦται, ἀλλ' ἀτελὴς ἡ ἐν ἑκάστῳ ἕνωσις, μέχρις ἂν εἰς τὴν πρώτην φθάσωμεν καὶ τελειοτάτην ἀρχήν, ἥτις καὶ πρῶτον ἄλφα τυγχάνει καὶ μέγιστον, συλλαβὸν ἐν ἑαυτῷ πάντα ὅσα γεγέννηκεν ἔν τε τῇ τῆς φύσεως ἐξῃρημένῃ μονάδι τὰ πάντα μοναδικῶς καὶ ἀπληθύντως, οὐχ ὡς ἐκεῖνά ἐστιν, ἀλλ' ὡς αὐτὸ πέφυκεν. ἀλλ' ἐπεὶ καὶ ἄλλα τινὰ παρὰ τοῦτο μοναδικά, οὐ μέντοι γε αὐθυπόστατα οὐδὲ ἐφ' ἑαυτῶν ἑδραζόμενα οὐδ' αὐτὰ παράγοντα ἑαυτὰ ἀλλὰ πάντα τῆς πρώτης ἠρτημένα ἀρχῆς, διὰ τοῦτο τὸ πρῶτον ἄλφα ὁμοῦ καὶ βῆτα καθέστηκε. βέβηκε [...] μονίμως καὶ ἀραρότως ἐν τῇ ἑνιαίᾳ καὶ μονίμῳ ὑπεροχῇ τῆς οἰκείας φύσεως καὶ οὐκ ἀλλοτρίας ἕδρας [....] ὲς πέφυκεν, ὥσπερ ἡ μὲν φυσικὴ τῆς ψυχῆς, ἡ δὲ ψυχικὴ τῆς νοερᾶς, ἡ δὲ νοερὰ τῆς ἑναδικῆς, [ἐ] κείνη δὲ τῆς πρώτης, ἥτις κατὰ τὸ ἄλφα καὶ τὸ βῆτα, εἰπεῖν δὲ καὶ τὸ γάμμα χαρακτηρίζεται. ταῦτα [μὲν] γὰρ ἐπεὶ παρ' ἑτέρων ἀπεγεννήθη, πρὸς ἐκεῖνα καὶ ἐπιστρέψει· τοιαύτη γὰρ ἡ τῶν αἰτιατῶν φύσις. τὸ δὲ πρῶτον αἴτιον καὶ τὸ πρῶτον ὂν καὶ ὃ μηδὲν ἄλλο ἐστὶν ἢ τἀγαθὸν οὐ πρὸς ἄλλο τι ἀναφορὰν ἔσχηκεν, ὅτι μηδέ ἐστί τι τούτου πρεσβύτερον. ἄλφα γοῦν ἐστι καὶ βῆτα, ἐκεῖνο μὲν συναλεῖφον πάντα καὶ συνάγον εἰς ἑαυτό, τοῦτο δὲ βαῖνον ἐφ' ἑαυτοῦ καὶ μὴ ἐπιστρέφον πρὸς ἑτέραν ἀρχήν. τὸ δ' αὐτὸ καὶ γάμμα τυγχάνει γόνιμόν τε τυγχάνον καὶ πάντα αὐτῷ τῷ εἶναι ἀπογεννῶν· ἐκ μιᾶς γὰρ ἀρχῆς πάντα γεγέννηται, ὡς τὰ ἱερά φασι λόγια, καὶ οὐχ ἕτερον ἀφ' ἑτέρου, ὡς τὰ Πορφυρίου καὶ Ἰαμβλίχου ληροῦσι περὶ τῶν προόδων συντάγματα. ἀποπεμπέσθωσαν δὲ ἡμῖν καὶ αἱ τοῦ Πρόκλου τερατολογίαι περὶ τῶν ἀπογεννήσεων, καὶ μήτε τὸν πατρικὸν βυθὸν ἀποδεξώμεθα τὰς ἴυγγας ἀπογεννῶντα μήτε ταύτας ἀποτικτούσας τοὺς τελετάρχας μήτε ἐκείνους τοὺς συνοχεῖς. κρυπτέσθωσαν δὲ καὶ οἱ κοσμαγοὶ καὶ ἡ πολυμερὴς Ἑκάτη καὶ ὁ ἅπαξ καὶ δὶς ἐπέκεινα καὶ αἱ πολλαὶ τῶν ὄντων πηγαί. τί γὰρ δεῖ τὸ ἅπαξ παρὰ τῆς πρώτης γεννηθὲν τελειότητος ἀπογεννᾶσθαι αὖθις παρὰ τῶν ἐφεξῆς; οὐδὲν γοῦν ὅτι μὴ τὸ θεῖον πάντα παρήγαγε, καὶ τοῦτο γονιμώτατον τῶν ὄντων ἐστὶ καὶ γάμμα συμβολικῶς διὰ τῶν πρώτως φιλοσοφησάντων προσηγόρευται, ὥσπερ γοῦν αἴτιον τοῦ γάμμα τὸ ἄλφα, ὅτι διὰ τοῦτο συνήλειφεν ἐκεῖνο τὰ πάντα διότι καὶ γεγέννηκε. μεσεμβολεῖ δὲ τὸ βῆτα, ἵνα δὴ ἀντιδιαστέλληται εὐθὺς τὸ πρώτως συνάπτον πρὸς τὰ λοιπά, ὅτι μὴ πρὸς ἄλλο τι τοῦτο ὥσπερ ἐκεῖνα. ὅρα δὲ καὶ τοῦ ἄλφα ἐν συνθέσει τὰ ἑκατέρωθεν στοιχεῖα· ἄλφα γὰρ καὶ αὐτὰ ὅτι πάντοθεν ἶσον ἑαυτῷ καὶ ὅμοιον τὸ πρῶτον αἴτιον καὶ ἐν οὐδενὶ τὴν οἰκείαν φύσιν ἐκβέβηκεν, ἀλλὰ συναλειπτικώτατόν ἐστιν ἐν ἅπασι καὶ ὄντως ἄλφα ἐν τοῖς καθ' ἕκαστα. ἀλλὰ μηδὲ τὰ ἐν μέσῳ στοιχεῖα παρέλθωμεν, τὸ ˉλ καὶ τὸ ˉφ φημί. ἴση τε γὰρ ἡ διάστασις τοῦ ˉλ ἀπὸ τοῦ ἄλφα καὶ ἀπὸ τοῦ ˉλ τοῦ ˉφ· ἐν ἕνδεκα γὰρ μέτροις διέστηκεν ἀφ' ἑκατέρων ἀμφότερα, ἃ δὴ πρώτη καὶ δευτέρα μονὰς πέφυκε· τῇ τάξει γὰρ ἡ δεκὰς τῆς ἑνάδος ἀφέστηκεν, ἐπεὶ καὶ αὐτὴ ἑνὰς τυγχάνει τελεία καὶ τῶν ὄντων πάντων δεχὰς καὶ οἷον συναγωγός, ἵνα μηδὲν τοῦ ἄλφα ἄμοιρον ᾖ, ἀλλὰ τὸ ὅλον συνάγον ὅλα καὶ συναλεῖφον. οὕτω γοῦν καὶ τοῦ βῆτα καὶ τοῦ γάμμα δύο τὰ μέσα τῶν ἄκρων, ἐκεῖ μὲν ἦτα καὶ ταῦ, ἐνταῦθα δὲ ἄλφα καὶ ˉμ. εἰ δὲ δὶς ἐν τούτῳ τὸ αὐτὸ εἴληπται, συμβολικῶς καὶ τοῦτο παρείληπται, τὸ τοῦ γονίμου παρεμφαῖνον πολύτοκον καὶ τῷ ὄντι γεννητικώτατον. τὰ μὲν δὴ περὶ τῶν τριῶν στοιχείων διῃρημένως ὁμοῦ καὶ ἡνωμένως τῇ τριαδικῇ ἀνακείσθω ἀρχῇ, ἐκείνης τε ὄντα μηνύματα καὶ ἐν ἑαυτοῖς δευτέρως τὰς ἐκείνης πρώτω ἐμφαίνοντα ἰδιότητας. ἵνα γὰρ μὴ παντελῶς ἄγνωστον ᾖ τὸ πρῶτον ἀγαθόν τε καὶ αἴτιον, χαρακτῆράς τινας ἑαυτοῦ ἐν τοῖς μετὰ ταῦτα ἐντέθεικεν, ἵνα, ἐπεὶ μὴ δύναιτό τις ἀτενίσαι ταῖς ἐκείνου αὐγαῖς, ἐντρανίζῃ ταύταις ἐν ταῖς καθ' ὕδατος, ὅ φασιν, ἀνακλάσεσι. Τὰ δὲ μετὰ ταῦτα ὥσπερ ἀπ' ἄλλης τινὸς τοῦ δέλτα στοιχείου ἤρχθω ἀρχῆς, ὃ δὴ τέταρτόν τε ὁμοῦ λεγέσθω καὶ πρῶτον, τὸ μὲν ἀπὸ τοῦ ἄλφα μεταριθμούμενον, τὸ δὲ ὥσπερ ἀπ' οἰκείας ἀρχῆς τῆς τῶν γεννητῶν προαριθμούμενον φύσεως. ὅσα μὲν γάρ τις ἐν τῷ ἄλφα θεωροίη ἡνωμένα, ταῦτ' ἔχει ἐν ταῖς κατανοήσεσι διὰ τὴν ἀπ' ἐκείνου συναλιφήν, ὅσα δέ τις μετὰ τὴν πρώτην τριαδικὴν ὁρᾷ ἕνωσιν, ὥσπερ ἐν τῷ δέλτα διῃρημένως ὁρᾷ· δέλτα γὰρ ἀπὸ τοῦ διῃρῆσθαι τὰ γεννητὰ καὶ τὸν καθορῶντα ταῦτα διελεῖν δύνασθαι σαφῶς πάνυ ὠνόμασται. ἐν μὲν γὰρ τῷ πρώτῳ αἰτίῳ αἰσθητά τε ὁμοῦ πάντα καὶ νοητὰ ἀδιαιρέτως ὑφέστηκε καὶ οὐδεὶς ἄν τις διελεῖν ταῦτα δυνηθείη, τῆς ἑνιαίας καὶ πρώτης ἐκείνης φύσεως συναλειφούσης αὐτὰ καὶ διαιρέσεως μηδ' ἡντιναοῦν διδούσης ὑπόνοιαν. μετ' ἐκεῖνο δὲ διῃρημένα τὰ τῶν ὄντων ἑστᾶσι, τῶν οἰκείων ὅρων ἐντὸς ἑστηκότα· αἵ τε γὰρ διάφοροι ὑποστάσεις αἵ τε φύσεις καὶ αἱ τῶν φύσεων ἰδιότητες οἵ τε λόγοι τούτων καὶ αἱ τῶν καθ' ἕκαστα μορφαὶ καὶ ποιότητες διῃρημένα πάντα καὶ μέχρι τοῦ λόγου τὴν ἕνωσιν ἔχοντα. εἰκότως οὖν μετὰ τὴν ἐν τριάδι νοητὴν κοινωνίαν τε καὶ συναλοιφὴν τὸ δέλτα ὑφέστηκεν, ἡ τῶν γεννηθέντων διαίρεσις, ἣν δὴ διεῖλεν ὅ τε γεννήσας νοῦς ἐν τῇ πρώτῃ παραγωγῇ καὶ ὁ θεωρήσας νοῦς φαεσφόροις χρησάμενος ἐμβολαῖς, εἰ καὶ ὁ μὲν ἀκριβέστερον ὁ δὲ παχύτερον. μηδεὶς δὲ ἡμᾶς ὑπονοείτω εἰς τὴν Σαβελλίου δόξαν ἐμπίπτειν, ἥτις δὴ τὴν ἐν τῷ νῷ οἴεται νόησιν, ζῷον οὖσαν καθ' ἑαυτὴν καὶ ὑπόστασιν, ἀπογεννᾶν ὅσα δὴ καὶ νενόηκεν· οὐ γὰρ οὕτως ἡμεῖς φαμεν τὸ δέλτα τῶν τριῶν ἐκφῦναι στοιχείων, ἀλλ' ὅτι τὰ ἀρχικὰ τῆς οὐσίας αὐτῷ δὴ τῷ εἶναι παράγει πρῶτον μὲν τὰ ὁμοίως ὅλα καὶ συνηνωμένα, δεύτερον δὲ τὰ διῃρημένα καὶ πεπληθυσμένα καὶ πρὸς αὐτὸ διαμετρηθέντα τὸ ἕν. Τὸ δὲ πέμπτον στοιχεῖον τὸ ˉε ἁπλοῦν ὂν φωνῆεν καὶ καθαρὸν καὶ τὴν ἐκ τῆς γλώττης ἀσύμφωνον καὶ ἀσύνθετον ἔχον ἠχὼ ἐτυμολογίας οὐδεμιᾶς ἡμῖν ὑποβάλλει ὑπόνοιαν· τί γὰρ ἐν αὐτῷ συναλείψομεν ἢ διαστήσομεν, ὥσπερ δὴ ὁ ἐν τῷ Κρατύλῳ Σωκράτης ποιεῖ, ἵν' ἐντεῦθεν τὴν ἐγκεκρυμμένην αὐτῷ δύναμιν εὕρωμεν; πότερον οὖν μιμητέον, ὅπερ ἐκεῖνος τῷ πυρὶ ἀποταξάμενος φαίνεται ὡς βαρβάρῳ καὶ ἀνετυμολογήτῳ, ἢ δεῖ τι προσφιλοπονῆσαι τῇ τε ἠχοῖ τούτου καὶ τῷ σχήματι; {πότερον οὖν} τοῦτο δὴ τὸ στοιχεῖον φαίνεται ψιλῷ τῷ πνεύματι ἐκφορούμενον καὶ ἐξ ἄκρας τῆς γλώττης ἀλλὰ μὴ κάτωθεν ἐκ τοῦ στήθους ἀναπεμπόμενον θαυμασμοῦ τι εἶναι σύμβολον καὶ ἐκπλήξεως· τὰ μὲν γὰρ οὕτως ἀπηχούμενα τῶν διφθόγγων πολὺν ἐπισύρεται τὸν ἀπὸ τοῦ πνεύματος ἦχον καὶ διὰ τοῦτο τοῖς θρήνοις ἐκεῖνα κατάλληλα, τὰ δὲ ψιλὰ ταυτὶ ψιλῷ καὶ τῷ πνεύματι ἐκφωνούμενα ἐκπληττόμενόν τινα ἐφ' ὁτῳοῦν ἐμφαίνουσι πράγματι. τούτοις γοῦν χρωμένη καὶ ἡ Εὐριπιδεία Ἀντιγόνη ἐν τῷ τῶν Φοινισσῶν εἰσενήνεκται δράματι· «ἒ ἔ», γάρ φησι, «ὡς μέγας, ὡς φοβερός»· ἐπειδὴ γάρ τινα ἐθεάσατο καὶ τῷ σώματι καὶ τῇ στρατιωτικῇ σκευῇ παρὰ τοὺς ἄλλους ἐξαίρετον, ταῖς τοῦ θαυμασμοῦ ταύταις ἐχρήσατο ἐκφωνήσεσιν. εἰκότως τοίνυν μετὰ τὸ δέλτα τὸ ˉε· ὁμοῦ γάρ τις ἔγνω τὴν τῶν ὄντων διαίρεσιν καὶ ἐθαύμασεν. ἕως μὲν γὰρ ἦν τῷ δημιουργῷ τὰ ὄντα μεμυκότα καὶ ἀνεκφοίτητα, οὐδένα εἶχε τὸν ἐκπληττόμενον. ὁμοῦ δὲ τὴν διαίρεσιν ἔσχε καὶ τὸ θαυμάζεσθαι, ὅπως τὰ μὲν περιέχει τὰ δὲ περιέχεται, καὶ τὰ μὲν κινεῖται τὰ δὲ μένει πάντῃ ἀκίνητα, καὶ τὰ μὲν κυκλικὴν τὰ δὲ εὐθυπορικὴν ἔσχε πάντῃ τὴν κίνησιν, καὶ τὰ μὲν σχεδὸν ἐρρίζωται τῷ παντί, ἐκείνῳ δὴ συμπεριφερόμενα, καθ' ἑαυτὰ δὲ οὐδὲν ἢ βραχύ τι κινούμενα, τὰ δὲ καὶ τῇ ἀπλανεῖ συμπεριαγόμενα καὶ τὴν ἰδίαν λεληθότως ἀνελίττει κίνησιν. καὶ τί δεῖ τὰ καθ' ἕκαστον λέγειν, ὅσα ἐν τῷ παντὶ διαιρεθέντα θαυμασμοῦ τοῖς ἀνθρώποις πέφυκεν αἴτια; ὣς δὲ καὶ τὸ τοῦ στοιχείου σχῆμα τὴν θαυμάζουσαν φύσιν ἀπεμιμήσατο· ὥσπερ γάρ τι πρόσωπον ἐπὶ θάτερα νένευκε καὶ ὑποχαῖνον μικρόν τι καὶ ἐκπληττόμενον τὴν οἷον γλῶτταν γραμμὴν ἐμφαίνει τῷ σχήματι. Μεθ' ἃ δὴ τὸ ζῆτα κατὰ λόγον ἠρίθμηται. δεῖ γάρ τινα πρῶτον ἐκπλήττεσθαι, εἶτα ζητεῖν ὅπως τοῦτο ἢ ἐκεῖνο γεγένηται. «ἄρχονται γὰρ πάντες ζητεῖν», ὥσπερ Ἀριστοτέλης ἐν τῇ πρώτῃ φιλοσοφίᾳ, «ἀπὸ τοῦ θαυμάζειν ἢ τὰς τοῦ ἡλίου τροπὰς ἢ τὴν τοῦ διαμέτρου ἀσυμμετρίαν· θαυμαστὸν γὰρ εἶναι δοκεῖ πᾶσιν εἴ τι τῷ ἐλαχίστῳ μὴ μετρεῖται.» καὶ Πλάτων δὲ ἐν τῷ Θεαιτήτῳ ἀρχὴν φιλοσοφίας τὸ θαυμάζειν αἰνίττεται· οὐ γὰρ ἄν τις ζητήσειεν ὃ μὴ τεθαύμακε. διὰ τοῦτο γὰρ κἀν τῷ θέρει πολλὴν ὁρῶντες καταφερομένην τὴν χάλαζαν, τὴν αἰτίαν τῆς γενέσεως ἐζητήσαμεν· θαυμαστὸν γὰρ ὅπως τὸ τῷ πλείονι ψύχει πηγνύμενον ἐν τῇ θερμοτέρᾳ ὥρᾳ συσφίγγεταί τε ὁμοῦ καὶ στρογγύλλεται. ἀλλὰ καὶ τὴν ἶριν Θαύμα τος ἔκγονον ποιητής τις ᾐνίξατο· θαυμάσαντες γὰρ τὸ ἀπηκριβωμένον τοῦ σχήματος καὶ τοῖς μαθηματικοῖς κύκλοις προσόμοιον τάς τε τῶν χρωμάτων διαφοράς, εἶτα ταῦτά τε εὑρηκότες ὅτι ἐμφαντικὰ καὶ οὐκ ἐνυπόστατα καὶ ὅτι ἄγγελος τὸ ἐμφαινόμενον τοῦ ὑετοῦ, ἶριν τὸ σχῆμα κεκλήκαμεν ἀπὸ τῆς ποιητικῆς Ἴριδος, ἣν δὴ θεῶν ἄγγελον ὁ μῦθος πεποίηκε. Τὸ δὲ ἦτα περιττότερόν μοι ἐκκεῖσθαι δοκεῖ, τοῦ ταῦ παρέργως τὰς ἑκατέρωθεν συλλαβὰς διασχίσαντος. ἡνία γάρ ἐστι τὸ ἀπέριττον, τὴν πρὸς τὰ θαυμαζόμενα ἐμφαῖνον κίνησιν τοῦ θαυμάζοντος. πρὸς ἐκεῖνα γὰρ εἴωθέ τις χωρεῖν, ὧν δὴ τὰς αἰτίας θαυμάζων μαθεῖν ἐπείγεται, ἐπεὶ καὶ Πλάτων τοῦ Αἰτναίου πυρὸς ἕνεκεν τρὶς τὴν ὀλοὴν ἀνεμέτρησε Χάρυβδιν, καὶ Εὐριπίδης ὁ τραγῳδὸς πολλάκις ἐπὶ τὰς τοῦ Εὐρίπου μεταβολὰς παρεγένετο, Δημόκριτός τε ὁ φιλόσοφος οὐκ ἐπαύσατο ἐπὶ τὸ τοῦ Σαράπιδος βαδίζων τέμενος, ἐν ᾧ δὴ μέσος αὐτὸς ὁ Σάραπις ἀπῃώρητο βαρύ τι σιδήρου χρῆμα, ἄχρις οὗ τοῦ λαξευθέντος λίθου εἰς ἱερὸν ἔγνω τὴν δύναμιν. ἀλλ' αὕτη μὲν ἡ κίνησις σωματικῷ τυγχάνει μετρουμένη τῷ διαστήματι, ἡ δὲ δὴ τοῦ νοῦ ἀθρόα τε καὶ εὐεπίβολος, ἥτις εὐθὺς προσβάλλει τοῖς θαυμασίοις, κατανοοῦσα ταῦτα ταῖς ἀποδείξεσιν ἢ ταῖς ἀμέσοις κατανοήσεσιν, ὅθεν ἀγάλλεταί πως ἡ κατανοοῦσα ταῦτα ψυχή. Καὶ μετὰ τὸ ἦτα θῆτα τυγχάνει ἀπαρεμποδίστως πρὸς αὐτὰ θέουσα καὶ οἷον σφύζουσα ταῖς πρὸς ἐκεῖνα κινήσεσιν, ἢ οὕτως ἔχειν ὡς ἔγνω δραμοῦσα ἐλάττονα μὲν τοῦ ἡλίου τὴν γῆν, ὅτι κῶνος ἡ ταύτης σκιά, ὑποβᾶσαν δὲ τὴν σελήνην τὸν ἥλιον, ὅτι κατὰ κάθετον αὐτῷ γεγονυῖα τὴν δοκοῦσαν ἡμῖν ἔκλειψιν τῶν ἡλιακῶν αὐγῶν ἀπεργάζεται. ἐπειδὰν ἕν τι τούτων γνοίη ἡ ψυχή, οἰστρεῖ καὶ μαίνεται καὶ ἀκάθεκτός πώς ἐστι ταῖς ὁρμαῖς, ὅθεν ὅλῳ ποδὶ πρὸς πάντα χωρεῖ ἀπαρεμποδίστοις θέουσα ταῖς κινήσεσι, καὶ ὁμολογοῦσα τούτοις οὐχ ὡς ἐφαίνοντο, ἀλλ' ὡς ἀπεδείχθησαν· ἓν γάρ τι τῶν τοῦ «θέσθαι» σημαινομένων καὶ τὸ ὁμολογεῖν. Τὸ μὲν οὖν ἦτα κίνησίν τινα τῆς ψυχῆς ἐπὶ τῷ θαυμασμῷ δείκνυσιν, οὐ μέντοι γε ἀπαρέγκλιτον καὶ ἰθυτενῆ, τὸ δὲ ἰῶτα {ταύτην} ἀπό τε τοῦ κατὰ ῥῆμα «ἵημι» καὶ τῆς ἀκλάστου γραμμῆς ταύτην ἐνδείκνυσι· δεῖ γάρ τινα βαδίσαντα πρός τι ὧν πολλάκις τεθαύμακεν, εὑρόντα τε τὴν αἰτίαν τοῦ οὕτως ἢ ἐκείνως ἔχειν καὶ θέμενον ταῖς ἀποδείξεσιν ἀπαρεγκλίτως πρὸς ἐκεῖνο χωρεῖν. τοιαύτη γὰρ καὶ ἡ τοῦ ἰῶτα γραμμή· τῷ γὰρ ἦτα τὸ ἰῶτα παρωνυμοῦν μικρόν τι καὶ κοινωνοῦν κατὰ τὴν κίνησιν, κατὰ τὸν τῆς κινήσεως τρόπον τὴν διαφορὰν ἔχει, ὅτι τὸ μὲν ἔχει καὶ πλαγίαν τινὰ γραμμὴν ὑφ' ἧς πλαγιάζομεν μὴ κινούμενοι κατ' εὐθὺ πρὸς ὃ τεθαυμάκαμεν, ὅτι μὴ τεθεωρήκαμεν, τὸ δὲ μετὰ τὴν θεωρίαν ἐκτεταμένον ἰθυτενῶς οἷόν τις ἀτραπὸς ἀπλανὴς καὶ μονοειδὴς πρὸς τὸ θαυμαζόμενον μόνον ἄγει τὸν θαυμάζοντα νοῦν. τὰ μὲν οὖν ἄλλα, ὅσα μετὰ τὴν πρώτην οὐσίαν ἐστίν, οἷον μετ' ἐκείνην ἐκείνης γνωρίσματα καὶ μηνύματα ὁ πολυπράγμων ἐκπληττόμενος νοῦς, εἶτα τῷ λόγῳ πρὸς ταῦτα φερόμενος καὶ τιθέμενος οὕτως ἔχειν, ἰθυτενῆ μετὰ ταῦτα πρὸς ἐκεῖνα ἔχει τὴν κίνησιν, οἷόν τισιν ὁδηγοῖς ταῖς ἀποδείξεσι χρώμενος. πρὸς δὲ τὸ πρῶτον ὂν χωρῆσαι θελήσας καὶ μαθεῖν κἀκεῖνο ταῖς πολυπραγμοσύναις ἐπιχειρήσας, ὅ τι ποτέ ἐστι καὶ εἰ ἄπειρον ἢ πεπέρασται καὶ εἰ ἄναρχον ἢ ἦρκται καὶ εἰ κεκίνηται ἢ ἀκίνητον πέφυκε, τὰ μὲν πρῶτα δοκεῖ πως θιγγάνειν αὐτοῦ, οὐ τί ἐστιν ἀλλ' ὅτι ἐστίν, ἀπὸ τῆς τῶν δημιουργημάτων κατανοῶν τάξεως· ἄλογον γάρ πως δοκεῖ καὶ πάντῃ ἀνόητον, τἆλλα μὲν ὅσα καὶ μετρίως ἥρμοσται νῷ ἐπιτρέπειν τῷ συμβιβάσαντι καὶ ἁρμόσαντι, τὴν δὲ τοῦ παντὸς ἁρμονίαν καὶ συμφωνίαν καὶ τὴν κατὰ μουσικοὺς λόγους τάξιν καὶ κίνησιν τύχῃ διδόναι καὶ τῷ αὐτομάτῳ καὶ εἰκῇ ὑπολαμβάνειν φέρεσθαι τὸ πάγκαλον τοῦτο καὶ παναρμόνιον δημιούργημα. Τέως μὲν οὖν ἁφάς τινας ἑαυτῷ πρὸς τὸ θεῖον ἐνδίδωσι καὶ οἷον δοκεῖ ἰθυτενῶς φέρεσθαι πρὸς αὐτό, ἐπειδὰν δὲ μὴ στῇ τοῦ πρώτου δραξάμενος ἀλλὰ περιεργαζόμενος ἄρξηται, πότερον ἐπέκεινα τῶν πάντων ἐστὶν ἡ μία τῶν πάντων ἀρχὴ λεγομένη ἤ τι τῶν πάντων οἷον κορυφὴ τῶν ἀπ' αὐτῆς προϊόντων, καὶ πότερον τὰ πάντα σὺν αὐτῇ λέγοιτο ἂν ἢ μετ' αὐτὴν καὶ ὑπ' αὐτῆς, τὸ κάππα στοιχεῖον δηλοῖ, καμπτόμενός πως καὶ ἀναστρέφων ὁ νοῦς εἰς ἑαυτὸν καὶ μυρίας ὑποστροφὰς πάσχων καὶ ἴλιγγας. ὅτι εἰ ἀρχή, πῶς τῶν ἄλλων ἐξῄρηται; πρὸς γὰρ ἄλλο τι τὸ ὄνομα τοῦτο λέγεται. τῶν δ' οὕτω λεγομένων οὐ τὸ μὲν πρεσβύτερον τὸ δὲ μεταγενέστερον, ὅθεν συντέτακται τὸ πρῶτον αἴτιον καὶ συνῆρκται ὧν ἀρχηγόν ἐστι. καὶ πῶς ἅμα τε συνῆρκται καὶ τὸ ἐξαίρετον κατ' ἐκείνων εἴληφε; πῶς δέ, εἰ συνῆρκται ἐκείνῳ τὸ πᾶν, οὐχὶ καὶ συναΐδιον; ταῦτα γὰρ πάντα καμπαί τινές εἰσι τῆς ψυχῆς, νῦν μὲν προϊούσης, νῦν δὲ ὑποστρεφούσης καὶ ἀνελιττομένης εἰς ἑαυτήν, ὥσπερ οἱ θερμοὶ τῶν ὁδοιπόρων ποιοῦσι. κἀκεῖνοι μὲν γάρ, τὸ τῆς γῆς πέρας ἐπιθυμοῦντες ἰδεῖν, μέχρι πολλοῦ προΐασι τῷ καινῷ τῆς θήρας ἐπιρρωννύοντες αὑτούς, ἐπειδὰν δὲ πρὸς τῷ ἀοικήτῳ γένωνται, νῦν μὲν φάραγξι νῦν δὲ θηρίων ἀλλοκότων ἐντυγχάνοντες σώμασι, νῦν δὲ ἄλλο τι τῶν ἀήθων θεώμενοι καὶ καινῶν, ταῦτά τε δειλιάσαντες καὶ τὸ λεῖπον τῆς ὁδοῦ ἀπογνόντες ὡς ἄπειρον, ἀμβλύτεροί τε τὴν προθυμίαν ἐγένοντο καὶ τὸν ἔρωτα μαλακώτεροι καὶ ἀτονήσαντες ὑποστρέφουσιν. ἢν δέ τις καὶ τὸ στοιχεῖον αὐτὸ γεγραμμένον κατανοήσειε, τό τε τῆς πρεσβυτέρας χειρὸς καὶ τὸ τῆς νεωτέρας, οὐκ ἄκομψόν τινα χαρακτῆρα τῆς τοιαύτης πολυπλανοῦς ἐφέσεως λήψεται· ἐν οὐδεμιᾷ γὰρ ἀνεπηρέαστος ἡ γραμμή, ἀλλ' ἐπὶ μὲν τῆς πρώτης ἀπὸ τοῦ πέρατος ἐπικέκαμπται οὐχ ἅπαξ ἀλλὰ δίς, ἐπὶ δὲ τῆς δευτέρας μεσόθι διῄρηται· ἡ δὲ σχίζα τῶν διαιρεθέντων ἀπὸ τῆς αὐτῆς ἀρξαμένη ὁρμῆς ἐπὶ μεγίστην χωρεῖ τὴν ἀπόστασιν. ὥσπερ γὰρ ἐν ὀφθαλμῶν καὶ ὀφρύων καὶ ῥινὸς σχήματι χαρακτῆρές τινες ἐγκάθηνται τοῦ τῆς ψυχῆς ἰδιώματος– «ὀφθαλμοί» γάρ φησιν ὁ Πολέμων «ὑγροὶ λάμποντες ὡς λιβάδες ἤθη χρηστὰ ἐμφαίνουσιν»–, οὕτω