Opuscula logica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
37.1.1
[φραγμεντυμ δε ματερια] Ἡ ὕλη μήτηρ τῶν εἰδῶν καὶ τιθηνὸς λέγεται· καὶ γὰρ καὶ αἱ τῶν ζῴων μητέρες κατὰ τὸν λόγον τὸν τὸ «τί ἦν εἶναι» σημαίνοντα τοὺς λόγους ἅπαντας ἔχουσι τῆς γενέσεως διὰ τῶν παρὰ τῶν ἀρρένων καταβαλλομένων γονῶν ἐν τοῖς κατὰ τὰς μήτρας ὑγροῖς. 38 Περὶ ὀνείρων Τὸ περὶ τῶν ἀληθινῶν ὀνείρων καὶ τῶν ψευδῶν ζήτημα ἐπεχείρησα μέν σοι καὶ πρότερον διαλύσασθαι, οὐ μὴν εἰς τέλος ἀφικόμην σοι τῆς ἀκριβοῦς διαλύσεως· ἀλλὰ νῦν σοι κεφαλαιωδῶς ὁπόσα τῷ τόπῳ διαπορεῖται ἐξακριβώσομαι. Οὐχ ἡ αὐτή ἐστιν ἡ τῆς ψυχῆς ζωὴ καὶ ἡ τοῦ συνθέτου, ἀλλ' ἡ μὲν οὐσιώδης τέ ἐστι καὶ καθ' ἑαυτήν, ἡ δὲ ἔλλαμψις ἀπὸ ταύτης καὶ οἷον εἴδωλον ἀληθείας. καὶ ἡ ἀπόλυτος δὲ ψυχὴ τοῦ σώματος ἢ κατὰ τὴν οἰκείαν ἐνεργεῖ φύσιν ἢ τὰς ἑαυτῆς μοίρας τῷ νῷ συνάψασα ὥσπερ ὑπὸ κυβερνήτῃ ἐκείνῳ κατὰ τοῦ νοητοῦ πελάγους ἀφίησι ἢ καὶ τοῦτον ὑπεραναβᾶσα καὶ τῷ θεῷ προσχωρήσασα κρειττόνων καὶ ὑψηλοτέρων θεωριῶν καταπίμπλαται. ἐν τοίνυν τοῖς ὕπνοις εἰ μὲν ἡ θεία ψυχὴ ὥσπερ ὑπὸ σκότους τῶν σωματικῶν καλυπτομένη παθῶν ἀνεπαίσθητός ἐστι καὶ ἑαυτῆς καὶ τῆς νοερᾶς ἰδιότητος καὶ τῆς ὑπὲρ ταύτην θειότητος, ἀφάνταστος ὅλως τῆς ἀληθείας ἐστί, καὶ ἡ σωματικὴ ζωή, εἴτε ἀπὸ τῶν μεθημερινῶν φροντίδων, εἴτε ἀπὸ τῶν ἀλογωτέρων ὀρέξεων, εἴτε ἀπὸ τῶν παντοίων περὶ τὴν ὕλην ταύτης κινήσεων, εἴτε ἀπὸ δαιμονίων φαντασμάτων ἢ καὶ ἐξ ἄλλων τοιούτων ἀφορμῶν, τὰ κατάλληλα τούτοις φαντάζεται. πολλάκις δὲ καὶ οἱ ἀπατηλοὶ δαίμονες προγνώσεσιν αὐτὴν μελλόντων πραγμάτων ἐξαπατῶντες, ὧν οὐδ' αὐτοὶ τὴν κατάληψιν ἔχουσιν, ἀλλ' ἢ μόνον εἰκαστὴν ὑπόνοιαν, σύμβολα ταύτῃ ψευδῆ τῶν γενησομένων δῆθεν ὑποδεικνύουσιν. εἰ δὲ ἡ κρείττων ἐκείνη ψυχὴ ἄσχετος εἴη πρὸς τὰ χείρω, τριττὴν ἔχει τῶν ὄντων καὶ ἐσομένων τὴν ἀλήθειαν, ἐπεὶ καὶ εἰς τρεῖς τάξεις αὐτὴν διῃρήκαμεν· ἢ γὰρ ἑαυτῆς ἐστι μόνης ἢ συνῆπται τῷ νῷ ἢ καὶ ὑπὲρ τοῦτον γεγονυῖα θεῷ προσκεκόλληται. εἰ μὲν οὖν τὸ ἑαυτῆς ἐνεργεῖ, ἐπειδὴ τοὺς λόγους ἔχει τῶν γινομένων, ἀπολυθεῖσα ἐν τοῖς ὕπνοις τοῦ σώματος τὴν οἰκείαν ἀνελίττει ζωήν, καὶ τά τε ὄντα οἶδε τῆς γενέσεως μέρη τά τε ἐσόμενα· οὕτω τοιγαροῦν μεταβολάς γε πραγμάτων μαντεύεται καὶ καταστάσεις βίων καὶ βασιλέων διαδοχὰς ἢ ἀρχὰς καὶ ὅσα τοιαῦτα. εἰ δὲ συνοδεύοι τῷ νῷ καὶ ὑφ' ἡγεμόνι ἐκείνῳ τάττεται, τὰ κρείττονα ἐν τοῖς ὕπνοις ὁρᾷ, διακόσμους ἀγγελικῶν τάξεων, φύσεις ἀκινήτους, νοερὰς καταστάσεις, θεοπρεπεῖς ἰδιότητας. εἰ δὲ θεῷ ἑνωθείη τὰς ἑαυτῆς πάσας δυνάμεις συμπτύξασα, τὰ κρείττονα ἔτι μυεῖται καὶ ἀπορρητότερα, λόγους προνοίας, δικαιώματα καὶ κρίσεις, ὑπερφυεῖς ἐλλάμψεις, καὶ ὅλως ἐπίπνους τῷ ὑπὲρ νοῦν κρείττονι καταστᾶσα πνεύματι τῶν ὑπερφυῶν ἔχει τὴν δήλωσιν. Σκεπτέον δέ σοι καὶ τοῦτο ἐν τοῖς ὀνείροις, εἰ ἐπακολουθεῖ τοῖς ὁρωμένοις ἡ ψυχή, εἰ οἶδεν ὅτι μεμύηται, εἰ δοκεῖ φῶς ὁρᾶν, εἰ οἴεται πνεῦμα αὐτὴν ἔξωθεν περιθεῖν ἀναφὲς καὶ ἀσώματον, εἰ ταῖς μακαρίαις θέαις συναγάλλεται καὶ ἐπαίρεται. εἰ μὲν γὰρ οὕτως ἔχει, θεοπέμπτοις ὀνείροις ἐπιτρυφᾷ· εἰ δὲ βεβύθισται τὰς ἑαυτῆς ἀκτῖνας καὶ ἀγνοεῖ τὴν ἰδίαν ἐνέργειαν, πεπλάνηται περὶ τὰ ἐνύπνια. καὶ τοῦτο δὲ ἴδιον τῶν ἀληθεστέρων ὀνείρων· ὁμαλή πως αὐτῶν ἐστὶν ἡ συνέχεια καὶ ὁμόλογος τοῖς οἰκείοις μέρεσι· τὰ δέ γε ψευδῆ φαντάσματα πολὺν μεταξὺ τὸν ταραγμὸν καὶ τὴν ἀνομοιότητα κέκτηται. 