Opuscula logica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
51.1.1
Περὶ τῶν πέντε φωνῶν Μέλλοντες περὶ τῶν πέντε φωνῶν διεξελθεῖν πρῶτον εἴπωμεν διὰ τί πέντε φωνὰς ταύτας καὶ οὐ πλείους ἐκάλεσεν· ὅτι ἡ καθόλου σημαντικὴ καὶ ἔναρθρος φωνὴ ἢ οὐσιώδης ἐστὶν ἢ ἐπουσιώδης· καὶ εἰ μὲν οὐσιώδης, ἢ ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορεῖται καὶ ποιεῖ τὴν διαφορὰν ἢ ἐν τῷ τί ἐστι· καὶ εἰ ἐν τῷ τί ἐστιν, ἢ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει καὶ ποιεῖ τὸ γένος, οἷον τὸ ζῷον, ἢ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ καὶ ποιεῖ τὸ εἶδος, οἷον τὸν ἄνθρωπον· εἰ δὲ ἐπουσιώδης ἐστὶν ἡ φωνὴ ἤγουν ἐπὶ τῇ οὐσίᾳ θεωρουμένη, ἢ ἑνὶ εἴδει θεωρεῖται καὶ ποιεῖ τὸ ἴδιον, οἷον τὸ γελαστικόν, ἢ ἐν πολλοῖς καὶ ποιεῖ τὸ συμβεβηκός, οἷον τὸ λευκόν, τὸ μέλαν. Τὸ γένος λέγεται πολλαχῶς· τὸ ἀπό τε τῆς πατρίδος, τὸ ἀπὸ τοῦ τεκόντος, ὧν γε ἑκάτερον διχῶς, προσεχὲς καὶ πόρρω. καὶ προσεχὲς μὲν τὸ ἀπὸ τῆς πατρίδος Βυζάντιος· ἐν αὐτῇ γὰρ γεγέννηται· πόρρω δὲ Ἱεροσολυμίτης· ταύτῃ γὰρ ἀνατέθραπταί τε καὶ ηὔξηται. πάλιν δὲ ἀπὸ τοῦ τεκόντος προσεχὲς καὶ πόρρω· προσεχὲς μὲν ὁ πατήρ, πόρρω δὲ ὁ πάππος. τοῦτο δεύτερον σημαινόμενον τοῦ γένους, ὃ καὶ τριχῶς λέγεται· ἑνὸς πρὸς πολλούς, οἷον ὁ Ἰσραὴλ πρὸς τοὺς ἐξ αὐτοῦ Ἰσραηλίτας· πολλῶν πρὸς ἕνα, ὡς Ἰσραηλῖται πρὸς τὸν Ἰσραήλ· πρὸς ἐκεῖνον γὰρ ὁρῶσιν ἀφ' οὗ καὶ γεγέννηνται· πολλῶν πρὸς πολλούς, ὡς Ἰσραηλῖται πρὸς ἀλλήλους. τρίτον δὲ ᾧ ὑποτάσσεται τὸ εἶδος περὶ οὗ τοῖς φιλοσόφοις ὁ λόγος, οἷον τὸ ζῷον· ὑπ' αὐτὸ γάρ εἰσιν ὁ ἄνθρωπος καὶ ὁ ἵππος καὶ τὰ λοιπά. γένος δέ ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον, οἷον τὸ ζῷον· λέγεται γὰρ κατὰ πολλῶν, κατά τε ἀνθρώπου καὶ ἵππου καὶ βοὸς καὶ ὄρνιθος καὶ τῶν λοιπῶν. διαφέρει δὲ τῷ εἴδει· ἄλλο γὰρ εἶδος ἀνθρώπου καὶ ἄλλο βοός. γένος δὲ κέκληται ὡς τοῖς ὑφ' ἑαυτὸ πᾶσι τὴν οἰκείαν κλῆσιν παρέχον καὶ ἀπ' αὐτοῦ τὸν ὀνομασμὸν μετεχομένοις ἢ ὡς τὰ ὑφ' αὑτὸ ἐντεῦθεν τὴν γένεσιν ἐσχηκότα καὶ τὴν ὕπαρξιν καὶ τὸν ὀνομασμὸν μετειληφότα· ὁ γὰρ ἄνθρωπος καὶ ὁ βοῦς καὶ ὁ ὄρνις ἀπὸ τοῦ τῆς ζωότητος ὀνόματος τὸ ζῷα κατωνομάσθαι κεκληρονομήκασι. προτέτακται δὲ τῶν λοιπῶν ὡς καθολικώτερον καὶ οὐσιῶδες, καθολικώτερον εἴδους καὶ διαφορᾶς, οὐσιῶδες ἰδίου καὶ συμβεβηκότος. οὐσιῶδες δὲ εἴρηται ὡς τῇ οὐσίᾳ συνόν τε καὶ ἀναφαινόμενον· ἄνευ γὰρ οὐσίας οὔτε ἴδιον οὔτε συμβεβηκὸς ὑφίσταται. Τὸ δὲ εἶδος λέγεται μὲν καὶ ἐπὶ τῆς ἑκάστου μορφῆς, καθὸ λέγομεν ὅτι «ἔχει εἶδος ἄξιον τυραννίδος». ἔχει δὲ καὶ ἐν ἑαυτῷ τρεῖς ὑπογραφάς. πρῶτον μὲν εἶδός ἐστι τὸ ταττόμενον ὑπὸ τὸ γένος, δεύτερον οὗ κατηγορεῖται τὸ γένος ἐν τῷ τί ἐστι, τρίτον τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ, ἐν τῷ τί ἐστι καὶ αὐτὸ κατηγορούμενον. ἀλλ' αἱ μὲν πρῶται δύο κατὰ τὴν σχέσιν μόνον διαφέρουσιν ὡς ἀνάβασις καὶ κατάβασις καὶ ἁρμόζουσιν ἐπὶ παντὸς εἴδους ὑπαλλήλου, ἡ δὲ τρίτη ἐπὶ μόνου τοῦ εἰδικωτάτου· λαμβάνει γὰρ τὴν κυριωτάτην τῶν κατηγοριῶν, φημὶ δὴ τὴν οὐσίαν, ἣ γένος γενικώτατόν ἐστι διὰ τὸ μὴ πρὸ αὐτῆς ἕτερόν τι γένος εὑρίσκεσθαι, καὶ διαιρεῖ ταύτην εἰς σῶμα καὶ ἀσώματον, πάλιν τὸ σῶμα εἰς ἔμψυχον καὶ ἄψυχον, αὖθις δὲ τὸ ἔμψυχον εἰς ζῷον καὶ ζωόφυτον καὶ φυτόν, τὸ δὲ ζῷον εἰς λογικὸν καὶ ἄλογον· ὑπὸ δὲ τὸ λογικὸν ὁ ἄνθρωπος, ὃ δὴ καὶ εἰδικώτατον εἶδος ὠνόμασται διὰ τὸ μὴ εἴδη περιέχειν ὑφ' ἑαυτό, ἀλλ' ἄτομα οἷον Πέτρον, Παῦλον, Ἰωάννην· ὥσπερ γὰρ τὸ γένος τὸ μὴ ὂν εἶδος γένος γενικώτατον ὀνομάζεται διὰ τὸ μὴ ὑπεραναβεβηκὸς γένος κεκτῆσθαι, οὕτω δὴ καὶ τὸ εἰδικώτατον εἶδος διὰ τὸ μὴ ὑφ' ἑαυτὸ εἴδη περιέχειν, ἀλλ' ἄτομα, τούτῳ δὴ τῷ ὀνόματι ἐχρήσατο. ἔταξε δὲ τὸ εἶδος δεύτερον, ὡς μνησθεὶς τούτου ἐν τῇ τοῦ γένους διδασκαλίᾳ· ὥσπερ γὰρ περὶ πατρὸς διαλέγοντες ἐξ ἀνάγκης καὶ υἱοῦ μνημονεύομεν– ἐκτὸς γὰρ πατρὸς υἱὸς οὐκ ἔστι καὶ χωρὶς υἱοῦ πατὴρ οὐκ εἰσακούεταί τις–, οὕτω δὴ καὶ ἐνταῦθα περὶ τοῦ εἴδους διαλαβόντες ἀδύνατον μὴ καὶ τοῦ γένους μνημονεῦσαι καὶ τὸ γένος ὑπεξιόντες μὴ καὶ τὸ εἶδος περιειληφέναι· ἄνευ γὰρ γένους εἴδη οὐ διαιροῦνται καὶ χωρὶς εἰδῶν γένος οὐχ ὑφίσταται. Τρία δὲ παραδίδωσι σημαινόμενα τῆς διαφορᾶς, κοινῶς, ἰδίως καὶ ἰδιαίτατα. κοινῶς μὲν οὖν διαφέρει ἕκαστον ἑκάστου, ὅταν κατὰ τὸ χωριστὸν συμβεβηκὸς τῇ ἑτερότητι ὁπωσοῦν διαλλάττῃ ἢ πρὸς αὐτὸ ἢ πρὸς ἄλλο. Σωκράτης μὲν γὰρ Πλάτωνος τῇ ἑτερότητι διενήνοχεν, ὅταν ὁ μὲν γράφῃ, ὁ δὲ ἀναγινώσκῃ, ἀλλὰ καὶ αὐτὸς ἑαυτοῦ διαφέρει παιδός τε ὄντος καὶ ἀνδρωθέντος, καί ποτε μὲν καθεζομένου, ποτὲ δὲ ἀνισταμένου, καὶ ἄλλοτε μὲν καθεύδοντος, ἄλλοτε δὲ ἀφυπνώττοντος. ἰδίως δέ, ὅταν ἀχωρίστῳ συμβεβηκότι ἕκαστον διαλλάτῃ, οἷον γρυπότης, σιμότης καὶ οὐλὴ ἐκ τραύματος ἐνσκιρρωθεῖσα. ἰδιαίτατα δέ, ὅταν εἰδοποιῷ διαφορᾷ διενήνοχεν, ὡς τὸ λογικὸν τῷ ἀλόγῳ. τῶν οὖν διαφορῶν αἱ μὲν ἄλλο ποιοῦσαι οὐσιώδεις διαφοραὶ κέκληνται, αἱ δὲ ἄλλο ἐπουσιώδεις, ὡς αἱ τὸ χωριστὸν καὶ ἀχώριστον συμβεβηκὸς διαπραττόμεναι. ὁρίζεται δὲ τὴν διαφορὰν εἴτουν ὑπογράφει οὕτως· «διαφορά ἐστιν ᾗ περιττεύει τὸ εἶδος τοῦ γένους». τὸ γὰρ ζῷον ὁρίζοντες λέγομεν «οὐσία ἔμψυχος, αἰσθητική», ὅπερ ἐστὶ γένος. τὸ δὲ εἶδος ὅπερ ἐστὶν ὁ ἄνθρωπος οὕτως ὁρίζομεν· «ζῷον λογικόν, θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν», ἢ καὶ οὕτως· «οὐσία ἔμψυχος, αἰσθητική, λογική, θνητή». περιττεύει οὖν ὁ ἄνθρωπος τῷ λογικῷ καὶ τῷ θνητῷ. δευτέρα δὲ ὑπογραφὴ ταύτης «τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορούμενον». ἐρωτώμενοι γὰρ τί ἐστιν ἄνθρωπος λέγομεν ζῷον· ὁποῖόν τι ζῷον, λέγομεν ὅτι λογικόν. ἐπεισελθοῦσα γὰρ ἡ διαφορὰ ἐχώρισε τὸ εἶδος ἀπὸ τῶν ἀλόγων καὶ ὥσπερ τι εἰδοποίησε τὸ λεγόμενον καὶ διεχώρισεν ἀπὸ τῶν μὴ τοιούτων καθάπερ τὸ εἶδος ἀπὸ τῆς ὕλης· ἡ μὲν γὰρ ὕλη πᾶσιν ἡ αὐτὴ ὑπόκειται οἷον τοῦ ξύλου, ἐπεισιὸν δὲ τὸ εἶδος ἐγνωριμοποίησεν ἢ εἰς θῶκον ἢ εἰς σκάμνον ἢ εἰς τράπεζαν. τρίτη ὑπογραφὴ διαφορᾶς ἡ λέγουσα «διαφορά ἐστι τὸ χωρίζειν πεφυκὸς τὰ ὑπὸ τὸ αὐτὸ γένος». ἄνθρωπος γὰρ καὶ ἵππος ὑπὸ τὸ αὐτὸ γένος τυγχάνοντες διαφέρουσι κατὰ τὴν λογικότητα καὶ ἀλογίαν, ὥσπερ καὶ ὁ ἄγγελος καὶ ὁ ἄνθρωπος ὑπὸ τὸ αὐτὸ ζῷον τυγχάνοντες διαφέρουσι κατὰ τὴν θνητότητα καὶ ἀθανασίαν. τετάρτη ὑπογραφὴ τῆς διαφορᾶς αὕτη· «διαφορά ἐστι καθ' ἣν διαφέρουσι τὰ καθέκταστα»· Σωκράτης, βοῦς καὶ ἡ μέλισσα διαφέρουσι κατά τε τὴν λογικότητα καὶ ἀλογίαν. καὶ τῆς μὲν διαφορᾶς ὑπογραφαὶ τοσαῦται. δεῖ δὲ εἰδέναι ὡς τὰ αὐτὰ δηλοῦσιν αἱ τῆς τρίτης καὶ τῆς τετάρτης διαφορᾶς ὑπογραφαί, διαλλάττουσι δὲ κατὰ τὴν τῶν λέξεων σημασίαν, ὡς ἐκείνη μὲν διαιρεῖ ταῖς εἰδοποιοῖς διαφοραῖς τὰ ὑπὸ τὸ αὐτὸ γένος, αὕτη δὲ διαφορὰν ἐμποιεῖ τοῖς καθέκαστα, ἅπερ μίαν διαφορὰν τῷ μεμυσταγωγημένῳ ἀνακαλύπτουσιν. Τὸ δὲ ἴδιον διαιρεῖται τετραχῶς. πρῶτον μὲν ὃ μόνῳ μέν, οὐ παντὶ δὲ ὑπάρχει, ὥσπερ τὸ γεωμετρεῖν μόνῳ τῷ ἀνθρώπῳ πέφυκε. δεύτερον δὲ ὃ παντὶ μὲν ὑπάρχει, οὐ μόνῳ δέ, ὡς τὸ δίποδι· παντὶ γὰρ ἀνθρώπῳ ὑπάρχει, οὐ μόνῳ δέ. τρίτον ὃ παντὶ μὲν καὶ μόνῳ, οὐκ ἀεὶ δέ, ὡς τῷ ἀνθρώπῳ τὸ πολιοῦσθαι. τέταρτον ὅπερ γίνεται τῶν τριῶν συνερχομένων, τὸ παντὶ καὶ μόνῳ καὶ ἀεί, ὡς τὸ γελαστικὸν τῷ ἀνθρώπῳ. περὶ τούτου οὖν τοῦ τετάρτου τοῖς φιλοσόφοις ὁ λόγος, ὃ καὶ ὑπογράφοντες λέγουσιν· «ἴδιόν ἐστι τὸ παντὶ καὶ μόνῳ καὶ ἀεὶ ὑπάρχον», ὃ καὶ ἀντιστρέφει· εἴ τι μὲν γὰρ γελαστικόν, τοῦτο καὶ ἄνθρωπος, καὶ εἴ τι ἄνθρωπος, τοῦτο καὶ γελαστικὸν διὰ τὸ τὸ γελαστικὸν σύμφυτον τῷ ἀνθρώπῳ τυγχάνειν ὥσπερ καὶ τῷ ἵππῳ τὸ χρεμετιστικόν. Ὑπογράψας δὲ πρῶτον τὸ συμβεβηκὸς φήσας ὅτι «συμβεβηκός ἐστιν ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς», ποιεῖ τὴν τούτου διαίρεσιν ἐπειπὼν ὅτι τὸ συμβεβηκὸς διαιρεῖται εἰς χωριστὸν καὶ ἀχώριστον, καὶ χωριστὸν μὲν τὸ καθέζεσθαι, τὸ ἵστασθαι, ἀχώριστον δὲ συμβεβηκὸς τὸ λευκὸν τοῦ κύκνου, τὸ μέλαν τοῦ κόρακος. μετὰ δὲ ταύτην τὴν διαίρεσιν ἄλλας δύο ὑπογραφὰς ἐπεισάγει, μίαν μὲν ὅτι «συμβεβηκός ἐστι τῷ αὐτῷ ὑπάρχειν ἢ μὴ ὑπάρχειν», οἷον ἐνδέχεται αὔριον βρέξαι καὶ μὴ βρέξαι, ἑτέραν δὲ ὅτι συμβεβηκός ἐστιν ὃ μήτε γένος μήτε εἶδος μήτε διαφορὰ μήτε ἴδιον, ἀεὶ δὲ ἐν ὑποκειμένῳ ἐστὶν ὑφιστάμενον. Ἐπειδὴ τῶν λεγομένων τὰ μὲν ὁμωνύμως κατηγοροῦνται, τὰ δὲ συνωνύμως, τὰ δὲ παρωνύμως, πρῶτον περὶ αὐτῶν διαλάβωμεν. Ὁμώνυμά ἐστιν ὧν ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος, οἷον Λέων ὅ τε ἄνθρωπος καὶ τὸ ζῷον κατὰ μὲν τὸ ὄνομα κοινωνεῖ ἀλλήλοις– Λέων γὰρ οὗτος καὶ τοῦτο καλεῖται–, κατὰ δὲ τὸν ὁρισμὸν διαφέρει· ὁ μὲν γὰρ ζῷον λογικόν, τὸ δὲ ἄλογον ζῷον. Ὁμώνυμα δὲ εἶπε καὶ οὐχ ἑνώνυμα διὰ τὸ αὐτὸ καθ' ἑαυτὸ μὴ λέγεσθαι, ἀλλὰ πρὸς ἄλλο τι· οἷον ὁ κύων ὁ χερσαῖος οὐ πρὸς ἑαυτὸν μόνον ὁμώνυμος λέγεται, ἀλλὰ πρὸς τὸν ἀστρῶον· εἰ γὰρ καὶ ἓν ὄνομά ἐστιν, ἀλλὰ πολλὰ πράγματα δηλοῖ, ἤγουν τὸν ἀστρῶον, τὸν χερσαῖον καὶ τὸν θαλάττιον. Μόνην δὲ τὴν τοῦ ὀνόματος σημασίαν διείληφε καὶ οὐ τοῦ ῥήματος διὰ καὶ τὰ ὀνόματα ῥήματα λέγεσθαι καὶ κατὰ πάσης λέξεως φέρεσθαι καὶ καθὸ πᾶσα φωνὴ σημαντικὴ ὄνομα λέγεται. Εἴρηκε δὲ «μόνον» ὡς πρὸς τὸν ἀντιδιαστελλόμενον σύζυγον, φημὶ δὴ τὸν ὁρισμὸν καὶ μὴ τὸ μοναδικῶς νοούμενον. Τὸ ἐπίσης καὶ ἀδιαιρέτως μεριζόμενόν τε καὶ ἀκουόμενον ἔφησε καὶ οὐκ ἄλλο τι τῶν λοιπῶν σημαντικῶν. Ἤγουν τῆς ὑπάρξεως καὶ τῆς φύσεως τῆς τῶν συμβεβηκότων, καθὸ καὶ τὰ συμβεβηκότα οὐσίαι λέγονται, ὡς ἐν αὐταῖς τὴν ὕπαρξιν ἔχοντα, καὶ μὴ τῆς κυρίως οὐσίας τῆς αὐτοϋποστάτου καὶ τοῖς συμβεβηκόσιν ἀντιδιαστελλομένης. πρὸ τῆς τῶν ὅλων ὑφηγήσεως πρῶτον περὶ τῶν ὁμωνύμων προεκ θέμεθα, ὅπως ταῦτα διαγνόντες καὶ ἀκριβῶς τῆς αὐτῶν εἰδήσεως γεγονότες μετὰ ταῦτα ἐπὶ τὰ ἐφεξῆς βαδιούμεθα· «τῶν γὰρ λεγομένων τὰ μὲν ὁμωνύμως». Συνώνυμα δέ ἐστιν ὧν τό τε ὄνομα κοινὸν καὶ ὁ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ὁ αὐτός, ὡς οἱ δύο Αἴαντες· καὶ κατὰ τὸ ὄνομα γὰρ κοινωνοῦσιν ἕκαστος Αἴας καλούμενος καὶ κατὰ τὸν ὁρισμὸν «ζῷον λογικόν, θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν», καὶ τὰ λοιπά. Παρώνυμα δὲ ὅσα ἀπό τινος διαφέροντα τῇ πτώσει τὴν κατὰ τὸ ὄνομα προσηγορίαν ἔχει, οἷον ἀπὸ τῆς γραμματικῆς ὁ γραμματικὸς καὶ ἀπὸ τῆς ἀνδρείας ὁ ἀνδρεῖος, ἃ καὶ κοινωνίαν ἔχει ὀνόματος καὶ διαφορὰν ὀνόματος, κοινωνίαν πράγματος καὶ διαφορὰν πράγματος. ἐν μὲν γὰρ τῷ εἰπεῖν «ὅσα ἀπό τινος» τὴν κατὰ τὸ πρᾶγμα κοινωνίαν καὶ ἑτερότητα ἐδήλωσεν· εἰ γὰρ ἀπό τινος, ἔχει τινὰ κοινωνίαν καθὸ ἐξ αὐτοῦ προήχθη. τῷ δὲ εἰπεῖν «διαφέροντα τῇ πτώσει» τὴν τοῦ ὀνόματος διαφορὰν παρέστησε· πτῶσις γὰρ λέγεται τὸ πέρας τῆς τελευταίας συλλαβῆς. τῷ δὲ εἰπεῖν «τὴν κατὰ τοὔνομα προσηγορίαν» τὴν κοινωνίαν τοῦ ὀνόματος ἐνέφηνε. λέγεται δὲ παρώνυμον ὡς παρωνομασθὲν ἀπὸ τοῦ πρωτοτύπου· ἀπὸ τῆς γραμματικῆς γὰρ ὁ γραμματικὸς καὶ ἀπὸ τῆς δικαιοσύνης ὁ δίκαιος· ὅσον γὰρ παρωνόμασται, τοσοῦτον τοῦ πρωτοτύπου ὀνόματος ἐκπέπτωκε. Πολυώνυμα δὲ λέγονται ὅσα κατὰ μὲν τὸν ὁρισμὸν κοινωνοῦσι, κατὰ δὲ τὸ ὄνομα διαφέρουσιν, οἷον ἄορ, ξίφος, μάχαιρα, σπάθη· ταῦτα γὰρ πάντα ἀπὸ σιδήρου τὴν σύστασιν ἔχουσι καὶ ἕνα ὁρισμὸν δέχονται· ἀπὸ γὰρ τῆς αὐτῆς ὕλης εἰσί. διαφέρουσι δὲ κατὰ τὸ ὄνομα, ὅτι τὸ μὲν τόδε, τὸ δὲ τόδε κέκληται. Ἑτερώνυμα δὲ κατονομάζονται ὅσα κατὰ πάντα διενηνόχασιν, ἤγουν καὶ κατὰ τὸ ὄνομα καὶ τὸν ὁρισμόν, οἷον ἄνθρωπος, ἵππος. Τῶν λεγομένων τὰ μὲν κατὰ συμπλοκὴν λέγεται, οἷον «ἄνθρωπος τρέχει», «ἄνθρωπος περιπατεῖ», τὰ δὲ ἄνευ συμπλοκῆς, οἷον «ἄνθρωπος», «βοῦς», «τρέχει», «νικᾷ». τῶν δὲ κατὰ μίαν συμπλοκὴν λεγομένων ἕκαστον ἢ οὐσίαν σημαίνει οἷον «ἄνθρωπος»· ἢ ποσὸν οἷον «μακρός», «βραχύς»· ἢ ποιὸν