Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Opuscula logica
Michael PsellusLogi 45 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
45.1.1
Ἀλληγορία τοῦ παρ' Ὁμήρῳ Ἰθακησίου ἄντρου Ἐζήτησας τίνα ποτὲ νοῦν τὸ ἐν τῇ Ὀδυσσείᾳ τῶν νυμφῶν ἄντρον αἰνίττεται, τούτοις τοῖς ἔπεσιν ἐκπεφωνημένον τῷ ποιητῇ· αὐτὰρ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη, ἀγχόθι δ' αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές, ἱρὸν νυμφάων αἳ νηιάδες καλέονται· ἐν τῷ κρατῆρές τε καὶ ἀμφιφορῆες ἔασι λάινοι· ἔνθα δ' ἔπειτα τιθαιβώσσουσι μέλισσαι. ἐν δ' ἱστοὶ λίθεοι περιμήκεες, ἔνθα τε νύμφαι φάρε' ὑφαίνουσιν ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι· ἐν δ' ὕδατ' ἀενάοντα. δύω δέ τέ θύραι εἰσίν, αἱ μὲν πρὸς βορέαο καταιβαταὶ ἀνθρώποισιν, αἱ δ' αὖ πρὸς νότον εἰσὶ θεώτεραι· οὐδέ τι κείνῃ ἄνδρες έρχονται, ἀλλ' ἀθανάτων ὁδός ἐστι. Τὰ μὲν περὶ τοῦ ἄντρου ἔπη τοῦ ποιητοῦ ταῦτα· κατὰ δὲ τὰς Ἑλληνικὰς δόξας ἀφωσίωται τὸ προκείμενον ἄντρον ψυχαῖς ταῖς εἰς γένεσιν κατιούσαις. αὗται γάρ εἰσιν αἱ ναΐδες νύμφαι· ταύταις γὰρ ἱερός ἐστιν ὁ κόσμος καὶ ἐπέραστος καὶ ἀεροειδής, καίπερ σκοτεινὸς ὢν φύσει καὶ ἀχλύος μεστός. σύμβολα δὲ ὑδριάδων νυμφῶν οἱ λίθινοι κρατῆρες καὶ οἱ ἀμφορεῖς, διότι ἐν ὀστοῖς καὶ περὶ ὀστᾶ ἡ σαρκοποιία. τὰ δὲ ἁλιπόρφυρα φάρη ἄντικρυς ἡ ἐξ αἱμάτων ἂν εἴη ἐξυφαινομένη σάρξ, καὶ χιτὼν τὸ σῶμα τῇ ψυχῇ ὃ ἠμφίεται, θαῦμα τῷ ὄντι ἰδέσθαι, εἴτε πρὸς τὴν σύστασιν ἀποβλέποις εἴτε πρὸς τὴν σύνδεσιν τῆς ψυχῆς τὴν πρὸς τοῦτο. Ἔστι δὲ τὰ μὲν βόρεια ψυχῶν εἰς γένεσιν κατιουσῶν· διὰ τοῦτο τοῦ ἄντρου αἱ πρὸς βορέαν πύλαι καταβαταὶ ἀνθρώποις· τὰ δὲ νότια οὐ θεῶν, ἀλλὰ τῶν εἰς θεοὺς ἀνιουσῶν. διὸ οὐδὲ εἴρηκεν «αἱ πρὸς νότον θεῶν», ἀλλὰ «θεώτεραι», ὅτι ἄμφω μὲν ψυχῶν πύλαι, ἀλλ' αἱ μὲν εἰς ἀνθρώπους ἐρχομένων, αἱ δὲ εἰς θεοὺς