Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Opuscula logica
Michael PsellusLogi 3 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
3.1.1
Πρὸς τοὺς ἐρωτήσαντας πόσα γένη τῶν φιλοσοφουμένων λόγων Οὐ πόρρω τοῦ προτεθέντος σκοποῦ τὸ ἐρώτημα· ἐγώ τε γὰρ ἐμαυτὸν εἰς τὴν τῶν ψαλμῶν καθῆκα ἐξήγησιν ὑμεῖς τέ με τὰ γένη τῶν φιλοσοφουμένων λόγων προσφυῶς ἠρωτήκατε. ὥσπερ γὰρ ἑτέραν τραπομένους ὁδόν, τὴν ἐν τύποις φημὶ καὶ προρρήσεσι, καὶ ἣν οὔπω ἐγνώκαμεν, εἰκός ἐστιν ἀπορεῖν, τίς ἐστιν αὕτη καὶ τί παρὰ τὴν συνήθη καὶ λεωφόρον ἔχουσα. ὥσπερ γὰρ ὁ χαλδαΐσας τοῖς λόγοις ἐς τὴν Αἰγυπτίων σοφίαν ἐμβαλὼν καὶ ὁ αἰγυπτιάσας ἐς τὴν Ἑλλήνων μεταθέμενος ἀπορήσαιεν ἂν εἰκότως, τί τὸ γένος τῶν λόγων ἐφ' οὓς μετέθεντο, οὕτω δὴ καὶ ὁ ἀπὸ τῶν ἐκβάσεων εἰς τὰς ἐμφάσεις ἀναδραμὼν ὥσπερ εἰς σκιὰν μεταπεσὼν ἀπὸ τοῦ φωτὸς ζητήσειεν ἄν, τίς ἡ τῶν τοιούτων λόγων οὐσία καὶ ποίων γενῶν ἤρτηται καὶ τί μὲν τὸ προσεχὲς αὐτῶν εἶδος, τί δὲ τὸ πόρρω, καὶ εἰ ἀπὸ τῶν ὑπερκειμένων γενῶν οὐσίωται ἢ τῶν μὲν ἔχεται, τῶν δὲ ἀπολείπεται, διὰ ταῦτα ἱστορικώτερον ἅμα καὶ φιλοσοφώτερον προῄρημαι περὶ τῶν φιλοσοφουμένων ἡμῖν λόγων διαλεχθῆναι τήμερον πρὸς ὑμᾶς. Ἰστέον οὖν ὅτι πέντε ταῦτα πρῶτα μαθήματα ἰσαρίθμοις κατεμερίσθησαν ἔθνεσι· Χαλδαῖοι γὰρ καὶ Αἰγύπτιοι Ἕλληνές τε καὶ Ἰουδαῖοι καὶ τὸ ἡμέτερον γένος, οἷς ἰδιαζόντως ἡ χριστώνυμος κλῆσις ἐπιφημίζεται, τὰ πρῶτα τῶν λόγων γένη διεμερίσαντο. οὐ γὰρ ὥσπερ οἱ πολλοὶ τῶν διελόντων τὰ παρ' ἑκάστοις δοξάσματα τὴν μίαν τῶν Ἑλλήνων δόξαν εἰς πολλὰ κατατέμωμαι, ἀλλ' εἴτε Ἰταλική τίς ἐστι παρ' αὐτοῖς σοφία ἧς ἤρξατο Πυθαγόρας, εἴτε Ἰωνικὴ εἴτε Πλατωνικὴ εἴτε τις ἑτέρα, ἢ ἀπὸ τοῦ εἴδους τῶν λόγων ὀνομαζομένη ὡς ἡ Κυνική, ἢ ἀπὸ τοῦ κατάρξαντος καὶ τοῦ τέλους ὡς ἡ Ἡδονική τε καὶ Ἐπικούρειος, ἢ ἀπὸ τῶν τόπων ἐφ' οἷς τὰς διατριβὰς ἐπεποίηντο ὡς ἡ Λύκειος καὶ Στωικὴ καὶ Ἀκαδημαϊκή, ἢ εἴ τις ἀφ' ἑτέρας αἰτίας τὴν προσωνυμίαν εἴληχεν ὡς ἡ Περιπαττικὴ καὶ Ἐφεκτικὴ ἥ τε Δογματικὴ καὶ Ἐξεταστική, ἁπάσας τὰς τοιαύτας σοφίας εἰς ἓν ὄνομα συναθροίζων τῆς Ἑλληνικῆς κλήσεως ἐξαρτῶ. Ἓν μὲν οὖν εἶδος τῶν λόγων– ἢ εἰ βούλοιτό τις γένος καλεῖν– ἡ τῶν Ἑλληνικῶν λόγων παιδεία τε καὶ συνάσκησις, ἧς διαιρεθείσης δόξαις ἑτερογνώμοσι προστάται τῶν παρ' ἑκάστοις δοξῶν ἄλλοι ἄλλως ἐπέστησαν, ὧν πάντων ἐπισημότερος Πυθαγόρας ἐγένετο, Θαλῇ μὲν συνακμάσας τῷ Μιλησίῳ, πολὺ δὲ τὴν ἐκείνου σοφίαν διενεγκών· οὗτος γὰρ πρῶτος τοῖς Ἕλλησι καὶ μουσικὴν εἰσηνέγκατο καὶ ἀθάνατον τὴν ψυχὴν ἐδογμάτισε καὶ τοῖς Αἰγυπτίοις ὡμιληκὼς μετήνεγκέ τι τῆς παρ' ἐκείνοις σπουδαζομένης σοφίας εἰς τὰ Ἑλλήνων ἔθη· καὶ διὰ τοῦτον πρῶτον Ἕλληνες αἰγυπτιάσαντες φαίνονται. οὗτος ὁ Πυθαγόρας οὐ πάντα ἀποδεικνύειν εἴωθε, τὰ πλείω δὲ ὥσπερ οἱ χρησμοὶ ἐκ τῶν στηθῶν ἀναπνεῖν, καὶ τῶν αἰτίων οἱ πλείους τῶν ἐκείνου λόγων ἐστέρηνται. Πλάτων δὲ τοὺς ἐκείνου λόγους δεξάμενος τὸ μὲν ἀξίωμα ἠγάσθη, τὸ δὲ θάρρος τῆς ἐπιστήμης ἐθαύμασε, τῶν δὲ δογμάτων ἔστιν ἃ παρεγράψατο· πάντα δὲ ἀποδείκνυσιν ὅσα κατὰ τὸ δοκοῦν τοῖς Ἕλλησι διέξεισιν· ἐν οἷς δὲ τὰ Αἰγυπτίων φρονεῖ, ἵπποι αὐτόματοι πλάττονται καὶ ὀχήματα θεῶν εὐήνια πτερῶν τε βλάστησις καὶ τούτων αὖθις ἀπορροή, Ἑστία τε μένουσα τῶν ἕνδεκα κινουμένων. Ἀριστοτέλης δέ, ὃν Στάγειρα πόλις ἤνεγκεν, οὐδ' ὁπωστιοῦν τούτοις προσέσχε τὸν νοῦν, ἀλλ' ἀνθρωπικώτερον τῶν λόγων ἁψάμενος σὺν ἀποδείξεσι πάντας ἐξήνεγκε. τί δ' ἂν οὖν λέγοιμι περί τε τῶν πρὸ αὐτῶν ἢ μετ' αὐτούς; οὗτοι γὰρ μόνοι τὴν Ἑλληνικὴν παιδείαν ἀρκοῦσι χαρακτηρίσαι. Ἀλλ' Ἕλληνες μὲν διττὸν γένος τῶν ὄντων ὑποστησάμενοι, ὑπερφυές τε καὶ φυσικόν, τὴν μὲν περὶ τὸ πρῶτον στρεφομένην παιδείαν τελευταίαν καὶ φυσικήν· τὰ δ' ἐναντία μεσότητι καταδεῖν εἰωθότες, ἀεὶ τὴν μαθηματικὴν οὐσίαν μεταξὺ τούτων τιθέασι, σωμάτων μὲν ἁπτομένην, ἑστηκυῖαν δὲ κατὰ τὸ ἀσώματον, καὶ τῶν μὲν νοητῶν