οἷον «λευκός», «μέλας»· ἢ πρός τι οἷον «πατήρ», «υἱός»· ἢ ποῦ οἷον «ἐν τῷ ναῷ», «ἐν τῇ ἀγορᾷ»· ἢ πότε οἷον «κατὰ τὸν πέρυσι καιρόν»· ἢ κεῖσθαι οἷον «ἀνάκειται», «κάθηται», «ἵσταται»· τὰ γὰρ μέρη τοῦ σώματος ἢ πάντα ὄρθιά ἐστι καὶ λέγεται ἑστάναι, ἢ πάντα ὕπτια καὶ λέγεται ἀνακεκλίσθαι, ἢ τὰ μὲν ὄρθια, τὰ δὲ ὕπτια καὶ λέγεται καθῆσθαι· ἢ ἔχειν οἷον «περιβέβληται δακτύλιον»· ἢ ποιεῖν οἷον «τύπτειν»· ἢ πάσχειν οἷον «τύπτεσθαι», «καίεσθαι». Τῶν ὄντων τὰ μὲν καθ' ὑποκειμένου τινὸς λέγεται, ἐν ὑποκειμένῳ δὲ οὐκ ἔστιν οὐδενί, οἷον ὁ ἄνθρωπος· κατὰ μὲν τοῦ τινὸς καθυπόκειται ἤγουν κατηγορεῖται, ἐν ὑποκειμένῳ δὲ οὐδενί ἐστιν, ὅπερ ἐν ὑποκειμένῳ ὡς συμβεβηκὸς διαλαμβάνει, καθὼς τοῖς ἔμπροσθεν ἐπιγνωσόμεθα. τὰ δὲ ἐν ὑποκειμένῳ μέν ἐστι, καθ' ὑποκειμένου δὲ οὐδενὸς λέγεται, οἷον ἡ τὶς γραμματικὴ ἐν ὑποκειμένῳ μέν ἐστι, τῇ ψυχῇ δηλονότι, καὶ τουτὶ τὸ λευκὸν ἐν ὑποκειμένῳ ἐστὶ τῷ σώματι. τὰ δὲ καθ' ὑποκειμένου τε λέγεται καὶ ἐν ὑποκειμένῳ ἐστίν, οἷον ἡ ἐπιστήμη ἐν ὑποκειμένῳ μὲν λέγεται τῇ ψυχῇ, καθ' ὑποκειμένου δὲ λέγεται τῆς γραμματικῆς. τὰ δὲ οὔτε καθ' ὑποκειμένου λέγεται οὔτε ἐν ὑποκειμένῳ ἐστίν, οἷον ὁ τὶς ἄνθρωπος· εἰ γάρ τις ἀμφισβητήσειεν ὅτι τῷ καθόλου ἀνθρώπῳ ὑπόκειται, πῶς Ἀριστοτέλης ἔφησεν ὅτι οὐκ ἔστιν ὁ τὶς ἄνθρωπος ἐν ὑποκειμένῳ, ἀκούσεται ὅτι τὸ ἐν ὑποκειμένῳ ὁ Ἀριστοτέλης συμβεβηκὸς ὁρίζεται, ὁ δὲ τὶς ἄνθρπος οὐχ ὡς συμβεβηκὸς ὑπόκειται τῷ καθόλου, ἤγουν πρὸς ὕπαρξιν τῷ καθόλου ὑπόκειται ὡς τὸ σῶμα τῷ συμβεβηκότι, ἀλλ' ὡς πρώτη οὐσία ὑπόκειται τῷ καθόλου πρὸς κατηγορίαν. ὅπως δὲ ὁρίζεται τὸ ἐν ὑποκειμένῳ συμβεβηκὸς πρόσεχε· εἶπεν «ὃ ἔν τινι», τὸ λευκὸν ἔν τινί ἐστι τῷ σώματι· εἴρηκε «μὴ ὡς μέρος ὄν», τὸ λευκὸν μέρος τοῦ σώματος οὐκ ἔστιν· ἔφησεν «ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστι», τὸ λευκὸν ἤτοι ἡ λευκότης ἀδύνατον χωρὶς σώματος ὑποστῆναι. τοῦτο δὲ εἴρηκε διαιρῶν ταῦτα ἀπὸ τῶν ἁπλῶν οὐσῶν φωνῶν, συμπλοκὰς δὲ κατὰ τὸ σημαινόμενον δηλουσῶν, ὡς τὸ «πάσχω»– δηλοῖ γὰρ καὶ τὸ πρόσωπον καὶ τὴν ἐνέργειαν–, καὶ ἀπὸ τῶν κατὰ μὲν τὴν φωνὴν συμπεπλεγμένων, κατὰ δὲ τὸ σημαινόμενον ὄντων ἁπλῶν, ὡς ἔχει ὁ τοῦ ἀνθρώπου ὁρισμός– ἕνα γὰρ δηλοῖ τὸν ἄνθρωπον–, καὶ ἀπὸ τῶν κατά τε τὴν φωνὴν καὶ τὸ σημαινόμενον συμπεπλεγμένων. τῶν οὖν κατ' οὐδεμίαν συμπλοκὴν ἐκ τούτων λεγομένων ἕκαστον. ἁπλῶς δὲ τὰ ἄτομα καὶ δυσδιαίρετά τε καὶ δύστμητα καὶ τὸ πρῶτον εἶδος μὴ σῴζοντα ὡς τὸ εἰδικώτατον εἶδος τὸ μὴ εἰς εἴδη τεμνόμενον, εἴτε οὐσίαι εἰσὶν εἴτε συμβεβηκότα, κατ' οὐδενὸς ὑποκειμένου λέγονται. Ὅταν ἕτερον καθ' ἑτέρου κατηγορῆται ὡς καθ' ὑποκειμένου, ἤγουν οὐσιωδῶς καὶ πραγματικῶς καὶ μὴ κατὰ τὸ συμβεβηκός, ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, τοσαῦτα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται, οἷον ζῷον, ἄνθρωπος, τὶς ἄνθρωπος· τὸ γὰρ ζῷον λέγεται καὶ κατὰ τοῦ ἀνθρώπου καὶ κατὰ τοῦ τινὸς ἀνθρώπου. εἰ δέ τι κατὰ τοῦ κατηγορουμένου κατὰ συμβεβηκὸς κατηγορεῖται, οὐκέτι καὶ κατὰ τοῦ ὑποκειμένου λέγεται· οἷον τοῦ Ἰωάννου πραγματικῶς κατηγορεῖται καὶ ὡς καθ' ὑποκειμένου ὁ ἄνθρωπος, τοῦ δὲ ἀνθρώπου οὐσιωδῶς μὲν τὸ ζῷον, κατὰ συμβεβηκὸς δὲ τὸ τρισύλλαβον· διὰ τοῦτο τὸ μὲν ζῷον καὶ κατὰ τοῦ Ἰωάννου κατηγορηθήσεται, οὐκέτι δὲ τὸ τρισύλλαβον. ἵνα οὖν τὰ οὐσιωδῶς καὶ ὡς πραγμάτων κατηγορούμενα σημάνῃ, εἶπε τὸ «ὡς καθ' ὑποκειμένου» ἀντὶ τοῦ ὡς πράγματος ὑφεστῶτος· τὸ γὰρ δισύλλαβον ἢ τρισύλλαβον οὐχ ὡς καθ' ὑποκειμένου κατηγοροῦνται, ἀλλ' ὡς φωνῶν καὶ ποσῶν συλλαβῶν. Τῶν ἑτερογενῶν καὶ μὴ ὑπ' ἄλληλα τεταγμένων ἕτεραι τῷ εἴδει καὶ αἱ διαφοραί, οἷον ζῴου καὶ ἐπιστήμης. ἐπειδὴ γὰρ καὶ γένη εἰσὶ γενικώτατα καὶ ὑπ' ἄλληλα, τῶν δὲ ὑπαλλήλων γενῶν σειρά τις ἐκδίδοται, δέον διακρῖναι τά τε πάντῃ ἑτερογενῆ καὶ τὰ ὑπάλληλα γένη, ὡς ἂν ἐφεύρωμεν καὶ τὰς τούτων διαφοράς· τῶν γὰρ ἑτερογενῶν καὶ μὴ ὑπ' ἄλληλα τεταγμένων, οἷον ζῴου καὶ ἐπιστήμης, ἕτεραι καὶ αἱ διαφοραί. καὶ τὰ ἕτερα δὲ γένη πολλαχῶς λέγεται· ἢ τὰ πάντῃ διεστηκότα ὡς οὐσία καὶ τὸ ποιόν, ἢ τὰ ἐκ τῆς αὐτῆς μὲν διαιρέσεως προελθόντα, ἀντιδιῃρημένα δὲ ὄντα ἀλλήλοις, ὡς ἡ οὐσία εἰς ἔμψυχον καὶ ἄψυχον– ἔχουσι γὰρ ταῦτα κοινὸν γένος τὴν οὐσίαν–, ἢ τὰ ὑπ' ἄλληλα γένη ὡς τὸ ζῷον καὶ τὸ λογικόν. τῶν οὖν ἑτερογενῶν ἤγουν τῶν ὑπὸ διαφόρους κατηγορίας ἀναγομένων καὶ μὴ ὑπ' ἄλληλα γενῶν ἕτεραι αἱ διαφοραὶ αἵ τε συστατικαὶ καὶ αἱ διαιρετικαί, ὡς ζῷον καὶ ἐπιστήμη· τὸ μὲν γὰρ ζῷον ὑπὸ τὴν οὐσίαν ἀνάγεται, ἡ δὲ ἐπιστήμη ὑπὸ τὴν ποιότητα. καὶ ζῴου μὲν συστατικαὶ διαφοραὶ τὸ ἔμψυχον καὶ αἰσθητικόν, διαιρετικαὶ δὲ τὸ λογικὸν καὶ ἄλογον, τὸ θνητὸν καὶ ἀθάνατον. τῆς δὲ ἐπιστήμης συστατικαὶ μὲν διαφοραὶ τὸ ἄπταιστον τῶν λόγων καὶ βέβαιον, τὸ ἀεὶ καὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν τὰ τῇ ἐπιστήμῃ ὑποκείμενα πράγματα, διαιρετικαὶ δὲ τὸ θεωρητικὸν καὶ τὸ πρακτικόν. ἕτεραι οὖν αἱ διαφοραὶ ἀμφοτέρων αἵ τε συστατικαὶ καὶ αἱ διαιρετικαί. τῶν δὲ ὑπ' ἄλληλα γενῶν ποτὲ μὲν αἱ αὐταὶ διαφοραί, αἵ τε συστατικαὶ καὶ διαιρετικαί, ποτὲ δὲ αἱ μὲν συστατικαὶ αἱ αὐταί, αἱ δὲ διαιρετικαὶ ἕτεραι, ὡς ἐπὶ τοῦ ἁπλῶς ζῴου καὶ τοῦ λογικοῦ ζῴου καὶ ἁπλῶς ζῴου καὶ ἀλλόγου ζῴου· τοῦ μὲν γὰρ ἁπλῶς ζῴου καὶ τοῦ λογικοῦ ζῴου αἱ αὐταί εἰσι συστατικαὶ διαφοραί· ἐφ' ἑκατέρων γὰρ τῶν ζῴων οὐσία ἔμψυχος αἰσθητική. ὡσαύτως δὲ καὶ αἱ διαιρετικαὶ αἱ αὐταί εἰσι· τὸ γὰρ λογικὸν εἰσελθὸν διεχώρισε ἀπὸ τοῦ ἁπλῶς ζῴου, ὃ δὴ καὶ διῄρηται εἰς θνητὸν καὶ ἀθάνατον. ταῦτα δὲ παρ' ἑαυτῷ καὶ τὸ ἁπλῶς ζῷον κέκτηται· ὥστε, ἅπερ εἰσὶ τοῦ ἁπλῶς ζῴου, εἰσὶ καὶ τοῦ λογικοῦ ζῴου. τοῦ δὲ ἁπλῶς ζῴου καὶ τοῦ ἀλόγου ζῴου αἱ μὲν συστατικαὶ πάντως αἱ αὐταί– τὸ γὰρ «οὐσία ἔμψυχος αἰσθητικὴ» ἐπ' ἀμφοτέρων τῶν ζῴων ἐφαρμόζει–, αἱ δὲ διαιρετικαὶ οὐχ αἱ αὐταί· τοῦ μὲν γὰρ ἁπλῶς ζῴου εἰσὶ διαιρετικαὶ τὸ λογικὸν καὶ τὸ ἄλογον, τὸ θνητὸν καὶ τὸ ἀθάνατον, τοῦ δὲ ἀλόγου οὔκ εἰσι ταῦτα, ἀλλὰ τὸ πτηνόν, τὸ χερσαῖον, τὸ ἔνυδρον. ὥστε, ἅπερ παρ' ἑαυτῷ ἔχει τὸ ἄλογον, καὶ τὸ ἁπλῶς ζῷον κέκτηται, οὐ μὴν δὲ ἅπερ παρ' ἑαυτῷ ἔχει τὸ ἁπλῶς ζῷον, ἤδη καὶ τὸ ἄλογον κέκτηται, ὥσπερ ἐπὶ τοῦ ἁπλῶς ζῴου καὶ τοῦ λογικοῦ ζῴου· ὃ γὰρ τὸ ἁπλῶς ζῷον, καὶ τὸ λογικὸν ζῷον ἐκέκτητο. Ἐκ τούτων οὖν τῶν κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων αὐτὸ καθ' ἑαυτὸ οὔτ' ἀληθεύει οὔτε ψεύδεται, τῇ δὲ πρὸς ἄλληλα τούτων συμπλοκῇ κατάφασις ἢ ἀπόφασις γίενται. [δε δεξεμ πραεδιξαμεντις] Ἀρχομένων δὲ ἡμῶν περὶ τῶν δέκα κατηγοριῶν διεξιέναι, δεῖ πρῶτον εἰπεῖν διὰ τί δέκα κατηγορίαι καὶ οὐ πλείους εἰσί, καὶ τηνικαῦτα τῆς τούτων ὑφηγήσεώς τε καὶ σαφηνείας ἑξόμεθά τε καὶ λόγον ποιησόμεθα· ὅτι τὸ ὂν ἢ ἐν ὑποκειμένῳ ἐστὶν ἢ οὐκ ἐν ὑποκειμένῳ· καὶ εἰ μὲν μὴ ἐν ὑποκειμένῳ, ποιεῖ τὴν οὐσίαν, εἰ δὲ ἐν ὑποκειμένῳ, ἢ καθ' αὑτὸ ἢ οὐ καθ' αὑτό ἐστι. τὸ δὲ καθ' αὑτὸ ἢ μεριστὸν καὶ ποιεῖ τὸ ποσόν, ἢ ἀμέριστον καὶ ποιεῖ τὸ ποιόν· εἰ δὲ οὐ καθ' αὑτό, ἢ σχέσις ἐστὶ μόνον καὶ ποιεῖ τὰ πρός τι, ἢ κατὰ σχέσιν ἄλλων νοεῖται καὶ ποιεῖ τὰς λοιπὰς ἓξ κατηγορίας. ἐκ δὲ τῆς συμπλοκῆς τῆς οὐσίας καὶ τοῦ ποσοῦ ἀπογεννῶνται τὸ ποῦ καὶ τὸ ποτέ, ἐξ οὐσίας καὶ ποιοῦ τὸ ποιεῖν καὶ πάσχειν, ἐξ οὐσίας καὶ τῶν πρός τι τὸ ἔχειν καὶ τὸ κεῖσθαι. μιγνυμένη γὰρ αὕτη ἡ οὐσία τῷ ποσῷ ἢ ἐν τόπῳ ὁρᾶται καὶ τὴν ποῦ κατηγορίαν ποιεῖ, ἢ ἐν χρόνῳ καὶ τὴν ποτὲ ἀποτελεῖ· τῷ δὲ ποιῷ συντιθεμένη ἢ ἐνέργειαν ἔχει καὶ ποιεῖ τὸ ποιεῖν, ἢ πάθος καὶ τὸ πάσχειν ἐμφαίνει· συντρέχουσα δὲ τῷ πρός τι ἢ ἐν ἄλλῳ τίθεται καὶ τὸ κεῖσθαι παρίστησιν ἢ περιτίθεται ἕτερον καὶ τὸ ἔχειν λέγεται. Προτέτακται δὲ ἡ οὐσία τῶν λοιπῶν ὡς συμφερομένη ταῖς ἄλλαις κατηγορίαις καὶ ἐν τοῖς συμβεβηκόσι θεωρουμένη καὶ τῆς οἰκείας μεταδιδοῦσα ὀνομασίας, ὡς καὶ αὐτὰ οὐσίαι πάντως