39 [θυαεστιο δε συππλιξιο αετερνο ετ ξρεατιονε διῃινα] Εἰ τὸ ἐν κολάσει διηνεκεῖ εἶναι τοῦ μηδόλως εἶναι πολλῷ χαλεπώτερον, πῶς ὁ θεὸς τοὺς ἐν ἁμαρτίαις, φασί, μέλλοντας τὸν βίον κατατρίβειν παρήγαγε, τὸ χεῖρον ἢ τὸ ἄμεινον προελόμενος; Ὁ τοὺς μέλλοντας ἁμαρτήσειν ἀξιῶν μὴ δεῖν προαγαγεῖν τὸν θεὸν ἢ οὐδόλως τὴν ἀνθρωπίνην φύσιν νομοθετεῖ ἢ ἄτρεπτον αὐτὴν προαχθῆναι καὶ ἀναλλοίωτον. τὸ δέ ἐστιν ἢ σύμπαν τὸ ἀνθρώπινον γένος τῆς δημιουργίας διατεμεῖν ἢ ἀπαιτεῖν θεοῦ φύσιν ἔχοντα τὸν ἄνθρωπον προελθεῖν· ὧν ἑκάτερον εἰς ὅσον ἀπονοίας καὶ δυσσεβοῦς ἥκει γνώμης, αὐτόθεν ἐστὶν ἰδεῖν τὴν στήλην ἱσταμένην ἀνεξάλειπτον. χωρὶς δὲ τῶν εἰρημένων ὁ λέγων, διότι ἔμελλόν τινες τῶν ἀνθρώπων εἰς ἁμαρτίας ἐξολισθαίνειν, διὰ τοῦτο ἔδει τούτους μηδὲ γενέσθαι, ὁ τοιοῦτος οὐδὲν ἕτερον λέγει ἢ ὅτι ἔδει τὴν ἁμαρτίαν καὶ μήπω γεγενημένην τῆς τοῦ θεοῦ δημιουργίας ἐπικρατεῖν. εἰ γὰρ ὅτι ἔμελλόν τινες ἁμαρτάνειν ἔδει τὴν ἐπ' αὐτοὺς δημιουργίαν πεπαῦσθαι τοῦ θεοῦ, δῆλον ὅτι τὸ κράτος τῆς ἁμαρτίας ἂν εἴη ἢ τῆς ἐνεργείας τοῦ θεοῦ. οὐδὲ ταύτης δὲ τῆς ἀνοίας ἀπολύεται ὁ ψῆφον εἰσάγων, ὅτιπερ τοὺς μέλλοντας ἁμαρτάνειν ἐχρῆν μηδόλως παρὰ τοῦ δημιουργοῦ γενέσεως μετασχεῖν ἢ πρὸς αὐγὰς ἡλίου προαχθῆναι· ἔοικε γὰρ ὁ τοιοῦτος δυσχεραίνειν μὲν ἐάν τις ἁμαρτὼν δίκην δῷ, φιλονεικεῖν δὲ παρὰ τῶν μηδὲν μηδέπω ἁμαρτησάντων τιμωρίαν λαβεῖν. τοῦτο γάρ ἐστι τὸ τοὺς μέλλοντας ἁμαρτάνειν γενέσεως καὶ ὑπάρξεως ἀποστερεῖν καὶ τῆς δημιουργίας ἐκκόπτειν τοῦ θεοῦ, ἀλλὰ γὰρ καὶ ἀπὸ τῆς θείας προγνώσεως, καταδικάζειν μὲν βούλεσθαι τοὺς ἁμαρτήσοντας, ἐν αὐταῖς δὲ ταῖς πράξεσι γεγενημένους ζητεῖν ἀφίεσθαι τῶν κολάσεων, ὅπερ οὔτε ἀνθρώπινον οὔτε θεῖον ἐπίσταται δίκαιον. καὶ τὸ μὲν πρὸ τῶν ἁμαρτημάτων μηδένα δίκην ἀπαιτεῖν κοινή τε πᾶσιν ἀνθρώποις κρίσις καὶ θείοις νόμοις ἁρμόδιον· ἀπαιτεῖν δὲ μετὰ τὴν ἀνεπίστροφον ἁμαρτίαν τὴν δίκην τῆς θείας μισοπονηρίας καὶ δικαιοσύνης ἀπόδειξις. πῶς οὖν ἄν τις μελετήσας, ἃ μὲν πᾶσι δοκεῖ, τούτων τἀναντία φρονεῖν, ἃ δὲ μισοπόνηρον καὶ δίκαιον δείκνυσι τὸν θεόν, ταῦτα μὴ ἀνέχεσθαι τιμᾶν, εἶτα οὗτος οὐχὶ τῆς ἐσχάτης καὶ παραπληξίας καὶ δυσσεβείας αὐτὸς ἑαυτὸν ἔνοχον ποιεῖ; 40 Περὶ Ἅιδου Τὸν Ἅιδην, περὶ οὗ ἠρώτησας, εἴ τίς ἐστιν ἑτέρα δόξα Ἑλληνικὴ περὶ αὐτοῦ ὧν φθάσας, οὔτε κρείττονα φύσιν ὁ Πορφύριος οἴεται ἐν ταῖς περὶ τῶν νοητῶν ἀφορμαῖς οὔτε χῶρόν τινα ὑπόγειον, ἐν ᾧ ἐπιχωριάζειν οἴονται οἱ πολλοὶ τὰς ψυχάς, ἀλλ' ἄτοπόν τινά φησι περὶ τούτου λόγον. τὸ γὰρ πνεῦμα, ὅπερ ἡ ψυχὴ ἐκ τῶν σφαιρῶν συνελέξατο καὶ χιτῶνα ἑαυτῇ ἐποιήσατο, ἵνα διὰ τούτου μέσον τῷ παχεῖ συμπλακῇ σώματι, ὅπερ δὴ καὶ εἰδώλου τύπον τῇ λογικῇ ὑποσῴζει ψυχῇ, τοῦτο ἐκεῖνος τὸν Ἅιδην τίθεται, ἀπὸ τοῦ ἀειδῆ καὶ σκοτεινὸν εἶναι τὴν φύσιν τοῦ πνεύματος τὸ ὄνομα θέμενος. ἐξελθούσῃ γὰρ αὐτῇ, φησι, τοῦ στερεοῦ σώματος τὸ πνεῦμα τοῦτο συνομαρτεῖ. ἐκ δὲ τῆς πρὸς τὸ σῶμα προσπαθείας τὸν λόγον ἔχουσα τὸν μερικὸν προβεβλημένον, καθὸ σχέσιν ἔσχε πρὸς τὸ τοιόνδε σῶμα, ἐναπομόργνυται τὸν τύπον τῆς φαντασίας εἰς τὸ πνεῦμα καὶ οὕτως ἐφέλκεται τὸ εἴδωλον. Ἐπεὶ δὲ διήκει τὸ βαρὺ πνεῦμα καὶ ἔνυγρον ἄχρι τῶν ὑπογείων τόπων, οὕτως καὶ αὐτὴ λέγεται χωρεῖν ὑπὸ γῆν, οὐχ ὅτι ἡ αὐτῆς οὐσία μεταβαίνει τόπους ἢ ἐν τόποις γίνεται, ἀλλ' ὅτι τῶν πεφυκότων σωμάτων τόπους μεταμείβειν σχέσεις ἀναδέχεται. καὶ ὡς ἂν διατεθῇ, εὑρίσκει σώματα τόποις οἰκείοις διωρισμένα. διὸ καθαρώτερον μὲν διακειμένῃ σύμφυτον τὸ ἐγγὺς τοῦ ἀύλου σώματος, ὅπερ ἐστὶ τὸ αἰθέριον, προελθούσῃ δὲ ἐκ λόγου εἰς φαντασίας προβολὴν σύμφυτον τὸ ἡλιοειδές, θηλυνθείσῃ δὲ καὶ παθαινομένῃ πάρεστι τὸ σεληνοειδές, πεσούσῃ δὲ εἰς τὸ σῶμα, ὅταν κατὰ τὸ αὐτῆς ἄμορφον στῇ εἶδος, ἐξ ὑγρῶν ἀναθυμιάσεων συνεστηκός, ἄγνοια ἕπεται τοῦ ἐντὸς τελεία καὶ σκότωσις. Καὶ μὴν καὶ ἐν τῇ ἐξόδῳ ἔτι κατὰ τὴν δίυγρον ἀναθυμίασιν τὸ πνεῦμα ἔχουσα τεθολωμένον σκιὰν ἐφέλκεται καὶ βαρεῖται, χωρεῖν σπεύδοντος τοῦ τοιούτου πνεύματος εἰς μυχὸν γῆς φύσει. καὶ ὥσπερ τὸ γεῶδες ὄστρεον περικειμένῃ ἀνάγκη ἐπὶ γῆς ἐνίσχεσθαι, οὕτω καὶ ὑγρὸν πνεῦμα ἐφελκομένῃ εἴδωλον περικεῖσθαι ἀνάγκη. ὑγρὸν δὲ ἐφέλκεται τοῦτο, ὅταν συνεχῶς ὁμιλεῖν τῇ φύσει μελετήσῃ. ὅταν δὲ μελετήσῃ ἀφίστασθαι, αὐγὴ ξηρὰ γίνεται καὶ ἄσκιος καὶ ἀνέφελος, «αὐγὴ δὲ ξηρὰ ψυχὴ σοφωτάτη» καθ' Ἡράκλειτον ὡς τοῦ σώματος ὃ ἐφέλκεται αὐγοειδοῦς ὄντος οὐ χαλεπῶς, ἀλλ' ὅταν ᾖ σοφὴ ἡ διάθεσις, ὥσθ' ἕπεται τῇ ἀμαθίᾳ νέφος καὶ σκιὰ καὶ εἴδωλον ἐκ τῆς προσπαθείας. Ἐν Ἅιδου τοιγαροῦν λέγεται ἡ ψυχὴ εἶναι, ὅταν προεστήκοι εἰδώλου φύσιν μὲν ἔχοντος εἶναι ἐν τόπῳ, σκότιον δὲ τὴν ὑπόστασιν κεκτημένου. ταῦτα οὐκ ἐγώ φημι– μὴ γὰρ ἂν οὕτω μανείη–, ἀλλ' ὁ τερατολόγος Πορφύριος, ὃς δὴ πρῶτος καὶ μάλιστα τὰς Ἑλληνικὰς δόξας οὐκ ἠκριβώσατο μόνον, ἀλλὰ καὶ ματαιότερον ἐξειργάσατο. 