ὑστεροῦσαν, τῶν δὲ αἰσθητῶν ὑπερτεροῦσαν, μέσον τι οὖσαν τοῦ ταὐτοῦ καὶ θατέρου, καὶ τὰ ὄντα γένη καὶ τὰ γινόμενα συνειληφυῖαν ἑαυτῇ, οὐ πάντῃ πεπερασμένην, τὸ δὲ ἄπειρον περὶ τὸ πέρας ὁρίζουσαν, συνθετήν, ἀλλ' ἀχρόνως καὶ ἀιδίως, κλίμακα τοῖς ἀπὸ τῆς φύσεως ἀνιοῦσιν ἐπὶ τὴν πρώτην φιλοσοφίαν· «ἀγεωμέτρητος» γάρ φησιν ὁ Πλάτων «μηδεὶς εἰσίτω», διὰ τῆς μιᾶς ταύτης ἐπιστήμης τὴν πᾶσαν μαθηματικὴν οὐσίαν λόγῳ δηλώσας συλληπτικῷ. Ἕλληνες μὲν οὖν οὕτω τὴν οἰκείαν σοφίαν κατέτεμον, Χαλδαῖοι δὲ καὶ Αἰγύπτιοι ἑτέρως, περὶ ὧν αὐτίκα δηλώσω. ἀλλὰ πρῶτόν γε διαλύσομαι τούτοις τὴν ἀμφισβήτησιν· ἀμφότεροι γὰρ πρὸς ἀλλήλους περὶ τῶν ἀπὸ χρόνου πρεσβείων ἐρίζουσι. Χαλδαῖοι μὲν γὰρ ἄω που ἐς μυριάδας ἐτῶν τεσσαράκοντα τὴν ἑαυτῶν σοφίαν ὑπερεκτείνουσιν, Αἰγύπτιοι δὲ καὶ τοῦτον τὸν ἀριθμὸν μυθευόμενοι ὑπερπαίουσι, καὶ Χαλδαῖοι μὲν διδασκάλους ἑαυτοὺς τῶν Αἰγυπτίων εἰσάγουσιν, Αἰγύπτιοι δὲ ἐπ' αὐτοῖς μαθητιᾶν τοὺς Χαλδαίους μεγαλαυχοῦσιν ἀκριβέστερόν τε εἰδέναι τὰς τῶν οὐρανίων κινήσεις ἤπερ ἐκεῖνοι. Ἐγὼ δὲ Χαιρήμονι τῷ σοφῷ ἐντυχών, ἀνδρὶ γενναίῳ καὶ ἐλλογίμῳ ἱστορίαν συναγαγεῖν, εὗρον προτερεύουσαν τὴν τῶν Χαλδαίων σοφίαν τῆς σπουδαζομένης παρ' Αἰγυπτίοις, διδασκάλους δὲ οὐδένας τῶν ἄλλων, ἀλλ' ἀμφοτέρους προστατῶν ἰδίων τετυχηκότας. καὶ ψεύδονται τοῦτο Χαλδαῖοι ἀπὸ αἰτίας τοιαύτης. ἐπέκλυσέ ποτε τοῖς Αἰγυπτίοις τὴν χώραν ὁ Νεῖλος καὶ τά τε ἄλλα τούτων διέφθειρε καὶ ὁπόσα τῶν ἀστρονομουμένων ἐς βιβλία συγγεγραφήκεσαν. εἶτα δεῆσαν αὐτοὺς γνῶναι ἐκλείψεις τε καὶ συνόδους, παρὰ Χαλδαίων τὰς ἀφορμὰς τούτων συνηρανίσαντο. πονηροὶ δὲ οὗτοι περὶ τὴν μετάδοσιν γεγονότες τούς τε χρόνους τοῖς λόγοις μετήλλαξαν καὶ τὰς κινήσεις τῶν τε πλανήτων καὶ ἀπλανῶν παρὰ τὴν φύσιν αὐτῶν ἐκδεδώκασιν. εἶτα πρὸς τὰς ὑποθέσεις ἐξαπορουμένους τοὺς Αἰγυπτίους ὁμιλητὰς ἑαυτοὺς ἐκείνων ἐγκαταστήσασθαι καὶ μετενεγκόντας ἐπὶ σφᾶς τὴν ἀληθινὴν γνῶσιν τῶν ὄντων ἐν ὀπταῖς πλίνθοις ταῦτα ἐγγράψασθαι, ἵνα μήτε πῦρ αὐτῶν ἅπτοιτο μήτε ὕδωρ ἐπικλύσαν λυμαίνοι. Οὕτω μὲν οὖν Αἰγύπτιοι ἀτυχήσαντες περὶ τὴν ἑαυτῶν σοφίαν παρὰ Χαλδαίων ἀπατηθέντες αὖθις τοῦ σκοποῦ τετυχήκασιν. ἦρξε δὲ τούτοις τῆς σοφίας ὁ παλαίτατος Νίνος, μεθ' ὃν τεσσαρεσκαιδέκατος Ὠάνης γενόμενος ἐκ τῆς μεσημβρινῆς ζώνης ἀφίκετο, ἰχθύος ἠμφιεσμένος δοράν, ἀφ' Ἑρμοῦ καὶ Ἀπόλλωνος ἑαυτὸν γενεαλογῶν. ὃς δὴ καὶ πρῶτον αὐτῶν βεβασίλευκεν, ἀπάτῃ περιελθὼν καὶ τὴν γενομένην ἐξ ἀνάγκης σεληνιακὴν ἐπισκότησιν ὡς ἐσομένην ἐπαπειλήσας, ἐπεὶ μηδὲ βασιλεύεσθαι θέλοιεν. ἀφ' οὗ δὴ πολλοστὸς Πρωτεὺς ἦρξεν αὐτῶν· μεθ' ὃν δὴ Ῥαψίνιτος, ὃν δὴ καὶ ζῶντα ἐς ᾅδην Αἰγυπτίων μῦθοι κατάγουσι καὶ αὖθις ἀνάγουσι, συγκυβεύσαντα τῇ Δήμητρι καὶ νικήσαντα καὶ λαβόντα παρ' αὐτῆς χειρόμακτρον χρύσεον. Σοφία δὲ Αἰγυπτίων τὸ πάντα λέγειν συμβολικῶς τά τε τῶν θεῶν εἴδη ἐν κιβωτίοις ἀποκρύπτειν, τὴν Σφίγγα δὲ μόνην ἀπὸ τῶν τειχῶν ἀποκρεμαννύειν. περιττοὶ δὲ διαφερόντως τὴν σοφίαν Αἰγύπτιοι, ὡς καὶ ὁ λόγος φησίν. οὗτοι γὰρ πρῶτοι τὴν ψυχὴν ἀπαθανατίσαντες ἕλξεσι καὶ πλάναις ἀμυθήτοις ἠνάγκασαν καὶ μέχρι πόας καὶ λίθου καταβιβάσαντες αὖθις εἰς τὴν οἰκείαν ζώνην ἀποκατέστησαν. μίαν δὲ τοῖς πᾶσιν ἀρχὴν ἐπιστήσαντες παίζουσιν ἐν τοῖς μετ' ἐκείνην θεοῖς· Ἴακχος οὖν παρ' αὐτοῖς καὶ Πρίαπος Σάραπίς τε καὶ Σειληνὸς καὶ Σατύρων γένος ἀλλόμορφον ἱεράκων τε μορφαὶ καὶ ἴβεων ἀναπληροῦσιν αὐτοῖς τὸν χορὸν τῶν θεῶν· καὶ ὁ Ἆπις αὐτοῖς μόσχος θεός, ἐπειδὴ τἆλλα μέλας ὢν λευκὸν ἔχει τὸ μέτωπον. τὰς δὲ φύσεις οἶμαι τῶν γιγνομένων μὴ μάλα εἰδότες σκίλλαν τιμῶσι καὶ κρόμυα, ὅτι αὐτομάτως βλαστάνουσι, καὶ τὸν ἄγνον, ὅτι ὑποστρωννύμενος εἰς ἁγνείαν πιστεύεται, καὶ τὴν Ἡράκλειον λίθον, ὅτι ἐφέλκεται τὸ σιδήριον, τήν τε μυῖαν τόν τε κάνθαρον καὶ τὴν μηλολόνθην καὶ τἆλλα τῶν ζῴων ὅσα μὴ ἐκ διαδοχῆς ἔχει τὴν γένεσιν. μάλιστα δὲ θαυμάζουσι τὸν κηροδύτην καὶ τὴν