Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Opuscula logica
Michael PsellusLogi 46 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
46.1.1
Περὶ τῆς χρυσῆς ἁλύσεως τῆς παρ' Ὁμήρῳ Ὁ μὲν Ὅμηρος ἴσως μέχρι τοῦ μυθικῶς εἰπεῖν τὰ περὶ τῆς χρυσῆς σειρᾶς προαγαγὼν ἀπηλλάγη, ὑμεῖς δέ μοι παρέχετε πράγματα τά τε ὕπερθεν οὐρανοῦ καὶ τὰ νέρθεν πολυπραγμονοῦντες τῆς γῆς. καὶ ὁ μέν τις ὑμῶν τὸ περὶ τὴν χρυσῆν ἅλυσιν, ἕτερος δὲ τὸ περὶ τὴν αἰώραν, καὶ ἁπλῶς ἄλλος περὶ ἄλλο τι τοῦ μύθου, ἢ περὶ πάντα λιχνεύεσθε σύμπαντες· ἐγὼ δὲ καὶ πρὸς μὲν τὸ χαλεπώτατον τῆς ἀναλογίας ὁρῶν ἀποδειλιῶ, οὐχ ἥκιστα δὲ ὅτι μὴ Ἑλληνικῶς τὰ Ἑλληνικὰ ἀλληγορέειν ἐμὲ βούλεσθε μόνον, ἀλλὰ καὶ πρὸς τὰς ἡμετέρας δόξας μεταβιβάζειν τὰ παρ' ἐκείνοις ἀπόρρητα. ἀλλ' εἰ δοκεῖ πρότερον οἰκείως αὐτοῖς ἑπόμενοι Ἑλληνιστὶ ῥαψῳδήσωμεν ἢ ἀλληγορήσωμεν, εἶτα καὶ τῷ ἡμετέρῳ ποτίμῳ νάματι τὸ ἁλμυρὸν αὐτοῖς ἀποκλύσωμεν. Φησὶν οὖν ὁ παρ' ἐκείνοις Ζεὺς τῶν μετ' αὐτὸν θεῶν ἀποπειρώμενος ὅτι «χρυσῆν ἐξ οὐρανοῦ σειρὴν καθείς, ἢν κοινῶς ἅψοισθε σύμπαντες, ἐγὼ μὲν μεθ' ὑμῶν ταύτην εὐπετῶς ἀνελκύσαιμι, ὑμῖν δὲ ἀνθέλκουσιν ἔσται οὐδ' ὁτιοῦν· εἶτα δὴ ἀνελκύσας πάντας ὑμᾶς τοὺς θεούς, ὅσοι τε ἄρρενες καὶ ὅσαι θήλειαι, τὴν μὲν σειρὴν ὄρους ἀκρωτηρίῳ τινὸς ᾧ ἂν ἐθέλοιμι ἀποδεσμήσαιμι, ὑμᾶς δὲ ἄνευ δεσμοῦ μετεωριῶ.» τοιοῦτον μὲν τὸ τοῦ Ζηνὸς τοῦτο γαυρίαμα, εἴτε τίς ἐστιν ὕπατος τῶν ἄλλων θεῶν εἴτε Κρόνου υἱός. Ἐγὼ δὲ πρὸς ταῦτα φήσαιμ' ἂν ἐκεῖνο, ὡς ὁ ποιητὴς οὗτος ἱκανῶς τοῖς Ὀρφικοῖς ἀπορρήτοις προσομιλήσας οὐ γυμνὰ προφέρει τὰ πράγματα, ὥσπερ ἐκείνου νόμος, ἀλλ' ἐνειλήσας αὐτὰ τῷ ἐκ τοῦ μύθου κόπρῳ, ὥς τις ἄλλος τὸν Δία, προτίθεται τοῖς ἀκροαταῖς. ἀλλ' ὑμεῖς μὲν οὕτως ἐχόντων οὐκ ἂν αὐτῶν