Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Opuscula logica
Michael PsellusLogi 47 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
47.1.1
Λόγος ἀλληγορῶν τὴν τοῦ Διὸς γένεσιν καὶ τὸν καταποθέντα λίθον τῷ Κρόνῳ, τὴν Διὸς ἀνατροφὴν ὑπὸ τῶν Κουρήτων καὶ τὴν τοῦ Κρόνου ἀναίρεσιν. Μῦθος ὡς ἀληθῶς ἅπας Ἑλληνικὸς μῦθος, καὶ ὥσπερ οὐκ ἂν ὑποσταῖέν ποτε ὅσα μήτε ὑφέστηκε μήτε ὑποστῆναι δεδύνηται, οὕτως οὐδ' ἡ κενὴ τῶν Ἑλλήνων μυθολογία ἐν ὑποστήματι σταίη ποτὲ ἢ πῆξίν τινα ὁ διαλελυμένος αὐτῶν λήψεται λόγος. ἀλλ' ἡμῖν γυμναστέον τὸν λόγον οὐκ ἐπὶ τοῖς ἰσχυροῖς μᾶλλον καὶ ὅσα βάσιμα ῥητορικῇ πομπείᾳ καὶ λόγοις φιλοσόφοις καθέστηκεν, ἀλλ' οὐδὲν ἧττον καὶ τοῖς ἀνυπάρκτοις τὴν ἀπὸ τοῦ λόγου δοτέον ὑπόστασιν, ἵνα μὴ μόνον ἀπὸ τῶν ποτίμων ναμάτων, ἀλλὰ καὶ ἀπὸ τῆς θύραθεν ἅλμης γλυκάζουσαν πόσιν παραδεχώμεθα. Πατροκτονεῖ τοιγαροῦν παρὰ τοῖς Ἕλλησιν ὁ μυθευόμενος παρ' αὐτοῖς Ζεύς. ὁ γάρ τοι Κρόνος τῇ Ῥέᾳ ἐπιμιγείς, ἐπειδὴ ἔγκυον αὐτὴν ἡγήσατο εἶναι, ὑπερκείμενον θεὸν ἐρωτᾷ περὶ τοῦ τεχθησομένου παιδός. ὁ δὲ ἀνεῖλεν αὐτὸν ὑπ' ἐκείνου ἀναιρεθήσεσθαι. ἐντεῦθεν ὁ Κρόνος ἐτήρει τὴν Ῥέαν οὖσαν ἐπίτοκον. ἡ δέ, ἐπεὶ μὴ λαθεῖν οἵα τε ἐγεγόνει, τὸ μὲν βρέφος ἀποτεχθὲν Κορύβασί τισι καὶ Κουρῆσιν ἐκδίδωσιν, ἐπισαλπίζειν τῷ κλαυθμυρισμῷ τοῦ παιδὸς τούτους κελεύσασα, λίθον δὲ τοῖς σπαργάνοις ἑλίξασα ἐξαπατᾷ τὸν γαμέτην· ὁ γὰρ Κρόνος ἀντὶ τοῦ παιδὸς τὸν λίθον καταπεπωκὼς ἠγνόησεν. ὁ δὲ Ζεὺς εἰς ἀνδρὸς ἡλικίαν ἐληλυθὼς ἀναιρεῖ μὲν τὸν πατέρα, αὐτὸς δὲ τὴν ἐκείνου ἡγεμονίαν εἰς ἑαυτὸν ἀναρτᾷ. Ὁ μὲν μῦθος οὗτος. ὁ δὲ λόγος τὸ κρυπτόμενον ἴσως ἐν τῷ μύθῳ ἀνακαλυπτέτω μυστήριον, ἢ μᾶλλον αὐτὸς ἀναπλαττέτω ὑψηλοτέραν διάνοιαν τοῖς μυθικοῖς ὀνόμασι κατακολουθῶν. δύο μέτρα τῶν ὄντων καθέστηκεν, ὀνόματα τούτοις χρόνος τε καὶ αἰών. ἀλλ' ὁ μὲν αἰών, ὁ τῶν κυρίως ὄντων πατήρ, ἐναγκαλίζεται τὰ οἰκεῖα γεννήματα καὶ οὐδὲν τούτων ἀπόλλυσιν, ἀλλὰ δεικνύει φερώνυμα, ἀθάνατα ὡς ἀληθῶς καὶ αἰώνια. ὁ δὲ χρόνος, ὃν βραχύ τι μεταποιήσαντες