41 Περὶ αἰῶνος καὶ χρόνου Ὁ μὲν ἡμεδαπὸς θεολόγος Γρηγόριος τὸν αἰῶνα ὅ τί ποτέ ἐστιν ὁριζόμενος, π [ρῶτον λέγειν] φαίνεται ὃ οὐκ ἔστιν, ἀναιρῶν τὸ ὑποπτευόμενον, εἶτα τίθεται [ὅπερ ἐστίν. «αἰὼν»] γάρ φησιν, «οὔτε χρόνος οὔτε χρόνου τι μέρος– οὐδὲ γὰρ μετρητόν–, ἀλλ' ὅπερ ἡμῖν ὁ χρόνος ἡλίου φορᾷ μετρούμενος, τοῦτο τοῖς ἀιδίοις αἰών, τὸ συμπαρεκτεινόμενον τοῖς οὖσιν οἷόν τι χρονικὸν κίνημα καὶ διάστημα.» Οἱ δέ γε τῶν Ἑλλήνων σοφοὶ αἰῶνα οὐ τὸ ὑποκείμενόν φασι μόνον, ἀλλὰ καὶ τὸ ἐξ αὐτοῦ τοῦ ὑποκειμένου οἷον ἐκλάμπον κατ' αὐτὴν τὴν τοῦ ἤδη ὄντος ταυτότητα· ὃ γὰρ ἄν, φασι, μήτε ἦν μήτε ἔσται, ἀλλ' ἔστι μόνον, ἑστὼς ἔχον τὸ εἶναι τῷ μὴ μεταβάλλειν εἰς τὸ μέλλον μηδ' αὖ μεταβεβληκέναι, τοῦτό ἐστιν ὁ αἰών. ἡ τοίνυν περὶ τὸ ὂν ἐν τῷ εἶναι ζωὴ ὁμοῦ πᾶσα καὶ πλήρης καὶ ἀδιάστατος, τοῦτο ὃ δὴ ζητοῦμεν αἰών. οὐ τοίνυν αἰὼν ἡ νοητὴ οὐσία οὐδὲ ἡ στάσις ἡ ἐκεῖ· ὁ γὰρ αἰὼν οὐκ ἐν στάσει μόνον, ἀλλὰ καὶ ἐν ἑνὶ καὶ ἀδιάστατος καὶ μετέχει στάσεως, οὐκ αὐτὸς δὲ στάσις ἐστίν. οὐ τοίνυν ὁ ἕκαστον τούτων ἰδών, οἷον νοητὴν οὐσίαν, στάσιν, ἀιδιότητα, ταυτότητα, αἰῶνα εἶδεν, ἀλλ' ὁ πάντα συναγαγών– καὶ τὸ μὲν οἷον ὑποκείμενον λέγει οὐσίαν, εἶτα κίνησιν τοῦτο καθ' ὃ ζωὴν ὁρᾷ, εἶτα στάσιν τὸ πάντῃ ὡσαύτως καὶ ἀδιαστάτως– πάντα ἰδὼν οὗτος εἶδεν αἰῶνα ζωὴν μένουσαν ἐν τῷ αὐτῷ, ἀεὶ παρὸν τὸ πᾶν ἔχουσαν, ἀλλ' οὐ νῦν μὲν τόδε, αὖθις δὲ ἕτερον, ἀλλ' ἅμα πάντα, οἷον ἐν σημείῳ ὁμοῦ πάντων ὄντων καὶ οὔποτε εἰς ῥεῦσιν προϊόντων. ἡ τοίνυν τοῦ ὄντος παντελὴς οὐσία καὶ ὅλη, τοῦτο ἂν εἴη αἰών· αἰὼν γὰρ ἀπὸ τοῦ ἀεὶ ὄντος ὠνόμασται. εἰ δὲ μὴ ἀφίσταιτό τις αὐτοῦ τῆς θέας, ἀλλὰ συνὼν εἴη τῆς φύσεως ἀγασθεὶς καὶ δυνατὸς τοῦτο πράττειν ἀτρύτῳ φύσει, δραμὼν καὶ αὐτὸς εἰς αἰῶνα ἔσται οὐκ ἀποκλίνων οὐδαμῇ, ἵν' ᾖ ὅμοιος καὶ αἰώνιος τῷ ἐν αὐτῷ αἰῶνι τὸν αἰῶνα καὶ τὸ αἰώνιον θεώμενος. εἰ οὖν τὸ οὕτως ἔχον αἰώνιον, τὸ μὴ ἀποκλῖνον εἰς ἑτέραν φύσιν κατὰ μηδέν, ζωὴν ἔχον, ἣν ἔχει πᾶσαν ἤδη, εἴη ἂν ἀίδιον, ἀιδιότης δὲ ἡ τοιαύτη κατάστασις τοῦ ὑποκειμένου ἐξ αὐτοῦ οὖσα καὶ ἐν αὐτῷ, αἰὼν δὲ τὸ ὑποκείμενον μετὰ τῆς τοιαύτης καταστάσεως ἐμφαινομένης. ἡ δὲ τοῦ αἰῶνος φύσις παγκάλη καὶ ἀίδιος περὶ τὸ ἓν καὶ ἀπ' ἐκείνου καὶ πρὸς ἐκεῖνο καὶ ζῶσα κατ' ἐκεῖνο καὶ ἐν ἐκείνῳ. καὶ εἴρηται τοῦτο, οἶμαι, τῷ Πλάτωνι καλῶς καὶ βαθείᾳ τῇ γνώμῃ. οὐκ ἄρα διαστήσεις τὸν αἰῶνα οὐδὲ ἐξελίξεις οὐδὲ παρατενεῖς· ὅταν γὰρ τὸ ἀεὶ [λ] έγωμεν περὶ τοῦ αἰῶνος, ἕνεκα τῆς σαφηνείας τὸν λόγον ποιούμεθα. ἐπεὶ τό γε ἀεὶ οὐ κυρίως κατὰ τοῦ αἰῶνος λέγοιτο, ἀλλὰ ληφθὲν εἰς δήλωσιν τοῦ ἀφθάρτου πλανᾷ τὴν ψυχὴν ὡς εἰς ἔκβασιν εἰρημένον τοῦ πλείονος. βέλτιον οὖν οὐκ ἀεὶ ὂν τὸν αἰῶνα, ἀλλὰ μόνον ὂν λέγειν. πᾶν οὖν καὶ ὂν καὶ κατὰ πᾶν ἀνενδεὲς καὶ οὐ ταύτῃ μὲν πλῆρες, ἄλλῃ δ' ἐλλεῖπον ἡ τοῦ αἰῶνος φύσις ἐστί. Τοιαύτην μὲν οὖν περὶ τοῦ αἰῶνος οἱ παρ' Ἕλλησι φιλοσοφήσαντες ἔσχον διάνοιαν. τὸν δὲ χρόνον οὔτε τὴν σύμπασαν ἔφασαν κίνησιν οὔτε τὴν τοῦ παντὸς οὔτε τὸ κινούμενον· εἰ γὰρ μὴ κίνησις τῆς σφαίρας ὁ χρόνος, σχολῇ γε ἂν ἡ σφαῖρα αὐτή. λέγοις δ' ἂν περὶ αὐτοῦ ὧδέ πως· ὡς πρότερον, πρὶν τὸ πρότερον δὴ τοῦτο γεννηθῆναι, ἐν τῷ ὄντι ἀνεπαύετο χρόνος· φύσεως δὲ πολυπράγμονος καὶ ἄρχειν αὐτῆς βουλομένης καὶ εἶναι αὐτῆς καὶ τὸ πλέον τοῦ παρόντος ζητεῖν ἑλομένης, ἐκινήθη μὲν καὶ αὐτή, ἐκινήθη δὲ καὶ αὐτός, καὶ εἰς τὸ ἔπειτα ἀεὶ καὶ τὸ ὕστερον κινούμενοι, μῆκός τι τῆς πορείας ποιησάμενοι, αἰῶνος εἰκόνα τὸν χρόνον εἰργασάμεθα. ψυχὴ γὰρ ἀθρόον μὲν τὸ ὂν ὁρῶσα ἐν αἰῶνί ἐστιν, ἐξελίττουσα δὲ τὴν τοῦ ὄντος φύσιν, ὥσπερ ἐξ ἡσύχου σπέρματος, ἐχρόνωσεν οἷον αὐτήν, ἀντὶ τοῦ αἰῶνος χρόνον ποιήσασα, καὶ κόσμον δημιουργήσασα αἰσθητὸν μιμήσει τοῦ νοητοῦ, κινούμενον κίνησιν οὐ τὴν ἐκεῖ, ὁμοίαν δὲ καὶ ἐθέλουσαν εἰκόνα ἐκείνης εἶναι, τὰς τοῦ χρόνου διεξόδους πάσας ἐν ἑαυτῇ περιέλαβεν· τὴν γὰρ ἐνέργειαν αὐτῆς παρεχομένη ἄλλην μετ' ἄλλην, εἶθ' ἑτέραν πάλιν ἐφεξῆς, ἐγέννα τε μετὰ τῆς ἐνεργείας τὸ ἐφεξῆς καὶ συμπροῄει μετὰ δια [νο] ίας ἑτέρας μετὰ τὴν πρώτην. διάστασις οὖν ζωῆς χρόνον εἶχε καὶ τὸ πρόσω ἀεὶ τῆς ζωῆς [χρόνον ἔχει ἀεὶ] καὶ ἡ παρελθοῦσα ζωὴ χρόνον ἔχει παρεληλυθότα. εἰ οὖν χρόνον τις λέγοι [ψυχῆς ἐν κινήσει μετ] αβατικῇ βίον ἐξ ἄλλου εἰς ἄλλον, δοκεῖ τι λέγειν· εἰ γὰρ αἰών ἐστι ζωὴ ἐν [στάσει καὶ τῷ αὐτῷ ὡσα] ύτως, εἰκόνα δὲ δεῖ τοῦ αἰῶνος τὸν χρόνον εἶναι, ἀντὶ μὲν κινήσεως νοερᾶς ψυχῆς τινος μέρους κινήσεως μέτρον τὸν χρόνον οἰητέον, ἀντὶ δὲ ταυτότητος καὶ τοῦ ὡσαύτως καὶ μένοντος τὸ μὴ μένον ἐν ταὐτῷ, ἄλλο δὲ καὶ ἄλλο ἐνεργοῦν λογιστέον τὸν χρόνον, ἀντὶ δὲ ἀδιαστάτου καὶ ἑνὸς εἴδωλον τοῦτο τὸ ἐν συνεχείᾳ ἕν, ἀντὶ δὲ ἀπείρου καὶ ὅλου τὸ εἰς ἄπειρον πρὸς τὸ ἐφεξῆς ἀεί, ἀντὶ δὲ ἀθρόου τὸ κατὰ μέρος ἐσόμενον. δεῖ δὲ οὐκ ἔξωθεν τῆς ψυχῆς λαμβάνειν τὸν χρόνον, οὐδὲ τὸν αἰῶνα ἐκεῖ ἔξω τοῦ ὄντος, οὐδὲ παρακολούθημα οὐδ' ὕστερον, ἀλλ' ἐνορώμενον καὶ ἐνόντα καὶ συνόντα, ὥσπερ κἀκεῖ αἰών. Ἀρχὴ οὖν χρονικῆς κινήσεως ψυχὴ τοῦ ὄντος τῇ πολυπραγμοσύνῃ ἐκστᾶσα καὶ ἑαυτὴν πρῶτον ἰδοῦσα καὶ οἷον μετρήσασα καὶ χρόνον ἐξ ἑαυτῆς ἀπογεννήσασα. εἰ οὖν ὑποθοίμεθα μηκέτι ἐνεργοῦσαν, ἀλλὰ παυσαμένην ταύτην τὴν ἐνέργειαν καὶ τὴν ἐνεργοῦσαν ψυχὴν ἐπιστραφεῖσαν πρὸς τὸν αἰῶνα, πέπαυται πάντως [τὸ χρο] νικὸν μέτρον, ἀναλυθείσης τῆς κινηθείσης καὶ κινησάσης ψυχῆς εἰς τὸν τοῦ αἰῶνος βυθόν, οὐχ ὅτι με [ταπ] εσεῖν δεῖ ταύτην εἰς ἑτέραν φύσιν ἀντὶ τῆς ψυχῆς νοητήν, ἀλλ' ὅτι τὸ ἁρμοσθὲν πρὸς ὃ ἥρμοσε, φημὶ [δὴ] τὸν νοῦν, τῇ κοινωνίᾳ τῆς νοερᾶς φύσεως αἰώνιον ἐγεγόνει. ὁ μὲν γὰρ αἰὼν οἷον πρωτότυπον μὴ παράδειγμα, τὸ δὲ αἰώνιον δεύτερον ἐκεῖνο καὶ ἐν μετοχῇ τούτου λεγόμενον, ὥσπερ τὸ προαιώνιον πρὸ τοῦ αἰῶνός ἐστιν ἑστηκός. Ταῦτά σοι ἐκ τῶν Πλωτινείων ἀδύτων ἠρανισάμην ἐς ὅσον οἷόν τε μετὰ τοῦ σαφοῦς ἐξαγγείλας. 42 Τοῦ αὐτοῦ ἀλληγορία τοῦ «οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο» Τοῦτο μάλιστα ῥητορικὸν ἐγὼ καὶ τεχνικὸν τίθεμαι, τὸ τὰς ἀπόρους τῶν ὑποθέσεων εὐπορωτέρας εἰς λόγων ἀποτελεῖν γέννησιν· οὐ γὰρ θαυμάζομεν τὸν ἐκ πηγῆς δι' ἀμάρας ὕδωρ ὀχετηγοῦντα, ἀλλὰ τὸν ἐξ ἀποτόμου πέτρας ἐκθλίψαντα νάματα. ἔστι δὲ καὶ ἄλλο εἶδος τεχνικοῦ λόγου, μεταβολῆς ἔχον ποιότητα, ὥσπερ εἴ τις ἁλμυρὰ ὕδατα ἐργάσαιτο πότιμα. ἀλλὰ τοῦτο μὲν ἐπὶ τῶν πραγμάτων ἐθαυματούργει Μωσῆς, ἡμῖν δὲ ὁ λόγος ἰσχύει πρὸς τὴν μετάστασιν, ὅσαπερ τὸ ξύλον ἐκεῖνο πρὸς τὴν μετάθεσιν. καὶ σοφὸς οὐχ ὁ τὰ θεῖα κατὰ τὴν αὐτῶν φύσιν ὑψ ολογούμενος, ἀλλ' ὃς καὶ τὰ ἐναντίως ἔχοντα εἰς θειοτέραν ἰδέαν μεταποιεῖ· οἶδα γὰρ ὡς οὐ τοσοῦτον τὰ Μυσῶν καὶ Φρυγῶν διέστηκεν, ὅσονπερ ὁ Ἑλληνικὸς καὶ ψευδὴς λόγος καὶ ὁ ἡμέτερός τε καὶ ἀληθής. εἰ δέ τις τὸ παρ' ἐκείνοις ἁλμυρὸν καὶ πικρὸν εἰς τὴν τοῦ ἡμετέρου λόγου μετασκευάζει γλυκύτητα, οὗτος ἐμοὶ σοφὸς καὶ σοφῶν ὁ κάλλιστος. Ἵν' οὖν καὶ τὴν περὶ τούτων ἔχητε τέχνην, βραχύν τινα μῦθον Ἑλληνικὸν καὶ πάντῃ τοῖς ἡμετέροις λόγοις ἀπᾴδοντα εἰς τὴν θειοτέραν ἰδέαν μεταποιήσωμεν. ὁ δὲ τοῦ μύθου πατὴρ καὶ ὁ τῶν ἄλλων γεννήτωρ ποιητὴς Ὅμηρος. ἐκείνῳ γὰρ οὕτω δόξαν πεποίηνται οἱ θεοὶ παρακαθήμενοι τῷ Διὶ ἐν ἐδάφει χρυσῷ καὶ προσδιαλεγόμενοι τούτῳ καὶ οἷον συνευωχούμενοι καὶ τὰ μὲν πρὸς ἀλλήλους, τὰ δὲ πρὸς ἐκεῖνον φιλοφρονούμενοι καὶ αὖθις παρ' ἐκείνῳ τὰς δεξιώσεις λαμβάνοντες, καί τις παρ' αὐτοῖς Ἥβη τὸ νέκταρ οἰνοχοοῦσα ἐπιδεξίως ἅμα καὶ ἀσφαλῶς, οἱ δὲ ὁμοῦ τε τοῦ ἀθανάτου πεπλήρωνται πόματος καὶ τὴν Τροίαν ὁρῶσι κακῶς ὑπὸ τῶν Ἀχαιῶν πάσχουσαν. Πρῶτον μὲν οὖν ὁ σύμπας λόγος ἐκτετραγῴδηται καὶ καταμεμύθευται, ὅτι μὴ μεγαλοπρεπῶς μηδὲ ὑψηλῶς τῷ ποιητῇ ἡ τῶν θεῶν συνουσία πεποίηται· θοίνη γὰρ τὸ πᾶν καὶ μέθη καὶ ἀκρασία. ἀλλ' ὅ γε τεχνικὸς λόγος δύναιτ' ἂν ὁπόσα καὶ βούλοιτο. διὰ ταῦτα οὐδ' ἂν ἡμεῖς ἀπορήσαιμεν λόγων τὸ τῆς ποιήσεως μυθῶδες μετατιθέντων καὶ ἀλληγορούντων τὸ πεπλασμένον εἰς τὴν ἀλήθειαν. Αὐτίκα τὸ τοῦ Ζηνὸς ὄνομα εὐφυῶς τῷ ποιητῇ πέπλασται καὶ ἑτοίμως ἔχει πρὸς ἀλληγορίαν ἀφορμῶν· παρῆκται γὰρ ἀπὸ τῆς ζωῆς· ζωὴ δὲ καὶ ταμίας ζωῆς τίς ἂν εἴη ἄλλος ἢ ὁ ἐπὶ πᾶσι θεὸς ὁ ἐν τοῖς εὐαγγελίοις εἰρηκὼς «ἐγώ εἰμι ἡ ἀλήθεια καὶ ἡ ζωή»; ὑπεροχικὴν μὲν οὗτος καὶ τὴν οὐσίαν καὶ τὴν ζωὴν εἴληχε, καὶ οὐδεὶς αὐτῷ πεπλησίακεν ἢ πλησιάσει ποτέ. ἀλλ' ἐπειδὴ καὶ δημιουργός ἐστι, παράγων κατὰ λόγους καὶ μέτρα προόδων, ὥσπερ αὐτὸς οἶδε, τὰ ποιήματα, διὰ ταῦτα οὐκ ἀποξενοῖ τῆς πρώτης αἰτίας, ἀλλὰ συμβιβάζει πρὸς ἑαυτὸν καὶ ἀνάγει καὶ κοινωνοὺς τῶν θαυμασίων [αὐτοῦ ποιεῖται. ἡ τ] οίνυν κοινωνία ὧν ἐκεῖνος ἔχει ὑπερφυῶν καλῶν καὶ ἡ ἐπιστροφὴ τῶν κοινωνούντων [.............] αἰτίαν, οὐκ ἂν ἄλλο εἴη ἢ συνουσία καὶ συνδιάλεξις· φωνὴν μὲν γὰρ οὐ προΐεται [..............] κεχαρακτήρισται παρ' αὐτοῖς λόγος· ψυχὴ γὰρ ταύτης ἐδέησεν, ἵν' ἐκφήνειε τὰ βουλεύματα, ὁ δὲ παντέλειος νοῦς οὐ δεῖταί τινος πρὸς τὴν ἔκφρασιν ὧν ἔχει δυνάμεων. διὰ ταῦτα τῷ διαλεκτικῷ μὲν χαρακτῆρι οὐ κέχρηται, διαδόσιμον δὲ ἀρρήτως ποιεῖται τὴν δύναμιν. Ἀλλὰ τίνες οἱ τῷ ζωηρρύτῳ λόγῳ παρακαθήμενοί τε καὶ προσανέχοντες καὶ ἐκ τοῦ σύνεγγυς τοὺς διαλόγους ποιούμενοι; τίνες ἄλλοι ἢ οἱ πρώτως καὶ ἀμέσως τὴν τοῦ εἶναι πρόοδον εἰληχότες, εἴτε Χερουβὶμ βούλοιτό τις τούτους καλεῖν εἴτε δυνάμεις εἴτε τινὰς ἀρχάς τε καὶ ἐξουσίας εἴτε «λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν βασιλείαν», οἷς ὥσπερ δὴ τῶν ἄλλων αὐτοῦ θαυμασίων ὑπερφυῶς κοινωνεῖ, οὕτω δὴ καὶ τοῦ ὀνόματος; οὐ γὰρ βασκαίνει ὁ θεὸς τοῖς βουλομένοις τοῖς μεγαλείοις ἐκείνου χαρακτηρίζεσθαι· εἰ γὰρ ἀνθρώποις τοῦτο δίδωσι τοὔνομα, καὶ θεοὺς εἶναι βούλεται τοὺς ἐπικήρους καὶ ὠκυμόρους καὶ προσονειδίζει μὴ αἰσθανομένους τῆς δωρεᾶς, ἀλλ' ἀποθνῄσκουσι δίκην ἀνθρώπων καὶ τῶν οὐρανίων ἁψίδων ἀπολισθαίνουσι, πῶς ἂν τούτου βασκήνειε ταῖς περὶ αὐτὸν φύσεσι; καὶ διὰ ταῦτα ἡ σεραφικὴ καὶ ἀρχαγγελικὴ καὶ ἀγγελικὴ σύμπασα φύσις, καὶ εἴ τις ἄλλη ὠνομασμένη ἢ ἀκατονόμαστός ἐστι τάξις, ἐν τῷ καλῷ ἑστηκυῖα, τῷ μεγάλῳ θεῷ παρακάθηται καὶ καινοπρεπῆ τινα πρὸς αὐτὸν τὴν ὁμιλίαν ποιεῖται, τὰ μὲν ἀναφέροντες τὴν διακονίαν ὧν διῳκήσαντο, τὰ δὲ παρ' ἐκείνου προνοητικὴν λαμβάνοντες δύναμιν. Ὁποῖον δὲ καὶ τὸ ὑποδεξάμενον τούτους χρυσοῦν ὡς ἀληθῶς δάπεδον; τοῦτο δέ τις εἴτε βούλοιτο τὸν ἐξώτατον καλεῖν οὐρανὸν εἴτε πᾶσαν τὴν αἰθέριον οὐσίαν καὶ φύσιν εἴτε τὴν νοερὰν αὐτῶν περιοχὴν εἴτε τι ἄλλο τῶν μεγαλοπρεπῶν καὶ θείων, οὐ διαφέρομαι, ὅτι τὰ θεῖα ἀπέχει μὲν τῶν ἐνταῦθα καλῶν, εἰς δὲ νόησιν λαμβανόμενα ἐμφέρειάν τινα τῆς οἰκείας οὐσίας ἀπὸ τῶν παρ' ἡμῖν θαυμαζομένων δίδωσι. διὰ ταῦτα χρυσῷ εἴκασται ἡ ἀνέχουσα τούτους δύναμις. Ἐπεὶ δὲ τὸ κάλλιστον τῶν ὄντων ἡ πρὸς θεὸν ὁμιλία ἐστὶ καὶ ἡ τοῦ νοῦ πρὸς ἐκεῖνον διάδοσις, ἧς αἱ θεῖαι φύσεις καθαρῶς ἀπολαύουσι, διὰ ταῦτα πανδαισίᾳ τῷ ποιητῇ ἡ ὁμιλία ἀπείκασται. εὐωχίας δέ, καὶ μάλιστ πανδήμου, γνωρίσματα ψυκτῆρες καὶ κρατῆρες καὶ φιάλαι καὶ πρόχοοι καὶ ὑδρορρόαι, κύλικές τε καὶ εἴ τι ἄλλο Θηρίκλειον ἔκπωμα καὶ ἡ ἑτέρα τῆς τοσαύτης κατασκευῆς ἰδέα. ἀλλ' ὄντως τὴν ποικιλίαν τῆς θοίνης παρωσάμενος, ἐπειδὴ καὶ ἁπλοῦν καὶ θεῖον τὸ εὐωχούμενον, τὴν Ἥβην αὐτοῖς παραλαμβάνει κιρνῶσαν τὸ νέκταρ καὶ μεθύουσαν, ἵν' οὕτως εἴπω, τοὺς δαιτυμόνας. Ἀλλὰ τίς ἡ Ἥβη; καί μοι μικρὸν ἀνάσχοισθε πόρρωθέν τι περὶ τούτων προδιοικουμένῳ. δύο τούτω παρὰ τῷ ἐπιστημονικῷ λόγῳ ἐστίν, οὐσία καὶ γένεσις· ἀλλ' ἡ μὲν ἕστηκεν, ἡ δὲ πρόεισιν, οὐκ ἐπανακυκλοῦσα οὐδ' ἐπανακάμπτουσα, ἀλλὰ κατ' εὐθὺ ῥέουσα· διὰ ταῦτα ὠκύμορός τέ ἐστι καὶ ἐφ' ἑαυτῇ περιγράφεται· τῆς δὲ ἡ οὐσία ἀθάνατος καὶ πλέον τούτου καὶ ἀμετάβλητος, οὐχ ἡβῶσα, οὐκ αὔξουσα, οὐκ ἀπορρέουσα, ἀλλ' ἐφ' ἑαυτῆς ἑστηκυῖα ἄτερ πάσης μεταβολῆς καὶ κινήσεως. ἐπεὶ οὖν τοῦτο προὐθέμεθα, τὴν προδιοίκησιν τῷ λόγῳ προσεφαρμόσωμεν· ἡ περὶ θεὸν ἀσώματος φύσις οὔτε διὰ γενέσεως εἰς τὸ εἶναι ἐλήλυθεν οὔτε γένεσιν ἔχει διοικοῦσαν, ἀλλ' οὐσία τίς ἐστι καθαρὰ καὶ ἀμετάθετος. ἵν' οὖν αὐτῷ τὸ ἀναυξές τε καὶ ἀγήρων, μᾶλλον δὲ τὸ ἀκμαῖον καὶ ἔντονον, ὁ λόγος προσμαρτυρήσῃ, τὴν Ἥβην εἰς τὴν οἰνοχοείαν παρέλαβεν. ἔστι δὲ αὕτη τῶν παρ' ἡμῖν ἡλικιῶν ἡ χαριεστάτη καὶ ὄντως νεανικωτάτη καὶ εὔχαρις, οἵα δὴ κἀκείνη ἡ φύσις ἐστίν, ἡβῶσα ὡς ἀληθῶς τὸν αἰῶνα πάντα καὶ ἐμφορουμένη μὲν τοῦ νέκταρος, κόρον δὲ οὐδέποτε ἔχει· τὸ γὰρ προσειλημμένον ὁμοῦ τε τὴν προλαβοῦσαν δίψαν σβέννυσι καὶ ἑτέραν θερμοτέραν ἐνίησι. Καταλλήλως οὖν τῷ ποιητῇ ἡ Ἥβη τὸ νέκταρ οἰνοχοεῖ τοῖς θεοῖς· πῶς γὰρ ἂν τὴν τῶν παντελείων ἀγαθῶν ἐχώρησαν ἀποπλήρωσιν, εἰ μὴ ὡς ἀληθῶς ἥβασκον, εὐτονωτάτην τὴν δύναμιν πρὸς τὴν μέθεξιν ἔχοντες; τὸ γὰρ νέκταρ ἡ τῶν θειοτέρων ἐστὶ καὶ ὑπερφυῶν καὶ μεγαλείων μετάληψις· νέκταρ ὡς ἀληθῶς ἡ τῶν τριῶν προσώπων ἕνωσις καὶ διάκρισις, ὁ τῆς προνοίας λόγος, ὁ τῆς κρίσεως, ὧν ἀεὶ κατατρυφῶσιν ὅσαι περὶ τὸ θεῖον φύσεις ἑστήκασι, μᾶλλον δὲ ὅσαι τῷ θείῳ προσκάθηνται, ἐπαναπαυόμεναι τοῖς ἐκεῖσε κλιντῆρσιν ἢ θρόνοις ἢ βασιλικοῖς σκίμποσιν. ἀλλὰ «δειδέχατ' ἀλλήλους»· τοιαύτη γὰρ ἡ τῶν θείων φιλοφροσύνη· οὐ γὰρ μόνον τὰ μείζονα τῶν θαυμασίων τοῖς ὑφειμένοις καταδιδόασιν, ἀλλ' οὐδὲν ἧττον καὶ τὰ ἐλάττονα πρὸς ἐκεῖνον ἐπιστρεφόμενα [..........] τὴν ἐπιστροφὴν τίθενται. Καὶ τί καινόν, ὅπου γε καὶ ἡμεῖς ἀντιδιδόαμεν τῷ θεῷ ὧν πα [.........] νομέν τε καὶ ἔχομεν; τίνα ταῦτα; θυσίαν καθαράν, πνεῦμα κατανύξεως συντετριμ [μένον, ἐπι] θυμίαν κεκολασμένην, θυμὸν ἐγκεχαλινωμένον τῷ λόγῳ, τὴν πρακτικὴν ἅπασαν συντονίαν καὶ κακοπάθειαν. οὕτως ἐκεῖνοι «δείδεχατ' ἀλλήλους Τρῴων πόλιν εἰσορόωντες». ἡμεῖς μὲν γὰρ οὐκ ἄν ποτε δυνηθείημεν ὁμοῦ τε προσανέχειν θεῷ καὶ τῶν τῇδε ἔχεσθαι· οὐ γάρ ἐσμεν ἀκριβὴς νοῦς, ἀλλ' ὁ ἐν σώματι, διὰ ταῦτα καὶ μεμερίσμεθα· καὶ τοῖς μὲν ἄνω προσκείμενοι τῶν κάτω ἐπιλελήσμεθα, τῶν δὲ καθ' ἡμᾶς ἐχόμενοι τῶν ὑπὲρ ἡμᾶς ἀφεστήκαμεν. ἐκείνοις δὲ ἡ ἐφ' ἑκάτερα ῥοπὴ ὁμοῦ πάρεστιν· οἰκονομεῖν μὲν γὰρ τὰ τῇδε λαχόντες παρὰ θεοῦ, ὁμοῦ τε τὰ τῇδε ἐπιτροπεύουσι καὶ τῶν θείων οὐ διακέκρινται. Φιλοσόφως τοιγαροῦν τῷ ποιητῇ τοῦτο νενόηται· ὅθεν εἰσάγει τοὺς εὐωχουμένους θεῷ, ὁμοῦ τε τοῦ νέκταρος ἀπολαύοντας καὶ τὴν Τροίαν προνοητικῶς περιέποντας· ἡ γὰρ πόλις αὕτη ἀντὶ τῆς ἐπὶ γῆς συμπάσης πολιτείας τῷ ποιητῇ εἴληπται· Τροία γὰρ ἀτεχνῶς ἡ κοσμικὴ αὕτη κατάστασις πέφυκε, τοῦ μὲν νοητοῦ κάλλους καταφρονήσασα, τὸ δ' αἰσθητὸν καὶ περιλεσχήνευτον τῆς Ἑλένης ἁρπάσασα, ὅπερ ἐστὶ τὸ γοητεῦον καὶ ἐπιποίητον, εἶτα ὑπὲρ τούτου ἀραμένη πόλεμον, ἐφ' ᾧ περιῃρέθη μὲν τὸ τεῖχος, καθῃρέθη δὲ τὸ ἀξίωμα, αἰχμάλωτός τε καὶ δορυάλωτος γέγονε, τοῦ Ἕκτορος προαναιρεθέντος αὐτῆς, ἤτοι τοῦ ἐχέτορος νοῦ, ᾧ δὴ συναπῆλθεν ἀπολλυμένῳ καὶ παντελῶς κατηδάφισται. εἷλε δὲ αὐτὴν οὐδὲν οὕτως ἄλλο ὡς ὁ δούρειος ἵππος, τὸ θυμικὸν καὶ χρεμετιστικὸν μέρος καὶ ὄντως ἄλογον, ὃν νυκτὸς εἰσάγουσιν οἱ καθήμενοι τῇ ἡμετέρᾳ πόλει καὶ πανευδαίμονι, ὁπότε τῇ τῶν παθῶν ἀχλύι συγκαλυπτόμεθα· τότε γὰρ οἱ πολέμιοι ἡμῖν δαίμονες ἐπιχειροῦσι ταῖς καθ' ἡμῶν μηχαναῖς. Οὗτος ὁ μῦθος, αὕτη τοῦ ψεύδους πρὸς τὴν ἀλήθειαν μεταποίησις, ἣν ὑμεῖς πρὸς τὰς καθ' ἕκαστον ἀλληγορίας προχειριζόμενοι, ῥᾷστον ἂν οὐ τῷ ποτίμῳ μόνον λόγῳ τοὺς ἁλμυροὺς ἀποκλύσαιτε, ἀλλὰ καὶ τοὺς ἁλμυροὺς ποτίμους ποιήσαιτε. 