καλούμενα, ὡς ἐν τῇ οὐσίᾳ τὰ συμβεβηκότα ὑφιστάμενα– εἴ τι γὰρ συμβεβηκός, καὶ οὐσία πάντως ἔσται· οὐκ εἴ τι δὲ οὐσία, τοῦτο καὶ συβεβηκός– καὶ ὡς συναναιροῦσα καὶ μὴ συναναιρουμένη, ἥτις δὴ καὶ αὐθυπόστατος κέκληται, τὰ δὲ συμβεβηκότα ἑτεροϋπόστατα ὡς ἐν ταύτῃ τὴν ὑπόστασιν εἰληχότα καὶ διὰ τὸ ταύτην μίαν εἶναι, τὰ δὲ συμβεβηκότα πολλά, προηγεῖται δὲ τὸ ἓν τῶν πολλῶν· διὰ ταῦτα οὖν ἡ οὐσία τὴν πρώτην τάξιν ἀπείληφεν. ἑξαχῶς δὲ αὕτη λέγεται. οὐσία ἡ πᾶσαν μὲν ὕπαρξιν σημαίνουσα, ἥτις καὶ κατὰ τῶν συμβεβηκότων φέρεται, καθὸ καὶ ταῦτα οὐσίαι λέγονται ὡς ἐν ταύτῃ τὴν ὕπαρξιν κεκτημένα. οὐσία καὶ ἡ μὴ ἐν ὑποκειμένῳ φύσις ἡ τοῖς συμβεβηκόσιν ἀντιδιαστελλομένη, ἥτις δὴ ἢ ἁπλῆ ἐστιν ἢ σύνθετος· ἥτις ἁπλῆ ποτὲ μὲν κρείττων τῆς συνθέτου, ποτὲ δὲ χείρων, καὶ κρείττων μὲν τῆς συνθέτου θεός, ἄγγελος, νοῦς, ψυχή– ταῦτα γὰρ κρείττω τοῦ ἀνθρώπου–, χείρω δὲ τῆς συνθέτου ἡ πρώτη ὕλη καὶ τὸ ἔνυλον εἶδος, ἃ δὴ καὶ τὸ ἔλαττον τοῦ ἀνθρώπου ἀποφέρονται, ὡς δι' αὐτὸν παραχθέντα ἢ γεγονότα· εἰ γὰρ ἕνεκά του, χείριστόν ἐστι· τιμιώτερον ἄρα οὗ ἕνεκά ἐστιν· οἷόν τί φημι· εἰ γὰρ ἕνεκα τοῦ ἀνθρώπου τὸ ἱμάτιον, τιμιώτερον ἄρα ὁ ἄνθρωπος τοῦ ἱματίου· εἰ δὲ καὶ τὸ σάββατον διὰ τὸν ἄνθρωπον, ἐλάχιστόν ἐστι καὶ τοῦ ἀνθρώπου τὸ σάββατον. ἡ δὲ σύνθετός ἐστιν ἢ καθ' αὑτὴν ὡς Σωκράτης, Πλάτων, ἢ σχετικὴ ὡς ὁ τὶς πρὸς τὸ πᾶς· θατέρου γὰρ μὴ ὄντος οὐδὲ θάτερον συνεξακούεται ὡς τῶν πρός τι ὄντα. ἔστι καὶ ἕκτη οὐσία ἡ περιεκτικὴ τῆς συνθέτου καὶ σχετικῆς, περὶ ἧς ἐνταῦθα διδάσκει ὁ Ἀριστοτέλης, φημὶ δὴ τοῦ τινὸς ἀνθρώπου. πρώτην δὲ οὐσίαν λέγει τὸν τινὰ ἄνθρωπον, δευτέραν δὲ τὸν ἄνθρωπον καὶ τὸ ζῷον, διότι καὶ τὰ τῇ φύσει πρῶτα ἡμῖν εἰσιν ὕστερα, τὰ δὲ ταύτῃ ὕστερα ἡμῖν πρώτιστα· οἷον ἡ ὕλη καὶ τὸ εἶδος πρῶτον, εἶτα τέσσαρα στοιχεῖα, μεθ' ἃ σπέρμα καὶ αἷμα, εἶτα καὶ ὕστερος ὁ ἄνθρωπος. τοῦτον οὖν θεωροῦντες καὶ ἀναλύοντες ἐξ ὧν συντέθηται, ἐπὶ τὰ πρῶτα ἀναγόμεθά τε καὶ προβιβαζόμεθα. ἀλλὰ καὶ τοῖς εἰσαγομένοις ἡμῖν πρῶτον ἡ μερικὴ οὐσία καθέστηκε γνώριμος καὶ οὕτως ἐντεῦθεν ἐπὶ τὰ καθόλου προβαίνομεν καὶ μανθάνομεν τὸν καθόλου ἄνθρωπον καὶ τὸ ζῷον. Πάντοθεν δὲ ἐξυμνεῖ τὴν οὐσίαν ἀπὸ τῶν φωνῶν, ἀπὸ τῶν νοημάτων, ἀπὸ τῶν πραγμάτων. ἀπὸ μὲν τῶν φωνῶν διὰ τοῦ «κυριωτάτην» εἰπεῖν· ἔπαινος γὰρ τῆς φωνῆς ἡ κυριολεξία. ἀπὸ δὲ τῶν νοημάτων ἐξαίρει διὰ τοῦ «πρώτην» εἰπεῖν· πρῶτον γὰρ τὰς ἀτόμους οὐσίας νοοῦμεν καὶ ἀπ' αὐτῶν ἐπὶ τὰ καθόλου ἀνερχόμεθα. ἀπὸ δὲ τῶν πραγμάτων ὡς ἀπὸ τοῦ «μάλιστα» φάναι· μάλιστα γάρ ἐστιν ἡ ἄτομος οὐσία, ἤγουν ὁ τὶς ἄνθρωπος, εἴ γε τὰ συμβεβηκότα διὰ αὐτήν ἐστιν· ἄνευ γὰρ ταύτης οὐκ ἔχουσι ποῦ καὶ ὑποστῆναι, ὥσπερ καὶ τὰ καθόλου κατὰ ταύτης κατηγοροῦνται· ἥτις δὴ τοῖς μὲν συμβεβηκόσι πρὸς ὕπαρξιν, τοῖς δὲ καθόλου πρὸς κατηγορίαν πάρεστι. ὁρίζεται δὲ ταύτην οὐ διὰ τῆς καταφάσεως ὡς καὶ τὰ λοιπά, ἀλλὰ δι' ἀποφάσεως· οἱ γὰρ δι' ἀποφάσεως ὁρισμοὶ σεμνύνουσι τὸ ὑποκείμενον, ὡς καὶ τὸ θεῖον ὁρίσαι βουλόμενοι δι' ἀποφάσεως τοῦτο δείκνυμεν, φάσκοντες ὅτι τὸ θεῖον οὔτε ἄγγελός ἐστιν οὔτε ψυχὴ οὔτε τὸ καὶ τό. εἰ καὶ δι' ἀποφάσεως ταύτην ἐμφαίνει, ἀλλὰ τρόπον τινὰ διὰ καταφάσεως παρίστησιν· οὐ γὰρ μόνον τί οὐκ ἔστι λέγει, ἀλλὰ καὶ τί ἐστι διασαφεῖ· πρὸς γὰρ ἀντιδιαστολὴν ἑτέρων αὕτη οὑτωσὶ λέγεται· εἰ γὰρ τὸ συμβεβηκὸς ἐν ὑποκειμένῳ, ἡ οὐσία οὐκ ἐν ὑποκειμένῳ, καὶ εἰ τὸ καθόλου καθ' ὑποκειμένου, τὸ μερικὸν οὐ καθ' ὑποκειμένου λέγεται. διὰ τοῦτο δὲ οὐ καθ' ὑποκειμένου λέγεται, ἐπειδὴ τοῖς καθ' ὑποκειμένου ὑπόκειται, ἤγουν τοῖς καθόλου, πρὸς κατηγορίαν, οὐδ' ἐν ὑποκειμένῳ, ἐπεὶ τοῖς ἐν ὑποκειμένῳ, τουτέστι τοῖς συμβεβηκόσιν, ὑπόκειται πρὸς ὕπαρξιν, εἴ γε ταύτης μὲν τὰ συμβεβηκότα δέονται πρὸς σύστασιν, τὰ δὲ καθόλου πρὸς κατηγορίαν. Βουλόμενος δὲ τὸ ἴδιον τῆς οὐσίας παραστῆσαι πρῶτον τὰ ψευδῆς ἴδια ταύτης παράγει, ἵνα