γεύοισθε· ἢν δ' ἀφέλωμαι τὴν περιβολήν, ὥσπερ δέρας τοῦ τεθυμένου ἱερείου, τάχ' ἂν ὑμῖν φανείη τὸ δεδομένον ἐδώδιμον. Ἔστιν οὖν οὗτος ὁ Ζεὺς οὔθ' ὁ μετὰ τὸν Κρόνον πλάνης οὔτε ὁ ἐξ ἐκείνου φύς, ἀλλ' ὁ παρ' αὐτοῖς εἰσαγόμενος δημιουργὸς τῷ παντί, ὃν δὴ ὁ Κρόνος μὲν ἀπεγέννησεν, ἀρχηγικώτερος δὲ γεννήτωρ ὑπάρχει, τὸ ἕν. οἱ γὰρ θεολογικώτεροι τῶν Ἑλλήνων τὸ πρῶτον ἀγέννητον τῇ τῆς πληθύος ὑπεξαιρέσει ἓν ὀνομάζουσιν, ἀφ' οὗ δὴ γεννῶσι τὸν νοῦν, ὅν, ἐπειδὴ ἀμέσως τοῦ ἑνὸς ἀπολαύει, Κρόνον κικλήσκουσιν, ἤγουν κεκορεσμένον νοῦν καὶ πληρέστατον· ἀφ' οὗ τὸν δημιουργὸν ἀπογεννήσαντες πρὸς τὴν κοσμογένειαν εἰσάγουσι, διὸ Ζῆνα ὀνομάζουσι καὶ Δία, Δία μὲν ὡς αἴτιον τῆς τῶν ὅλων ὑπάρξεως καὶ ὅτι διὰ πάντων τῶν ὄντων φοιτᾷ, Ζῆνα δὲ ὅτι αὐτὸς τὰς διαφόρους κινήσεις καὶ τὰς ἐξαλλαγὰς τῶν ζωῶν τοῖς οὖσιν ἐνδίδωσι. μετὰ δὲ τοῦτον τὰς λοιπὰς θεογονίας παραδιδόασι, θεοὺς καὶ θεαίνας, ἀγγέλους καὶ ἀγγελίδας, δαίμονας καὶ δαιμονίδας, ἥρωάς τε καὶ ἡρωίνας. πολλὴ γὰρ ἡ τοιαύτη τῶν ὀνομάτων χρῆσις παρά τε τῷ Πλατωνικῷ Ἰαμβλίχῳ καὶ Πρόκλῳ τῷ διαδόχῳ τῶν ἐκείνου δογμάτων. ναὶ μὴν ἀλλὰ καὶ Πορφύριος πολλαχοῦ χρῆται ταῖς τοιαύταις προσηγορίαις, πρὸ δὲ πάντων οἱ ἐπὶ τοῦ Μάρκου Ἰουλιανοί· ὁ μὲν γάρ τις αὐτῶν πρεσβύτερος ἦν, ὁ δὲ νεώτερος. περὶ δὲ τοῦ νεωτέρου, ἵνα τι μικρὸν ἐκκόψω τὸν λόγον, καὶ τοιοῦτον ἐπιθρυλλεῖται φλυάρημα, ὡς ὁ πατήρ, ἐπεὶ γεννῆσαι τοῦτον ἔμελλεν, ἀρχαγγελικὴν ᾔτησε ψυχὴν τὸν συνοχέα τοῦ παντὸς πρὸς τὴν τούτου ὑπόστασιν, καὶ ὅτι γεννηθέντα τοῖς θεοῖς πᾶσι συνέστησε καὶ τῇ Πλάτωνος ψυχῇ Ἀπόλλωνι συνδιαγούσῃ καὶ τῷ Ἑρμῇ, καὶ ὅτι ταύτην ἐποπτεύων ἔκ τινος τέχνης ἱερατικῆς ἐπυνθάνετο περὶ ὧν ἐβούλετο. Ἀλλὰ ταῦτα μὲν ὁ ἐκείνων μῦθος. ὁ δέ γε δημιουργὸς οὗτος Ζεύς, πρώτας καὶ δευτέρας τάξεις παραστήσας θεῶν, οἷόν τινα σύμπνοιαν ὁμονοητικὴν χρυσῆν ταύτην σειρὴν ἐγκατέθετο· σύμβολον γὰρ ἡ σειρὴ τῆς δι' ἀλλήλων συμπλοκῆς καὶ συνθέσεως. οὕτω τοιγαροῦν τὰ μὲν δεύτερα τῶν πρώτων, τὰ δὲ τρίτα τῶν δευτέρων, καὶ τὰ ἐφεξῆς τῶν προσεχῶν ἔχεται ξύμπαντα καὶ τῇ πρώτῃ ἀρχῇ ἐπεστήρικται, ἥτις ἐστὶν ὁ παρ' Ἕλλησι Ζεύς. ἀλλ' αἱ μὲν ἐξηρτημέναι φύσεις καὶ τῷ πρώτῳ συνδεδεμέναι θεῷ οὐκ ἂν ἐφ' ἑαυτὰς τὸν Δία καταβιάσωνται, ἐκεῖνος δὲ ῥᾷστα ἂν πρὸς ἑαυτὸν ξύμπαντας ἀνασπάσειε· τὰ μὲν γὰρ χείρονα ἐπιστροφὴν ἔχει πρὸς τὰ κρείττονα, ἀλλ' οὐ τὰ κρείττονα ἐπέστραπται πρὸς τὰ χείρονα, ἕως ἂν τὴν ἰδίαν τάξιν τηρῇ. οὕτω τοιγαροῦν σῶμα μὲν πρὸς ψυχήν, ψυχὴ δὲ πρὸς νοῦν, νοῦς δὲ πρὸς θεὸν ἄνεισιν, ἀλλ' οὐκ ἐκεῖνα ἐπέστραπται πρὸς τὰ ὑφ' ἑαυτά. Βούλομαι δὲ ἐνταῦθα τοῦ λόγου γενόμενος καὶ δόγμα τι Πορφύρειον μεταξυλογῆσαι, ἐπικρίσεως οὔπω τυχόν· φησὶ γὰρ ἐκεῖνος ἐν οἷς τὰς τῶν νοητῶν ἀφορμὰς ὑποτίθεται, ὅτι «τῶν γεννώντων τὰ μὲν οὐδόλως ἐπέστραπται πρὸς τὰ γεννήματα, τὰ δὲ καὶ πρὸς ἐκεῖνα ἐπιστρέφει καὶ πρὸς ἑαυτά, τὰ δὲ πρὸς ἐκεῖνα ἐπιστρέφει, πρὸς ἑαυτὰ δὲ ἐπιστροφὴν οὐκ εὐτύχησε». τοῦτο ἐπιστασίας μὲν οὐδέ πω τετύχηκεν, ἐγὼ δὲ ὑμῖν ἐρῶ χαριούμενος, ὃ κατὰ τὸν τόπον νενόηκα. τρία γὰρ ταῦτα πρὸς τὰς ἐκείνου τρεῖς τάξεις συντίθημι, νοῦν καὶ ψυχὴν καὶ φύσιν. ὁ μὲν οὖν νοῦς γεννῶν τὴν ψυχὴν ἀνεπίστροφός ἐστι πρὸς αὐτήν· ἔννους γὰρ ἡ ψυχὴ γίνεται οὐχ ὅτε ὁ νοῦς στραφῇ πρὸς ψυχήν, ἀλλ' ὅτε ἡ ψυχὴ στραφῇ πρὸς τὸν νοῦν. ἡ δὲ φύσις τῶν σωμάτων ἐπιστρεφομένη καὶ διοικοῦσα ταῦτα οὐκ ἐπιστρέφει πρὸς ἑαυτήν, ἐπειδή ἐστιν οὐσία σώματος χωριστή, ἀλλὰ συναπολήγει τοῖς σώμασιν. ἡ δὲ ψυχή, ἕως μὲν ἂν ᾖ τὸ οἰκεῖον τηροῦσα ἀξίωμα, ἀνεπιστρόφως