Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Opuscula logica
Michael PsellusLogi 44 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
44.1.1
Τοῦ αὐτοῦ ἀλληγορία περὶ τῆς Σφιγγός Ἐπὶ τῶν λεγομένων τελετῶν τὰ μὲν ἄδυτα ἔνδον ἦν, ὡς δηλοῖ καὶ τοὔνομα, τὰ δὲ παραπετάσματα προεβέβληντο, ἀθέατα τὰ ἐν τοῖς ἀδύτοις φυλάττοντα. ἐν δὲ τοῖς Ἐλευσινίοις ἀνεῴγνυντό τε ταῦτα καὶ ἀπεγυμνοῦντο τὰ κεκρυμμένα. ἐγίγνετο δὲ τοῦτο ἐν περιόδῳ ἐτῶν, ἵνα μὴ τὰ ἀβέβηλα βεβήλοις πολλάκις ὀπτάνοιντο· ὑμεῖς δὲ καὶ τῆς ἡμέρας πολλάκις τὸν ἱεροφάντην καταβιάζεσθε τὰ κελύφανα τοῦ μύθου περιρρηγνύειν, ἵνα τὸ ἀποκείμενον τῷ ἐλύτρῳ ἀπόρρητον ἐκεῖθεν ἀναλαβόντες καταβροχθίσησθε. ἐγὼ δὲ ἀπώκνησα ἂν τοῦτο ποιεῖν, εἰ μὴ αἱ μὲν ἀρχαῖαι κατήργηντο τελεταί, θεῖα δὲ ἐκρατύνθη δόγματα, ἀναπεταννύοντα μὲν τὰ παραπετάσματα, ἔνδον δὲ τοῦ ἀδύτου πολλάκις εἰσάγοντα τὸν τελούμενον. διὰ τοῦτο περιρρηγνύσθω μὲν τὸ τοῦ μύθου τῆς Σφιγγὸς ἔλυτρον, τὸ δὲ κεκρυμμένον ἀνακεκαλύφθω φιλοσοφίαν ἔχον ἀπόρρητον. Πλάττει δὲ ταύτην ὁ μῦθος κόρην εὐπρόσωπον οὐ μέχρι ποδῶν, ἀλλ' ἕως ὀμφαλοῦ, τὸ δὲ μετὰ ταῦτα δασεῖα ἡ θρὶξ καὶ πόδες θηρὸς καὶ οὐρὰ μακρά, ἡ δὲ γλῶττα ἀττικίζουσά τε καὶ Πυθαγόρειος, αἰνιττομένη τὰ πράγματα· τῷ γὰρ ἀνθρώπῳ τὸν λόγον προσάπτουσα, ἑτέροις τοῦτον, ὡς ἴστε, ἡρμήνευε τοῖς ὀνόμασι. τοιοῦτον μὲν τὸ τοῦ μύθου τέρας, καὶ δεδόσθω τοῖς ποιηταῖς ἐπ' ἐξουσίας πλάττειν ἃ βούλοιντο, ἀλλ' ὁ φιλόσοφος νοῦς μὴ τῷ φαινομένῳ προσκείσθω, ἀλλὰ τῷ αἰνισσομένῳ διὰ τοῦ τέρατος. ὁ τοίνυν ἐμὸς λόγος περὶ τῆς Σφιγγὸς τοιοῦτος. Ἡ Σφὶγξ οὐδὲν ἄλλο ἐστὶν ἢ ἄνθρωπος ἐξ ἀνομοίων συγκείμενος. πολυμερὲς γὰρ χρῆμα ἡ οὐσία ἡμῶν· τὰ μὲν γὰρ ταῖς λογικαῖς δυνάμεσι συναπτόμεθα, τὰ δὲ τῆς ἀλόγου μετέχομεν φύσεως· τὸ μὲν γὰρ ἐν ἡμῖν ἓν καὶ ὁ μετ' ἐκεῖνο νοῦς καὶ ἡ μετὰ τοῦτον διφυὴς διάνοια, ἥ τε ἀληθὴς δόξα τὸ τῆς διανοίας