κεκαθαρμένως καὶ ἀπροσκόπως τὴν ἀλήθειαν προσαγάγῃ καὶ ἵνα δείξῃ ὅτι δεῖ τὸ ἴδιον μόνῳ καὶ παντὶ εἶναι οὗ ἴδιόν ἐστι. διὸ καὶ τὰ κοινὰ τῆς οὐσίας ἐπειπὼν ὕστερον τὸ κυρίως ἴδιον μέλλει παραδοῦναι· χρὴ γὰρ τῷ ἰδίῳ δύο τινὰ παρέπεσθαι, τὸ μόνῳ ἐκείνῳ ὑπάρχειν καὶ παντὶ οὗ ἐστιν ἴδιον. καθ' ἕκαστον οὖν ἴδιον δύο ζητεῖ, εἰ πάσῃ ὑπάρχει τῇ οὐσίᾳ ἢ οὔ, καὶ εἰ μόνῃ ἢ οὔ. εἰ μὲν οὖν εὕρῃ ὅτι πάσῃ οὐ μόνῃ δέ, κοινὸν αὐτὸ καλεῖ· εἰ δὲ μόνῃ μὲν οὐ πάσῃ δέ, ἴδιον. διὸ καί φησι «κοινὸν δὲ κατὰ πάσης οὐσίας τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι». ὡς γὰρ ἄνωθεν φθάσαντες εἰρήκαμεν, τὸ ἐν ὑποκειμένῳ ὃ ἔν τινι μὴ ὡς μέρος ὂν ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστι· τὸ γὰρ λευκὸν ἔν τινί ἐστι καὶ οὐκ ἔστι μέρος καὶ οὐ δύναται χωρὶς ὑποκειμένου ὑφίστασθαι, ὅπερ προσὸν μὲν τῷ ὑποκειμένῳ τὴν ἑαυτοῦ ὕπαρξιν διέσωσεν, ἀπὸν δὲ ἀπώλεσέ τε καὶ διέφθειρε. ἡ δὲ οὐσία ἤγουν ὁ τὶς ἄνθρωπος μὴ ἐν ἑτέρῳ τὴν ὑπόστασιν ἔχουσα, ἀλλ' ἐφ' ἑυτῆς οὖσα καὶ μάλιστα τοῖς μὲν καθόλου πρὸς κατηγορίαν ὑποκειμένη, τοῖς δὲ συμβεβηκόσι πρὸς ὕπαρξιν, ἀλώβητός ἐστι παντάπασι καὶ ἀπαθὴς διατετήρηται. οὐκ ἴδιον δὲ τῆς οὐσίας τοῦτο τὸ μὴ ἐν ὑποκειμένῳ, ἀλλὰ καὶ τῶν διαφορῶν· τὸ γὰρ λογικὸν οὐκ ἐν τῷ ἀνθρώπῳ ἀναδείκνυται, ἀλλὰ κατ' αὐτοῦ κατηγορεῖται· τὸ γὰρ ἐν ὑποκειμένῳ, ὃ συμβεβηκὸς πεφθάκαμεν εἰρηκέναι, οὔτε παρὸν οὔτε ἀπὸν σῴζει τὸ ὑποκείμενον, τὸ δὲ λογικὸν ἀφαιρεθὲν ἢ τὸ ἄλογον οὗ κατηγορεῖται συνανεῖλε καὶ τὴν αὐτοῦ ὀνομασίαν· ἐν γὰρ τῷ σώματι τῷ ὑποκειμένῳ δηλαδὴ καὶ τὸ λευκὸν θεωρεῖται, ὅ ἐστι συμβεβηκός, καὶ ἀφαιρεθὲν μὲν τὸ λευκὸν ἀπήμαντον τὸ σῶμα διεφύλαξε, τὸ δὲ λογικὸν ἀφαιρεθὲν οὗ λέγεται καὶ τὸ εἶδος καθ' οὗ κατηγορεῖται ἐλυμήνατο. διὰ τοῦτο καὶ αἱ διαφοραὶ τὸ οὐκ ἐν ὑποκειμένῳ κέκτηνται. τοῦτο δὲ τὸ ἴδιον ἀπορραπίζει ὡς πάσῃ οὐσίᾳ ὑπάρχον, οὐ μόνῃ δέ. Ἕτερον δὲ ἀντεισάγει, ἀλλ' οὐδὲ τούτῳ συντίθεται ὡς μήτε μόνῃ μήτε πάσῃ τυγχάνον, τὸ «ὑπάρχει δὲ ταῖς οὐσίαις– φημὶ δὴ ταῖς δευτέραις– καὶ ταῖς διαφοραῖς τὸ πάντῃ συνωνύμως ἀπ' αὐτῶν λέγεσθαι»· οὔτε γὰρ τῇ πρώτῃ οὐσίᾳ ὑπάρχει, ἤγουν τῷ τινὶ ἀνθρώπῳ, διὰ τὸ μὴ ἔχειν ταύτην κατά τινος κατηγορεῖσθαι, ἀλλὰ μᾶλλον ὑποκεῖσθαι τοῖς καθόλου πρὸς κατηγορίαν, οὔτε μόνῃ, ἐπειδὴ καὶ ταῖς διαφοραῖς ὑπάρχει· τὰ γὰρ γένη τῶν εἰδῶν συνωνύμως κατηγοροῦνται· τὰ γὰρ συνωνύμως κατηγορούμενα καὶ τὸ ὄνομα καὶ τὸν ὁρισμὸν τοῦ κατηγορουμένου ἐπιδέχονται· οἷον ὁ Σωκράτης ὁ τὶς ἄνθρωπος λέγεται· καὶ ἄνθρωπος καὶ ζῷον οὐσία ἔμψυχος αἰσθητικὴ ὁ Σωκράτης· ὡσαύτως καὶ ὁ ἄνθρωπος καὶ τὸ ζῷον λεχθήσεται, ἀλλὰ καὶ λογικόν, ὅπερ ἐστὶ τῆς διαφορᾶς· τὸ γὰρ λογικὸν καὶ κατὰ τοῦ ἀνθρώπου καὶ κατὰ τοῦ Σωκράτους εἰρήσεται, καὶ ὁρισμὸς τοῦ λογικοῦ «οὐσία ἔμψυχος αἰσθητική», ὥστε καὶ αἱ διαφοραὶ συνωνύμως κατ' αὐτῶν κατηγοροῦνται. Λέγει δὲ καὶ ἕτερον ἴδιον τῆς οὐσίας τὸ «πᾶσα οὐσία δοκεῖ τόδε τι σημαίνειν». ἀλλ' ἐπὶ μὲν τῆς πρώτης οὐσίας ἀληθὲς εἶναι δοκεῖ, ἐπὶ δὲ τῶν δευτέρων οὐδαμῶς· τὸ γὰρ τόδε τι τὸ μερικὸν δηλοῖ, ἤγουν τὸν τινὰ ἄνθρωπον· τῷ μὲν γὰρ ἑνιαίῳ τῆς προφορᾶς δοκεῖ ὅτι τόδε τι σημαίνει τὸ γένος καὶ τὸ εἶδος, ἤγουν τὸ ζῷον καὶ ὁ ἄνθρωπος, ἀλλ' οὖν οὐ τόδε τι, ἀλλὰ τοιόνδε· οὐδὲ γάρ ἐστιν ἓν τὸ ὑποκείμενον, ἵνα τι σημαίνῃ, ὥσπερ ὁ «τίς», ἀλλὰ καθόλου καὶ συναγωγὴν τῶν κατὰ μέρος δηλοῖ· τὸ γὰρ ζῷον κατὰ πολλῶν λέγεται καὶ ὁ ἄνθρωπος κατὰ πλειόνων ἀτόμων κατηγορεῖται. ἀλλ' οὐδὲ ποιόν τι σημαίνει ὥσπερ τὸ λευκόν· τὸ γὰρ λευκὸν οὐδὲν ἄλλο σημαίνει ἢ ποιόν, τὸ δὲ γένος καὶ τὸ εἶδος περὶ τὴν οὐσίαν τὸ ποιὸν ἀφορίζει· ποιὰν γάρ τινα οὐσίαν σημαίνει ἔχουσαν τὴν οὐσίαν αὐτὴν ποιότητα. «Ὑπάρχει δὲ ταῖς οὐσίαις καὶ τὸ μηδὲν ἐναντίον αὐταῖς εἶναι»· τῷ γὰρ τινὶ ἀνθρώπῳ τί ἂν εἴη καὶ ἐναντίον, ἤγουν τῇ πρώτῃ οὐσίᾳ; οὐσία γὰρ οὐσίᾳ οὐ μάχεται· εἰ γὰρ καὶ πολλοὺς ἀνθρώπους