Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Opuscula logica
Michael PsellusLogi 48 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
48.1.1
Τοῦ αὐτοῦ ἐξήγησις εἰς τὸ «λίγξε βιός, νευρὴ δὲ μεγάλ' ἴαχεν» Ἔστι μὲν οὐδ' ὅπερ εἰρήκειν εὐθὺς ἐρωτηθεὶς ὑφ' ὑμῶν περὶ τοῦ Πανδαρικοῦ τόξου πόρρω τῆς ποιητικῆς ἀκριβείας καὶ τῆς τοῦ λόγου διασκευῆς, ἀλλ' ἔστι νῦν ἀκριβοῦν τι καὶ καλοῦ κάλλιον. πρὸ δὲ τῆς τῶν καθ' ἕκαστα ἐπιλύσεως, ὅπερ ἐπεπόνθειν ὕστερον τὰ ἔπη ἀναγινώσκων, ἐρῶ δὴ καὶ πρὸς φίλους ἄνδρας· τὸ γοῦν φαινόμενον καὶ κατὰ τὰς πρώτας ἐπιβολάς, τὸ μὴ ἐν τῷ τείνεσθαι τὸ τόξον λίγξαι μὲν τὸν βιόν, ἠχῆσαι δὲ τὴν νευρὰν μέγα, πηδῆσαι δὲ τὸ βέλος, ἀλλὰ μετὰ τὸ τετάσθαι τὸ κυκλοτερὲς τόξον καὶ τὴν νευρὰν καὶ τὸν βιὸν τὰς πεποιημένας ἐπιγενέσθαι φωνάς· κινουμένης γὰρ τῆς θαλάσσης καὶ ὁ φλοῖσβος καὶ ὁ ὀρυγμαδός, οὐ μὴν καὶ κινηθείσης ἤδη καὶ παυσαμένης. ἀλλὰ τοὐναντίον Ὅμηρος ποιεῖ ἐν τοῖς ἔπεσιν· ἐπεὶ δὴ– γάρ φησι– κυκλοτερὲς μέγα τόξον ἔτεινε, λίγξε βιός, νευρὴ δὲ μεγάλ' ἴαχεν, ἆλτο δ' ὀιστὸς ὀξυβελής, καθ' ὅμιλον ἐπιπτέσθαι μενεαίνων· οὐ γὰρ τεταμένου τοῦ τόξου ταῦτα ἐπιγίνεται τοῖς μέρεσι διὰ τοὺς τοξεύοντας, ἀλλὰ τεινομένου ἔτι καὶ τὴν τάσιν, ὡς ἂν εἴποι τις, πάσχοντος. Ἀλλὰ τί βούλεσθε; πότερον τὸ ἐμὸν διαλύσω ἀπόρημα ἢ πρὸς τὸ ὑμέτερον ἀπαντήσω ἐρώτημα; τοῦτο γοῦν πρότερον ποιήσας, τοῖς ἐμοῖς ὕστερον ἀφοσιώσομαι ἀπορήμασι. βιὸς γοῦν καὶ νευρὰ κατὰ μὲν τὸν ἀριθμὸν ἕν, ὥσπερ μέροψ καὶ ἄνθρωπος καὶ βροτός, καὶ λώπιον καὶ ἱμάτιον, καὶ οἷα τὰ πολυώνυμα, τῷ μέντοι γε λόγῳ διάφορα, ὥσπερ κἀν τοῖς παραδείγμασιν· ἄλλο γὰρ τῷ λόγῳ τὸ ἄνθρωπος καὶ τὸ μέροψ καὶ τὸ βροτός, εἰ καὶ τὸ ὑποκείμενον ἕν. τὸ μὲν γὰρ διὰ τὸ ἀναθρεῖν ἃ ὄπωπε, τὸ δὲ διὰ τὸ μεμολῦσθαι τῇ ἐπιμιξίᾳ τοῦ σώματος, τὸ δὲ διὰ τὸ μεμερίσθαι τὴν φωνήν. οὐ γὰρ ἅμα πάντα τοῖς ὀνόμασιν, οὐδὲ τῷ ἑνὶ ξύμπαντα, ἀλλὰ καὶ τὰ στοιχεῖα καὶ αἱ συλλαβαὶ καὶ τὰ πρώτως ἐκφωνούμενα καὶ αἱ περίοδοι, ἕκαστόν τε πολλὰ καὶ ξύμπαντα πάμπολλα καὶ ἐφ' ἑκάστῳ μυρία ἡ μερίς, ἀλλ' οὐ ξύμπαντα τὸ αὐτό. οὕτω δὲ καὶ νευρὰ καὶ βιὸς τῷ μὲν ὑποκειμένῳ ταὐτόν, τῷ δὲ λόγῳ διαφόρω ἐστόν· τὸ μὲν γὰρ παρὰ τὸ βεβιάσθαι τῷ τοξεύοντι, τὸ δὲ παρὰ τὴν ὑποκειμένην οὐσίαν. ὅθεν, εἰ μὴ τοξεύοι τις, οὐ συνέσται τῇ νευρᾷ καὶ ὁ βιός· οὐ γὰρ βιάζεται τότε τὸ νεῦρον μὴ τεινομένου τοῦ τόξου. διὰ ταῦτα γοῦν φησιν Ὅμηρος «λίγξε βιός, νευρὴ δὲ μεγάλ' ἴαχε». διὰ γοῦν τοὺς διαφόρους λόγους τοῦ ὑποκειμένου καὶ τὴν τῶν ὀνομάτων ἑτερότητα διάφορα καὶ τὰ πάθη τῶν ἀπηχήσεων καὶ οἱ λόγοι τῶν ἐκφωνήσεων· ἐκεῖ μὲν γὰρ «λίγξε», ἐνταῦθα δὲ «ἴαχε». καὶ ἄμφω μὲν ἐν τῷ τείνεσθαι, ἀλλὰ τὸ μὲν ὡς οὐσία, καὶ διὰ τοῦτο καὶ ἰαχὴ τὸ ποιῶδες ἐκφώνημα, τὸ δὲ ὡς πάθος, καὶ διὰ τοῦτο τὸ «λίγξε» συνῆπται. Ταῦτα οὖν ὑμῖν καὶ τὴν πρώτην ἡρμήνευται καὶ νῦν διηκρίβωται, δύναιτο δ' ἄν τις καὶ ἐξ ἑτέρας ἐπιβολῆς ἑτέρως τὸν λόγον διασαφῆσαι. ὅτι μὲν οὖν σοφὸς ὁ ποιητὴς οὐ τὰ ἀνθρώπινα μόνον, ἀλλὰ καὶ τὰ θεῖα καὶ τὰ δαιμόνια, οὐκ ἄν τις ἀντερεῖ τινι, ὅσον μηδὲ κἀμοί· εἰ δ' οὕτω τοῦτο ἔχοι τις ἂν εἰπεῖν ὑπὲρ τοῦ ποιητοῦ, τίς μὲν αὐτῷ ὁ Ἀπόλλων νενόηται καὶ τίνες αἱ ἐπιστῆμαι αἱ τούτῳ ἀπονεμηθεῖσαι, ὧν καλλίστη ἡ τοξική, ἵνα μὴ τὰς ἄλλας νῦν λέγω, τίς δὲ ὁ Ἀπόλλων καὶ πόθεν αὐτῷ τὸ ὄνομα, καὶ τί ποτε τῷ ποιητῇ τὸ τοξεύειν νενόηται; καὶ ἵνα μὴ περιεργότερος ὦ τοῦ δέοντος, περὶ τοῦ ὀνόματος μόνον καὶ τῆς τοξικῆς ἐπιστήμης ὑμῖν δίειμι. Ἔστιν οὖν ὁ Ἀπόλλων τῷ ποιητῇ ἢ θεός τις τῶν τῆς Ἑλληνικῆς συμμορίας ἢ ὁ φαινόμενος ἥλιος· εἴτε γὰρ οὗτος εἴτε ἐκεῖνος, Ἀπόλλωνες ἄμφω, κατὰ στέρησιν τῶν πολλῶν, τῶν ἄλλων ὑπερκαθήμενοι καὶ τῷ ἑνὶ προσπελάζοντες καὶ τῆς ἑνώσεως ὄντες ἐπάρχοντες, ἀλλ' οὐ τῆς διακρίσεως. τοῖν δέ γε ἡλίοιν ὁ μέν τίς ἐστιν ἡ φαινομένη σφαῖρα κατ' οὐρανόν, ὁ δὲ ὁ νοητὸς καὶ κρύφιος καὶ ἐν ἰδέας λόγῳ τοῦ ὁρατοῦ προκαθήμενος. καὶ εἰ περιττός τινι ὁ λόγος δοκεῖ, τῆς ἀρχαιοτέρας πυνθανέσθω φιλοσοφίας, ἀφ' ἧς οὐ μονοειδῆ τὰ πολλὰ εὕρῃ, ἀλλὰ καὶ δεκαδικὰ καὶ τετραδικὰ καὶ τοὐλάχιστον δυοειδῆ, ὥσπερ δὴ καὶ ἄνθρωπος τὸ μῖγμα καὶ τὸ μετὰ τοῦ ὀχήματος καὶ τὸ κατὰ μόνους τοὺς λόγους καὶ τὴν κατὰ τὸ θεῖον ἐπιστροφήν. Ἀρκεῖ μὲν οὖν ταῦτα εἰς τὸ τοῦ Ἀπόλλωνος ὄνομα. τοξικοὶ δὲ ἄμφω καὶ διὰ τοῦτο Φοῖβοι διωνομασμένοι τῷ ποιητῇ. καὶ τοῖς μὲν ἄλλοις τοῖς ἐξηγησαμένοις τὸν Ὅμηρον τὸν καθαρὸν τοὔνομα δοκεῖ {τὸν} βίον ἢ τὸν παραδειγματικόν, ἀπὸ τοῦ φάος εἶναι τῷ βίῳ, ἤτοι παράδειγμα καθαρότητος, Πορφυρίῳ δὲ ἐν τοῖς εἰς τὸν Ὅμηρον ἐξηγητικοῖς Φοῖβός ἐστιν ὁ τοξότης, οἷον φαόβιός τις ὤν, ὅπερ ἐστὶ λαμπρότοξος. Τί οὖν μοι τὰ πολλὰ ταῦτα λέλεκται; οὐχ ἵνα δόξω σοφός– συνείρω γάρ, νὴ τὴν ὑμετέραν ἀγάπην, καὶ κρύπτω τὰ πλείονα, καίτοι μοι ὀργώσης τῆς διανοίας ὑπὸ σώφρονι τῇ βακχείᾳ, ἵνα τι τῶν ἀπορρητοτέρων ἐρῶ–, ἀλλ' ὥστε ἐνδείξασθαι ὅτι ἢ τὸ ξύμπαν ἢ ἐκ μέρους βιὸς τῷ Ὁμήρῳ τὸ τόξον ὠνόμασται καὶ νενόηται, ἢ τὸ ἐξ ἐλέφαντος ἢ τὸ ἀπὸ τοῦ κέρατος ἢ τὸ ἀπὸ ξυληφίου τινός. εἰ οὖν καὶ κατὰ τὸν σοφὸν Πορφύριον καὶ κατὰ τὴν ἐτυμολογίαν τοῦ ὀνόματος βιὸς τὸ τόξον καὶ νοεῖται καὶ ὀνομάζεται, καλῶς δὴ τῷ ποιητῇ εἴρηται τὸ «λίγξε βιός, νευρὴ δὲ μεγάλ' ἴαχεν»· «ἐπεὶ δὴ» γάρ φησι «κυκλοτερὲς μέγα τόξον ἔτεινε, λίγξε βιός»· συνηκολούθησε γὰρ τῇ τάσει ἢ κάμψει τὸ ποιηθὲν ὄνομα τῷ σοφῷ. ὥστε πρότερον μὲν ἡμῖν ταὐτὸν ἔδοξε νευρὰ καὶ βιός, νῦν δὲ ἀδιάφορον τόξον τε καὶ βιός· ἔστι γὰρ ὁ βιὸς μέσον ἀμφοῖν, καὶ νῦν μὲν τῷ τόξῳ νενέμηται, νῦν δὲ τῇ νευρᾷ. διὰ τί; ὅτι αὐτὸ δὴ τοῦτο πάθος ἐστὶν ὁ βιός, ἢ τοῦ τόξου βιαζομένου ἐπὶ τὸ ἄναντες ἢ τῆς νευρᾶς κατὰ τὸ ἀντίθετον· ἀλλὰ τὸ μὲν «λίγξε» λεπτός τις ἦχος καὶ ἀδρανής, ἡ δὲ ἰαχὴ βαρύς τε καὶ ἔντονος. καὶ εἰκότως τῷ μὲν ἐλέφαντι ἢ τῷ κέρατι ἢ τῷ ξύλῳ, ἅτε δὴ ξηροῖς οὖσι καὶ ἀνίκμοις ἐν τῇ τάσει, τὸ «λίγξε» πεποίηται, τῇ δὲ νευρᾷ ὡς ὑγροτέρᾳ καὶ ἠχεῖν μάλιστα δυναμένῃ ἡ ἰαχή. διὰ ταῦτα «λίγξε βιός, νευρὴ δὲ μεγάλ' ἴαχεν». οὕτω γοῦν καὶ ταῖς γεράνοις κλαγγώδης ἐστὶν ἡ φωνὴ διὰ τὴν τῆς ἀρτηρίας ξηρότητα, ἐν δέ γε τοῖς κατάρροις βραγχώδης ἡμῖν διὰ τὴν καταρρεύσασαν ἐκ τῆς κεφαλῆς ἐν τῷ αὐλῶνι ὑγρότητα. τὸ μὲν οὖν τόξον οὐκ ἄν ποτε κληθείη νευρὰ οὔθ' Ὁμήρῳ οὔθ' ἑτέρῳ τινί, εἰ μὴ τετύφλωται, ἀλλ' οὐδὲ ἡ νευρὰ τόξον– τὰ γὰρ μέρη διάφορα– ὥσπερ οὐδὲ ὁ ποὺς κεφαλὴ οὔτε θάτερον θάτερον, ἀλλὰ παρὰ θάτερον ἕκαστον. τὰ δὲ πάθη ἔστιν ὅτε καὶ τῶν διαφόρων κατηγορεῖται μερῶν, καὶ τὸ συγκείμενον ὀνομασθείη ἐξ ὧν σύγκειται καὶ τὰ εἰς συνθήκην κατὰ τοῦ συντεθειμένου λεχθείη. οὕτω γοῦν καὶ ὁ βιός, ἅτε πάθος ὢν καὶ νευρᾶς καὶ τόξου, νῦν μὲν ἐπ' ἐκείνου τοῦ μέρους, νῦν δὲ ἐπὶ τούτου ὀνομάσοιτ' ἂν ἀδεῶς. Καὶ ἔστιν ὁ λόγος διασκευή τις ῥητορικὴ ἀτεχνῶς· χρᾶται γοῦν τῷ μέρει τούτῳ τοῦ διηγήματος ἐπὶ πολλοῖς μὲν καὶ ἄλλοις, μάλιστα δὲ ἐπὶ τῆς ἱεροσκοπίας καὶ τοῦ τρόπου τῶν θυομένων, ὁπότε καὶ τὴν πτῶσιν τοῦ θύματος διακριβῶται καὶ τὴν τομήν, ὅπως μὲν οὖν τούτῳ εἰρύσθη ὁ τράχηλος καὶ ὅπως ἔσφακται καὶ ὅπως ἐκδέδαρται καὶ ὅπως τὴν ὁλομέλειαν τὸ θυόμενον ἀπολώλεκε, μελεϊστὶ τῷ τέμνοντι διατυθέν, οἷς καὶ ἡ μαντῳδὸς ἐπιθήκη ἀκόλουθος καὶ τὰ ἐπὶ τούτοις. καὶ τὰ ἐπὶ τῶν θεῶν δὲ οὕτω διερμηνεύει ὀχήματα, Ἥβη δ' ἀμφ' ὀχέεσφι– λέγων– θοῶς βάλε καμπύλα κύκλα, χάλκε' ὀκτάκνημα, σιδηρέῳ ἄξονι ἀμφίς· τῶν ἤτοι χρυσέη ἴτυς ἄφθιτος, αὐτὰρ ὕπερθεν χάλκε' ἐπίσωτρα προσαρηρότα, θαῦμα ἰδέσθαι· πλῆμναι δ' ἀργύρου εἰσὶ περίδρομοι ἀμφοτέρωθεν– οὕτως ὀνομάζων τὰς χοινικίδας–· δίφρος δὲ χρυσέοισι καὶ ἀργυρέοισιν ἱμᾶσιν ἐντέταται· δοιαὶ δὲ περίδρομοι ἄντυγές εἰσι· τοῦ δ' ἐξ ἀργύρεος ῥυμὸς πέλεν· αὐτὰρ ἐπ' αὐτῷ δῆσε χρύσεον καλὸν ζυγόν, ἐν δὲ λέπαδνα κάλ' ἔβαλε χρύσεια· ὑπὸ δὲ ζυγὸν ἤγαγεν Ἥρη ἵππους ὠκύποδας, μεμαυῖα ἔριδος καὶ ἀυτῆς. καὶ τῷ Ὀδυσσεῖ δὲ τὴν ναῦν ἁρμοζόμενος αὐτὰρ ὁ– φησί– τάμνετο δοῦρα, θοῶς δὲ ἠνύετο ἔργον· εἴκοσι δ' ἔκβαλε πάντα, πελέκισεν δ' ἄρα χαλκῷ· ξέσε δ' ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνε· τόφρα δ' ἔνεικε τέρετρα Καλυψὼ δῖα θεάων· τέτρηνεν δ' ἄρα πάντα καὶ ἥρμοσεν ἀλλήλοισι· γόμφοισιν δ' ἄρα τήνδε καὶ ἁρμονίῃσιν ἔναρσε. καὶ ἵν' ὑπερβῶ τινα τῶν ἐπῶν, ἰκρία δὲ– φησί– στήσας ἀραιῶν θαμέσι σταμίνεσι ποίει· αὐτὰρ μακρῇσιν ἐπηγκενίδεσι τελευτᾷ· ἐν δ' ἱστὸν ποίει καὶ ἐπίκριον ἅρμενον αὐτῷ· ἐν δ' ὑπέρας τε κάλους τε πόδας τ' ἐνέδησεν ἐν αὐτοῖς, καὶ ὁπόσα ἄλλα τῷ ποιητῇ ἐν τῇ νεουργίᾳ λελεπτούργηται, ὥσπερ δὴ κἀν τῇ ἀσπιδοποιίᾳ. Τοῦτο δὴ αὐτῷ κἀν τῇ ἀφέσει τοῦ Πανδαρικοῦ βέλους, εἰ καὶ μὴ τοσοῦτον, ἀλλὰ γοῦν ἐκπεπόνηται. ὥσπερ γὰρ ὁ κόσμος τῷ Πλάτωνι ἀθρόον ὑπὸ θεοῦ κατεσκεύασται, εἶτ' αὖθις κατὰ μέρη διατέτμηται, καὶ νῦν μὲν αὐτῷ ἡ ὕλη ἐκπέφανται, νῦν δὲ τὸ πλημμελὲς καὶ ἄτακτον, τὰ πρόδρομα τῶν ἰχνῶν εἴδη, νῦν δὲ τὸ ἐπὶ τοῖς εἴδεσιν εἶδος, οὕτω δὴ καὶ τῷ ποιητῇ ἀθρόον μὲν πάντα, ἡ κάμψις, ἡ τάσις, τὸ «λίγξε», ἡ ἰαχή, ἡ τοῦ βέλους ἐκπήδησις· ἀλλ' αὖθις ἀναλέλυται τὸ ὁμοῦ καὶ τὸ ἓν αὐτῷ τὸ ἐξ ἑνώσεως πολλὰ γίνεται καὶ μέμικται. Ἐνταῦθα τῷ Ὁμήρῳ καὶ τὰ τῆς φιλοσοφίας καὶ τὰ τῆς τέχνης· διεσκεύασται γὰρ αὐτῷ ἡ διήγησις καλοῖς καὶ γλαφυροῖς ὀνόμασι καὶ διῄρηται φιλοσόφως ἡ ἕνωσις· καὶ ὥσπερ τὰ θεῖα οἶδεν ὀνόματα καὶ τὰ ἀνθρώπινα καὶ διαιρεῖ πολλαχοῦ τῶν ἐπῶν καὶ διερμηνεύει, τί μὲν τὸ δαιμόνιον ὄνομα, τί δὲ τὸ ἀνθρωπικόν, οὕτω δὴ καὶ τῆς ἀφώνου ὕλης ἐπίσταται τὴν ἠχώ, καὶ ὅπως μὲν φωνεῖ ἡ νευρά, ὅπως δὲ τὸ τόξον ἠχεῖ, ὅπως δὲ κυμαίνουσα θάλασσα καὶ πεύκη καὶ δρῦς, καὶ τίς θεᾶς φωνὴ λειριόεσσα, καθάπερ δὴ καὶ τἆλλα διαιρεῖν εἴωθε, τοὺς αἴθωνας καὶ ἐμπυριβήτας λέβητας, τοὺς ἀπύρους καὶ ἀνθεμόεντας, τοὺς χρηματιστὰς ἐμπόρους, τοὺς ἐπιβάτας, ὣς δὲ καὶ τοὺς ἐπηβόλους, νῦν μὲν τοὺς ἐπιτυχεῖς, νῦν δὲ τοὺς ξυνιέντας λέγων. καὶ ἵνα μὴ πάντα τὸν Ὅμηρον ἐπεισκυκλήσω τῷ λόγῳ, φιλοτιμότερον ἑρμηνεύων αὐτόν, καὶ τὸ μὲν ὑμέτερον ἐρώτημα οὕτω λέλυται, τὸ δὲ ἐμὸν διαπόρημα πῶς; πολλὰ τῶν πασχόντων οὐκ εὐθὺς τὸ τέλειον ἴσχει πάθος, ἀλλὰ μετὰ τὸ παυθῆναι τοῦ πάσχειν· οὕτω δὴ καὶ ἐπὶ τοῦ Πανδαρικοῦ τόξου μετὰ τὸ τετάσθαι καὶ «ὁ βιὸς λίγξε καὶ ἡ νευρὴ μεγάλ' ἴαχε». καὶ οὐδὲν ὑμῖν πλέον ἐρῶ, ἵν', εἰ μὲν γνοίητε, ἔχητε τὸ ζητούμενον, εἰ δ' οὖν, παρ' ἐμοῦ λήψοισθε. ἆρ' οὖν οὐχὶ καὶ παρ' ἐμοὶ τόξον ἐμπέπηκται ἐν τοῖς στήθεσι καὶ βέλος ἐκεῖθεν ἅλλεται, καὶ οὐδ' ἐπιλίγδην, ἀλλὰ κατὰ τῆς καρδίας τῶν ἐμῶν ἀκροατῶν καὶ ἀφίεται καὶ στηρίζεται, πλὴν ὅσον οὐχ αἱμάττον, ἀλλὰ καθηδῦνον; καὶ τὰ μὲν τῶν ἐμῶν βελῶν αὐτόθεν ἅλλεται κατ' ἀρρήτους ἐπιβολάς, τὰ δὲ οἷον βεβίασται ταῖς προτάσεσι καὶ τοῖς συμπεράσμασι καὶ τὸ ὅλον εἰπεῖν ταῖς ἀποδείξεσιν. Εἰ μὲν οὖν ἀρκεῖ ταῦτα, μὴ προβιβάσωμεν περαιτέρω τὸν λόγον, εἰ δ' οὖν, ἐν ἑτέρᾳ ἐπιστολῇ προσθήσομεν πλείονα· εἰ δὲ τὰ πλείω τῷ γράμματι ᾔνικται, ἀλλ' εἴη τις καὶ παρ' ὑμῖν Θεμιστοκλῆς ἀναγινώσκων τῶν χρησμῶν τὴν διάνοιαν, εἰ δ' οὖν, ἀφερμηνεύσει ταύτην ὁ Πύθιος. 49 Τοῦ Ψελλοῦ ἐπίλυσις εἰς τοὺς τῆς φιλοσοφίας τρόπουσ Οἱ φιλοσοφίας λόγων ἐρῶντες καὶ τῆς ἐκ τούτων ἡδονῆς ἄκρῳ δακτύλῳ γευσάμενοι, πάσῃ τῇ τοῦ βίου φροντίδι χαίρειν εἰπόντες, σώφρονί τινι μανίᾳ πρὸς τούτους ἐλαυνόμενοι φέρονται καὶ τῇ τῶν ὄντων ἐπιστήμῃ συντόνως ψυχαγωγοῦσιν αὐτῶν τὸν ἔρωτα· ἐπιστήμη δὲ τῶν ὄντων ἡ φιλοσοφία ἐστίν, ὡς σὺν θεῷ μαθησόμεθα. ἐπεὶ τοίνυν καὶ ἡμᾶς σοφὸς ἔρως καὶ πολλὴ προθυμία ἐπὶ τοῦτον διήλασε τὸν ἀναφαίρετον τῆς φιλοσοφίας ἀγῶνα θεῖον, μὴ τὸ παρὸν δυσχερὲς ἐπιλογιζόμενοι, ἀλλὰ πρὸς τὸ πέρας τῆς θείας αὐτῆς ἀποβλέποντες ἐπαγγελίας πάντα μόχθον ἐλάττονα αὐτῆς ἡγησώμεθα. Δοκεῖ δέ μοι μικρὸν ἀναλαβέσθαι τὴν ἐγκύκλιον ἐξήγησιν Ἀριστοτελικοῖς πειθομένῳ θεσμοῖς· ὡς γὰρ ἐν ἑκάστῳ σχεδὸν πράγματι, οὕτω πρὸ πάσης διδασκαλίας καὶ τέχνης καὶ ἐπιστήμης τέτταρά τινα δεῖ ζητεῖν· εἰ ἔστι, τί ἐστιν, ὁποῖόν τί ἐστι, καὶ διὰ τί ἐστιν. Ἐπεὶ δὲ τέχνης καὶ ἐπιστήμης ἐμνημονεύσαμεν, μάθωμεν τί τὸ διάφορον αὐτῶν. καὶ δεῖ γινώσκειν ὅτι ἡ μὲν τέχνη περὶ τὰ ὑλικὰ καὶ φθειρόμενα καὶ μὴ ἀεὶ ὡσαύτως ἔχοντα καταγίνεται, ἡ δὲ ἐπιστήμη περὶ τὰ ἄυλα καὶ ἄψευστα καὶ ἀεὶ ὡσαύτως ἔχοντα. καὶ τέχνη μέν ἐστιν ἡ γραμματική, ἡ ῥητορική, ἡ ἰατρικὴ καὶ αἱ τοιαῦται, ὡς περὶ τὰ γεώδη γινόμεναι καὶ πταιστά, ἐπιστήμη δὲ ἡ φιλοσοφία, καθὸ περὶ τῶν ὄντων καὶ ἀεὶ ὡσαύτως ἐχόντων διαλαμβάνει. διαλαβόντες οὖν περὶ διαφορᾶς τέχνης καὶ ἐπιστήμης εἴπωμεν καὶ περὶ τῶν τεττάρων ζητουμένων κεφαλαίων. Ἰστέον ὅτι εἰκότως ταῦτα ζητοῦμεν· τῶν γὰρ πραγμάτων τὰ μέν ἐστιν ἀνύπαρκτα, ὡς τραγέλαφος, σκινδαψὸς καὶ τὰ λοιπὰ ὅσα ἡ ἡμετέρα διάνοια ἀναπλάττει, τὰ δὲ ὕπαρξιν ἔχει. καὶ τούτων αὖθις τῶν ὕπαρξιν ἐχόντων τὰ μὲν ἀμφιβαλλομένην ἔχει τὴν ὕπαρξιν, ὡς ἄναστρος σφαῖρα, ὡς ἀντίποδες– ταῦτα γὰρ ἀμφιβάλλονται εἴτε εἰσὶν εἴτε οὔ–, τὰ δὲ ὁμολογουμένην, ὥσπερ ἄνθρωπος ἢ βοῦς. καὶ ἐπὶ τῶν ὕπαρξιν μὲν ἐχόντων, ἀμφιβαλλομένην δέ, ζητοῦμεν τὸ εἰ ἔστιν– ἄτοπον γὰρ ὄντως καὶ ἀμαθὲς μήπω μαθόντας εἰ ὑπαρκτικὸν τόδε ἐστὶν ἐρευνᾶν περὶ αὐτοῦ τί ἂν εἴη–, ἐπὶ δὲ τῶν ὡμολογημένην ἐχόντων τὴν ὕπαρξιν ζητοῦμεν τὸ τί ἐστι. τὸ δὲ τί ἐστιν ἢ δι' ὀνόματος ἐκφέρεται ἢ δι' ὁρισμοῦ· δι' ὀνόματος μέν, ὅταν βλέποντές τι λέγωμεν τί ἐστι καὶ λέγωμεν ὅτι ἄνθρωπός ἐστιν, δι' ὁρισμοῦ δέ, ὅταν λέγωμεν ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν. ἐπεὶ δὲ τὰ πράγματα οὐ μόνον κοινωνοῦσι κατὰ τὸ γένος, καθὸ ζῷα, ἀλλὰ καὶ διαφέρουσι, καθὸ τὰ μὲν λογικά, τὰ δὲ ἄλογα, καὶ διὰ τοῦτο ζητοῦμεν ὁποῖόν τί ἐστιν, ἵνα γνῶμεν τὰς διαφοράς· καὶ γὰρ αἱ διαφοραὶ τῷ ὅρῳ συναναφέρονται. ἰστέον δὲ ὅτι ἡνίκα τὸ τί ἐστι δι' ὀνόματος ἐκφέρεται, τότε δεῖ ζητεῖν ὁποῖόν τί ἐστιν, ἡνίκα δὲ δι' ὅρου γίνεται, τότε οὐ δεῖ ζητεῖν τὸ ὁποῖόν τί ἐστιν, ἀλλὰ διὰ τί ἐστιν. ἐπεὶ δὲ πάντα πρός τι τέλος ὁρῶσι καὶ οὐδὲν μάτην οὔτε ὁ δημιουργὸς οὔτε ἡ φύσις οὔτε ἡ τέχνη ἐπενόησε, τούτου χάριν ζητοῦμεν διὰ τί ἐστιν· οἷον διὰ τί ἐστι κλίνη; διὰ τὴν τῶν ἀνθρώπων ἀνάπαυσιν. καὶ πάλιν διὰ τί ἄνθρωπος; διὰ τὸ κοσμεῖσθαι τόδε τὸ πᾶν· καὶ γὰρ τὸ πᾶν ἀτελὲς ἦν μήπω τοῦ ἀνθρωπείου γένους παραχθέντος. Ἐπεὶ δὲ ταῦτα οὕτως ἔχει, ἐστὶ δὲ φιλοσοφία ἡμῖν τὸ προκείμενον, ἥτις παρ' ἡμῖν μὲν οὐκ ἀμφιβάλλεται, παρὰ δέ τισιν ἀνατρέπεται, ἤγουν τοῖς ἐφεκτικοῖς φιλοσόφοις, φέρε καὶ ἐπὶ ταύτης κατὰ ἀκολουθίαν τὸ εἰ ἔστι ζητήσωμεν. δείκνυμεν οὖν αὐτὴν οὖσαν τοῦτον τὸν τρόπον· εἰ ἔστι θεός, ἔστι καὶ πρόνοια· οὐ μόνον γὰρ ἔστι θεός, ἀλλὰ καὶ προνοεῖται. ἀλλὰ μὴν ἔστι θεός– μεμηνότων γάρ ἐστι τὸ λέγειν ὅτι οὐκ ἔστι θεός–, δηλονότι ἔστι καὶ πρόνοια. εἰ δὲ ἔστι πρόνοια, δηλονότι καὶ σοφία ἔστι δι' ἧς προνοεῖται ὁ θεός· οὐ γὰρ ἀλόγως προνοεῖται οὐδ' ἄνευ σοφίας. εἰ δ' ἔστι σοφία, δηλονότι ἔστι καὶ ἔφεσις αὐτῆς καὶ ἐπιθυμία· πᾶς γὰρ τοῦ ἀγαθοῦ ἐφίεται, ὅθεν ἀγαθὸν λέγεται παρὰ τὸ ἄγαν θέειν ἡμᾶς ἐπ' αὐτό. εἰ δὲ ἔστιν ἔφεσις καὶ ἐπιθυμία αὐτῆς, δηλονότι φιλοσοφία ἔστιν· οὐδὲν γάρ ἐστιν ἕτερον φιλοσοφία εἰ μὴ φιλία σοφίας, ὡς ὁ Πυθαγόρας ὡρίζετο. δέδεικται τοίνυν ὅτι ἔστι φιλοσοφία. Ἀλλ' ἐπειδὴ τὸν ὁρισμὸν τῆς φιλοσοφίας γνῶναι οὐ δυνατὸν τοῦ ἁπλῶς ὁρισμοῦ ἀγνοουμένου, ὥσπερ οὐδὲ τὸ γράφειν καλῶς αὐτὸ τὸ γράφειν μὴ ἐπιστάμενον, τέσσαρα δεῖ ζητεῖν περὶ ὁρισμοῦ, πρῶτον μὲν τί ἐστιν ὁρισμός, δεύτερον δὲ πόθεν εἴρηται ὁρισμός, τρίτον τί διαφέρει ὁρισμὸς ὅρου, τέταρτον πόθεν λαμβάνεται πᾶς ὁρισμός. Ὁρισμὸς τοίνυν ἐστὶ λόγος σύντομος δηλωτικὸς τῆς ἑκάστου φύσεως. καὶ «λόγος» μὲν εἴρηται διὰ τὸ ὄνομα, ἐπεὶ καὶ αὐτὸ φύσιν δηλοῖ, τὸ δὲ «σύντομος» πρόκειται διὰ τὰ ἀποτάδην λεγόμενα ῥητορικὰ καὶ ἰατρικὰ προβλήματα, τὸ δὲ «τῆς ἑκάστου φύσεως δηλωτικὸς» διὰ τὰς ὑπογραφάς· αἱ γὰρ ὑπογραφαὶ οὐ τὴν ἑκάστου φύσιν δηλοῦσιν, ἀλλὰ τὸ συμβαῖνον ἑκάστῳ, οἱ δὲ ὁρισμοὶ ἐκ τῶν κατ' οὐσίαν λαμβάνονται· διὸ τὴν ἑκάστου φύσιν δηλοῦσι. Τὸ δὲ πόθεν εἴρηται ὁρισμὸς τοιοῦτόν ἐστιν· ὥσπερ ἐκ μεταφορᾶς τῶν ὁροθεσίων τῆς γῆς ἐπεδήλωσαν πρὸς δήλωσιν τῶν τόπων, τὸν αὐτὸν τρόπον καὶ οἱ ἐξηγηταὶ τὸν τῆς φύσεως ὁρισμὸν τοῦ δικαίου καὶ τῆς ἀντιστροφῆς στοχαζόμενοι οὔτε ἐλλείπειν οὔτε πλεονάζειν ἐθέλουσιν, ἀλλ' ἀφορίζουσί τε τὸ ὑποκείμενον καὶ τὸ διακεκριμένον φυλάττουσιν. Διαφέρει δὲ ὁρισμὸς ὅρου ἔν τε τῷ καθολικῷ καὶ τῷ μερικῷ. ὁ μὲν ὁρισμὸς μερικώτερός ἐστιν, ὁ δὲ ὅρος καθολικώτερος. Λαμβάνεται τοίνυν πᾶς ὁρισμὸς ἢ ἐκ τοῦ ὑποκειμένου ἢ ἐκ τοῦ τέλους ἢ ἐκ τοῦ συναμφοτέρου· πᾶσα γὰρ τέχνη καὶ ἐπιστήμη ἔχει ὑποκείμενον, ἔχει καὶ τέλος, καὶ ὑποκείμενον μὲν περὶ ὃ καταγίνεται, τέλος δὲ ὃ ποιῆσαι προτίθεται. τῇ μὲν γὰρ ἰατρικῇ ὑπόκειται τὰ ἀνθρώπινα σώματα, τέλος δ' ἔχει τὴν ὑγείαν, τῇ δὲ ῥητορικῇ ὑπόκειται τὰ ἰδιωτικὰ καὶ πολιτικὰ προβλήματα, τέλος δὲ ταύτης τὸ πεῖσαι, τῇ δὲ γραμματικῇ ὑπόκεινται πᾶσαι αἱ Ἑλληνίδες φωναί, τέλος δὲ αὐτῆς τὸ μηδέποτε ἁμαρτάνειν περὶ αὐτάς. εἰ οὖν πᾶσα τέχνη καὶ ἐπιστήμη καὶ ὑποκείμενον ἔχει καὶ τέλος, εἰκότως καὶ οἱ ὁρισμοὶ ἢ ἐξ ἑνὸς τῶν δύο ἢ ἐκ τοῦ συναμφοτέρου λαμβάνονται· ἐκ τοῦ ὑποκειμένου μέν, ὡς ὅταν εἴπω «ἰατρική ἐστι τέχνη περὶ τὰ ἀνθρώπινα σώματα καταγινομένη», ἐκ τοῦ τέλους δέ, ὡς ὅταν εἴπω «ἰατρική ἐστι τέχνη ὑγείας περιποιητική». Δείκνυται οὖν ὅτι οἱ ὁρισμοὶ ἐκ τριῶν συλλαμβάνονται, ἐκ τοῦ ὑποκειμένου, ἐκ τοῦ τέλους καὶ ἐκ τῶν συναμφοτέρων. φέρε οὖν μάθωμεν τί ὑπόκειται τῇ φιλοσοφίᾳ καὶ τί τὸ τέλος αὐτῆς καὶ πῶς ἐκ τούτων γνωρίζεται. δεῖ οὖν εἰδέναι ὅτι πάντα τὰ ὄντα ὑπόκειται τῇ φιλοσοφίᾳ, διὸ καὶ γνῶσίς ἐστιν, ὡς μόνη πάντα γινώσκουσα· αἱ μὲν γὰρ ἄλλαι τέχναι καὶ ἐπιστῆμαι περὶ ἓν καταγινόμεναι ἓν μέν τι γινώσκουσι, πολλὰ δὲ ἀγνοοῦσι, καὶ μᾶλλον ἄγνοιαί εἰσιν παρὸ γνώσεις· ἡ δὲ φιλοσοφία μᾶλλον γνῶσίς ἐστιν ὡς πάντα τὰ ὄντα ἐπαγγελλομένη εἰδέναι. τέλος δὲ τῆς φιλοσοφίας τὸ διὰ τῆς γνώσεως τῶν ὄντων θεὸν