ἔγχελυν καὶ τὸν γῦπα καὶ τὰ μεταμειβόμενα ἀφ' ἑτέρου γένους εἰς ἕτερον. μετροῦσι δὲ τὰς οὐρανίους κινήσεις ὡς ἄριστα καὶ τὸν ἥλιον θεὸν ἥγηνται μέγιστον, ψυχάς τε πᾶσι τοῖς ἄστροις διδόασι. καὶ συμπάθειαν τοῖς οὖσιν εἰσάγουσιν ἄρρητον· οἴον τε τὰ διῃρημένα, εἰ ἔλθοιεν ἐς ταὐτὸ πρὸς τόνδε ἢ τόνδε τὸν πλάνητα, συμπαθεῖν, οἷον Κρῆσσαν βοτάνην καὶ πτερὸν Αἰγύπτιον καὶ ὀστέον Ἰβηρικόν. χρησμοῖς τε προσανέχουσι καὶ τὸ Ἀμφιάρεω μαντεῖον μάλιστα ἡγοῦνται πιστότατον. τοιαύτη μὲν καὶ ἡ τῶν Αἰγυπτίων σοφία. Ἡ δέ γε τῶν Χαλδαίων, γένος οὗτοι εὐσεβεῖν ἀναπεπεισμένοι ἀλλόκοτον καὶ πολύθεον, ἀστρολογίαν δὲ κάλλιον ἁπάντων ἠκριβωκότες. ἔστι δέ τις καὶ θεολογία παρ' αὐτοῖς ἐν ἀπορρήτοις συλλεγομένη, δι' ἐπῶν μὲν ξυγκειμένη, ἄβατον δὲ τοῖς πολλοῖς νοῦν ἔχουσα. φασὶ δὲ καὶ κόσμους ἑπτά, ὧν τὸν ἔσχατον τὸν ὑλαῖον καὶ χθόνιον καὶ μισοφαῆ, πρῶτον δὲ τὸν πύριον καὶ ἀκρότατον. καὶ θεολογοῦσι δὲ πολλὰ μὲν καὶ ἄλλα ἄτοπα καὶ παράδοξα· ἀπὸ γὰρ ταύτης καὶ τὰς ἀρετὰς οὐσιοποιοῦσι καὶ κατάγουσι τὰς ψυχάς, μέσην τε τιθέασι πάντων τῶν θεῶν πληρουμένην μὲν τῶν πρώτων, πληροῦσαν δὲ τὰς δευτέρας. περὶ ἧς τί ἂν πολλὰ λέγοιμι; δέδοικα γάρ, μὴ μᾶλλον ἐντεῦθεν ὑμᾶς βλάψαιμι ἢ ὀνήσαιμι, ἐπεὶ ὁ περὶ ταύτης λόγος ἀπόρρητος. οὗτοι καὶ τὸ πρὸ τῶν πάντων ἓν δογματίζουσι καὶ τὴν ὕλην εἰσάγουσιν ὡς κακίας ἐργάτιν. καὶ τὴν ἱερατικὴν τέχνην συνέστησαν καὶ ζῳοθυσίαν εἰσηνέγκαντο καὶ καταχθονίους θεοὺς ἐσεβάσθησαν καὶ τοιῶσδε ἢ τοιῶσδε θύειν ἐθέσπισαν. κατάγουσί τε τοὺς παρ' ἑαυτοῖς θεοὺς θελκτηρίοις ᾠδαῖς καὶ δεσμοῦσι καὶ λύουσιν, ὥσπερ τὸν Ἑπτάκτιν ὁ Ἀπουλήιος ὅρκοις καταναγκάσας μὴ προσομιλῆσαι τῷ θεουργῷ· οὗτος δὲ ἦν Ἰουλιανὸς ὁ συστρατεύσας Μάρκῳ τῷ βασιλεῖ ἐπὶ Δάκας στρατεύοντι, ὃς δὴ ἕτερά τε πολλὰ τῷ βασιλεῖ συγκατώρθωσε καὶ τοὺς Δάκας τῶν Ῥωμαϊκῶν ὁρίων ἀπώσατο. πρόσωπον γὰρ ἀνθρώπου πλασάμενος ἐκ πηλοῦ ἔθηκε βλέπειν εἰς τοὺς βαρβάρους· οἱ δὲ ἐπειδὰν