δὴ καὶ ἐπὶ τουτωνὶ τῶν γραμμάτων ἀπόρρητά τινα μηνύματα κέκρυπται τῶν τε καθ' ἡμᾶς καὶ τῶν ὑπὲρ ἡμᾶς, ἃ δὴ ὁ μὲν ἀφιλόσοφος ὀφθαλμὸς ἁπλῆν τινα συνθήκην τῆς χειρὸς οἴεται, ᾧτινι δὲ ἡ ὄψις μετὰ νοερᾶς ἕξεως πρόεισι, τούτῳ ἀπὸ τῶν φανερῶν μεγεθῶν τε καὶ σχημάτων τὰ ἀφανῆ δῆλα καθέστηκε. καὶ ὥσπερ ἑνὸς ἀτόπου δοθέντος πολλὰ τὰ ἄτοπα ἕψεται, οὕτως ἑνὸς φιλοσόφως σημειωθέντος πολλὰ τὰ κάλλιστα ἐπακολουθήσει. Αὐτίκα πρὸς τὸ κάππα τὸ λάμβδα οἵαν ἔχει τὴν συναφήν· καμπτόμενος γὰρ ὁ νοῦς τοῖς περὶ τὸ θεῖον ζητήμασι, καὶ νῦν μὲν προϊὼν νῦν δὲ ὑποστρέφων καὶ πολυκλινὴς γινόμενος, ταῖς ἐφ' ἑκάτερα τῶν μερισθέντων ῥοπαῖς οὐ μέχρι παντὸς τὴν πλάνην ὑφίσταται, τοῦ θεοῦ τοῦτον οἰκτείραντος καὶ ἐπικουρῆσαι θελήσαντος. ὥσπερ οὖν ὁ τὸν ἀπολωλότα ἐν ἀμφιλαφεῖ καὶ συσκίῳ ὄρει διερευνώμενος οὐκ εὐθεῖαν πρόεισι, τῇδε κἀκεῖσε τοῖς δένδρεσι καμπτόμενος καὶ μεταφερόμενος καὶ πολλάκις ὑφαιρῶν ἀλλ' οὐ προστιθείς, φωνήσαντος δὲ τοῦ ζητουμένου χειραγωγεῖται πρὸς ἐκεῖνον διὰ τῆς ἐν τῷ φθέγματι ἠχοῦς, οὕτω δὴ καὶ ὁ τὸ θεῖον ὅ τί ποτέ ἐστι πολυπραγμονῶν ὥσπερ ἐν τῷ Μινωταύρου λαβυρίνθῳ προϊὼν ὑποστρέφει καὶ προστιθεὶς ἀφαιρεῖται, λαμβάνων δ' ἐκεῖθεν θείαν αὐδὴν ὅτι «ἐγώ εἰμι ὁ ὢν» καὶ «ἐγὼ τὸ πρῶτον στοιχεῖον καὶ ἔσχατον», εἶτα καὶ ταῦτα προσυπισχνούμενος, ὅτι πρώτως ὂν αὐτὸ μὲν διὰ τὴν ὑπερούσιον ἕνωσιν ἄρρητόν ἐστι καὶ ἄγνωστον πᾶσι τοῖς δευτέροις, ἀπὸ δὲ τῶν μετεχόντων ληπτόν ἐστι καὶ γνωστόν, ἀφεὶς ἢ δι' αἰτιωτέρων ἃ μή ἐστιν ἢ αὐτὸ δι' ἑαυτοῦ καταλαμβάνειν ἀπὸ τῶν δευτέρων τὴν θήραν ἴσχει, τῇ κτίσει χειραγωγῷ πρὸς ἐκεῖνο χρησάμενος. εἰ γὰρ καὶ ἄγνωστον ὅπερ ἐστὶ τὸ θεῖον, ἀλλ' ὅπερ ἔχει γνωστὸν φανερόν ἐστιν ἐν ἡμῖν· τὰ γὰρ τέως αὐτοῦ ἄδηλα καὶ ἀόρατα, τἆλλά τε καὶ ἡ ἀίδιος αὐτοῦ δύναμις καὶ θεότης, καθορᾶται νοούμενα τοῖς ποιήμασιν. ἐπὶ μὲν γὰρ τῶν λοιπῶν λογικῶν ἀποδείξεων ἀπὸ τῶν πρεσβυτέρων τῶν δευτέρων αἱ καταλήψεις, δηλοῖ δὲ καὶ τὰ γραμμικὰ θεωρήματα τὰ δεύτερα τῶν πρώτων ἐχόμενα. οὐκ ἂν γάρ τις εἰδείη, ὅτι παντὸς τριγώνου αἱ γωνίαι δυοῖν ὀρθαῖν ἶσαι, εἰ μή τινα ἔχει πρεσβύτερα ἀφ' ὧν εἰς τοῦτο ἐλεύσεται, τήν τε ἐκτὸς γωνίαν καὶ τὴν ἐντὸς καὶ τὴν ἐφεστηκυῖαν γραμμὴν ἐφ' ἑτέρᾳ γραμμῇ, οὐδ' ἂν ἄλλως θεωρήσειεν, ὅτι ἡ σελήνη κατώτερον φαίνεται τοῦ ἡλίου καὶ διχότομος οὖσα ἔλαττον {τε} τεταρτημορίου ἀπέχει ἀπὸ τοῦ ἡλίου, εἰ μὴ τοῖς προειλημμένοις εἰς τὴν ἀπόδειξιν ἀποχρήσεται. ἐν δὲ ταῖς περὶ τὸ θεῖον ἀποδείξεσιν, ἐπεὶ μηδὲν ἐκείνου πρεσβύτερον ἔχομεν, ἀπὸ τῶν αἰτιατῶν τὸ πρῶτον συμπεραινόμεθα αἴτιον, ὥσπερ ἀπὸ τῶν φωτισμῶν τῆς σελήνης αὐτὸ δὴ τὸ τοῦ ἄστρου σχῆμα. οὕτω τις πρὸς τὸ θεῖον χωρεῖ θείαν ἐκεῖθεν λαμβάνων αὐδὴν καὶ ταύτῃ χειραγωγῷ πρὸς τὸ φωνῆσαν χρώμενος· τὸ γοῦν ἐντεῦθεν ἀφέμενος τῶν ζητήσεων καὶ οἷον μύσας ἕπεται τῷ καλέσαντι. Τοῦτό γέ μοι μηνύει τὸ μῦ, τὴν ἀπερίεργον τοῦ νοῦ μύσιν καὶ πρὸς τὸ θεῖον ἄμεσον κίνησιν. μύσας γοῦν πρὸς πᾶσαν περίεργον ζήτησιν καὶ ἀπόδοσιν, δι' ἐκείνου πρὸς ἐκεῖνο χωρεῖ μὴ κάτω νεύων– «κρημνὸς» γὰρ «κατὰ γῆς ὑπόκειται ἑπταπόρου σύρων κατὰ βαθμίδος», ὅ φασι τὰ τῶν Ἀσσυρίων λόγια– μηδὲ τῇδε ἢ τῇδε διαστρεφόμενος, ἀλλ' ἀκλινεῖ νεύματι πρὸς ἐκεῖνο φερόμενος. τὸ γὰρ πάσης ἐπέκεινα γνώσεως, ὡς καὶ τῷ σοφῷ Πρόκλῳ δοκεῖ, ἀνεπινοήτως ἐστὶ συνάπτεσθαι δι' ἐντυχιῶν· ὡς γὰρ ἀνεπινόητός ἐστιν ὁ τρόπος τῶν θείων ἐνεργειῶν, οὕτω καὶ τῶν θείων ἐντυχιῶν. καὶ δεῖ μὴ πολυπραγμονεῖν ἐπὶ τούτων, ἕπεσθαι δὲ μόνον· θρασύνεται γὰρ τὸ δραστήριον ἐκ τῆς παρακολουθήσεως. τὸ δὲ μύειν ἐπὶ τοσοῦτον ὥστε μὴ δοκεῖν «μικρῷ ἐνὶ σώματι ναίειν» κατὰ τὰ λόγια· ὁ γὰρ δοκῶν οἰκεῖν ἐν αὐτῷ ὑπ' αὐτοῦ κατέχεται, τῆς τοιαύτης εὐθηνίας ἀναπιμπλάμενος. δεῖ οὖν ἀτεχνῶς μύειν, ᾧ δὴ τὸ νυστάζειν ἕπεται, καὶ πρὸς μὲν τὰς λογικὰς ταύτας μεθοδείας καὶ ἐντρεχείας μύοντι καὶ νυστάζοντι ἐοικέναι, πρὸς δὲ τὰς θείας καὶ ἀπλανεῖς ἀποδείξεις καὶ λίαν ἐγρηγορέναι· οὐδεὶς γὰρ ἂν ἄλλως ἐν μετοχῇ τοῦ πρώτου φωτὸς γένοιτο, ἕως μύσας τὰ αἰσθητήρια καὶ οἷον ἀπονυστάξας πρὸς πᾶσαν ἀπόδοσιν οὕτω δὴ καθαρῷ τῷ νῷ ταῖς ἀρρήτοις αἴγλαις ἐνατενίσειεν· «ὁ γὰρ νοῦς», ὡς καὶ τῷ σοφῷ Πορφυρίῳ δοκεῖ, «οὐκ ἐν σώματι, ἐν ἑαυτῷ δὲ κέκτηται τὸ ἐνεργεῖν τε καὶ τὸ εἶναι.» τοιοῦτον δὲ καὶ ὃ νοεῖ, μᾶλλον δὲ παρὰ πολὺ κάλλιον. ὅθεν καὶ ὅταν λάβῃς ἀένναον οὐσίαν ἐν ἑαυτῇ κατὰ δύναμιν ἄπειρον καὶ νοεῖν ἄρξῃ ὑπόστασιν ἀκάματον, ἄτρυτον, οὐδαμῇ μὲν ἐλλείπουσαν, ὑπερζέουσαν δὲ τῇ ζωῇ τῇ ἀκραιφνεστάτῃ καὶ πλήρη ἀφ' ἑαυτῆς, ταύτῃ μήτε τὸ ποῦ ἐπιβάλῃς μήτε τὸ πρός τι· ἐκείνην μὲν γὰρ ἴσως ἐντεῦθεν οὐδὲν ἠλάττωσας, ἑαυτὸν δὲ ἀπέστρεψας, κάλυμμα λαβὼν τὴν ὑποδραμοῦσαν τῆς ὑπονοίας φαντασίαν. Ἐπειδὰν οὖν καὶ μύσῃς καὶ ἀπονυστάξῃς πρὸς πᾶσαν λογικὴν