συμπέρασμα, λογικὰ πάντα καὶ θεῖα· ἡ δὲ φαντασία καὶ ἡ αἴσθησις καὶ ὅσα σώματος δεῖται πρὸς τὴν ὑπόστασιν, ἄλογα καὶ κτηνώδη καὶ πρὸς τὸ ἐκτὸς νενευκότα. ἔστι οὖν ταῦτα καὶ καθ' ἑαυτὰ τῷ λόγῳ διαιρετά, ἀλλ' ἡ τοῦ ἀνθρώπου πλάσις συγχεῖ πάντα καὶ τέως πέφυκεν ἀφανῆ. εἰ μὲν οὖν εὐθὺς τῷ φρονεῖν φιλόσοφόν τις σχοίη νοῦν καὶ γνοίη τί ὄντα νοῦς καὶ ψυχὴ ποῖ γέγονε, μισεῖ μὲν τὴν ὕλην, ἀποστρέφεται δὲ τὸ σῶμα, μύσας δὲ τὰς αἰσθήσεις καὶ πολλὰ χαίρειν εἰπὼν τῇ φαντασίᾳ, πρῶτον μὲν τὴν ψυχὴν ἐπὶ τῆς οἰκείας οὐσίας τηρεῖ, ἔπειτα δὲ ἔνδον χωρεῖ πρὸς τὸν νοῦν καὶ διὰ νοῦ συγγίνεται τῷ θεῷ. εἰ δ' ὡς ἔτυχε μείνῃ ἐπὶ τῆς γενέσεως καὶ χρῷτο μὲν ταῖς αἰσθήσεσι, φαντασιώδη δὲ κτήσαιτο τὴν ζωήν, πρὸς τὴν τῶν θηρίων φύσιν ταῖς προαιρέσεσιν ηὐτομόλησεν· ἔνθα δὴ γενόμενος τῶν μὲν κυρίως ὄντων οὐδὲν οἴεται εἶναι, ἐκεῖνα δὲ ὑφίστασθαι μόνα δοκεῖ ὧν ἂν ἀπρὶξ ταῖν χεροῖν λάβοιτο. ἐν τῷ τοιούτῳ γοῦν βίῳ καὶ κύνες ἐνεοὶ καὶ ἐκ δρυμοῦ σύες καὶ μονιοὶ ἄγριοι καὶ χρεμετίζοντες ἵπποι ἐπὶ τὴν γειτνιῶσαν παρὰ τὴς θείας γραφῆς κατονομαζόμεθα, ἐπὶ δὲ θατέρου βίου ἄγγελοι καὶ παῖδες θεοῦ, εἴπω δὲ καὶ θεοί. ἀλλ' ἐπεὶ ἐς τοσοῦτον ἀφεστᾶσι τὰ ἀντικείμενα– μέγα γὰρ χάσμα ἐστήρικται μεταξὺ θεοῦ καὶ θηρός–, δεῖ καὶ μέσην ἀμφοτέροις δοῦναι ζωήν, ἣν τὰ μὲν τῶν Χαλδαίων λόγια ἑτεροφαῆ φασι καὶ ἑτεροκνεφῆ κατὰ τὴν πρὸς θάτερον τῶν ἄκρων ἀπόκλισιν καὶ ἐγγύτητα, ἐγὼ δὲ ἁπλῶς οὕτως ἀνθρωπίνην κατονομάσαιμι. τριττὴν οὖν, ὡς ὁ λόγος ἡρμήνευσεν, ἐφωράσαμεν τὴν ζωήν, θηριώδη καὶ ἀνθρωπίνην καὶ θεοειδῆ. ἀλλ' ἐν μὲν τῇ θηριώδει σωματικὰ πάντα καὶ θεῖον οὐδέν, ἐν δὲ τῇ θείᾳ φιλόσοφος ἡ διεξαγωγὴ καὶ κατάργησις τῶν αἰσθήσεων, ἐν δὲ τῇ μέσῃ καὶ ἀνθρωπίνῃ σύμμιξις ἐξ ἀμφοῖν· ἐνταῦθα γὰρ οὔτε θηρίον ἐσμὲν οὔτε θεός, ἀλλ' ἀμφότερα, καὶ οὐδὲ ἀμφότερα καθαρῶς. ἐν τίνι οὖν τῶν τριῶν ζωῶν εὑρηκέναι τὴν Σφίγγα οἰόμεθα; ἢ δῆλον ἐν τῇ μέσῃ καὶ ἀνθρωπίνῃ· οὔτε γὰρ ἄνθρωπος αὕτη τελέως, ὅτι θηρίον τὰ μετὰ τὴν ἰξύν, οὔτε θὴρ ἀκριβῶς, ὅτι τὰ πρὸ τοῦ ὀμφαλοῦ ἄνθρωπος. ἐβούλετο μὲν γὰρ πᾶσαν τὴν κάτω γένεσιν καταλιπεῖν καὶ διόλου παρθένος εἶναι καλή, ἀλλ' ἡ φαντασιώδης ζωή, οἷον ἀφιπταμένην τοῦ σώματος κατασχοῦσα ταύτην, τὸ κάτω μέρος αὐτῆς ἀπεκτήνωσε. διὰ τοῦτο ὁμιλεῖ μὲν ἀνθρωπίνῃ φωνῇ, ἀσαφῆ δὲ φθέγγεται καὶ δυσνόητα, ὅτι μὴ διόλου σοφὴ ἵνα καὶ σαφής. ἐντεῦθεν γὰρ ἡ σοφία ἠτυμολόγηται, ὡς καὶ τῷ Ἀριστοτέλει ἐν ταῖς Θεολογίαις δοκεῖ· ᾗ μὲν γὰρ ἐκπέφευγε τὸ θὴρ εἶναι, ἔναρθρος αὐτῇ ἡ φωνή, ᾗ δὲ μὴ πρὸς τὴν θείαν τελέως ζωὴν μετεσκήνωσεν, ἀσαφῆ καὶ συγκεχυμένα τὰ φθέγματα. Ἔχει γὰρ οὕτως, ἵνα τι παραδηλώσω τῶν ἀπορρήτων ὑμῖν· ὁ νοῦς πάντων ἔχει τὰ εἴδη τῶν ὄντων· εἰ δὲ καὶ τῶν γινομένων ἡ ψυχή, ὥς τις ἔφη, ἄλλος οὗτος λόγος καὶ δεόμενος ἐξηγήσεως· φαντασία δὲ πλάνον χρῆμα καὶ ἀνόητος καθ' ἑαυτήν. κεχωρισμένων δὲ ἀπ' ἀλλήλων, νοῦ λέγω καὶ φαντασίας, ὡς ἐπὶ ἀγγέλου καὶ θηρός, ὁ μὲν ὁμοῦ πάντα γνοίη, ἄνωθεν δεχόμενος τὰς πηγάς, φαντασία δὲ οὐδὲν ἂν τῶν ὄντων λογίσαιτο. ἄμφω δὲ ἐπὶ τοῦ ἀνθρώπου μιγνύμενα καὶ θάτερον θατέρου ἀναπιπλάμενα, ὁ μὲν νοῦς φαντασιοῦται, ἡ δὲ φαντασία νενόωται. διὰ τοῦτο καὶ κατὰ νοῦν ἐνεργοῦντες οἱ ἄνθρωποι οὐκ ἀφάνταστον τὴν νόησιν ἔχομεν καὶ φαντασιούμενοι τῆς νοερᾶς ἐνεργείας οὐκ ἐστερήμεθα. ταῦτα δὲ γίνεται ὁπότε μάχη ἐν ἡμῖν εἴη σώματός τε καὶ πνεύματος, ἐπεὶ νικήσαντος μὲν τοῦ σώματος φανταστικοὶ πάντῃ γινόμεθα, ὑπερισχύσαντος δὲ τοῦ πνεύματος νοεροί· ἔστ' ἂν δὲ παρὰ μέρος ἑκάτερον κρατῇ καὶ κρατῆται, σφίγγες ἐσμὲν ἀτεχνῶς. Ἔστι δὲ καὶ τὸ ὄνομα τοῦ πράγματος δηλωτικόν· μελλούσης γάρ πως ἀποπτῆναι τοῦ σώματος τῆς ψυχῆς, τὸ μὲν ἄνω μέρος αὐτῆς ἐκπέφευγε, τὸ δὲ κάτω σφίγγεταί πως ὑπὸ τῆς φαντασίας καὶ ἐπέχεται πρὸς τὴν γένεσιν. διὰ τοῦτο ὃ μὲν ἀπέπτη εὐπρόσωπος