ἐπὶ γῆς δεῖξαι τὸν ἄνθρωπον καὶ τοιοῦτον οἷον τὸν Λυκοῦργον ἡ Πυθία προσεῖπεν· ἤλυθες, ὦ Λυκόεργε, ἐμὸν ποτὶ πίονα νηόν, δίζων εἴ σε θεὸν μαντεύσομαι ἠὲ καὶ ἄνδρα. Ἐπεὶ οὖν ἔγνωμεν τί τὸ τέλος τῆς φιλοσοφίας καὶ τί τὸ ὑποκείμενον, φέρε εἴπωμεν καὶ πῶς ἐκ τούτων ὁρίζεται. δεῖ οὖν εἰδέναι ὅτι οἱ τῆς φιλοσοφίας ὅροι ἕξ εἰσι, δύο ἐκ τοῦ ὑποκειμένου καὶ δύο ἐκ τοῦ τέλους, εἷς ἐκ τῆς ὑπεροχῆς καὶ εἷς ἐκ τῆς ἐτυμολογίας. ἡ δὲ τάξις αὐτῶν ἐστιν αὕτη κατὰ σύνθεσιν· πρῶτος ὁ λέγων «φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων ᾗ ὄντα ἐστίν», δεύτερος ὁ λέγων «γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων», τρίτος ὁ λέγων «μελέτη θανάτου», τέταρτος ὁ λέγων «ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ», πέμπτος ὁ ἐκ τῆς ὑπεροχῆς ὁ λέγων «τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν», ἕκτος ὁ ἐκ τῆς ἐτυμολογίας ὁ λέγων «φιλία σοφίας». αὕτη μέν ἐστιν ἡ τάξις τῶν ὁρισμῶν τῆς φιλοσοφίας. Εἴπωμεν δὲ καὶ τίνες ἐφεῦρον αὐτούς. ἰστέον δὲ ὅτι τὸν ἐκ τῆς ἐτυμολογίας τὸν ἕκτον καὶ τοὺς δύο τοὺς ἐκ τοῦ ὑποκειμένου ὁ Πυθαγόρας εἶπε, τοὺς δὲ δύο τοὺς ἐκ τοῦ τέλους ὁ Πλάτων, τὸν μὲν ἐν Θεαιτήτῳ τὸν λέγοντα «ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ», τὸν δὲ ἐν Φαίδωνι τὸν λέγοντα «μελέτη θανάτου», τὸν δὲ ἐκ τῆς ὑπεροχῆς Ἀριστοτέλης. Ἐφ' οἷς ἀποροῦσι διὰ τί τοσοῦτοί εἰσι τῆς φιλοσοφίας ὁρισμοὶ καὶ μήτε πλείους μήτε ἐλάττους. καὶ ἔστιν εἰπεῖν· εἰσί τινα ὑφεστηκότα μέν, μὴ ὀνομαζόμενα δέ, ὡς ἐπὶ τῶν ἐν τῷ βυθῷ ὄντων ἅτινα εἰσὶ μέν, οὐκ ὀνομαζόμενα δὲ διὰ τὸ μὴ γινώσκεσθαι παρ' ἡμῶν. καὶ πάλιν εἰσί τινα ὀνομαζόμενα μέν, μὴ ὑφεστηκότα δέ, ὡς ἐπὶ τοῦ ἱπποκενταύρου· τοῦτο μὲν ὀνομάζεται, οὐχ ὑφέστηκε δέ. καὶ πάλιν εἰσί τινα ὀνομαζόμενα καὶ ὑφεστηκότα, ὡς ὁ ἄνθρωπος καὶ αἱ τέχναι. ἡ φιλοσοφία γοῦν καὶ ὀνομάζεται καὶ ὑφέστηκε καὶ ἐν πρώτοις ἔχει τὴν ὕπαρξιν· πασῶν γὰρ τεχνῶν καὶ ἐπιστημῶν ὑπερέχει καὶ μήτηρ ἐστὶ πασῶν. καὶ ἐπεὶ γὰρ ὀνομάζεται, ἔχει ἐκ τοῦ ὀνόματος τὸν ὅρον τὸν λέγοντα «φιλοσοφία ἐστὶ φιλία σοφίας», ἐπεὶ δὲ καὶ ἐν πρώτοις ἔχει τὴν ὕπαρξιν, ἔχει καὶ ἐκ τῆς ὑπεροχῆς τὸν ὅρον τὸν λέγοντα «τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν». ἐπεὶ δὲ ὑφέστηκεν, ἔχει καὶ ὑποκείμενον, ἔχει καὶ τέλος, καὶ ἑκάτερον τούτων διττόν· ἔχει γὰρ καὶ προσεχὲς ὑποκείμενον, ἔχει καὶ πόρρω ὑποκείμενον. ἀλλ' ἵνα σαφὲς γένηται, γνωρίσεις ἐπὶ τῆς ναυπηγικῆς τὸ προσεχὲς ὑποκείμενον τὰ ἁπλῶς ξύλα, πόρρω δὲ ὑποκείμενον τὰ πρὸς τρόπιν ἢ πηδάλιον ἐπιτήδεια, καὶ πάλιν προσεχὲς μὲν ἔχει τέλος τὸ ποιῆσαι ἁπλῶς ναῦν, πόρρω δὲ τὸ ποιῆσαι τοιάνδε ναῦν, ἢ δρόμονα ἢ λύχνον. οὕτως οὖν καὶ ἡ φιλοσοφία ἔχει καὶ ὑποκείμενον καὶ τέλος, καὶ ἑκάτερον τούτων διττόν, προσεχὲς καὶ πόρρω. προσεχὲς μὲν ὑποκείμενον ἔχει τὰ ἁπλῶς ὄντα, πόρρω δὲ ὑποκείμενον τὰ τοιῶσδε ὄντα, οἷον τὰ θεῖα καὶ ἀνθρώπινα πράγματα. καὶ πάλιν προσεχὲς μὲν τέλος ἔχει τὸ μελετᾶν τὸν θάνατον, πόρρω δὲ τὸ διὰ τούτου ὁμοιοῦσθαι τῷ θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ. Ἐπεὶ οὖν ταῦθ' οὕτως ἔχει, φέρε καὶ τοὺς ὅρους αὐτοὺς σαφηνίσωμεν κατὰ λέξιν. ἰστέον δὲ ὅτι ὁ μὲν πρῶτος ὅρος ἐστὶν ὁ ἐκ τοῦ καθόλου ὑποκειμένου λαμβανόμενος καὶ εἰς Πυθαγόραν ἀναγόμενος ὁ λέγων ὅτι φιλοσοφία ἐστὶ «γνῶσις τῶν ὄντων ᾗ ὄντα εἰσί». καὶ δεῖ γινώσκειν ὅτι ἀντὶ μὲν γένους εἴληπται τὸ «γνῶσις». καὶ γὰρ ἡ γνῶσις κοινότερόν ἐστιν. ἔστι γὰρ γνῶσις καθολικὴ καὶ γνῶσις μερική, καὶ πάλιν γνῶσις μετ' αἰτίας καὶ γνώσις ἄνευ αἰτίας, ὡς ἡ κατ' ἐμπειρίαν γνῶσις. αἱ δὲ λοιπαὶ λέξεις ἀντὶ συστατικῶν διαφορῶν λαμβάνονται, διαχωρίζουσαι τὴν φιλοσοφίαν ἀπό τε τῶν τεχνῶν καὶ τῶν ἄλλων. καὶ γὰρ αἱ μὲν ἄλλαι τέχναι καὶ ἐπιστῆμαι οὐ πάντων τῶν ὄντων εἰσὶ γνώσεις, ἀλλὰ τινῶν ὄντων, οἷον ἡ ἀστρονομία περὶ μόνους τοὺς ἀστέρας καταγίνεται, ἡ ἰατρικὴ περὶ μόνα τὰ ἀνθρώπινα σώματα καὶ ἡ τεκτονικὴ περὶ μόνα τὰ ξύλα. ἡ φιλοσοφία δὲ περὶ πάντα καταγίνεται καὶ τῶν ὄντων πάντων γνῶσις. διὸ καὶ μετὰ τοῦ ἄρθρου εἶπε «γνῶσις τῶν ὄντων», ἵνα δηλώσῃ ὅτι πάντων τῶν ὄντων ἐστὶν ἡ φιλοσοφία γνῶσις καὶ οὐ τινῶν ὄντων. τὸ δὲ «ᾗ ὄντα» προσέθηκεν, ἵνα δηλώσῃ πῶς γινώσκει ἡ φιλοσοφία πάντα τὰ ὄντα, τουτέστιν οὐ γινώσκει αὐτὰ κατὰ τὸ ποσόν· οὐ γὰρ γινώσκει πόσοι ἄνθρωποί εἰσιν ἢ ἵπποι ἢ λέοντες, ἀλλὰ τὴν φύσιν αὐτῶν γινώσκει. τοῦτο οὖν βούλεται δηλοῦν τὸ «γνῶσις τῶν ὄντων