Κρόνον οἱ Ἕλληνες ὠνομάκασιν, οὐχ οὕτω περὶ τὰ ἔκγονα διατίθεται, ἀλλ' ἀπαναλίσκει πάντα τῇ ἑαυτοῦ φύσει· ὅσα γὰρ ἀπὸ χρόνου τὴν σύστασιν ἔχει, ταῦτα τῇ περιοχῇ τούτου συγκαταλύεται. διὰ ταῦτα καὶ τῇ Ῥέᾳ τοῦτον μιγνύουσιν οἱ σοφοί, ἥτις ἡ ῥέουσα φύσις ἐστίν, ἐπεὶ καὶ συνάμφω ταῦτα, χρόνος καὶ φύσις, καὶ ἄσχιστος ἀπ' ἀλλήλων ἡ συζυγία. Ἀλλὰ τῶν μὲν ἄλλων ἁπάντων ὁ χρόνος κρατεῖ, μόνος δὲ ὁ Ζεὺς τοῦτον ἀποδιδράσκει, εἶτα καὶ ἀνδρυνθεὶς ἀναιρεῖ. ἔστι δὲ οὗτος ὁ θεῖος ἐν ἡμῖν καὶ ζωήρρυτος λόγος, ὃς πρῶτος μέν ἐστι καὶ χρόνου καὶ φύσεως, μετὰ δὲ χρόνον καὶ φύσιν ἀνεφάνη καὶ ἡμῖν· ἀναβλύζει γὰρ ἀπὸ τῶν ψυχῶν, αἱ δὲ ψυχαὶ σὺν τοῖς σώμασι, τὰ δὲ σώματα σὺν χρόνῳ ἢ ὑπὸ χρόνον. οὐρανὸς μὲν γὰρ χρόνῳ συναπεγεννήθη καὶ φύσει, τὰ δὲ λοιπὰ τῶν σωμάτων μετὰ ταῦτα γεγόνασι. μόνος γοῦν ὁ λόγος τὴν χρονικὴν ἀποφυγγάνει τέλεον δύναμιν· καὶ τὰ μὲν ἄλλα τῷ χρόνῳ συμπαραρρέοντα θνῄσκει τε καὶ διόλλυται, μόνος δὲ ὁ λόγος ἀνθεῖ τε καὶ ἀνηβᾷ καὶ κραταιότερος γίνεται. ἐπεὶ δὲ σωματωθεῖσιν ἡμῖν παραγίνεται, μαιεύεται τοῦτον ἡ φύσις, ἔκδοτον ποιοῦσα δυνάμεσί τισιν ὑψηλοτέραις καὶ κρείττοσιν, αἳ δὴ καὶ τὸ νηπιῶδες τούτου ἐπικαλύπτουσαι, ἐπειδὰν ἀνδρυνθέντα θεάσωνται, κατὰ τοῦ πατρὸς Κρόνου ὁπλίζουσιν· ἀσθενὴς γάρ ἐστιν ἡ καθ' ἡμᾶς φύσις τὸν ἔμφυτον λόγον ἀπογεννηθέντα παρ' αὐτῆς σπαργανοῦν καὶ μαιεύεσθαι. διὰ ταῦτα αἱ μετὰ θεὸν τεταγμέναι φύσεις, παραλαβοῦσαι τοῦτον ἀπὸ τῆς ἀτελεστέρας φύσεως, τιθηνοῦνται καὶ ἀνατρέφουσιν. Ὑποτίθησι δὲ τῷ Κρόνῳ ἡ Ῥέα εἴδωλον ἀντὶ τοῦ ἀληθοῦς Διός, ὅτι διττὸς ὁ λόγος, ὁ μὲν κυρίως καὶ ὢν καὶ καλούμενος, τὸν ἔμφυτόν φημι τὸν κάτωθεν ἀπὸ τῶν κοιλάδων τῆς ψυχῆς ἀναβλύζοντα, ὁ δὲ διὰ γλώττης ῥέων ἔξω καὶ προφερόμενος, ὃς δὴ καὶ εἴδωλόν ἐστι τοῦ κυρίως Διὸς καὶ οὐδ' οὕτω μαλακός τε καὶ εὔεικτος, ὥστε ταῖς νοηταῖς σφραγίσιν ὑφίεσθαι, ἀλλὰ λιθώδης ὡσανεὶ καὶ ἀντίτυπος, οὗ δὴ καὶ μόνου ἀπογεύεσθαι ὁ χρόνος ἰσχύει. τοὺς μὲν γὰρ ἐν γράμμασι λόγους ὁ πάντα τὰ καλὰ μαραίνων χρόνος ἀπαναλίσκει, οἳ δὴ εἴδωλά