παρθένος ἐγένετο, οἷον ἀδιάφθορος νοῦς καὶ ἀκήρατος καὶ γυμνὸς τῆς ἔξω περιβολῆς, ὃ δὲ κατεσχέθη θηρίον ἐστὶ τετριχωμένον τοὺς πόδας καὶ ἀκμάζον τοῖς ὄνυξιν, ὡς εἶναι τὸ ξύμπαν τῆς Σφιγγὸς ἢ φαντασία νοῦ μετέχουσα ἢ νοῦς ἐπισυρόμενός τι καὶ τῆς κάτω γενέσεως. ἀσαφὴς οὖν αὐτῇ καὶ ἡ φύσις καὶ ἡ φωνή. Διὰ ταῦτα καὶ τὸν ἄνθρωπον ὑπαινίττεται, δίπουν αὐτὸν τερατολογοῦσα καὶ τετράπουν καὶ τρίπουν. τοῦτο δὲ τοιοῦτόν ἐστιν· οἱ ἀριθμοὶ κατὰ τοὺς Πυθαγορείους τῶν πραγμάτων εἰσὶ δηλωτικοί· εἴδη γὰρ αὐτῶν εἰσιν οὗτοι, οὐχ, ὡς Ἀριστοτέλης οἴεται, ἀχώριστοι, ἀλλὰ χωριστοὶ καὶ καθ' ἑαυτούς. δύναται οὖν αὐτοῖς ὁ τέσσαρα ἀριθμὸς ὡς μὲν τετράγωνος τὴν θείαν φύσιν, διότι προσέοικε τῇ μονάδι, ὡς δὲ ἄρτιος τὴν κάτω καὶ γεννητήν, ὅτι διαίρετός ἐστιν. ἀλλ' ἐνταῦθα ὁ τέσσαρα τὴν χείρονα ἡμῖν φύσιν δηλούτω, τὴν σωματικήν φημι καὶ στοιχειώδη· ὁ δὲ τρία, ἐπεὶ μονάδι τοῦ τέσσαρα ἀπολείπεται, κρείττων ἐστὶν ἐκείνου καὶ τελεώτερος· ὁ δὲ δύο τὴν ἀμφίβολον δεικνύτω προαίρεσιν, πρὸς ἑκατέρους τοὺς βίους ῥέπουσάν τε καὶ μετακλινομένην. γεννώμενος οὖν ὁ ἄνθρωπος πρῶτον μὲν τετραδικός ἐστι, σωματικὸς τὸ ὅλον καὶ στοιχειώδης, μηδὲν μὲν ἐννοῶν νοερόν, πρὸς δὲ τὴν γῆν ἰλυσπώμενος· ἁπτόμενος δὲ τοῦ φρονεῖν δυαδικὸς γίνεται, ἐνταῦθα ἢ ἐνταῦθα μετακλινόμενος καὶ πρὸς ἑκάτερον τῶν βίων μετατιθέμενος, τοῦ χείρονός φημι καὶ τοῦ κρείττονος· γηράσκων δὲ καὶ πρὸς τὴν φρονοῦσαν ἡλικίαν προκόπτων τριαδικὸς εὑρίσκεται ἀπηκριβωμένος τῷ ὄντι καὶ τέλειος· ὑποβάλλεται γὰρ αὐτῷ ἔξωθεν οἷά τις βακτηρία ὁ ἀκήρατος νοῦς, ἐν ᾧ δὴ σκηριπτόμενος ἀνέχει τὴν κεφαλὴν καὶ συνέχει τὴν οὐσίαν τῆς φύσεως. τοιοῦτός ἐστιν ὁ τετράπους καὶ δίπους καὶ τρίπους ἄνθρωπος. Εἰ μὲν οὖν καὶ ὁ μῦθος τοιοῦτον ἐβούλετο, ἀγνοῶ· εἰ δ' ἐγὼ περιττόν τι ἐνόησα, καὶ τοῦτο φιλόσοφόν τε καὶ Πυθαγόρειον.

Intertext edge

Open linked passage

Note