ᾗ ὄντα εἰσίν», ἀντὶ τοῦ καθό εἰσι καὶ ὅπως ἔχουσι φύσεως. Ὁ δὲ δεύτερος ὅρος ἐστὶν ὁ ἐκ τοῦ μερικοῦ ὑποκειμένου λαμβανόμενος καὶ εἰς Πυθαγόραν καὶ αὐτὸς ἀναφερόμενος ὁ λέγων ὅτι φιλοσοφία ἐστὶ «γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων». καὶ ἡ μὲν γνῶσις κἀνταῦθα ἀντὶ γένους εἴληπται, αἱ δὲ λοιπαὶ λέξεις ἀντὶ συστατικῶν διαφορῶν· καὶ γὰρ ἡ φιλοσοφία περὶ τὰ θεῖά τε καὶ ἀνθρώπινα καταγίνεται πράγματα καὶ οὔτε τῶν θείων καταφρονεῖ διὰ τὸ περὶ τὰ ἀνθρώπινα καταγίνεσθαι οὔτε τῶν ἀνθρωπίνων ὀλιγωρεῖ διὰ τὸ περὶ τὰ θεῖα ἀσχολεῖσθαι, ἀλλὰ τῶν μὲν θείων ἐφίεται ὡς μαθητιῶσα, τὰ δὲ ἀνθρώπινα κοσμεῖ ἐπὶ τὸ τέλειον αὐτὰ ἀνάγουσα. ἑκάτερος δὲ τῶν μνημονευθέντων ὅρων καὶ νικᾷ τὸν ἕτερον καὶ νικᾶται ὑπὸ τοῦ ἑτέρου. ὁ μὲν πρῶτος νικᾷ τὸν δεύτερον ἐν τῇ ἀκριβείᾳ· ἐδήλωσε γὰρ πῶς γινώσκει τὰ ὄντα διὰ τῆς προσθήκης «ᾗ ὄντα εἰσίν». ὁ δὲ δεύτερος νικᾷ τὸν πρῶτον ἐν τῇ σαφηνείᾳ διὰ τοῦ εἰπεῖν «γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων». Τρίτος ὅρος ἐστὶν ὁ ἀπὸ τοῦ προσεχοῦς τέλους ὁ λέγων «φιλοσοφία ἐστὶ μελέτη θανάτου»· οὕτω γὰρ ὁρίζεται αὐτὴν ὁ Πλάτων ἐν τῷ Φαίδωνι, δι' ὧν φησι «κινδυνεύουσιν ὅσοι ἄλλως ἁπτόμενοι φιλοσοφίας λεληθέναι σφᾶς τε αὐτοὺς καὶ τοὺς ἄλλους οὐδὲν ἕτερον μελετῶντας ἢ θνήσκειν καὶ τεθνάναι». θάνατον δὲ τὴν νέκρωσιν τῶν παθῶν ἐκληπτέον. ἀλλὰ ταῦτα μὲν οὕτως. Ἄνεισι δὲ ὁ Πλάτων ἐντεῦθεν καὶ ἐπὶ τὸ πόρρω τῆς φιλοσοφίας τέλος, καὶ οὐχ ἁπλῶς ἐπὶ πόρρω, ἀλλ' ἐπὶ τὸ πορρώτερον καὶ οὗ ἐπέκεινα οὐκ ἔστιν ἀνελθεῖν· ὁρίζεται γὰρ τὴν φιλοσοφίαν «ὁμοίωσιν θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ». οὗ τί μακαριώτερον ἐν τῷ βίῳ τέλος πρέπον; ὅτι δὲ ὁ φιλόσοφος ὅμοιός ἐστι θεῷ, δῆλον ἐντεῦθεν· καὶ γὰρ τρισὶ τὸ θεῖον παρὰ τοῖς ποιηταῖς χαρακτηρίζεται, τῷ ἀγαθῷ, τῷ γνωστικῷ καὶ τῷ δυνατῷ. οὕτω καὶ ὁ τέλειος φιλόσοφος τοῖς τρισὶ τούτοις χαρακτηρίζεται· τῷ μὲν ἀγαθῷ ὅτι, ὥσπερ τὸ θεῖον πάντων προνοεῖται, οὕτω καὶ ὁ τέλειος φιλόσοφος τῶν ἀτελῶν ψυχῶν προνοεῖται, ἐπὶ τὸ τέλειον μετάγων αὐτὰς διὰ τῆς γνώσεως· τῷ δὲ γνωστικῷ ὅτι, ὥσπερ τὸ θεῖον πάντα γινώσκει, οὕτω καὶ ὁ τέλειος φιλόσοφος τὰς αἰτίας πάντων γινώσκειν ἐπαγγέλλεται· τῷ δὲ δυνατῷ ὅτι, ὥσπερ τὸ θεῖον ὅσα βούλεται δύναται, οὕτω καὶ ὁ τέλειος φιλόσοφος ὅσα βούλεται δύναται. ἐφ' οἷς καὶ ὁ τέταρτος ὅρος ἕπεται. Μετὰ γοῦν τὸν Πλάτωνα καὶ τὸν Πυθαγόραν διχῶς ὁρισαμένους τὴν φιλοσοφίαν ἔρχεται ὁ Σταγειρίτης σοφὸς Ἀριστοτέλης καὶ ὁρίζεται αὐτήν, οὐ μικρόν τι φρονῶν, ἀλλὰ μέγα καὶ ἐπηρμένον φυσῶν, ὡς ἐκ τῆς ὑπεροχῆς αὐτὴν ὁρισάμενος, εἰπὼν «φιλοσοφία ἐστὶ τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν». ὥσπερ γὰρ ἄρχοντα ἀρχόντων λέγοντες τὸν βασιλέα δηλοῦμεν, οὕτω καὶ «τέχνη τεχνῶν» λέγοντες τὴν φιλοσοφίαν νοοῦμεν. πασῶν γὰρ τῶν τεχνῶν ἡ φιλοσοφία τὰς αἰτίας δίδωσι, τὰς ἀρχὰς καθότι ἐπίσταται· ὥσπερ γὰρ ἡ γραμματικὴ οἶδε μὲν ὅτι τὸ ˉη καὶ τὸ ˉω μέγα μακρά εἰσι, τὰς δὲ αἰτίας τούτων ἀγνοοῦσα τῇ μουσικῇ παραπέμπει· ἡ ἰατρικὴ οἶδεν ὅτι ἐκ τεσσάρων στοιχείων σύγκεινται τὰ ἀνθρώπινα σώματα, τὴν δὲ αἰτίαν τῷ φυσικῷ φιλοσόφῳ παραπέμπει, καὶ ἑξῆς αἱ ἄλλαι. ὥστε μόνη πασῶν ἡ φιλοσοφία ὑπέρκειται καὶ τὸν τῆς ὑπεροχῆς ὅρον ἐντεῦθεν εἰλήφει καλῶς. Οὗ δή πως ἱκανῶς τεθεωρουμένου ἀρχὴ καὶ πέρας ἡμῖν ὁ Πυθαγόρας γινέσθω, ἀρχὴ μὲν ὅτι ὁ αὐτοῦ ὅρος ἐν τῇ ἀρχῇ προῆλθεν ὁ λέγων «γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων», πέρας δὲ διότι κἀνταῦθα πάλιν ὁ αὐτοῦ ὅρος ἐν τῷ πέρατι προῆλθεν ὁ λέγων «φιλοσοφία ἐστὶ φιλία σοφίας», ἐκ τῆς ἐτυμολογίας ληφθεὶς καὶ τελευταῖος ταχθείς. Ἰστέον οὖν ὅτι διὰ τοῦτό ἐστιν ἡ φιλοσοφία, διὰ τὸ κοσμεῖν τὰς τῶν ἀνθρώπων ψυχὰς καὶ τὰ σώματα καὶ διὰ τὸ ἐκ τοῦ ἀχλυώδους καὶ ὑλώδους τούτου βίου μεταφέρειν τὴν ψυχὴν ἐπὶ τὰ θεῖα καὶ ἄυλα. Δειχθέντων τοίνυν ἀρκούντως τῶν τεσσάρων διαιρετικῶν προβλημάτων, τοῦ εἰ ἔστι, φημι, τί ἐστιν, ὁποῖόν τί ἐστι καὶ διὰ τί ἐστιν– εἴρηται δὲ καὶ περὶ τῶν ἓξ κεφαλαίων τοῦ λόγου– ἄξιον ζητῆσαι αὐτὰ καὶ ἐπὶ τοῦ παρόντος συγγράμματος. καὶ πρῶτον περὶ τοῦ σκοποῦ διαλάβωμεν. ἰστέον ὅτι ἐνταῦθα σκοπὸν ἔχει ὁ Πορφύριος περὶ τῶν πέντε φωνῶν διαλαβεῖν καὶ πᾶσαν φωνὴν ὑπὸ ταύτας ἀνάξαι τὰς πέντε. ὥσπερ γὰρ ἡ γραμματικὴ τέχνη ἐπενόησε τὰ ὀκτὼ μέρη τοῦ λόγου εἰς ἃ πᾶσα λέξις ἀνάγεται, καὶ ὥσπερ ἡ ῥητορικὴ τὰς δεκατρεῖς στάσεις ὑφ' ἃς πᾶν πολιτικὸν ἀνάγεται