ἀνιουσῶν. δύο γὰρ ἔθεντο πύλας οὐρανοῦ οἱ τῶν Ἑλλήνων θεολόγοι, καρκίνον καὶ αἰγόκερων, Πλάτων δὲ δύο στόμια ἔφη· τούτων δὲ καρκίνον μὲν εἶναι δι' οὗ κατίασιν αἱ ψυχαί, αἰγόκερων δὲ δι' οὗ ἀνίασιν. ἀλλὰ καρκίνος μὲν βόρειος καὶ καταβατικός, αἰγόκερως δὲ νότιος καὶ ἀναγωγός. οὔτε οὖν ἀνατολῇ καὶ δύσει τὰς θύρας ἀνατέθεικεν οὔτε ταῖς ἰσημερίαις, οἷον κριῷ καὶ ζυγῷ, ἀλλὰ νότῳ καὶ βορρᾷ. ψυχαῖς γὰρ γενέσεως καὶ ἀπογενέσεως οἰκεῖοι οἱ τόποι. ἀλλ' ὁ μὲν βορρᾶς οἰκεῖος ταῖς εἰς γένεσιν ἰούσαις· διὸ καὶ τοὺς ἀποθνῄσκειν μέλλοντας ἡ βορέου πνοιὴ ζωγρεῖ ἐπιπνείουσα κακῶς κεκαφηότα θυμόν, ἡ δὲ τοῦ νότου διαλύει θερμοτέρα ὑπάρχουσα καὶ πρὸς τὸ θερμὸν τοῦ θείου ἀναπέμπουσα. βορειοτέρας δὲ οὔσης τῆς ἡμετέρας οἰκουμένης ἀνάγκη τὰς τῇδε κυομένας βορρᾷ ἀνέμῳ ὁμιλεῖν καὶ τὰς ἐντεῦθεν ἀπαλλαττομένας νότῳ. αὕτη δὲ καὶ ἡ αἰτία τοῦ τὸν μὲν βορρᾶν εὐθὺς ἀρχόμενον μέγαν εἶναι, τὸν δὲ νότον λήγοντα. ὁ μὲν γὰρ εὐθὺς ἐπίκειται τοῖς ὑπὸ τὴν ἄρκτον οἰκοῦσιν, ὁ δὲ μακρὰν ἀφέστηκε· χρονιωτέρα δὲ ἡ ἐκ τῶν ἄποθεν ἐπιρροή· καὶ ὅταν ἀθροισθῇ, τότε πληθύνει. καὶ ἡλίου δὲ πύλαι καρκίνος ἐστὶ καὶ αἰγόκερως· ἄχρι γὰρ τούτων ἀπὸ βορείου ἀνέμου εἰς τὰ νότια πρόεισι κατιὼν κἀκεῖθεν ἐπάνεισιν εἰς τὰ βόρεια. τὰ δὲ ζῴδια ταῦτα καὶ πέρατα τοῦ γαλαξίου εἰσίν, ἐπέχει δὲ καρκίνος μὲν τὰ βόρεια, αἰγόκερως δὲ τὰ νότια. ἔτι τὰ μὲν νότια μικροφυῆ ποιεῖ τὰ σώματα, ἐν δὲ τοῖς βορείοις εἰς μέγεθος ταῦτα τρέφεται. κατὰ ταῦτα τοίνυν τῷ μὲν θνητῷ καὶ γενέσει ὑποπτώτῳ φύλῳ τὰ βόρεια οἰκεῖα, τῷ δὲ θειοτέρῳ τὰ νότια, ὥσπερ θεοῖς μὲν τὰ ἀνατολικά, δαίμοσι δὲ τὰ δυτικά. Πεποίηνται δὲ τῷ ποιητῇ καὶ πίθοι δύο, καί φησι περὶ αὐτῶν· δώρων, οἷα δίδωσι, κακῶν, ἕτερος δὲ ἐάων, πίθου νενομισμένης καὶ παρὰ Πλάτωνι ἐν Γοργίᾳ τῆς ψυχῆς, καὶ τῆς μὲν οὔσης λογικῆς, τῆς δὲ ἀλόγου, πίθοι δὲ ὅτι χωρήματά εἰσιν