μέθοδον, αὐτῷ δὲ χρήσῃ τῷ ὄντι πρὸς τὴν ἐκείνου γνῶσιν καὶ κατάληψιν σύμμετρον, τηνικαῦτα παραγενήσεταί σοι τὸ ξῖ, οἷον τὸ μετρίως τι ξέειν τῆς ἐκεῖθεν οὐσίας ἢ φύσεως καὶ μερικάς τινας δυνάμεις καταλαμβάνειν καὶ τὸ ὅλον βραχείας τινὰς καταλήψεις ἐκεῖθεν ἀποξέειν καὶ ταύτας ἔχειν εἰς πληρεστάτην τοῦ ζητουμένου αὐτάρκειαν. οὐ γὰρ ἐπειδὴ προσήγγισας τὸ πᾶν ἤδη κατείληφας, ἀλλὰ τὸ μὲν ὅλον οὐδὲν ἔγνως· ἵνα δέ σοι μὴ τὸ ἄγνωστον ἀνεπινόητον δόξῃ καὶ ἀνεπιχείρητον, ξύσματά σοί τινα τοῦ ἀπείρου μεγέθους δίδωσι· καὶ αὐτὸ γὰρ τὸ μαθεῖν ὅτι ἀκατάληπτον κατάληψίς τίς ἐστι. πρῶτον μὲν οὖν τοῦτο ἀπέξεσας, εἶτα καὶ τἆλλα, ὅτι ἐκθεοῖ τοὺς προσεγγίζοντας, ὅτι ἄπειρον ἔχει τὴν δύναμιν, ὅτι οὔτε τόπῳ περιγράφεται οὔτε νοήματι, ὅτι ἓν τῇ φύσει ἐστὶ καὶ τρία ταῖς ὑποστάσεσιν, ὅτι τὸ μὲν πατήρ τε καὶ προβολεύς, τῶν δὲ τὸ μὲν γέννημα, τὸ δὲ πρόβλημα, ὅτι σύνθρονα καὶ ὁμόδοξα. ταῦτα δή σοι ἐκεῖθεν ἔξεσται. ὃ δὲ τὴν φύσιν ἐστὶ καὶ οἵαν ἔχει τὴν τελειότητα καὶ πῶς ἥνωταί τε ἅμα καὶ διῄρηται, οὐδὲ ταῖς ἐγγιζούσαις δυνάμεσιν ἔγνωσται. Ἐντεῦθεν οὖν σοι καὶ ἡ τοῦ ˉο φύσις γνωρίζεται. καὶ τοῦτο γὰρ τὸ στοιχεῖον ἀσύνθετον μὲν ἔχει καὶ τὴν γραφὴν καὶ τὴν ἠχήν, περιδεδινημένον δέ πώς ἐστι καὶ εἰς ἑαυτὸ ἀποκαθιστάμενον καὶ νοῦ φύσιν παραδηλοῦν καὶ χαρακτῆρα τῆς ἀπλανοῦς φύσεως· περιφερὲς γὰρ καὶ στρογγύλον καὶ οἷόν τις κύκλος ἐστὶ μαθηματικός, κἄν τις ἐκφωνῆσαι τοῦτο θελήσῃ, στρογγυλίζεται ἐν ἑαυτῷ τὸ στόμα καὶ τὰ χείλη περιστέλλεται τήν τε πληγὴν τὸ πνεῦμα παρὰ τὸ ἀκρόστομον ποιεῖται. τοιοῦτος δὲ γίνεται ὁ προσεγγίσας νοῦς τῷ θεῷ καί, ὅτι ἀποξέσας τοῦ ἐκεῖθεν κάλλους καὶ τοῦ ἀπορρήτου μεγέθους αὐτὸς περὶ ἑαυτὸν στρέφεται, ἀκριβὴς γεγονὼς νοῦς καὶ οὐχ οἷος ὁ ἐν τῇ ψυχῇ ἐστιν. ἐντεῦθεν καὶ ἀεικίνητος γίνεται κατὰ τὴν ἐξωτάτην περιφοράν, σφίγγει τε καὶ συνέχει τὰ ψυχικὰ πάντα νοήματα καὶ τῇ ἀπαύστῳ κινήσει διακρίνει τε καὶ λεπτύνει καὶ ἑαυτῷ συμπεριάγει, νοερὰ κἀκεῖνα ποιῶν καὶ κινούμενα κυκλικῶς. Τῷ γοῦν τοιούτῳ ˉο τῷ περιηγμένῳ καὶ ἀποκαταστατικῷ καὶ στρεφομένῳ πρὸς ἑαυτὸ τὰ μετὰ ταῦτα τρία στοιχεῖα ὁμοῦ προστίθεται ἐφεξῆς, τὸ πῖ φημι, τὸ ῥῶ καὶ τὸ σίγμα· ταῦτα γὰρ σαφηνίζεται μὲν καὶ καθ' ἕν, ὁμοῦ δὲ συνερμηνευόμενα μάλιστα δῆλα καθέστηκε. θείαν γάρ τινα συμπληροῖ ταῦτα φωνὴν ὥσπερ ἐξ οὐρανοῦ τῷ κυκλικῷ ἐπιφθεγγομένην νοῒ «πίε τοῦ ῥεύματος σιγῶν». ἐπεὶ γὰρ τὰ τοῦ σώματος ἔμυσας αἰσθητήρια καὶ παντάπασιν ἔξω τῶν ὑλικῶν γέγονας καὶ πρὸς πᾶσαν μὲν ζωὴν αἰσθητὴν ἀπενύσταξας, ἔνυξας δὲ αὑτὸν πρὸς τὴν νοερὰν καὶ τελεωτέραν κατάστασιν καὶ γέγονας οἷον ˉο, νοῦς ἀπηκριβωμένος, καὶ καθαρὸς καὶ εἰς ἑαυτὸν ἀνελιττόμενός τε καὶ ἀποκαθιστάμενος, καὶ τῆς μὲν τοῦ σώματος ἀπηλλάγης φύσεως, προσήγγισας δὲ ταῖς θείαις πηγαῖς, πίε τοῦ ἐντεῦθεν ῥείθρου σιγῶν. ἡ τοίνυν πόσις οὐκ αἰσθητήν τινα δηλοῖ ὁλκὴν διὰ τοῦ ἐν τῷ στόματι πνεύματος οὐδὲ κενώσεως ἀναπλήρωσιν οὐδὲ ξηρότητος ὕγρανσιν, ἐπεὶ μηδὲ τὸ ῥεῖθρον τοιοῦτον, οἷον ῥέον ὑδάτιον καὶ τῇδε ἢ ἐκεῖσε τοῖς ἀνέμοις φερόμενον, ἀλλὰ πηγή τις ἀύλων ἐμφάσεων, ἃς πίνει ψυχὴ διψῶσα τοῦ τοιούτου νάματος, μᾶλλον δὲ ὧν ἐμφορεῖται νοῦς περιφερής τε καὶ τὴν κίνησιν τέλειος. πίνει δὲ οὐχ ὥστε διψῶν παύσασθαι, ἀλλ' ὥστε κορεσθῆναι μηδέποτε. τοιαύτη γὰρ ἡ τοῦ θείου πηγή, ὑποκινοῦσα μᾶλλον τὴν ἔφεσιν καὶ πρὸς πλείονα δίψαν διερεθίζουσα· ὃ γὰρ ἂν ἀρύσῃς ἀπὸ τῶν ἄνω πηγῶν, οὔτε στήσει τὴν ἔφεσιν καὶ πλειόνων σοι ναμάτων γενήσεται χορηγόν. οὐχ ὁ βουλόμενος δὲ πίνειν τοῦ τοιούτου ῥεύματος δύναται, ἀλλ' ἢ μόνον ὁ ἀκριβὴς νοῦς. ὅσοι δὲ καὶ πίνειν οἴονται τοῖς ζητήμασι, λανθάνουσιν ἑαυτοὺς καὶ τὴν ἐνοῦσαν λιβάδα ἀποξηραίνοντες· ἁλμυροῦ γὰρ σπῶντες τοῦ νάματος οὔτε τι ἥδονται καὶ αὐχμῶν ἑαυτοῖς καθεστᾶσιν αἴτιοι· ὅθεν καὶ θλίβονται περὶ τὴν δοκοῦσαν πηγὴν καὶ θορύβου παντὸς πληροῦσι καὶ ταραχῆς. τὸ δὲ αἴτιον ὅτι μὴ γεγόνασιν ˉο μηδ' ἀπενύσταξαν πρὸς τὰς λογικὰ ἐντρεχείας μηδ' ὥδευσαν τὰς συλλογιστικὰς μεθόδους, ἀλλὰ μετὰ τούτων τὴν ἀσυλλόγιστον φύσιν καταμαθεῖν ἔσπευσαν. ὅθεν πίνουσι μέν, ἀλλ' οὐχ ὕδωρ διαφανές, ἰλυῶδες δὲ καὶ τελματιαῖον καὶ τὸ ὅλον βορβόρου πλῆρες. ὁ δ' εἰς ἑαυτὸν συστραφεὶς νοῦς πίνει τοῦ ῥείθρου σιγῶν, οὐδὲν ἐξετάζων τῶν παραδεδομένων οὐδὲ ζητῶν ἀρχὴν τῆς ἀρχῆς οὐδὲ τὸν λόγον τῆς φύσεως ἢ τὴν φύσιν τοῦ λόγου οὐδὲ τὸν τρόπον τῆς θείας γεννήσεως ἢ τῆς τοῦ πνεύματος προβολῆς, ἀλλ' ἀθορύβως καὶ ἀταράχως τῆς εἰρηναίας πίνων πηγῆς ἥδεται καὶ ἀγάλλεται καὶ μᾶλλον ἐνθουσιᾷ τῷ ἀνεξετάστῳ κινούμενος. σῶμα δὲ λόγου καὶ πάθος ἀκούων σταυρόν τε καὶ ἥλους καὶ τὸ ἐκ τῆς νυγείσης αἷμα πλευρᾶς καὶ πρὸς τούτων παρθένον τεκοῦσαν καὶ ἀμφότερα μείνασαν οὐ θορυβεῖται οὐδὲ ταράσσεται, ἀλλὰ σιγῶν ἀτρέμας ἵσταται καὶ ἐμφορεῖται τῶν ἐκεῖθεν πηγῶν. Ἔδει μὲν οὖν, φήσει τις, ἄχρι τοῦ σίγμα τῶν στοιχείων ἑστάναι τὸν ἀριθμόν· τὸ γὰρ πᾶν συμπεπλήρωται, ἡ θεολογικὴ ἀκρότης ἐν τρισὶ τοῖς προσώποις, ἡ τῶν ἐκεῖθεν παραχθέντων διαίρεσις, ἐπὶ ταύτῃ ἡ τοῦ νοήσαντος ἔκπληξις, ἡ ζήτησις, ἡ ἀπρόθυμος κίνησις, ἡ τοῦ ὀφθέντος ὁμολογία, ἡ ἰθυτενὴς πρὸς τοῦτο μετὰ ταῦτα ὁρμή, ἡ μετὰ τὰ αἰσθητὰ πρὸς τὰ θειότερα ἄνοδος, ὁ ὑποστρέφων δρόμος, ἡ ἐκεῖθεν αὐδή, ἡ τῶν αἰσθητηρίων ἀνενεργησία καὶ οἷον ἀπονύσταξίς τις καὶ νέκρωσις, ἡ ἐντεῦθεν μετρία τοῦ νοῦ πρὸς τὸ θεῖον ἐνέργεια καὶ ἡ ξέσει ἐοικυῖα κατάληψις, εἶτα ἡ τοῦ νοῦ τελείωσις καὶ ἀκριβὴς κίνησις, μεθ' ἃ ἡ πόσις, τὸ ῥεῖθρον, ἡ σιγή. Ἔδει οὖν τὸ πέρας τῆς καταλήψεως πέρας εἶναι τοῦ ἀριθμοῦ καὶ τοῖς γράμμασιν, ἀλλὰ πρὸς τὴν τοιαύτην δόξαν τὸ ταῦ ὑπαντᾷ, ὃ δὴ ἓν μὲν εἶναι δοκεῖ τῶν τοῦ λόγου μερῶν, δύο δέ πώς ἐστιν· ἐπειδὴ γάρ, φησι, τὴν ἀίδιον ὁ νοῦς προσείληφε κίνησιν καὶ πέπωκε τοῦ ῥείθρου σιγῶν, τί αὖ; ἆρα τὸ πᾶν κατείληφε καὶ πλέον οὐδέν ἐστιν οὗ πέπωκεν, ἀλλὰ τὸ ὅλον ῥεῖθρον τῆς θείας ἀιδιότητος ἐντὸς ἔσχηκε τοῦ οἷον στόματος; τὸ γὰρ ταῦ, εἴ τις ἐθέλει ἐρεῖν ἐντελῶς, «τί αὖ» ἐστιν ἀντὶ τοῦ «τί γοῦν; πέρας ἐστὶ καταλήψεως ἡ μετὰ σιγῆς πόσις τοῦ νοητοῦ ῥεύματος;» εὐθὺς γὰρ ὑπαινίττεται ὡς πλέον ἐστὶ τοῦ καταληφθέντος τὸ διαφυγόν. οὔτε γὰρ θάλαττάν τις ὅλην αἰσθητῶς πιεῖν δυνηθείη οὔτε νοῦς ὅλην τὴν θείαν ἐντὸς συλλάβοι πηγήν. διὰ τοῦτο τὸ ταῦ ὑπαντᾷ μονονουχὶ τοῦτο φθεγγόμενον πρὸς τὸν νοῦν, ὅτι «τὰς αἰσθήσεις ἀφεὶς καὶ τὰς βαρείας πέδας τοῦ σώματος ἐπτερώθης μὲν πρὸς τὸν οὐρανὸν καὶ τὴν ἐκείνου μιμησάμενος κίνησιν, μᾶλλον δὲ τὴν φύσιν κτησάμενος, προσεπέλασας ταῖς ἀνωτάτω πηγαῖς καὶ πέπωκας τοῦ ῥεύματος ὡς ἐνῆν, οὔπω δὲ τὸ πᾶν ἀπηρύσω, ἀλλ' ἄπλετόν ἐστι πέλαγος τὸ καταλειφθέν, ὃ δὴ ἀμείωτόν ἐστιν ἐσαεί, πληροῦν μὲν τοὺς διψῶντας καὶ προσεγγίζοντας, ἐλαττούμενον δὲ μηδέποτε». Ταῦτά τε τὸ ταῦ ὥσπερ ὑποφωνεῖ πρὸς τὸν νοῦν καὶ τὸ ἀληθὲς ὑποδεικνύμενον παρεστὸς ὑποδείκνυσι τὸ ˉυ οἷόν τι Ἀτλαντικὸν πέλαγος· κρατῆρι γὰρ τὸ ˉυ ἔοικεν ὕδατος, μᾶλλον δὲ φιάλῃ χρυσῇ. «ἰδοὺ γοῦν» φησι πρὸς τὸν νοῦν «κρατὴρ ἕτερος μετὰ τὸ ˉρ κείμενος οὗ δὴ λίαν ἀφίστασο· τῷ μὲν γὰρ ˉρ πεπλησίακας ὥσπερ βραχεῖ τινι ἀμφορεῖ, τῷ δὲ ˉυ οὔπω προσήγγισας.» ὁ δὴ Ὠκεανὸς θεῖός ἐστι τὴν ὅλην ἀπεικονίζων θείαν πηγήν. ἔχει δέ τινα καὶ ἡ τοῦ στοιχείου τούτου ἐκφώνησις καὶ δίψης καὶ πόσεως ἰδιότητα· τοιοῦτον γὰρ καὶ ὑπηχοῦσιν οἱ ἀπλήστως τοῦ πόματος ἐμφορούμενοι, ὁπότε καὶ μάλιστα ἥδοιντο. ἀνέῳκται δὲ τῷ σχήματι ἐσαεὶ πάντα τὸν διψῶντα νοῦν εἰς ἑαυτὸ προκαλούμενον, μᾶλλον δὲ τὸν ἐγγίσαι τούτῳ δυνάμενον. εἶτα ἵνα μή τις ἐντεῦθεν οἰηθῇ, ὡς τὸ πᾶν τοῦ κρατῆρος ἀρύσασθαί τις τοῖς χείλεσι δύναιτο καὶ μηδὲν ἐγκαταλιπεῖν, μᾶλλον δέ– ἵνα τελεώτερον περὶ τούτου νῦν διαλέξωμαι– ἐπειδὴ πολλοὶ οἴονται δεῖν πᾶσι τοῖς θείοις ἐπιπηδᾶν ὡς μηδὲν ἐᾶν ἀνεξέταστον· οὐ γὰρ ἀρκοῦσιν αὐτοῖς αἱ περὶ τῶν πρώτων καὶ δευτέρων φύσεων εὑρεσιλογίαι, ἅ τε περὶ νοῦ λέγουσι καὶ ὅσα περὶ ψυχῆς δογματίζουσιν, ἀλλ' εἰ μὴ καὶ τοῦ ὄντος αὐτοῦ περιδράξοιντο καὶ θεοῦ φύσιν ἐπίσταιντο κίνησίν τε καὶ τὴν τῶν κατὰ μέρος οἰκονομίαν, ἀβίωτον ἑαυτοῖς τὸν βίον νομίζουσιν, οὐ καλῶς οἰόμενοι. τὸ μὲν γὰρ φιλοσοφεῖν ὡς ὁ θεὸς ἀμερίστως μὲν τὰ μεριστὰ γινώσκει, ἀχρόνως δὲ τὰ ἔγχρονα, ἀμεταβλήτως δὲ τὰ μεταβλητά, καὶ ὅτι τὸ θεῖον ἁπλοῦν πρώτως ἐστὶ καὶ μάλιστα καὶ διὰ τοῦτο καὶ αὐταρκέστατον καὶ ὅτι ὑπὸ τῶν ἐγγυτέρω μετεχόμενον ἀμέσως μετέχεται, ἔχει τινὰ λόγον καὶ οὐ παντάπασιν ἄδηλος ἡ ἀπόδειξις, τὸ δ' ὅτι ἔνθερμον πνεῦμα τὴν οὐσίαν ἐστὶν ἢ νοῦς τοιόσδε ἢ ἓν ἀκίνητον ἢ ἀριθμὸς τῶν ὄντων ἐξῃρημένος, οὔτ' ἀπόδειξιν ἔχον ἐστὶν οὔτε τις πιστεύσειε, λέγουσιν, εἰ μὴ τῆς ῥινὸς ἕλκοιτο. Ἐπεὶ οὖν εἰς τὰ τοιαῦτα τοὺς πολλοὺς ἐφέλκεται τὸ φιλοπρᾶγμον, διὰ ταῦτα τῷ τῶν τοιούτων κρατῆρι, τῷ ˉυ φημι, ἐγγειτόνων ἐστὶ τὸ φῖ, ἄχρι τοῦ φαινομένου φιλοσοφεῖν τὸν ἐξετάζοντα νουθετοῦν. τοῦτο γάρ μοι φαίνεται τὸ φῖ ὑπαινίττεσθαι, τὸ τὰ φαινόμενα μόνα τοῦ θείου πολυπραγμονεῖν καὶ ζητεῖν· φαινόμενα δέ φημι ἐνταῦθα οὐ τὰ οἷον ἰνδάλματα καὶ παρυφιστάμενα τοῖς σώμασιν, ὥσπερ αἱ σκιαί, ἀλλὰ τὰ προκείμενα καὶ δεικνύμενα. ἐπειδὴ γὰρ ὁ θεῖος βυθὸς ἐκ φαινομένων καὶ ἀφανῶν σύγκειται καὶ τὸ μὲν αὐτοῦ περιπλεῖσθαι δύναται, τὸ δὲ πάντῃ ἄπλωτόν τε καὶ ἄπλετον πέφυκε, καὶ τὸ μὲν οἷον φαίνεται, τὸ δὲ ἀφανὲς πάντῃ καθέστηκεν, ἀρκεῖσθαι τοῖς φαινομένοις χρεών, μὴ μέντοι γε καὶ τοῖς ἀφανέσιν ἐπιχειρεῖν. τίνα οὖν τὰ τοῦ θείου φαινόμενα; ὅτι μέτρον ἐστὶ τῶν ὄντων, ὅτι ἑνιαῖον, ὅτι τὰ πλήθη πάντων τῶν ὄντων ἀφορίζει καὶ μετρεῖ, ὅτι περατοῦν οἷς ἂν παρῇ βούλεται καὶ περιάγειν εἰς