αὐτῷ πλησιάσαιεν, κεραυνοῖς ἀφορήτοις ἐκεῖθεν ἐκπεμπομένοις ἠλαύνοντο. Οὗτοι τὴν ψυχὴν «ἑπταπόρου σύρουσι κατὰ βαθμίδος»– τοῖς γὰρ ἐκείνων λογίοις χρήσομαι–, παραγγέλλουσί τε τοῖς ἀναγομένοις «μηδὲ τῷ τῆς γῆς κρημνῷ σκύβαλον καταλείπειν». μιγνύντες δὲ τὰ μεμερισμένα καὶ διαφόροις ὕλαις ἀνδρείκελα πλάττοντες ἀποτρόπαια νοσημάτων ἐργάζονται. τὸν δὲ τρόπον οὐκ ἂν εἴποιμι ὑμῖν τῆς πλάσεως· οὐ γάρ με ἴσως μιμήσεσθε, ἀλλὰ μαθόντες χρήσεσθε τῇ τέχνῃ, κᾆτα ὑμῖν αὐτὸς τοῦ κακοῦ φανήσομαι αἴτιος. διὰ τοῦτο καὶ τὰ πλείω τῶν ἀπορρήτων τούτων παρῆκα, ἀρκεῖν καὶ ταῦτα ἡγούμενος. Ἡ δὲ τῶν Ἑβραίων σοφία μετὰ τούτους μὲν τὴν ἀρχὴν εἴληφε. Νίνου γὰρ καὶ τῶν κατ' ἐκεῖνον Ἀβάβκος δεύτερος, Ὠγύγῳ συνακμάσας, ὡς αἱ ἱστορίαι φασίν. ἕλκει δὲ τὸ γένος οὗτος ἀπὸ τοῦ Φάλυκος, ὃς δὴ μόνον ἀπεῖπε τοῖς τὸν πύργον οἰκοδομοῦσιν ἐπὶ τῆς γῆς Σεμαράμ· πόλις δὲ αὕτη Βαβυλωνίων· τὸ γὰρ ὄνομα δηλοῖ σύγχυσιν· ἐκεῖ γὰρ πρώτως ὁ τῶν γλωσσῶν γέγονε διαμερισμός. τὴν δὲ τοῦ πατρὸς Θάρρα ἀθετήσας ἀσέβειαν ἀπὸ τῶν ποιητῶν ἔγνωκε τὸν ποιήσαντα, καὶ δι' ἐκεῖνον ἐξελέγη τὸ γένος καὶ σφραγῖδα τῆς ἐκλογῆς τὴν περιτομὴν εἰλήφασι. μεθ' ὃν πολλοστὸς γενόμενος Μωυσῆς, ἐπειδὴ τὸν Ἰσραὴλ ἐξ Αἰγύπτου μετήνεγκεν, ἱκανῶς τῆς θολερᾶς ἐκείνων ἀναπεπλησμένον πηγῆς, καθηγητὴς αὐτοῖς εὐσεβείας καὶ τῆς πρὸς θεὸν ἀναγωγῆς γίνεται. ἱερὰ γοῦν αὐτοῖς καὶ τεμένη δειμάμενος, ἐπειδὴ τὴν ἐν τριάδι θεολογίαν οὐχ οἷοί τε ἦσαν δέξασθαι, ταύτην μὲν ἐν συμβόλοις εἰσηγεῖτο, μίαν δὲ τοῖς πᾶσιν ἐφίστα ἀρχήν, ἀφ' οὗ δὴ πάντα γεγενῆσθαι οὐρανόν τε παρῆχθαι καὶ γῆν καὶ τῆς τῶν ἀνθρώπων γενέσεως ἀρχηγὸν ἐκ γῆς πλασθῆναι τὸν Ἀδὰμ καὶ μιᾶς τῶν πλευρῶν αὐτοῦ ἀφαιρεθείσης ἐντεῦθεν δημιουργηθῆναι τὴν Εὔαν· ἀφ' ὧν δὴ πολλοὺς μὲν γεννηθῆναι παῖδας ἄρρενάς τε καὶ θηλείας, ἐπισημοτέρους δὲ τόν τε Κάιν καὶ τὸν Σήθ, τὸν μὲν εἰς κακίαν, τὸν δὲ εἰς ἀρετήν. καὶ τὸ μὲν ἀπὸ τοῦ Κάιν σπέρμα ἐς ἑβδόμην προχωρῆσαι γενεάν, τὸ δὲ ἀπὸ τοῦ Σὴθ ἐς αὐτὸ τὸ γένος διαρκέσαι τοῦ Ἰσραήλ– τό τοι γένος τῶν Ἑβραίων φημί–. τοῦτο διαφερόντως ἠγαπήθη τῷ θεῷ· ὠπτάνετο γοῦν τοῖς λογάσιν αὐτῶν, τοῖς μὲν ἐν αἰνίγμασι, τοῖς δὲ κατὰ πρόσωπον. πρὸς δὲ τὰ μείζω διὰ τῶν συμβολαίων δημαγωγούμενον δυσανάγωγον ἦν καὶ τῶν πρὸς τὸ τέλος ὁδῶν ἀγνοοῦν τὸν σκοπόν, ἐφ' ὃν φέρουσιν, ὡς τέλους εἴχετο. παιδείαν δὲ ἤσκει τὴν ἔνθεον, ὅθεν τὰς ἀρχὰς ἀφῄρει τῶν λόγων. καὶ ἦν αὐτοῖς ἀντὶ συλλογισμῶν τὸ τοῦ δημαγωγοῦ δόγμα. ψυχῆς δ' ἀθανασίαν οὐ πάνυ τι κατεμάνθανον, ἀλλ' ὥσπερ ἐτεκμαίροντο γῆν {δὲ} ἑτέραν, ἐφ' ἣν μεταστήσεσθαι ἤλπιζον· ᾤοντο δὲ ταύτην τὴν ἐν Ἐδέμ, ἀφ' ἧς καὶ τὸ γένος ἀποπεπτώκει. ἐφρόνει δὲ μέγα ἐπὶ τῇ περιτομῇ ἐπί τε ταῖς νουμηνίαις αὐτῶν καὶ τοῖς τρυφεροῖς αὐτῶν σάββασιν, ὡς Ἱερεμίας φησίν. ἐκαθαίροντο δὲ ὁσημέραι σποδῷ δαμάλεως ῥαντιζόμενοι ἢ ὑσσώπῳ ῥυπτόμενοι. προσῆγον δὲ καὶ θυσίαν, οἶν καὶ αἶγα καὶ περιστερὰν κριόν τε καὶ χίμαρον, ἡ δὲ μὴ ἀρκοῦσα ψυχὴ ἀλεύρου ἢ βραχὺν ἄσταχυν. ἑορτὴν δὲ ἐτέλουν τῷ θεῷ, ἣν δὴ καὶ «διαβατήριον» ἐπωνόμαζον, ἐν τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ πρώτου μηνὸς τοῦ Νισάν, ἐν ᾗ μόσχος καὶ εἰς βρῶσιν πνεματικὴν προὔκειτο, δευτέραν δὲ τὴν τῶν πρωτογεννημάτων καὶ τρίτην τὴν τῶν σκηνοπηγίων. ἦσαν δὲ καὶ ἕτεραι πανηγύρεις τρεῖς αὐτοῖς ἔν τε τῷ τετάρτῳ μηνὶ καὶ τῷ πέμπτῳ καὶ τῷ ἑβδόμῳ εἰς ἀνάμνησιν ὧν ποτε δεινῶν κατ' αὐτοὺς πεπόνθασιν. ἀντὶ δὲ χρηστηρίων καὶ μαντείων προφητικαὶ τούτοις ἦσαν γλῶτται, καὶ τἆλλα μὲν ἐν ἀπορρήτοις προλέγουσαι, μάλιστα δὲ τὸ κατὰ Χριστὸν θεῖον μυστήριον. διαφερόντως δὲ τοῦτο σημαίνειν βούλεται ἡ Δαυίδου γλῶττα, ἣν δὴ αὐτὸς μάλιστα τῶν ἄλλων προῄρημαι ἐξηγήσασθαι. οὐ πολὺ δὲ μετὰ τοῦτον Ἡσαΐας τὴν προφητείαν ἐστίν, ὃν μεγαλοφωνότατον ὁ λόγος ἀνεῖπε. καὶ οἱ ἄλλοι δὲ πλαγίως καὶ αἰνιγματωδῶς, ἔστι δὲ οὗ καὶ κατ' εὐθεῖαν τὰ τοῦ σωτῆρος προτεθεσπίκασιν. Ἅλις οὖν καὶ τῶν παρ' Ἑβραίοις δογμάτων, μεθ' οὓς ὁ τοῦ πατρὸς λόγος γενόμενος νέος Ἀδὰμ καὶ Μωυσῆς ἄλλος ἡμῖν ἐχρημάτισε, θειοτέρου γένους ἀρξάμενος καὶ μετενεγκὼν ἡμᾶς ὡς διὰ θαλάττης τοῦ ἁγίου βαπτίσματος ἐπὶ τὴν τῆς ἐπαγγελίας γῆν, ἥτις ἐστὶν ἡ ἐν οὐρανοῖς βασιλεία. Ἡμεῖς τοιγαροῦν τὴν τῶν Αἰγυπτίων πολυθεΐαν καὶ τὴν τῶν Χαλδαίων τερθρείαν πάντῃ διεπτύσαμέν τε καὶ ἠτιμάκαμεν. Ἑλλήνων δὲ οὐ πᾶσι τοῖς λόγοις διαβεβλήμεθα, ἀλλ' ὅσα μὲν περὶ φύσεως εἰσεδεξάμεθα, τοῖς δὲ περὶ τῆς ὕλης ὡς ἀγεννήτου λόγοις ἀπείπαμεν, καὶ τὴν μὲν μοναρχίαν αὐτῶν ἠγαπήκαμεν, ὅτι δὲ μὴ ἐν τρισὶ προσώποις ταύτην ὁρίζονται, διὰ τοῦτο ἀποβεβλήκαμεν, καὶ τὸ περὶ ψυχῆς ὡς ἀθανάτου δόγμα στέργομεν ὡς τοῦ καθ' ἡμᾶς λόγου μυστήριον, οὐ μὴν γεγενῆσθαι ταύτας καὶ πρὸ τῶν σωμάτων εἶναι αὐτὰς δογματίζομεν, χρησμοῖς δὲ καὶ μαντεύμασι καὶ ὅσα περὶ θεαγωγίας φασίν, ὡς ἀπειρημένοις τὸν νοῦν οὐ προσέχομεν. Ἑβραίων δὲ τὴν περιτομὴν καὶ τὰ σάββατα καὶ ὅσα ἐπὶ τῇ λυχνοκαΐᾳ ἀφανῶς πράττουσιν, οὐ πάνυ τιμῶμεν, πᾶσι δὲ τοῖς περὶ αὐτῶν εἰρημένοις ὁμολογοῦμεν καὶ τόν τε νόμον δεχόμεθα καὶ τὰς προφητικὰς βίβλους καὶ τὸν ἐν αὐταῖς προκαταγγελλόμενον Ἰησοῦν προσκυνοῦμέν τε καὶ σεβόμεθα. ὃς δὴ καὶ τὴν ἡμετέραν φύσιν ὅλην ἀπὸ τῶν ἀχράντων τῆς θεομήτορος προσλαβόμενος αἱμάτων ἑαυτῷ ἥνωσε καὶ ἐθέωσε καὶ εἰς οὐρανοὺς ἀνήγαγε καὶ τὸν πατέρα ἡμῖν κατηλλάξατο καὶ τὸν ἄλλον ἑαυτὸν παράκλητον καταπέπομφε. καὶ ἵνα τὸ πᾶν ἐν βραχεῖ συγκεφαλαιώσωμαι, θεολογία καὶ οἰκονομία τὸ ἡμέτερον σέβας. ἀλλ' ἐκεῖ μὲν τριὰς καὶ ἑνὰς τὸ τιμώμενον, ἐνταῦθα δὲ ὑπόστασις μία, ὁ τῆς τριάδος εἷς, ὁ τοῦ πατρὸς λόγος, δύο δὲ φύσεις, μέρη μὲν τοῦ ἑνὸς Χριστοῦ καὶ συνθέτου, ὅλαι δὲ καὶ τελειόταται. καὶ τὰ πλείω ὁ λόγος παρῆκεν, ἐπεὶ καὶ αὐτός, ὡς ὁρᾶτε, καὶ αὐτῆς σχεδὸν ἐστέρημαι τῆς φωνῆς καὶ ὑμῶν δὲ οἱ πλείους καὶ πρὸς τὸ νοεῖν καὶ πρὸς τὸ γράφειν ἀπεναρκήσατε.

Intertext edge

Open linked passage

Note