αἱ ψυχαὶ διαφόρων ἐνεργειῶν τε καὶ ἕξεων. καὶ παρ' Ἡσιόδῳ ὁ μέν τις νοεῖται πίθος δεδεμένος, ὁ δὲ ὃν λύει ἡ ἡδονὴ καὶ εἰς πάντα διασκεδάννυσι μόνης ἐλπίδος μενούσης. ἐν τούτοις γὰρ ἡ φαύλη ψυχὴ σκιδναμένη ταῖς ἀγαθαῖς ἐλπίσιν ἑαυτὴν βουκολεῖν εἴωθεν. Λείπεται δὲ παραστῆσαι καὶ τὸ τῆς πεφυτευμένης ἐλαίας σύμβολον ὅ τί ποτε μηνύει, οὐχ ἁπλῶς παραπεφυτευμένη, ἀλλ' ἐπὶ κρατὸς λιμένος· αὕτη γάρ ἐστιν ἡ συνέχουσα τοῦ ἄντρου τὸ αἴνιγμα. ἐπεὶ δὲ ὁ κόσμος οὐκ εἰκῇ οὐδὲ ὡς ἔτυχε γέγονεν, ἀλλ' ἔστι φρονήσεως θεοῦ καὶ νοερᾶς φύσεως ἀποτέλεσμα, παραπεφύτευται τῇ εἰκόνι τοῦ κόσμου, τῷ ἄντρῳ φημί, σύμβολον φρονήσεως θεοῦ ἡ ἐλαία. Ἀθηνᾶς γὰρ τὸ φυτὸν κατὰ τὰς τῶν Ἑλλήνων δόξας· φρόνησις δὲ κατ' ἐκείνους ἡ Ἀθηνᾶ. κρατογενοῦς δὲ οὔσης τῆς θεοῦ, ἐπὶ κρατὸς τοῦ λιμένος ὁ ποιητὴς αὐτὴν καθιέρωσε· χωριστὴ μὲν γάρ ἐστιν ἀπ' αὐτοῦ, πλησίον δὲ κατὰ κεφαλῆς τοῦ σύμπαντος λιμένος ἵδρυται. ἀειθαλὴς δὲ οὖσα ἡ ἐλαία φέρει τι ἰδίωμα οἰκειότατον ταῖς ἐν τῷ κόσμῳ τροπαῖς τῶν ψυχῶν αἷς τὸ ἄντρον καθιέρωτο. θέρους μὲν γὰρ τὰ λευκὰ τῶν φύλλων ἀνανεύει, χειμῶνος δὲ μεταστρέφει τὰ λευκότερα. Τοιαύτη τῶν ἐπῶν ἡ ἀλληγορία. ὅτι γὰρ οὐ καθ' ἱστορίαν παρειληφὼς Ὅμηρος μνήμην τῶν παραδοθέντων πεποίηται, δηλοῦσιν οἱ τὰς περιηγήσεις τῆς νήσου διαγράψαντες, οὐδενὸς τοιούτου κατὰ τὴν νῆσον ἄντρου μνησθέντες. ἀνθρώπων μὲν γὰρ καὶ κρειττόνων φύσεων πλήρης ὁ κόσμος, τὸ δὲ Ἰθακήσιον ἄντρον πόρρω καθέστηκε τοῦ πείθειν ἐν αὐτῷ κατάβασιν εἶναι τῶν ἀνθρώπων καὶ ἀνάβασιν τῶν κρειττόνων. Ἐδυνάμην ἴσως πρὸς τὰς ἡμετέρας εἰλικρινεῖς θεωρίας τὰ λόγια μετενεγκεῖν προσφυῶς· ἀλλ' οὐκ ᾠήθην δεῖν τὰ ψευδῆ καὶ πεπλανημένα ἀληθείας λαβεῖν ἔμφασιν, ἀλλὰ ταῖς οἰκείαις ἀναγωγαῖς αἰσχύνεσθαι καὶ δημοσιεύεσθαι, αἷς ὁ ἐξηγητὴς αὐτῶν Πορφύριος καὶ λίαν σεμνύνεται.

Intertext edge

Open linked passage

Note