Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Opuscula logica
Michael PsellusLogi 4 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1.1
Περὶ διαλεκτικῆς, εὐδαιμονίας καὶ τοῦ καλοῦ. Διαλεκτικὴ ἐπιστήμη ἐστίν, περὶ οὗ ἠρώτησας, ἡ λόγῳ περὶ ἑκάστου δυναμένη ἕξις εἰπεῖν τό τε ἕκαστον καὶ τί τῶν ἄλλων διαφέρει, καὶ τὰ ὄντα ὁπόσα καὶ τὰ μὴ ὄντα ὁποῖα, ὅσα τε χείρω τῶν ὄντων καὶ ὅσα καὶ κρείττω· οὐ γὰρ περιώρισται ὑποκειμένῳ ἑνί, ἀλλὰ πᾶσιν ἐπιβάλλει καὶ περὶ πάντων λέγειν ἐπιχειρεῖ. παύσασα δὲ τῆς περὶ τὸ αἰσθητὸν πλάνης τὴν πραγματευομένην περὶ τὴν ταύτης φύσιν ψυχὴν ἐνιδρύει τῷ νοητῷ, τῇ διαιρέσει τοῦ Πλάτωνος χρωμένη μὲν καὶ εἰς διάκρισιν τῶν εἰδῶν, χρωμένη δὲ καὶ ἐπὶ τὰ πρῶτα γένη, καὶ τὰ ἐκ τούτων νοερῶς πλέκουσα, ἕως ἂν διέλθῃ πᾶν τὸ νοητόν, καὶ ἀνάπαλιν ἀναλύουσα, εἰς ὃ ἂν ἐπ' ἀρχὴν ἔλθῃ. τότε δὲ ἡσυχίαν ἄγουσα καὶ οὐδὲν πολυπραγμονοῦσα βλέπει τὴν λεγομένην λογικὴν πραγματείαν, κρίνουσα ταύτην ὥσπερ καὶ τὰ ἄλλα. τὰς δὲ ἀρχὰς τῇ ἐπιστήμῃ ταύτῃ νοῦς δίδωσιν, εἴ τις λαβεῖν δύναιτο ψυχή· ἔστι γὰρ αὕτη τὸ καθαρώτατον νοῦ καὶ φρονήσεως καὶ μέρος φιλοσοφίας τιμιώτατον· οὐ γὰρ δὴ οἰητέον ὄργανον εἶναι τοῦτο τοῦ φιλοσόφου· οὐ γὰρ ψιλὰ θεωρήματά ἐστι καὶ κανόνες, ἀλλὰ περὶ πράγματά ἐστι καὶ οἷον ὕλην ἔχει τὰ ὄντα. τὸ δὲ ψεῦδος καὶ τὸ σόφισμα κατὰ συμβεβηκὸς γινώσκει, κρίνουσα ὡς ἀλλότριον καὶ ψεῦδος τοῖς ἐν αὐτῇ ἀληθέσι. τὰ μὲν δὴ μαθήματα δοτέον τῷ φιλόσοφον ἔχοντι φύσιν, καθὰ καὶ Πλωτῖνός φησι, πρὸς συνεθισμὸν κατανοήσεως καὶ πίστεως ἀσωμάτου, μετὰ δὲ τὰ μαθήματα λόγους διαλεκτικῆς δοτέον καὶ ὅλως διαλεκτικὸν ποιητέον. Εὐδαιμονία δέ ἐστι– καὶ περὶ τούτου γὰρ ἐδεήθης μαθεῖν– ἀνθρώπῳ προσήκουσα ἡ τελεία ζωὴ ἤτοι ἡ κατὰ νοῦν ἐνέργεια· αὐτάρκης γὰρ ὁ βίος εἰς εὐδαιμονίαν τῷ τοιαύτην ζωὴν ἔχοντι· οὐδὲν γάρ ἐστιν ἀγαθὸν ὃ μὴ ἔχει, ἀλλ' ὃ ζητεῖ ὡς ἀναγκαῖον ζητεῖ, καὶ οὐχ ἑαυτῷ, ἀλλά τινι τῶν αὐτοῦ· σώματα γὰρ προσηρτημένα ζητεῖ. οὐδ' ἐν τύχαις τοίνυν ἐναντίαις ἐλαττώσεται εἰς τὸ εὐδαιμονεῖν· ἀποθνῃσκόντων τε οἰκείων καὶ φίλων οἶδε τὸν θάνατον ὅ τι ἐστί. δεῖ δὲ μὴ συναριθμεῖν αὐτοῦ τῇ οὐσίᾳ τὴν τοῦ σώματος φύσιν· αἱ γὰρ αἱρέσεις καὶ αἱ φυγαὶ διὰ τοῦτο γίγνονται αὐτῷ. καὶ τοῦτο μὲν εἶπέ τις τῶν θύραθε φιλοσόφων, ἐμοὶ δὲ οὐ δοκεῖ καλῶς ἔχειν περὶ μέρος τὸ εὔδαιμον ζητεῖν, ἀλλὰ τοῖς μὲν κρείττοσιν ἁπλοῖς οὖσιν εὐδαίμων καὶ αὐτάρκης ἐστὶν ἡ διάθεσις, ἀνθρώποις δὲ προσθήκην τοῦ χείρονος λαβοῦσι περὶ ὅλον χρὴ τὸ εὔδαιμον ζητεῖν. εἰ γοῦν καὶ ἀλγεινὰ αὐτῷ προσπέσοι, ῥᾷον οἴσει διὰ τὴν τελείαν ζωήν· οὐ γὰρ τὸ εὐδαιμονεῖν ἐν τῷ μὴ ἀλγεῖν μηδὲ δυστυχεῖν, ἀλλ' ἐν τῇ τοῦ ἀληθινοῦ ἀγαθοῦ κτήσει· τοῦτο γὰρ χρὴ λαμβάνειν μόνον, ὃ ἔσχατόν τέ ἐστι καὶ τιμιώτατον καὶ ὃ ἡ ψυχὴ ζητεῖ ἐν αὐτῇ ἐγκολπίσασθαι, ποικίλου γὰρ ὄντος ἡμῖν τοῦ κράματος ἔστι τὰ μὲν χείρω, τὰ δὲ κρείττω, καὶ τῶν χειρόνων τὸ χεῖρον καὶ τῶν κρειττόνων τὸ κρεῖττον, οἷον νοῦς κρείττων ὢν καὶ διανοίας καὶ δόξης, καὶ τὸ ὑπὲρ τούτων ἕν· μετέχομεν γὰρ καὶ τῆς τοῦ ἑνὸς φύσεως. ἡ κατὰ τὸ κρεῖττον οὖν ἡμῶν ζωὴ τὸ γέρας ἐστὶ τῆς εὐδαιμονίας καὶ τὸ κατ' ἐκεῖνο ζῆν τὸ εὐδαιμονεῖν· αἱ γὰρ ἄλλαι ζωαὶ ἀναβαίνουσι μὲν ἡμῖν πρὸς τὸ τελεώτατον οἷον προσπεφυκότα μέρη εἰσίν, ἀναβεβηκόσι δὲ ὡς περιττὰ παρῃώρηνται. τισὶ μὲν οὖν ἤρεσε τῶν σοφῶν μὴ τῷ χρόνῳ λαμβάνειν ἐπίδοσιν τὸ εὐδαιμονεῖν, ὥστε μὴ μᾶλλον εὐδαιμονεῖν τινα εἰς ἀρετὴν ἐπιδιδόντα μείζονα· δεῖ γάρ, φησίν, ἑστὼς εἶναι τὸ εὔδαιμον. ἐμοὶ δὲ οὐχ οὕτως δοκεῖ, ἀλλ' ἐπειδὴ θεῷ ἐξομοιούμεθα εὐδαιμονοῦντες καὶ περὶ τὴν γνῶσιν τῶν ὄντων πραγματευόμεθα καὶ αὐτοῦ τοῦ τῶν ὄντων κρείττονος, οὔτε δὲ ᾧ ἐξομοιούμεθα ληπτὸν καθάπαξ ἡμῖν οἷον διὰ θεωρίας, οὔτ' ἀθρόον γνωστόν, ἀλλὰ συνάγει ἡμᾶς ἑαυτῷ ἄληπτόν τε καὶ ἄπειρον ὂν καὶ ταῖς ἀναβάσεσιν ἡμῶν ἀπειρούμενον, πῶς