εἰσι τοῦ ἐμφύτου λόγου, τοῦτον δὲ μόνον ἑλεῖν οὐ δεδύνηται, ἀλλὰ καὶ πυκνὰ πεφόβηται καὶ τὴν οἰκείαν ὑποπτεύει γονήν. ὁ δὲ ἡβήσας καὶ γεγονὼς ἑαυτοῦ γενναιότερος ἀναιρεῖ μὲν τὸν πατέρα, ὑπεράλλεται δὲ καὶ χρόνον καὶ φύσιν. νπιάζων μὲν γὰρ ὁ λόγος ὑπὸ σπαργάνοις ἐστὶ καί που καὶ κλαυθμυρίζει καὶ θηλῆς δέεται, εἰς δὲ ἥβην ἐληλυθὼς καὶ γνοὺς ὅθεν οὗ παραγέγονε, τὸν μὲν κάτω ῥέοντα μεθίησι ποταμόν, ἀναχεῖται δὲ πρὸς τὴν αἰωνίαν ζωήν. ἡ τοίνυν ἀνήβησις αὕτη χρόνου τῷ αἰνιγματιστῇ ἐνοήθη ἀναίρεσις· ἡ γάρ τοι ψυχή, αἰσθητῶν οὖσα καὶ νοητῶν σύνδεσμος καὶ ἑκατέρων ἐν μεσότητι ταχθεῖσα τῶν φύσεων, ἀμφοτέραις παρὰ μέρος προσομιλεῖ, καὶ νῦν μὲν χρόνου ἀποτίκτεται, νῦν δὲ ἀναιρεῖ τὸν γεννήσαντα. Ἀλλὰ νῦν μὲν ἀναιρούμενος ὁ Κρόνος οὔπω ἀνῄρηται· οἱ γὰρ ἀναιροῦντες αὐτὸν Ζῆνες οὔπω τοσοῦτον δεδύνηνται, ἀλλ' οἱ μὲν ὑπερπεπηδήκασι τοῦτον, ὁ δὲ ἔτι τὸν μακρὸν ἑλίττει πόλον τοῖς πράγμασιν· ἀναιρήσει δὲ τοῦτον ἐς τὸ παντελὲς ὁ θεῖος καὶ πρῶτος λόγος, ὁπότε κατὰ τὴν ἀψευδῆ αὐτοῦ ἐπαγγελίαν μετακοσμήσειν βουληθείη τὸ σύμπαν καὶ ἀπὸ κινήσεως εἰς στάσιν μετατρέψειν τὴν οὐσίαν ἡμῶν· ὁ γάρ τοι χρόνος μέτρον κινήσεως, ἧς ἀναιρεθείσης μάταιον ὁ χρόνος παρακολούθημα· τηνικαῦτα γὰρ ἔσται ὁ θεὸς κατὰ τὸν ἀπόστολον τὰ πάντα ἐν πᾶσιν, οὐρανός, ἥλιος, ἀέρος πνεῦσις, ἡ σύμπασα ζωὴ καὶ τροφή. Τοιαύτην ὁ μῦθος ὥσπερ ἀκρότομος πέτρα ἀνέδωκε τὴν πηγήν· μηδὲν οὖν παραμείβωμεν ῥᾳδίως τῶν ἐν ταῖς ὁδοῖς τῶν δέλτων κειμένων, ἀλλὰ καὶ τὴν πέτραν ὀρύττωμεν καὶ τὴν θάμνον ἀνακαθαίρωμεν, μιμούμενοι τοὺς ἐν μεσογείᾳ καθιδρυμένους, παρ' οἷς ψαφαραί τινες πέτραι καὶ εὔθρυπτοι ὑποτύφουσιν ἅλας θαυμάσιον, ὃ δὴ βραχεῖα οἷον ἐφολκὶς κατακαλύπτει, καὶ ταύτην παραξύσαντες ἀροῦσι τὸ βάθος καὶ ἀνορύττουσι, κἀντεῦθεν οὐκ ἀνάλατα αὐτοῖς τὰ πέμματα γίνεται. ἀλλ' ἐκεῖνοι μὲν Ἄμμωνι τοὺς ἅλας δὴ τούτους ἀνατιθέασιν, ἡμεῖς δὲ τὸ ἐκ τῆς πέτρας ἀναχωσθὲν θεῷ ἀναθήσομεν, παρ' οὗ πᾶν δώρημα τέλειον καταβαίνειν εἰς ἡμᾶς εἴωθεν.

Intertext edge

Open linked passage

Note