ὅρον, ὅτι πάντα κρειττόνως ἢ κατὰ τὴν ἑαυτῶν τάξιν ἐπίσταται, ὅτι ἀφ' ἧς ἂν ἄρξηται τάξεως ἐκφαίνειν ἑαυτὸν πρόεισι διὰ πάντων τῶν δευτέρων, ὅτι οὐδὲ αὐτὸς ὁ νοῦς ἐστι θεῖος εἰ μὴ μεθέξει τῆς θείας ἑνάδος, ὅτι κατὰ τὸ ὑπερπλῆρες ἑαυτοῦ μεταδίδωσι τοῖς μετεχομένοις, καὶ τἆλλα ὅσα δὴ μὴ παρεῖται τοῖς θεολόγοις καὶ μάλιστα Διονυσίῳ τῷ πάνυ ἀκριβέστερον περὶ τούτων φιλοσοφήσαντι. τὰ δὲ ἀφανῆ τίνα; ὁ τρόπος τῶν θείων οἰκονομιῶν καὶ πρὸ τούτων ἡ τοῦ θείου φύσις αὐτή, ἡ ἕνωσις, ἡ διαίρεσις, ἡ πρὸς τὸ πρῶτον αἴτιον ἀναγωγὴ τῶν ἀπ' ἐκείνου, ἡ τοιάδε πρόοδος. ἐσθίοντα οὖν τὸν λόγον, τὸν θεῖον ἀμνόν, ἡ προβεβλημένη σὰρξ εὐωχείτω σε, μὴ μέντοι γε καὶ τῶν κεκρυμμένων ὀστῶν ἅψαιο, ἀλλ' ἐσθίων ὅσα βρώσιμα τῇ βάσει τοῦ θυσιαστηρίου τὸ αἷμα ἐπίχεε, παραχωρῶν τῇ πίστει τῶν κεκρυμμένων. ταῦτά σοι τὸ φῖ σαφῶς ὑποφαίνει, τῶν φαινομένων ἅπτεσθαι συμβολικῶς νουθετοῦν. Τὸ δὲ χῖ καὶ μείζονα τὴν φιλοσοφίαν ὑποβάλλει τοῦ φῖ, ἐπεὶ γὰρ ὃ φαίνεται πολλάκις καὶ παραφαίνεται, ὥσπερ τὰ τῶν εἰκασμάτων εἰκάσματα ἔφη τις σοφός, διὰ τοῦτο τὸ χῖ ὥσπερ ὑπερείδει τὸ φαινόμενον τοῦ φῖ· μὴ γάρ, ὃ σοί, φησί, δοκεῖ φαίνεσθαι, τοῦτο σπεῦδε λαβεῖν, ἵνα μὴ ὑπόκρισις εἴη τὸ φαινόμενον, ἵνα μὴ ὡς σκότει προσέλθῃς τῷ δοκοῦντι φωτὶ καὶ τὸ ἀρχέκακον σκότος ἄγγελον ὑπολήψῃ φωτός, ἀλλ' ἐκεῖνο μόνον ἀρύσῃ καὶ καρδίᾳ καὶ χείλεσιν, ὅσον σοι χεῖται παρὰ θεοῦ. ἐπεὶ γὰρ ὁ τῆς σοφίας κρατὴρ ὑπερπλήρης ἐστί, τοῖς βλύζουσι νάμασι τοῖς χεομένοις ὑπόθες τὸ πρόσωπον, τὸ ἀπορρέον ὑπόδεξαι τῆς πηγῆς. οὐκ ἐνδεής ἐστιν ἡ φιάλη, ἵνα πίῃς ἐγκύψας, οὐδὲ πλήρης μόνον, ἵνα τοῖς ἐκείνης χείλεσι προσθήσῃς τὰ σά, ἀλλὰ καὶ ὑπερπλήρης· τὸ μὲν γὰρ ἐνδείας, τὸ δὲ αὐταρκείας, τὸ δὲ παντελοῦς ἀγαθότητος. διὰ τοῦτο μὴ λίαν πλησιάσειας τῷ κρατῆρι, μή που καὶ πυρὸς ἐν αὐτῷ περιτύχῃς ῥύαξιν, ἀλλὰ πόρρω στῆθι καὶ τοῦτο μετ' εὐλαβείας. οὐ γὰρ δέος μήποτε ἀπέλθῃς διψῶν· κορέσουσί σε οἱ ἐκεῖθεν μεριζόμενοι ποταμοί, οὐ τέσσαρες μόνον ὥσπερ οἱ ἀπὸ τῆς Ἐδὲμ ῥέοντες, ἀλλ' ἀριθμὸν ὑπερβαίνοντες, ἐμπλήσουσί σε τοῦ ποτίμου νάματος, κἂν λίαν διψητικώτατος εἶ κἂν διὰ πολλῆς τῆς ὁδοῦ προσήγγισας τῇ πηγῇ, ἀποκαμὼν τοῖς ἱδρῶσι τῶν ἀρετῶν καὶ τῷ συντόνῳ λειποψυχήσας καὶ κατάξηρος ταῖς ἐργασίαις γενόμενος· οὐ γὰρ ἐκλείψει σοι ὁ τοῦ ἐλαίου καμψάκης ὡς τῇ Σαραφθίᾳ ποτέ, μᾶλλον δὲ ἡ ἀένναος τῶν εὐσπλάγχνων ῥευμάτων πηγή. μὴ τοίνυν ἐπιπηδήσῃς τοῖς ἔνδον τοῦ κρατῆρος νάμασιν· οὔτε γὰρ δυνήσῃ πιεῖν καὶ τῆς αὐθαδείας ἀποκείσεταί σοι κόλασις. τί οὖν; ἀνεξέταστά σοι ἔσονται τὰ χεόμενα καὶ πᾶν ὃ δὴ χεῖταί σοι τοῦτο δὴ καὶ πρὸς πόσιν προκείσεται; ἀλλὰ δέδοικα μὴ οὐ πᾶν ᾖ τὸ χεόμενον διειδὲς ὕδωρ καὶ καθαρόν, δέδοικα δὲ μὴ καὶ ἁλμυρόν ἐστι καὶ θαλάττιον ἐν ᾧ ἡ καταποντίζουσα πέφυκε καταιγίς, φοβοῦμαι μὴ βαθὺ τυγχάνῃ καὶ ὕπουλον οὗ ῥυσθῆναι καὶ ὁ προφήτης αἰτεῖ. Διὰ τοῦτο τὸ ψῖ ἐπανορθοῦται τὸ χῖ ὡς ἐκεῖνο τὸ φῖ, μᾶλλον δέ σοι τὴν τῶν ναμάτων ὑποβάλλει ψηλάφησιν. ὅρα, γάρ φησι, μὴ ἀπατηθῇς μηδ' ὡς γλυκεῖ προσέλθῃς τῷ ἁλμυρῷ μηδ' ὡς ὕδατι τῇ ἀβύσσῳ. ἐκεῖ μὲν γὰρ πνεῦμα θεοῦ ἐπιφέρεται, ἐνταῦθα δὲ σκότος ἐπιχεῖται βαθύτερον τοῦ ψηλαφητοῦ. διὰ τοῦτο ψηλάφησον καὶ αὐτὸς περὶ τοῦ λόγου τῆς ἀληθείας. εἰσί σοι χεῖρες οὐ μαλακοῦ καὶ σκληροῦ διάκρισιν ἔχουσαι, ἀλλ' ἀληθείας καὶ ψεύδους, ἐστί σοι δύναμις ἁπτικὴ τῆς ψυχῆς. δύνῃ διὰ ταύτης ἐφευρεῖν, τίς μὲν ἡ Μερρὰ καὶ ἄποτος τῷ ὄντι πηγή, τίς δὲ ὁ τὴν πόλιν εὐφραίνων τοῦ θεοῦ ποταμός, μᾶλλον δὲ τίνα τὰ τούτου ὁρμήματα. ὅρα γοῦν μὴ τῆς σκοτεινῆς ἀβύσσου ᾖ τὸ χεόμενον ἐν ᾗ ὁ δράκων ἐντέταλται κατοικεῖν, μή πού τις ἰὸς πίνοντί σοι συνολισθήσῃ τῷ στόματι καὶ καταδαπανήσῃ σου τὴν ψυχήν. εἰ γὰρ καὶ κεχείρωται τὸ μέγα κῆτος, ὃ δὴ τὰ ἁλμυρὰ τρέφει τῆς θαλάττης νάματα, καὶ τοῖς σταυρικοῖς ἥλοις δεδέσμευται, ἀλλ' οὐ πάντῃ γε νενέκρωται, εἰς ἡμετέραν καὶ τοῦτο νουθεσίαν καὶ παίδευσιν τηρηθέν. δέος οὖν μὴ προσελθὼν τῇ θαλάττῃ περιτύχῃς τῷ κήτει καὶ προσαφήσῃς τῷ δίψει καὶ τὴν ψυχήν. ψηλάφα τοίνυν τὰ ὕδατα τά τε σταδαῖα καὶ τὰ κινούμενα ὅσα τε ἐν λίμναις καὶ ὅσα ἐν φρέασιν– οἶδα γὰρ καὶ φρέαρ διαφθορᾶς– καὶ ὅσα ἀπ' οὐρανῶν ἔρχεται· οὐδὲ γὰρ ἅπαντα καὶ ταῦτα καθαρά, ἀλλ' ἔστιν ἃ καὶ μετὰ πλείονος τοῦ ὑπεκκαύματος κάτεισιν, ἃ δὴ καὶ ῥαγδαῖά ἐστι καὶ βαρύτατα καὶ πλήρη τοῦ ἐκεῖθεν καπνοῦ. εἰ γοῦν οὕτω πίνεις, ἔσται σοι πάντως πηγὴ ἁλλομένη εἰς ζωὴν αἰώνιον. Τί δ' ἄν τις εἴπῃ καὶ περὶ τοῦ τελευταίου στοιχείου, ὃ δὴ καὶ ˉω μέγα διαφερόντως ὠνόμασται, εἰ καί τινες τὴν προσθήκην τοῦ ποσοῦ ἀθετήσαντες ˉω μόνως κεκλήκασι, τὸ δὲ ἕτερον ˉο; τί οὖν ἐστι τοῦτο καὶ διὰ τί μέγα καὶ διὰ τί ἔσχατον; ἀλλὰ πρὶν εἰπεῖν καὶ περὶ τῆς οὐσίας τούτου καὶ φύσεως, ὥσπερ ἐν καταστάσει βραχύ τι περὶ τῶν προαγόντων διαληψώμεθα, ἵν' ἐκεῖθεν καὶ τὸ συνεχὲς τῶν προλαβόντων πρὸς τοῦτο εὑρήσομεν. ἐπεὶ γὰρ τὸ μὲν φῖ τὸ φαινόμενον ὑπεδείκνυε, τὸ δὲ χῖ τὸ χεόμενον καὶ οἷον ἀπορρέον τοῦ θείου κρατῆρος, τὸ δὲ ψῖ ψηλάφησιν ὑπετίθει τοῖς σπῶσι τοῦ νάματος ἤτοι διάκρισιν θολεροῦ καὶ καθαροῦ πόματος, ἵνα μή τις οἰηθῇ, ὡς ἕτερον οὐδέν ἐστι παρὰ τὸ φαινόμενον μὴ καὶ χεόμενον, ἀλλὰ πᾶν ὅσονπερ ἐν τῷ κρατῆρί ἐστιν ὑπερβλύζον κενοῦται, ὡς μηδὲ ὑποστάθμην τινὰ τῷ ἀγγείῳ ἐναπομεῖναι, ὁ τοῦ μεγάλου ˉω λόγος φωνεῖ τῷ σχήματι σιωπῶν ὡς ἄβυσσός ἐστι τὸ καταλειφθὲν συγκεκλεισμένη τε καὶ ἀπρόσιτος. τὰ μὲν γὰρ ἄλλα, ὅσα μεθεκτὰ τοῖς ἀξίοις εἰσί, μετρεῖται ταῖς δεχομέναις αὐτὰ φύσεσι καὶ καταλλήλως αὐταῖς ἐπιρρεῖ, τὸ δ' ὅσον ἀπομένει τῷ πλήρει κρατῆρι οὔτε ψυχῇ ἐστι φορητὸν οὔτε νῷ χωρητόν. τοῦτο οὖν ἐστι τὸ μέγα ˉω, ὁ μέγιστος τῆς σοφίας κρατήρ, ἀφ' οὗ τέως οὐδεὶς ἀπηρύσατο. πᾶσα οὖν κίνησις νοερὰ ἄχρι τοσούτου πρόεισιν, ἕως ἂν τῷ μεγάλῳ ˉω προσπελάσειεν. ἐκεῖ δὲ γενομένη τῆς ἐφέσεως ὁμοῦ καὶ κινήσεως ἵσταται, ἐπεὶ μηδὲ φυσική τίς ἐστι τῶν ὑπὲρ φύσιν ἐνέργεια. ἀλλ' εἴ τι καὶ τοιοῦτον ἡμῖν ἐπιγενήσεται, ὕστερον εἰσόμεθα τοῦτο, ἀλλ' οὐκ ἐνεργήσομεν. μέγα δὲ τοῦτο ˉω προωμολογημένως προσηγόρευται ἢ ὅτι ἀντιδιέσταλται τῷ ˉο– νόες μὲν γὰρ ἀμφότερα, ἀλλ' ἐκεῖνο μὲν μικρὸν καὶ μετέχον, τοῦτο δὲ μέγα καὶ μόνως ἀμέθεκτον– ἤ, ᾧ καὶ μᾶλλον προστίθεμαι, οὐ πρός τι συγκριτικῶς μέγα ὠνόμασται, ἐπεὶ μηδὲ σύγκρισιν ὑποφαίνει τὸ ὄνομα, ἀλλ' ὅτι μέγα ἁπλῶς ἀσυγκρίτῳ τῶν ὄντων ἀξιώματι ὑπερκείμενον. τοῦτο γοῦν καὶ πέρας ἐστὶ πάσης φύσεως καὶ ὑπὲρ τοῦτο οὐδέν ἐστιν, ἀλλ' ὥσπερ ἡ ἀπλανὴς τῶν σωμάτων ἁπάντων πέρας καθέστηκε καὶ ὅρος ἐστὶ τῶν τε πλανωμένων σφαιρῶν καὶ τῶν ἀπλανῶν. ἐκπέφευγε δὲ καὶ τὴν ἐν τόπῳ θέσιν τῷ μὴ πρός τινος περιέχεσθαι. οὕτω δὴ καὶ τὸ μέγα ˉω οἷόν τις μεγίστη περιοχὴ πάντων τῶν ὄντων ἐστίν, ὅσα τε αἰσθητὰ καὶ ὅσα δὴ νοερά. διὰ τοῦτο γὰρ καὶ δὶς ἐσφαίρωται, ὅτι καὶ τὴν ἀπλανῆ περιέχει. μέγα δὲ οὐχ ὅτι ἐμμέγεθες καὶ πολυμερές, εἰ καὶ τῷ ποσῷ προσκεχρήμεθα, ἀλλ' ὅτι ὑπερμέγεθες καὶ πάντων περιληπτικὸν καὶ τῶν ὄντων οὐδέν. αἱ δὲ περιοχαὶ κατὰ μὲν τὴν πρεσβυτέραν χεῖρα τὴν ἁπλουστέραν τε καὶ λιτὴν ἠνεῳγμένως ἐκφέρονται οἷόν τινα δύο τοῦ βραχέος σημεῖα, κατὰ δὲ τὴν νεωτέραν πάντῃ ἐσφαίρωνται. τίνας οὖν πρὸς ἀμφοτέρας τὰς χεῖρας ἐννοίας ἁρμόσομεν; καὶ ὅτι τὸ πρώτως ἀγαθὸν κατ' αὐτὸ τὸ ἀγαθὸν εἶναι δημιουργῆσαν τὸν ἄνθρωπον καὶ ὡς ἐνῆν τὸ οἰκεῖον ἀξίωμα ἐν τούτῳ ἀπεικονισάμενον μεθεκτὸν αὐτὸν πάντων τῶν ὄντων ὑπὲρ φύσιν ποιῆσαι ἐβούλετο. διὰ τοῦτο οἷον ἠνέῳκτο προσκαλούμενον πρὸς ἑαυτὸ τὸ πλάσμα πρὸς τὴν τῆς ὅλης τελειότητος μέθεξιν. ἐπεὶ δὲ ἀπατηθεὶς ἐκεῖνος τῆς νοερᾶς ζωῆς τὴν αἰσθητὴν ἀντηλλάξατο, ἐκλείσθησαν οἱ κρατῆρες τοῦ νάματος, καὶ διὰ τοῦτο ἐκ μέρους γινώσκομεν καὶ ἐκ μέρους καταλαμβάνομεν. ἡ γὰρ ὁλότης ἐγκέκρυπται τῷ μεγάλῳ ˉω, ἔσται δὲ ἡ γνῶσίς ποτε πρόσωπον πρὸς πρόσωπον ὡς ἐπηγγέλμεθα, τέως δὲ νῦν ἡ τελειότης ἐγκέκλεισται ἐν τῷ στοιχείῳ τούτῳ τῆς γνώσεως. κἂν γάρ τις τὸν ἀέρα περάσειε καὶ τὰς μετ' αὐτὸν σφαίρας, κἂν ἐπὶ τοῦ νώτου τῆς ἔξω περιφορᾶς στῇ, κἂν ὑπὲρ τοῦτον προβῇ, κἂν ὁποιδήποτε χωρήσειε, τὸ μέγα οὐ παρελεύσεται ˉω. ὃ δὴ καὶ τρίτον ὑπερβέβηκεν οὐρανὸν καὶ τὸν ἕβδομον καὶ ὅρος ἐστὶ πάντων ὁρισμῶν καὶ πέρας περάτων, ἐντὸς ἑαυτοῦ πάντα συγκλεῖον καὶ σπαργανοῦν καὶ μηδὲν ἔχον πρεσβύτερον ἢ ὑψηλότερον. Ἐπεὶ γοῦν ἀπόρρητά τε καὶ ἄρρητα τὰ ἐν τούτῳ περιεχόμενα, μηδ' ἡμεῖς τὰ ἐν τοῖς βάθεσι κρυπτόμενα ἀνιχνεύσωμεν, ἀλλ' ἄχρι τοῦ σχήματος στήτω χωρήσας ὁ λόγος ἡμῖν. καὶ ἐπειδὴ πρὸς τῷ πέρατι τῶν ὄντων γεγόναμεν, πέρατι δὴ καὶ ἡμεῖς τὸν λόγον περιλαβόντες ἐνταῦθα στήσωμεν τὴν ἐξέτασιν, τοσοῦτον δὴ ὑπειπόντες, ὅτι μὴ πρὸς τὴν φύσιν τῶν στοιχείων, ἀλλὰ πρὸς τὴν νῦν ἀκοὴν τὸν λόγον παρεμετρήσαμεν. εἰ δέ τι καὶ τῶν τελείων παρατεθείκαμεν, ἐν τύπῳ τοῦτο παρεχαράξαμεν καὶ εἰκάσματι καὶ διττὸν τοῦ λόγου τὸ σῶμα ἐπλάσαμεν, καλὸν ὡς ἂν καὶ αὐτὸς φαίης καὶ κάλλιστον, τὸ μὲν οἷόν τισι χρώμασι τῇ τῆς ἑρμηνείας λειότητι περιανθίσαντες καὶ ταῖς λέξεσι, τὸ δὲ καὶ καταπυκνώσαντες τοῖς νοήμασιν, ἵν' ὁ μὲν μετ' αἰσθήσεως νοῦς τῷ φαινομένῳ τοῦ λειμῶνος ἀγάλληται, ὁ δ' ἐπιστρέφων πρὸς ἑαυτὸν πρὸς τὸ κρυπτόμενον ἐμβαθύνων ὡραιότερον δρέποιτο τοῦ καρποῦ. ἔγωγε οὖν πολλάκις πολλοὺς μὲν καὶ ἄλλους λόγους ἐγεννησάμην, οὐδένα δὲ τόκον ὡς τοῦτον εἰσεποιησάμην, ὃν δὴ ἐν μιᾷ νυκτὶ καὶ ὠδίνησα καὶ ἀπέτεκον. εἰ μὲν οὖν οὕτω φανείη καὶ σοί, βεβαιοῦται καὶ ἡ κρίσις ἡμῖν, εἰ δ' οὖν, ἀλλ' ἡμεῖς γε οὐ χείρους τῶν πιθήκων ἐσμὲν οὐδὲ οὕτω μισότεκνοι, ἀλλὰ τὸ οἰκεῖον γέννημα, ὅσον γε μᾶλλον μὴ στέργηται παρ' ἄλλων, περιεξόμεθα.