ἔχειν πέφυκε πρὸς τὰ σώματα, εἰ δὲ τῇ δεινότητι κατασχεθῇ τοῦ εἱρμοῦ, τότε καὶ τῶν σωμάτων ἐπιμελεῖται, ὡς εἶναι τὸν μὲν νοῦν ἑαυτοῦ μόνως, τὴν δὲ φύσιν ἄλλου ἀεί, τὴν δὲ ψυχὴν ἑαυτοῦ καὶ ἄλλου. Ὁ δὲ λόγος τοῦ οἰκείου ἐχέσθω σκοποῦ, ὅτι τὸ δύνασθαι μὲν ἕλκειν τὸν Δία σύμπαντας τοὺς θεούς, ἐκείνους δὲ μηδ' ὁπωστιοῦν ἐκεῖνον, τοῦτο δηλοῖ, ὅτι τὰ μετὰ τὴν πρώτην ἀρχὴν ἔχεται ταύτης καὶ ἀνάγεται πρὸς αὐτήν, ἐκείνη δὲ πρὸς οὐδὲν τούτων ἐπέστραπται. ἀλλὰ πῶς ἀναγομένων τῶν ὑστέρων πρὸς τὰ πρῶτα ἡ μὲν σειρὴ περί τινα ἐξοχὴν ἀποδεθείη τοῦ οὐρανοῦ, οἱ δ' ἀναχθέντες μετέωροι ἔσονται; διότι ἡ πρώτη τῶν ὄντων ἀρχή, εἰ καὶ σύνδεσμος τῶν ὅλων παρὰ τοῖς φιλοσόφοις λέγεται καὶ οἷον ἀκρότης τῆς ὅλης συνθέσεως, οὐ θίγουσα τῶν δευτέρων ταῦτα ἐπικρατεῖ, ἀλλ' ἀπόλυτος πάντων οὖσα καὶ ἄδετος· πρώτῳ τοίνυν τῶν μετ' αὐτὸν θεῶν ἀποδεσμεῖ τὴν σειρήν, ὃν δὴ κατ' ἐξοχὴν ἐκάλεσεν οὐρανόν. Οὕτω μὲν οὖν ἐγὼ τὸν μῦθον ἀλληγορῶ· ὁ δέ γε Πλάτων ἐν τῷ Θεαιτήτῳ, ἀποδεικνὺς ὅτι ζωογόνος ἐστὶν ἡ κίνησις, καὶ οἷόν τινα κολοφῶνα, ὡς ἐκεῖνός φησι, τῆς ἀποδείξεως τὸν μῦθον ἐπάγων, τὴν χρυσῆν ταύτην σειρὴν ἀλληγορεῖ εἰς τὸν ἥλιον, καί φησιν· «ἕως μὲν ἂν ἡ περιφορὰ ᾖ, πάντα κατὰ τάξιν ἐστίν, εἰ δέ ποτε σταίη ὥσπερ σῶμα δεθέν, περιτραπήσεται ταῦτα καὶ γένοιτ' ἂν τὸ λεγόμενον ἄνω καὶ κάτω πάντα.» Ὑμεῖς γοῦν, ἡ ἐμὴ πειθανάγκη, καίτοι βουλόμενόν με ἐνταῦθα στῆσαι τὸν λόγον, προσαπαιτεῖτε καὶ τὸ λειπόμενον, ἵνα καὶ πρὸς τὰς ἡμετέρας δόξας τὸν λόγον ἀλληγορήσαιμι. ἡμῶν οὖν εἷς ἐστι θεὸς ἡνωμένος καὶ διακεκριμένος, ἐκεῖνο μὲν τῷ αὐτῷ τῆς οὐσίας, τοῦτο δὲ τῷ τρισσῷ τῶν ὑποστάσεων, ὁ μόνος αἰώνιος καὶ οὗ μηδὲν ἐπαναβέβηκεν ἕτερον. οὗτος τοιγαροῦν ὁ ἡμέτερος καὶ τῷ ὄντι θεός, τὸν νοητὸν ὑποστήσας