ζήτημα, καὶ ὥσπερ ὁ Ἀριστοτέλης τὰς δέκα κατηγορίας ὑφ' ἃς πάντα τὰ ὄντα ἀνάγεται, οὕτω καὶ πᾶσα φωνὴ ἐπὶ τὴν φιλοσοφίαν οὖσα ὑπὸ τὰς πέντε φωνὰς ταύτας ἀνάγεται· ἢ γὰρ γένος ἐστὶν ἢ εἶδος ἢ διαφορὰ ἢ ἴδιον ἢ συμβεβηκός. Ἰστέον δὲ ὅτι τὸ χρήσιμον τοῦ παρόντος συγγράμματος τριττόν ἐστιν· χρησιμεύει γὰρ εἰς τὰς δέκα κατηγορίας τοῦ Ἀριστοτέλους, ἐπειδὴ ἐν αὐταῖς περὶ τῶν γενικωτάτων γενῶν διδάσκοντος ἡμᾶς τοῦ Ἀριστοτέλους ὁ Πορφύριος δείκνυσιν ἡμῖν, τί μέν ἐστι γενικώτατον γένος, τί εἶδος, καὶ τὰ λοιπά. χρησιμεύει καὶ εἰς πᾶσαν τὴν φιλοσοφίαν καὶ εἰς τὰς διαλεκτικὰς μεθόδους. εἰς πᾶσαν δὲ τὴν φιλοσοφίαν εἰσὶν αἱ δέκα κατηγορίαι καὶ αἱ πέντε φωναί, ἃς ἡμεῖς σὺν θεῷ ὑποδείξομεν ἐν συνόψει, καὶ συντετμημένως τὸν λόγον ποιήσομεν, τὸ βαθὺ καὶ πολύλογον παρεάσαντες ἀνακουφίζοντές τε τῆς γνώσεως τὴν ἀσθένειαν. 50 Σύνοψις τῶν πέντε φωνῶν καὶ τῶν δέκα κατηγοριῶν τῆς φιλοσοφίασ Οἱ παλαιοὶ ἰδόντες τὰ ἄτομα ὅτι εἰσὶν ἄπειρα καὶ τὸ πλῆθος, ὅμοια δέ, ἔταξαν καὶ ὠνόμασαν αὐτὰ ἓν εἶδος, ἤγουν τοὺς κατὰ μέρος ἀνθρώπους ἅπαντας ἓν εἶδος ὠνόμασαν ἤτοι τὴν ἀνθρωπείαν φύσιν, κἂν πολλοί εἰσιν ἄνθρωποι οἱ κατὰ μέρος, οἷον ὁ Πέτρος, ὁ Παῦλος, ὁ Ἰωάννης καὶ οἱ λοιποί, ἀλλ' ἕν εἰσιν εἶδος καὶ κοινῶς καλοῦνται πάντες ἄνθρωποι. τοῦτο οὖν καλεῖται εἶδος εἰδικώτατον, ὡσαύτως καὶ πάντες οἱ ἵπποι εἶδος καὶ τἆλλα πάντα ὡσαύτως. συναγαγόντες δὲ πάντα τὰ τοιαῦτα εἴδη, οἷον τὸν ἄνθρωπον, τὸν ἵππον, τὸν κύνα καὶ τὰ λοιπά, καὶ ἀναγαγόντες ὠνόμασαν αὐτὰ εἰς τὴν τοῦ ζῴου φωνήν, καὶ τὸ ζῷον ὠμόμασαν γένος. ἐπεὶ δὲ τῶν ζῴων αὐτῶν τὸ μέν ἐστι λογικόν, τὸ δὲ ἄλογον, τὰς τοιαύτας ἐναλλαγὰς ἐκάλεσαν διαφοράς. θεασάμενοι δὲ καὶ εἰς τὸ καθ' ἓν ἕκαστον τῶν εἰδῶν ἴδιόν τι γεγενημένον, τοῦτο ἐκάλεσαν ἴδιον, οἷον τὸ γελᾶν ἐπ' ἀνθρώπῳ μόνῳ ἐστίν. ὁρῶντες δὲ ὅτι καί τινα συμπίπτει ἐκ τῶν ἔξωθεν τοῖς ἀτόμοις, ἐκάλεσαν ταῦτα συμβεβηκότα. εἰσὶν οὖν ἅμα πέντε ἅτινα καὶ φωναὶ ὀνομάζονται, γένος, εἶδος, διαφορά, ἴδιον καὶ συμβεβηκός. Ὅρος τούτων καὶ λύσις. ὅρος ἐστὶ λόγος σύντομος δηλωτικὸς τῆς ὑποκειμένης οὐσίας τοῦ πράγματος. Περὶ γένους. γένος ἐστὶ τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον, οἷον τὸ ζῷον γένος ἐστὶ καὶ τέμνεται εἰς δύο εἴδη, ἤγουν εἰς λογικὸν καὶ ἄλογον, καὶ πάλιν τὸ λογικὸν γένος τέμνεται εἰς δύο εἴδη, ἤγουν εἰς θνητὸν καὶ ἀθάνατον. καὶ τὸ θνητὸν γένος ὅπερ ἐστὶν ὁ ἄνθρωπος οὐκ ἔχει τομὴν ἄλλου εἴδους καὶ καλεῖται εἶδος εἰδικώτατον. ἰστέον δὲ ὅτι τὰ μὲν ἐπάνω τῶν εἰδῶν λέγονται γένη, τὰ δὲ ὑποκάτω τῶν γενῶν λέγονται εἴδη. τὸ δὲ γένος τριχῶς λέγεται· ἀπὸ τοῦ τεκόντος, ὡς φέρε εἰπεῖν ἀπὸ τοῦ Ἰσραὴλ λέγονται Ἰσραηλῖται· δεύτερον ἀπὸ τῆς πατρίδος, ὥσπερ οἱ ἀπὸ Ἱερουσαλὴμ λέγονται Ἱεροσολυμῖται· τρίτον ὅπερ τέμνεται εἰς εἴδη· περὶ τούτου δὲ παρὰ τοῖς φιλοσόφοις ὁ λόγος. Περὶ εἴδους. εἶδός ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορούμενον, οἷον εἶδός ἐστιν ὁ ἄνθρωπος καὶ τέμνεται εἰς Πέτρον, Παῦλον, Ἰωάννην καὶ τοὺς λοιποὺς κατὰ μέρος ἀνθρώπους, οἵτινες τῷ ἀριθμῷ διαφέρουσι. καλεῖται δὲ ὁ καθ' ἕκαστα ἄνρωπος ἄτομον καὶ πρόσωπον καὶ ὑπόστασις, οἷον σὺ ὁ βασιλεὺς Ἰωάννης ἄτομον εἷς ἢ πρόσωπον ἢ ὑπόστασις, ὡσαύτως κἀγὼ κἀκεῖνος καὶ πάντες οἱ κατὰ μέρος ἄνθρωποι. τὸ δὲ εἶδος διχῶς λέγομεν, τὴν μορφὴν τοῦ καθ' ἕκαστα ἀνθρώπου, ὥσπερ ὅταν εἴποι τις «πρῶτον εἶδος ἄξιον τυραννίδος», καὶ ὅπερ τέμνεται ἐκ τοῦ γένους, καθὼς εἴρηται. περὶ τούτου παρὰ τοῖς φιλοσόφοις ὁ λόγος. Περὶ διαφορᾶς. διαφορά ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορούμενον, οἷον διαφέρει τὸ λογικὸν καὶ τὸ ἄλογον καθὸ τὸ μὲν λογικὸν ἔχει λόγον, τὸ δὲ ἄλογον οὐκ ἔχει. καὶ ἄλλως διαφέρομεν ἀλλήλων οἱ ἄνθρωποι κατὰ τὰ χαρακτηριστικὰ ἰδιώματα, ὡς φέρε εἰπεῖν «ἡ βασιλεία σού ἐστι λευκός, φοινικοπάρειος, εὐπώγων, εὐόφθαλμος, ἐγὼ δέ εἰμι ὠχρός, δασυπώγων, μικρόφθαλμος». καὶ λοιπὸν διαφέρομεν ἀλλήλων κατὰ τὰ χαρακτηριστικὰ ἰδιώματα τῶν προσώπων, καὶ αὕτη ἐστὶν ἡ διαφορά. διαφέρομεν δὲ καὶ ἄλλως, ὅπερ κοινόν ἐστιν ἐμοί τε καὶ σοὶ καὶ παντὶ τῷ εἴδει. ἔστιν οὖν ἡ διαφορὰ τριττή, κοινῶς τε καὶ ἰδίως καὶ ἰδιαίτατα. κοινῶς μὲν οἷον «δύναμαι ἐγὼ καθῆσθαι καὶ σὺ ἵστασθαι καὶ αὖθις ἐγὼ ἵστασθαι καὶ σὺ καθῆσθαι». κοινὸν δὲ ἄρα καὶ ἐμοὶ καὶ σοὶ καὶ πᾶσιν ἀνθρώποις τὸ καθῆσθαι, τὸ ἵστασθαι, τὸ γρηγορεῖν, καὶ ὅπερ ἐγὼ ποιῶ δύνασαι καὶ σὺ ποιεῖν καὶ ὅπερ σὺ ποιεῖς δύναμαι καὶ ἐγὼ ποιεῖν. ἡ δὲ ἰδίως διαφορὰ οὐκ ἔστιν ἐμοὶ καὶ σοὶ καὶ πᾶσιν ἀνθρώποις, ἀλλ' «ὅπερ ἔχω ἐγώ, σὺ οὐκ ἔχεις». καὶ αὕτη ἐστὶν ἡ ἰδίως διαφορά. ἡ δὲ ἰδιαίτατος διαφορὰ διαφέρει κατὰ τὰ εἴδη· ἄλλο γὰρ ἄνθρωπος καὶ ἄλλο ἵππος καὶ ἄλλο βοῦς. Περὶ ἰδίου. ἴδιον δέ ἐστιν ὃ οὐκ ἐπ' ἄλλῳ τινί ἐστι τὸ τοιοῦτον, οἷον ἴδιον ἀνθρώπῳ τὸ γελᾶν, ἐπ' ἄλλῳ δὲ ζῴῳ γελᾶν οὐχ εὑρήσεις· ἴδιον ἀνθρώπῳ τὸ πολιοῦσθαι, ἐπ' ἄλλῳ δὲ ζῴῳ γηρῶντι οὐκ ἔστι τὸ πολιοῦσθαι· ἴδιον ἵππῳ τὸ χρεμετίζειν, ἐπ' ἄλλῳ δὲ ζῴῳ οὐκ ἔστι τὸ χρεμετίζειν· ἴδιον ὄνῳ τὸ ὀγκᾶσθαι, καὶ ἁπλῶς ὅπερ οὐ παντὶ ἴδιόν ἐστιν. Περὶ συμβεβηκότος. συμβεβηκός ἐστιν ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς, οἷον ὑποκείμενόν ἐστι τοῦ ἀνθρώπου τὸ σῶμα, συμβεβηκὸς δὲ ὁ πυρετός· γίνεται γὰρ καὶ πάλιν ἀπογίνεται καὶ τὸ σῶμα οὐ φθείρεται. καὶ πάλιν συμβεβηκός ἐστι πᾶν ὅπερ ἐν τῇ οὐσίᾳ θεωρεῖται καὶ μὴ καθ' ἑαυτὸ ὑφιστάμενον, ἀλλ' ἐν ἑτέρῳ ἔχον τὸ εἶναι, ὅ ἐστι τὸ χρῶμα ἐν τῷ σώματι καὶ ἡ φρόνησις ἐν τῇ ψυχῇ. τοίνυν ἐν τῇ τοῦ σώματος οὐσίᾳ θεωρεῖται τὸ χρῶμα καὶ ἐν τῇ τῆς ψυχῆς οὐσίᾳ ἡ φρόνησις, ἅτινά εἰσι συμβεβηκότα. καὶ ἐπὶ τοῖς λοιποῖς ὁμοίως οὕτως ἔχει. Σύνοψις τῶν δέκα κατηγοριῶν Οἱ παλαιοὶ ἰδόντες τὰ ἐκ φύσεως πράγματα ὅτι τὰ μέν εἰσιν αὐθύπαρκτα, τὰ δὲ ἐν ἑτέροις τὸ εἶναι ἔχοντα, ὠνόμασαν τὰ μὲν αὐθύπαρκτα οὐσίας, τὰ δὲ ἐν ἑτέροις τὸ εἶναι ἔχοντα ποσόν, ποιόν, πρός τι, ποιεῖν, πάσχειν, ποῦ, πότε, κεῖσθαι, ἔχειν. ἰστέον δὲ ὅτι αὗται αἱ δέκα κατηγορίαι λέγονται καὶ γενικώτατα γένη, ὑφ' ἃς ἀναφέρεται πᾶσα φωνὴ ἁπλῶς λεγομένη. Περὶ οὐσίας. οὐσία ἐστὶ πρᾶγμα αὐθύπαρκτον μὴ δεόμενον ἑτέρου πρὸς σύστασιν, οἷον λίθος. αὕτη γοῦν ἡ οὐσία τέμνεται εἰς σῶμα καὶ ἀσώματον, καθὼς ὁ ὅρος τῆς οὐσίας ὑποδεικνύει. Περὶ ποσοῦ. ποσόν ἐστι σωρεία μονάδων ἤγουν συνάφεια. διαιρεῖται δὲ τὸ ποσὸν εἰς τὸ συνεχὲς καὶ διωρισμένον ἤτοι κεχωρισμένον. συνεχὲς δὲ λέγομεν τὸ μακρόν, τὸ κοντόν, τὸ πλατὺ καὶ τὰ τοιαῦτα, διωρισμένον δὲ ἐπὶ ἀριθμοῦ, οἷον ἕν, δύο, τρία καὶ ἑξῆς. Περὶ ποιοῦ. ποιότης δὲ δύναμις ἀόρατος ἐν αἰσθήσει γνωριζομένη, ἕξις καὶ διάθεσις, σχῆμα καὶ μορφή, πάθος καὶ παθητικὴ ποιότης, δύναμις καὶ ἀδυναμία. ποιότητες δὲ λέγονται ἡ θερμότης, ἡ ψυχρότης, ἡ ξηρότης, ἡ ὑγρότης, αἳ καὶ ἁπταί εἰσι· ποιότητές εἰσι καὶ τὰ χρώματα, ἡ λευκότης, ἡ μελανότης καὶ τὰ τοιαῦτα, αἵτινές εἰσιν ὁραταί· ποιότητες λέγονται καὶ ἡ βαρύτης, ἡ κουφότης καὶ τὰ τοιαῦτα· ποιότητές εἰσι καὶ αἱ ἐπιστῆμαι καὶ τέχναι πᾶσαι, οἷον φιλοσοφία, ἰατρική, γραμματικὴ καὶ τὰ τοιαῦτα· ποιότητες δὲ λέγονται καὶ αἱ ἀρεταὶ καὶ αἱ κακίαι καὶ αἱ διαθέσεις πᾶσαι. Περὶ τῶν πρός τι. πρός τί εἰσιν ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται ἢ ὁπωσοῦν ἄλλως πρὸς ἕτερον, οἷον ὁ πατὴρ πρὸς υἱὸν λέγεται πατὴρ καὶ ὁ υἱὸς πρὸς πατέρα λέγεται υἱός, καὶ ἀδελφὸς πρὸς ἀδελφὸν λέγεται ἀδελφός, καὶ διδάσκαλος πρὸς μαθητὴν λέγεται διδάσκαλος καὶ μαθητὴς πρὸς διδάσκαλον λέγεται μαθητής, καὶ ὁ φίλος πρὸς φίλον λέγεται φίλος, καὶ μέγα πρὸς μικρὸν λέγεται μέγα, καὶ ἁπλῶς ταῦτα καὶ τὰ τοιαῦτα πρός τι λέγονται. Περὶ τοῦ ποιεῖν. ποιεῖν ἐστι τὸ ἐργάζεσθαι καὶ ἐνεργεῖν, ὡς τὸ τρέχειν, καίειν, γράφειν. Περὶ τοῦ πάσχειν. πάσχειν ἐστὶ τὸ ὑφ' ἑτέρου πανθάνειν, ὡς τὸ καίεσθαι, τέμνεσθαι, τύπτεσθαι. Περὶ τοῦ ποῦ. ποῦ λέγεται τόπος ἐν ᾧ κατοικεῖς, ὡς τὸ ἐν Δαμασκῷ ἢ ἐν Κρήτῃ· τοῦτο γὰρ τόπου ἐστὶ δηλωτικόν. Περὶ τοῦ πότε. πότε ἐστὶ χρόνου σημαντικόν, οἷον πέρυσι, σήμερον, αὔριον· τοῦτο γὰρ χρόνου ἐστὶ δηλωτικόν. Περὶ τοῦ κεῖσθαι. κεῖσθαι δέ ἐστι τό πως εἶναι καὶ ποιοῦ σχήματος, οἷον τὸ καθῆσθαι, τὸ ἵστασθαι, τὸ ἀνακλίνεσθαι· οὐ δηλοῖ δὲ τὸ κεῖσθαι οὐδὲ τὸν κείμενον οὐδὲ τὸν τόπον, ἀλλ' αὐτὴν τὴν διάθεσιν τοῦ κειμένου πρὸς τὸν τόπον. Περὶ τοῦ ἔχειν. ἔχειν ἐστὶ τὸ κεκτῆσθαί τι τῶν ὄντων, οἷον ἔχειν χρυσὸν ἢ ἐπιστήμην. δηλοῖ δὲ τὸ ἔχειν τὸ περιέχειν ἢ περιέχεσθαι. λέγεται δὲ πάλιν τὸ ἔχειν καὶ κατὰ πολλῶν ἑτέρων σημαινομένων ὁμωνύμως. λέγεται δὲ πάλιν τὸ ἔχειν κατὰ τρόπους ὀκτώ, ὡς τὸ ἔχειν ὁ κοιτὼν ὅπλα, ἔχειν ἐπιστήμην, ἔχειν τὸ ξύλον μέγεθος τρίπηχυ, ἔχειν χιτῶνα, ἔχειν δακτύλιον ἐν δακτύλῳ, ἔχειν τὸ κεράμιον ὕδωρ, ἔχειν κτῆμα, οἰκίαν, γυναῖκα· ταῦτα γὰρ πάντα εἰς διαθέσεις δύο λαμβάνονται ἢ εἰς τὸ περιέχειν αὐτὰ ἢ εἰς τὸ περιέχεσθαι ὑπ' αὐτῶν.

Intertext edge

Open linked passage

Note