ἐνεστηκὸς ἂν εἴη τὸ εὐδαιμονεῖν ἡμῖν φωτὶ προσλαμβάνουσι φῶς, κατὰ τὸν ἡμεδαπὸν θεολόγον, μέχρι ἂν πρὸς τὴν πηγὴν ἔλθωμεν τῶν τῇδε ἀπαυγασμάτων, λυθέντων τῶν ἐσόπτρων τῇ ἀληθείᾳ; ἐγὼ δὲ φαίην ἂν ὡς οὐδὲ τότε παυσαίμεθα τοῦ φωτὶ προσλαμβάνειν φῶς φαεινότερον, ἀλλ' ἔσοπτρα μὲν οὐκ ἔσται οὐδὲ αἰνίγματα ἡμῖν τὰ θεάματα, φανὰ δὲ φῶτα ἐστίλβηται καὶ ἀπλανῆ πάντα καὶ καθαρώτατα. ἐπὶ μὲν γὰρ τῶν ἀτελεστέρων ζωῶν, κρειττόνων δὲ ὅμως, ἔσοπτρα μὲν τὰ προσλαμβάνοντα φῶτα, καθαρὰ δὲ καὶ οἷον εἰπεῖν ἀμφιφαῆ πρόσωπα τὰ ἑπόμενα ἐπὶ τὸ τῆς πρώτης εὐδαιμονίας καὶ τῆς ἑνοειδοῦς ἡμῶν καταστάσεως, ὁμοία μὲν ἑαυτῇ ἡ κλῖμαξ καὶ διόλου στίλβουσα ἡ μαρμαρυγή, ἄνοδος δὲ κἀντεῦθεν οὐκ ἀπὸ πλανωμένων χαρακτήρων εἰς ἀπλανεῖς, ἀλλ' ἐξ ἀπλανῶν τε καὶ φεραυγῶν εἰς ἀπλανεστέρους καὶ λαμπροτέρους. Τὰ δέ γε ἐν αἰσθήσει καλά– ἐζήτησας γὰρ καὶ περὶ τούτου ἐν τῷ γράμματι– εἴδωλά εἰσι καὶ σκιαὶ τοῦ ὄντος καλοῦ οἷον ἐκδραμόντα καὶ εἰς ὕλην ἐλθόντα, καὶ ἐκόσμησάν γε ταύτην φανέντα καὶ διεπτόησαν. τὰ δὲ προσωτέρω καλὰ οὐκέτι αἴσθησις ὁρᾶν εἴληχε, ψυχὴ δὲ ἄνευ ὀργάνων ἀθρεῖ, ἃ δεῖ ἀναβαίνοντας θεάσασθαι, καταλιπόντας τὴν αἴσθησιν κάτω περιμένειν, τούτοις γὰρ καὶ ψυχὴ καθαρθεῖσα εἶδός ἐστι καὶ λόγος καὶ πάντῃ ἀσώματος καὶ νοερὰ καὶ ὅλη τοῦ θείου· εἰ γὰρ καὶ ἡ ψυχὴ χρῆμά τι καλόν, ἀλλὰ πρὸς νοῦν ἀναχθεῖσα ἐπὶ τὸ μᾶλλόν ἐστι καλή. νοῦς γὰρ καὶ τὰ παρὰ νοῦ τὸ κάλλος αὐτῇ οἰκεῖον καὶ οὐκ ἀλλότριον, διὸ καὶ λέγεται ὀρθῶς τὸ ἀγαθὸν καὶ καλὸν τὴν ψυχὴν γίνεσθαι ὁμοιωθεῖσαν θεῷ, ὅτι ἐκεῖθεν τὸ καλόν· ψυχὴ γὰρ νῷ καλόν, τὰ δ' ἄλλα παρὰ ψυχῆς μορφούσης καλά, τά τε ἐν ταῖς πράξεσι τά τε ἐν τοῖς ἐπιτηδεύμασι. καὶ δὴ καὶ τὰ σώματα, ὅσα οὕτω λέγεται, ψυχὴ ἤδη ποιεῖ· ἅτε γὰρ θεῖον οὖσα καὶ οἷον μοῖρα τοῦ καλοῦ, ὧν ἂν ἐφάψηται καὶ κρατῇ, καλὰ ταῦτα, ὡς δυνατὸν αὐτοῖς μεταλαβεῖν, ποιεῖ.

Intertext edge

Open linked passage

Note