43 Τοῦ αὐτοῦ ἀλληγορία εἰς τὸν Τάνταλον Πάλιν ἡμᾶς ἐπὶ τὰς ποιητικὰς θύρας ἀνθέλκετε, ἀφ' ὧν μόλις ἐπὶ τὴν φιλόσοφον αὔλειον ἀνειλκύσμεθα. ἐγὼ δὲ κἂν ἀπώκνησα πρὸς τὴν τοιαύτην παλινῳδίαν, εἰ μὴ τὸ προβεβλημένον παρ' ὑμῶν κρείττονος ἐδεῖτο τῆς ἐπισκέψεως· ἐπὶ γυμνὸν μὲν γὰρ τὸν μῦθον οὐκ ἄν ποτε αὐτὸς ἀφίξομαι ἑκών. εἰ δέ τις αὐτῷ κρείττων τοῦ φαινομένου ὑποκάθηται ἔννοια, δεῆσάν ποτε κατιέναι ἀπὸ τοῦ τῆς φιλοσοφίας ὕψους, ἐφήσω τῇ γλώττῃ ὥσπερ ῥεύματι πρὸς τὸ κάταντες φερομένῳ. δεῖ γὰρ τὸν φιλόσοφον μὴ ἀεί ποτε ἀτρύτως ἔχειν πρὸς τὰς τῶν ὄντων ἐποψίας, ἀλλὰ καὶ φιλόμυθον εἶναί ποτε καὶ σπουδάζειν περὶ τὰ παίγνια· παιδιὰ δὲ τῷ φιλοσόφῳ μῦθος καὶ λέξις ἐπιτερπὴς καὶ ἱστορία ἢ διαχέουσα τὴν ψυχὴν ἢ συστέλλουσα. Παίξωμεν οὖν καὶ ἡμεῖς, εἰ δοκεῖ, περὶ τὸν ἐκ Διὸς φύντα Τάνταλον καὶ θεασώμεθα τοῦτον τῷ λόγῳ, ὅπως ποτὲ τῷ ἀέρι τὸν πάντα χρόνον περιποτώμενος δειμαίνει μὲν τὸν ὑπερτέλλοντα πέτρον, ὅστις ἀδαμαντίνοις ὥσπερ καλωδίοις ἀπῃωρημένος καὶ μικρόν τι τῆς ἐκείνου ὑπερανέχων κορυφῆς, φοβεῖ μὲν τῷ μέλλειν κατιέναι, οὐ κάτεισι δέ· ὁ δὲ τῷ φόβῳ κυμαίνεται καὶ ταύτην δίδωσι δίκην τῆς ἀκολάστου γλώττης καὶ ξύγκλυδος. Πρὶν ἢ δὲ τὰ περὶ τοῦ παιδὸς ἐξετάσαι, τὸν τούτου πατέρα κατανοήσωμεν, ὅστις ἐστὶν ὁ Ζεύς. ἐμοὶ δὲ τοῦτο δοκεῖ σπουδῆς ἄξιον, πῶς ἀμφίβολον αὐτῷ τὴν γονὴν ὁ τοῦ δράματος ὑποκριτὴς προσμαρτύρεται· «Διὸς» γάρ φησι «πεφυκώς, ὡς λέγουσι, Τάνταλος». ἀλλ' ἐπειδὴ πλάτος ὑπανοιγόμενον τῶν θεωρημάτων ὁρῶ, δοκεῖ μοι ὥσπερ τελετῇ τινι τῷ λόγῳ προσέρχεσθαι· αἱ γὰρ τελεταὶ σωματικὰ τούτων τὰ παραπετάσματα, ἢν δὲ εἴσω τῶν ἀδύτων χωρήση τις, φῶς ἐκεῖ καθαρὸν καὶ ἀπογύμνωσις τῶν αἰσθητῶν. τὸν Δία τοίνυν οἱ Ἕλληνες ἄλλος ἄλλαις ἐννοίαις κατεμερίσαντο· οἱ μὲν γὰρ τὸν τοῦ παντὸς τοῦτον ὑπονοοῦσι δημιουργόν, ὃν δὴ διὰ τοῦτο καὶ Ζῆνα καὶ Δία προσηγορεύκασιν, ἐκεῖνο μὲν ὡς ζωῆς τοῖς οὖσι χορηγόν, τοῦτο δὲ ὡς αἰτίαν τινὰ διὰ πάντων τῶν ὄντων φοιτήσασαν, ὃν δὴ καὶ τρίτον ποιοῦσιν ἀπὸ τοῦ ἑνός. ἓν γάρ φασι τὸ ἐκ τῶν πάντων καὶ πρὸ τῶν πάντων, μεθ' ὃ ἰδέας καὶ ἐφεξῆς τὸν δημιουργόν· τοῦτον γὰρ ἀμέσως προσάγουσι τοῖς ποιήμασιν. οἱ δέ τινες ταύτην μὲν τὴν αἰτίαν ἀπέγνωσαν, φαινομένῃ δέ τινι φύσει τὴν προσηγορίαν ταύτην ἐπιφημίζουσιν, ἥτις δὴ ὁ δεύτερος πλάνης ἐστί, Ζεὺς τοῖς ἀστρολόγοις ὀνομαζόμενος, ὅτι τοῦ ὑπερκειμένου τοῦτον φθαρτικοῦ τυγχάνοντος ταῖς γενέσεσιν, οὗτος οἷς ἂν ἁλῷ σχηματιζόμενος ἢ ὑφαιρεῖταί τι τῶν κακιόνων ἢ προστίθησι τὰ καλλίονα. τοιαύτη μὲν καὶ ἡ δευτέρα δόξα περὶ τοῦ Διὸς τοῖς Ἕλλησιν. ἡ δὲ τρίτη ἱστορικωτέρα ἴσως καὶ ἀληθεστέρα· αὐτόν τε γὰρ καὶ τὸν τούτου πατέρα τὸν Κρόνον ὁμόθεν ἀπὸ Κρήτης γεννῶσι, καὶ τὸν μὲν οὐκ ἴσασιν ὅποι γῆς κατορώρυκται, τοῦ δὲ τὸν ἐπὶ τῷ τάφῳ δεικνύουσι κολωνόν. εἶτα τὴν θνητὴν φύσιν ὑπεραναβάντας ἀγχισπόρους ποιοῦσι τῆς οὐσίας τοῦ κρείττονος καὶ πρὸς τὸ τῆς θειότητος εἶδος μεταβιβάζουσι. τούτῳ δὴ τῷ λόγῳ καὶ Ἑρμῆς προστίθεται ὁ Τρισμέγιστος· τἆλλα γὰρ θεωρῶν τοὺς μύθους τοῦτον δὴ μόνον γυμνὸν ἐξεδέξατο καὶ πρὸς τὴν ἐκείνου μίμησιν τὸν ἑαυτοῦ παῖδα διερεθίζει τὸν Τάτ. Ἡμῖν οὖν, εἰ πρὸς τὴν ἱστορίαν τὸν μῦθον μεταχειριζοίμεθα, οὐδὲν μέγα ἔσται σωματικὰς γενέσεις τοῦ Ταντάλου συνειληχόσιν· ἀλλ' οὐδ' εἰ πρὸς τὰ ἄστρα τὸν λόγον ἀνατείνοιμεν, ἄξιόν τι τῆς φιλοσόφου σπουδάσομεν σκέψεως· τὰ γὰρ ἐκ τῶν μαθημάτων οὐχ ὑπάρξεις, ἀλλὰ σχήματα καὶ ποιότητες. λεγέσθω τοίνυν παρ' ἡμῶν Ζεὺς ὁ χορηγὸς ζωῆς τοῖς ὅλοις θεός, Τάνταλος δὲ τὸ αἰθέριον πῦρ· τέταται γὰρ δι' ὅλων τῶν σφαιρῶν καὶ φύσιν ἔχει ἄνω κάτωθεν ἅλλεσθαι. τοῦτο γοῦν τὸ αἰθέριον πῦρ, ὁ παρὰ τῷ τραγωδῷ Τάνταλος, τῷ ἀέρι πέφυκεν ἐποχούμενον· τῷ γὰρ πέρατι τῆς τοῦ πυρὸς σφαίρας ἡ ἀρχὴ τῆς τοῦ ἀέρος προσῆπται· λεπτότερον δὲ τυγχάνον τοῦ ἀέρος τὸ πῦρ ὥσπερ ὀχήματί τινι τούτῳ ἐπελαφρίζεται. ὁ δὲ ὑπερτέλλων τὴν τούτου κορυφὴν πέτρος ὁ κατὰ Ἐμπεδοκλέα σφαῖρός ἐστιν, ὡς δ' ἂν ἡμεῖς φαίημεν, ἡ ἀπλανὴς κυκλοφορία· ὁ μὲν γὰρ ἀὴρ τὸ πῦρ ὑποβέβηκε, τὴν ἀπλανῆ δὲ σφαῖραν τὸ πῦρ, ἥτις δὴ ὥσπερ τις χερμὰς ἐπιβεβάρηται καθάπερ τινὶ κορυφῇ τῇ πρώτῃ ἐπιφανείᾳ τοῦ πυρός. αὕτη δὲ ἡ ἀπλανὴς τῇ ἀπαύστῳ καὶ ταχείᾳ περιαγωγῇ τῆς κινήσεως δοκεῖ μὲν πιέζειν τὸ πῦρ, ἵνα μηδέν τι καινὸν ἐν τοῖς πολυκλονήτοις στοιχείοις γένηται· οὐ διαφθείρει δέ, ἀλλὰ τὸ μὲν ὥσπερ ὑποπέφρικε– δεδόσθω γὰρ τοῦτο τῇ τοῦ μύθου ἐξουσίᾳ– συναγόμενόν τε καὶ συνειλούμενον· ὁ δὲ περιελισσόμενος κύκλος ἀφαιρεῖταί τι αὐτῷ ἀεὶ τοῦ δέους, τὸν ἅπαντα χρόνον ζωογονῶν, ἀλλ' οὐ φθείρων. Τὸ δὲ ἀμφιβάλλειν τὸν ὑποκριτὴν περὶ τῆς τούτου γενέσεως ταύτην μοι ὑποβάλλει τὴν ἔννοιαν, ὅτι τετολμήκασί τινες τῶν Στωικῶν πυρώδη φύσιν τῷ τοῦ παντὸς προσάψαι δημιουργῷ, ἀλλ' οὐχ ἥ γε Ἀκαδημία, οὔθ' ἡ πρεσβυτέρα οὔθ' ἡ νεωτέρα, τοῦτον τὸν λόγον ἐδέξαντο· ἀσώματον δὲ τοῦτον ὡρίσαντο καὶ πρὸς μηδὲν τῶν στοιχείων ἐοικός τι ἔχοντα. διὰ τοῦτο ὁ ἐν τῇ σκηνῇ λόγος ἀμφιβάλλει περὶ τῆς τοῦ Ταντάλου γονῆς καὶ τὸ ἀπὸ τοῦ δημιουργοῦ τὸ πῦρ γεγενῆσθαι ταῖς δημώδεσι παραχωρεῖ ὑπολήψεσι· σπουδάζεται γὰρ φιλοσοφία κἀπὶ τοῖς δράμασι, καὶ διὰ τοῦτο, ὅπερ ἀπεμφαῖνον τοῦ μύθου πρὸς τὸν ἀληθῆ λόγον εὑρίσκει, τῷ τοῦ πλήθους συρφετῷ δίδωσιν. Ἀλλὰ πῶς ἄνθρωπος ὁ Τάνταλος ἦν; πῶς δὲ τῆς κάτω γενέσεως πεφυκὼς ἀποτέλεσμα συνδιῃτᾶτο θεοῖς; πῶς δὲ καὶ συνδιαιτώμενος τούτοις ἔκφορα τὰ ἐκείνων ἐποίει μυστήρια καὶ διὰ τοῦτο ᾐώρηται καὶ τὸν λίθον πεφόβηται; φημὶ τοίνυν ἐγὼ ὡς ἀρχὴ τοῖς ἐν γενέσει τὸ πῦρ· ἡμῖν τε γὰρ εἰς τὴν σωματικὴν οὐσίαν συντελεῖ καὶ μέρος γίνεται τῆς συνθέσεως τὸ κορυφαιότατον. ἀλλὰ καὶ πᾶν αἰσθητὸν φύσιν ἔχον ὁρᾶσθαι, κἂν μὴ ὁρῷτο ἐπιπροσθοῦντός τινος σώματος, αὐτὸ δὴ τὸ ὁρᾶσθαι τῆς πυρώδους οὐσίας μετείληφε. τὴν δὲ ἀπλανῆ παῖδες Ἑλλήνων πέμπτον ὑποτιθέμενοι σῶμα οὐδέν τι λυσιτελεῖν ἡμῖν εἰς τὴν γένεσιν οἴονται. διὰ τοῦτο λέγεται ὁ τοῦ Διὸς παῖς Τάνταλος, ὃν ἡμεῖς πῦρ ἐθεωρήσαμεν, ἄνθρωπος εἶναι καὶ τὴν γῆν λαχεῖν οἰκητήριον, ὅτι μεθ' ἡμῶν τὸ πῦρ καὶ πρώτη τοῦτο τοῦ σώματος ἡμῶν σύστασις. τὸ δ' αὐτὸ καὶ θεοῖς ἔλαχεν Ἑλληνικοῖς συνοικεῖν· εἰ γὰρ θεοὶ τούτοις οἱ πλάνητες, τούτοις δὲ ἀγχωμάλως τὸ πῦρ παροικεῖ, ὁμοδίαιτον ἄρα τοῦτο τοῖς ἐκείνων θεοῖς. ἔκπυστα δὲ τὰ ἐκείνων πεποίηκεν, ὅτι φωτὶ πάντα καταλαμβάνεται, τὰ μὲν θεῖα τῷ θείῳ, τὰ σωματικὰ δὲ τῷ σωματικῷ. ἀκόλαστος δὲ τῷ πυρὶ ἡ γλῶττα, ὅτι τοῦτο μόνον τῶν στοιχείων παφλάζει τῇ φύσει καὶ εἰς τὸ ἀεὶ συνηχεῖ· ἥ τε γὰρ γῆ στάσιμος οὖσα καὶ ἀμετάθετος καὶ ἤχου ἐστέρηται· τό τε ὕδωρ, εἰ μή τι εἴη τὸ κινοῦν, ἠρεμεῖ ἐπικεχυμένον τῇ γῇ· ὅ τε ἀὴρ «ἀψόφῳ βαίνει κελεύθῳ» κατὰ τὴν ποίησιν· τὸ δὲ πῦρ ἀεὶ τῷ ἐγκειμένῳ εἰσαεὶ στενοχωρούμενον πνεύματι περισαλπίζει τὰ ὦτα οἷς ἂν προσεγγίσειε. Τοιαύτη μὲν ἡ κεκρυμμένη τοῦ μύθου διάνοια. ὑμῖν δὲ τὰ ἐνταῦθα εἰρημένα μὴ ἀμετακίνητα δόγματα ἔστωσαν· πρὸς γὰρ τὸ χρειῶδες τοῦ λόγου τὰς τῶν ὀνομάτων φύσεις ἐξειλήφαμεν, ἐπείπερ ἐφ' ἑτέρω μύθῳ, ἐν ᾧ δὴ ὁ μὲν Κρόνος τὸν Δία γεννᾷ, οὗτος δὲ τὸν πατέρα δεσμεῖ, ἄλλως ἂν ἐκδεξαίμεθα ἐκεῖνον τὸν παῖδα τοῦ Κρόνου. χρόνον γὰρ τὸν Κρόνον ἐκεῖσε νομίσαντες δώσομεν αὐτῷ πάντα καταβροχθίζειν τὰ ἐκ τῆς ἐκείνου ὀσφύος γεννώμενα· τοιοῦτος γὰρ ὁ χρόνος δαπανητικὸς τῆς οὐσίας τῶν αἰσθητῶν· ἔμελλε δὲ καὶ αὐτὸς τῷ συνεχεῖ τῆς οἰκείας φύσεως ῥεύματι παραρρεῖν τε καὶ παραπόλλυσθαι· ἀλλ' ἡ ἐκ διαδοχῆς τῶν ὄντων ζωή, ἥτις δὴ Ζεὺς ἐκείνῳ τῷ μύθῳ προσηγόρευται, τὴν τούτου ῥοὴν ἀνέχει καὶ οἷον δεσμεῖ, ὥστε μὴ παραπόλλυσθαι. ἐπεὶ δὲ καὶ ἡ τοῦ καθ' ἕκαστον ζωὴ κινουμένη καὶ παραρρέουσα, διὰ τοῦτο καὶ Ῥέαν μητέρα τῷ Διὶ ὁ μῦθος ἐπέστησεν. ἔδοξε δὲ καὶ τοῦτον ὁ Κρόνος καταπιεῖν, οὐ καταπέπωκε δέ· τῷ μὲν γὰρ τὰς μερικὰς ζωὰς διαφθείρειν, διολλύων ἡμᾶς τοῖς πέρασι τοῦ εἱμαρμένου βίου, ὑφήρπασε τῷ λαιμῷ τὸν Δία· ἐφ' ὅσον δὲ μὴ πᾶσαν τῶν ὄντων τὴν ζωὴν κατανάλωσεν, ἀλλὰ μένει συντηρουμένη ταῖς διαδοχαῖς, ἠλευθέρωται ὁ παῖς τοῦ παιδοκτόνου πατρός. Ἐπεὶ οὖν ὑμῖν τὴν ὁδὸν νῦν πρώτως τῶν Ἑλληνικῶν μύθων ἠνοίξαμεν καὶ ὑφηγησάμεθα ὅπως δεῖ τούτους ἀλληγορεῖν, τῷ ἐνταῦθα κανόνι στοιχοῦντες καὶ ὑμεῖς τι τοῖς ἐπιλοίποις συνεισενέγκατε.