διάκοσμον καὶ τὸν αἰσθητόν, διέκρινε μὲν τούτους ἀπ' ἀλλήλων τῷ ἰδίῳ τῆς φύσεως, συνέδησε δ' ἀλλήλοις, ἵνα καὶ ἄγγελοι παρὰ ἀνθρώποις φοιτῷεν καὶ ἄνθρωποι, εἴ γε βούλοιντο, ἄλλοι γίγνοιντο ἄγγελοι, οὐ πρὸς τὴν ἐκείνων φύσιν μεταλλαττόμενοι, ἀλλὰ τοῦ μεγέθους αὐτῶν ἀξιούμενοι. τὴν γοῦν σύνδεσιν τούτων προσονομάσαις σειρήν, ὅτι τρόπον τινὰ πρὸς ἀλλήλους διαπλεκόμεθα, χρυσῆν δέ, ὅτι λαμπρά τίς ἐστιν ἡ τοιαύτη διαπλοκὴ καὶ οὐδὲν ἐπικεκρυμμένον ἔχουσα, καὶ ὅτι τῇ μετοχῇ τῆς πρώτης καὶ χρυσοειδοῦς τάξεως χρυσοῖ καὶ αὐτοὶ καθέσταμεν· ἀρχὴ δὲ τῆς σειρῆς ἡ ὑπεράρχιος θεαρχία. τὸ δ' ἀνέλκεσθαι μὲν ἡμᾶς παρ' ἐκείνης, ἕλκειν δ' ἐκείνην μὴ δύνασθαι, οὕτω νοήσεις, ὅτι μηδενὶ τῶν ὄντων χωρητός ἐστιν ὁ θεός, οὐδέ τις ἀνελκύσειεν, ὅσον ἐκεῖνος πέφυκεν· ὁ δὲ πρὸ πάσης κτίσεως τοὺς λόγους τῶν δημιουργημάτων ἔχων ἐν ἑαυτῷ, εὐπετῶς πάντας χωρήσει, ἢ ὅτι διὰ φιλανθρωπίαν ἐν μέσῳ τοῦ παντὸς στήσας ἑαυτόν, κατὰ Πλάτωνα, οἷόν τι παράδειγμα διὰ τῆς πρὸς ἐκεῖνον μιμήσεως ἡμᾶς πρὸς ἑαυτὸν ἕλκεται, ἀνελκύσας δὲ μετεωρίζει, τὴν σειρὰν ἀλλαχόθι καταδήσας, ὅτι μηδεμία γεννητὴ φύσις πλησιάζει θεῷ. ἀλλ' ὁπόσον ἂν ἀπὸ τοῦ σώματος κουφισθείημεν, ἐν μέσῳ τῷ ἀέρι γινόμενοι κάμνομεν. καὶ ἄγγελοι δὲ καὶ χερουβεὶμ πτερύσσονται μὲν ὅσον εἰκὸς πρὸς θεόν, ἐγγίζουσι δὲ οὐδ' ὁπωστιοῦν· ἡ γὰρ ἄγουσα πρὸς ἐκεῖνον σειρὴ ἄλλοθί που κατακέκρυπται καὶ ἀμήχανός ἐστιν ὁ μέχρις ἐκείνου μετεωρισμός. Ὁρᾶτε ὅπῃ ὁ μῦθος ἡμῖν ἀπετελεύτησεν; ὑμεῖς μὲν οὖν ἐρεῖτε ὅτι Ὀρφικῶς, καὶ αὐτῷ τάχα δώσετε τὴν τῆς γονιμότητος δύναμιν, ἐγὼ δὲ τοῦτο ὑμῖν ἐρῶ, ὡς ὁποῖός ποτ' ἂν ἦν, εἰ μὴ αὐτὸς ὁ περιρρήξας τὸ ἔλυτρον ἐγύμνωσα τὸ ἐδώδιμον, λιμώττοντες ἂν ἐντεῦθεν ἀπῄειτε.

Intertext edge

Open linked passage

Note