κατ' ἀλλήλων φερομένους καὶ ἐναντιουμένους ὁρῶμεν, ἀλλ' οὐ καθὸ οὐσίαι τὴν πρὸς ἀλλήλους διένεξιν πεποίηνται, ἀλλά τι συμβεβηκὸς τούτοις παρεμπεσὸν τὴν ἐναντίωσιν ἀπειργάσατο, ὥσπερ καὶ ὁ θυμὸς καὶ ὁ λόγος οὐσίαι, τὸ δὲ θυμοῦσθαι καὶ λογίζεσθαι ἐνέργειαι. αἱ μὲν γὰρ οὐσίαι καθ' ἑαυτὰς οὐδ' ὅλως τὸ ἐναντίον κέκτηνται, τὰ δὲ περὶ αὐτὰς ἐμπεσόντα τὴν διάστασιν ἀπειργάσαντο, καθὰ δὴ καὶ τὸ ὕδωρ τῷ πυρὶ ἀντικείμενον καθορῶμεν, ἀλλ' οὐ καθὸ οὐσίαι τὴν πρὸς ἄλληλα φθορὰν εἰσεδέξαντο, ἀλλ' ᾗ πεποίωνται· αἱ γὰρ περὶ αὐτὰς προσοῦσαι ποιότητες τὴν μάχην προσήγαγον· τῇ γὰρ θερμῇ καὶ ξηρᾷ ποιότητι προσπεσοῦσα ἡ ὑγρὰ καὶ ψυχρὰ τὴν ἑτέραν ποιότητα ὤλεσεν. οὐκ ἴδιον δὲ ταύτης τὸ μηδὲν εἶναι ἐναντίον, ἀλλ' οὐδὲ τῷ διπήχει ἢ τριπήχει ἐστί τι ἐναντίον· τὰ γὰρ ἐναντία φθαρτικὴν πρὸς ἄλληλα τὴν δύναμιν ἐκληρώσατο καὶ τὸ ἕτερον ὑφ' ἑτέρου ὄλλυταί τε καὶ διέφθαρται, ὥσπερ τὸ λευκὸν καὶ τὸ μέλαν, ἐνταῦθα δὲ αὔξησις τοῦ διπήχους τὸ τετράπηχυ. ἀλλ' οὐδὲ τὸ πολὺ τῷ ὀλίγῳ ἐναντίον, διότι τὸ μέγα ἐκ πολλῶν μικρῶν καὶ τὸ πολὺ ἐκ πολλῶν ὀλίγων συνέστηκε. «Δοκεῖ δὲ ἡ οὐσία μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον»· εἰ γὰρ ἐναντία ἑαυτῇ οὐκ ἐπεδέχετο, οὐδὲ τὸ μᾶλλον καὶ τὸ ἧττον· τὸ μὲν γὰρ μᾶλλον καὶ ἧττον ὁδὸς ἐπὶ τὰ ἐναντία, τὸ δ' ἐναντίον τέλος, οἷον τῷ ἀνθρώπῳ οὐ λέγομεν «μᾶλλον οὗτος ἄνθρωπος καὶ ἧττον ἐκεῖνος». ἔνθεν οὐδ' ἐναντιότητα ἐδέξατο· ὅπου γὰρ τὸ μᾶλλον καὶ τὸ ἧττον, ἐκεῖ καὶ τὸ ἐναντίον, καὶ ἔνθα τὸ ἐναντίον, ἐκεῖσε καὶ τὸ μᾶλλον καὶ ἧττον· ὅσα γὰρ πέφυκε μίγνυσθαι, ἐκεῖνα διὰ τοῦ μᾶλλον καὶ ἧττον προϊέμενα ἐπὶ τὸ ἐναντίον κεχωρήκασιν. οὐ γὰρ ἀθρόον ἡ φύσις μεταπηδᾶν εἴωθεν ἐκ τούτου εἰς τόδε, ἀλλ' ὁδῷ τινι καὶ τάξει κέχρηται· οὐδὲ γὰρ εὐθὺς τὸ λευκὸν πρὸς τὸ μέλαν ἐτράπη, ἀλλὰ κατὰ βραχὺ τὴν ἐκ τοῦ λευκοῦ πρὸς τὸ μέλαν μεταβολὴν δεξάμενον ἐκ τοῦ λευκοῦ μέλαν γεγένηται καὶ ἐναντίον ἐκείνου καθέστηκεν. ὁ δὲ ἄνθρωπος οὔτε πλέον τῆς ἀνθρωπότητος σφετερίσασθαι ἴσχυσεν οὔτε τι ἐξ αὐτῆς ἠδυνήθη ἀποβαλέσθαι. διὰ τοῦτο ἡ οὐσία οὔτ' ἐναντιότητα οὔτε τὸ μᾶλλον καὶ ἧττον εὐτόνησεν ἐπικτήσασθαι. «Μάλιστα δὲ ἴδιον τῆς οὐσίας τὸ ταὐτὸ καὶ ἓν ἀριθμῷ τῶν ἐναντίων εἶναι δεκτικόν.» τοῦτο δὲ τὸ ἴδιον ἐγκρίνει τῶν ἄλλων καὶ ὡς οἰκεῖον προσίεται καὶ ἀσπάζεται ὡς μόνῃ τῇ πρώτῃ οὐσίᾳ προσῆκον καὶ οὐ πάσῃ, ἤγουν ταῖς λοιπαῖς· οἷον Σωκράτης ποτὲ μὲν θερμαίνεται, ποτὲ δὲ ψύχεται, καὶ ἄλλοτε μὲν ἥδεται, ποτὲ δ' αὖ θλίψεται. ἐπὶ δὲ τῶν ἄλλων οὐδεὶς ἂν τὸ τοιοῦτον θεάσηται, ὅσα μή εἰσιν οὐσία· οἷον τὸ χρῶμα ἓν καὶ τὸ αὐτὸ ὂν οὐ δύναται καὶ λευκὸν καὶ μέλαν γενέσθαι, οὐδ' ἡ αὐτὴ πρᾶξις φαύλη καὶ σπουδαία ἀποδειχθῆναι διὰ τὸ μὴ οὐσίαι εἶναι, ἀλλὰ περὶ τὴν οὐσίαν θεωρεῖσθαι· ὁ δὲ Πέτρος εἷς καὶ ὁ αὐτὸς ὢν παρὰ μέρος τῶν ἐναντίων δεκτικός ἐστι. μόνῃ μὲν οὖν ἴδιον τῇ πρώτῃ οὐσίᾳ, ἤγουν τῷ τινὶ ἀνθρώπῳ, οὐ μέντοι γε καὶ ταῖς δευτέραις, φημὶ δὴ τῷ ζῴῳ καὶ τῷ ἀνθρώπῳ, τῷ γένει καὶ τῷ εἴδει· οὔτε γὰρ τὸ γένος οὔτε τὸ εἶδος κυρίως ἓν καὶ ταὐτὸν τῷ ἀριθμῷ, ἀλλὰ περὶ τὰ ἄτομα τὸ ἓν θεωρεῖται. εἰ δὲ καὶ ἓν λέγεται, ἀλλ' οὐχ ἓν κυρίως ἐστὶν ἵνα δέξηται ἐναντιότητα, ἀλλ' οὐδὲ σῶμα ἵνα ἐπιδέξηται τὴν θερμότητα. ὁμοίως οὐδὲ τὸ γένος· τὰ γὰρ γένη καὶ τὰ εἴδη ἐννοηματικὰ ὁ Ἀριστοτέλης ἐκάλεσεν. Ἓξ δέ τινων ὡς ἰδίων τῆς οὐσίας ἀποδεδομένων τὸ μὲν πρῶτον καὶ τὸ τέταρτον καὶ τὸ πέμπτον πάσῃ μὲν ὑπάρχει τῇ οὐσίᾳ, οὐ μέντοι γε μόνῃ, τὸ μέντοι γε δεύτερον, τὸ συνωνύμως λέγεσθαι, οὔτε μόνῃ οὔτε πάσῃ· οὔτε γὰρ τῇ πρώτῃ, ἐπειδὴ καὶ ταῖς διαφοραῖς· τὸ δὲ τρίτον, τὸ τόδε τι σημαίνειν, καὶ πρὸς τούτῳ τὸ ἕκτον μόνῃ εἰ καὶ μὴ πάσῃ. ἐναλλάξαντες οὖν τὸ εἰρημένον εἴπωμεν ὅτι ἴδιον τῆς οὐσίας δοκεῖ εἶναι τὸ τὰ ὑπ' αὐτὴν ἄτομα παρὰ μέρος τῶν ἐναντίων εἶναι δεκτικά· οὕτω γὰρ καὶ πάσης τῆς οὐσίας κατηγορηθήσεται τοῦτο τὸ ἴδιον καὶ οὐδεμιᾷ τῶν ἄλλων ἁρμόσει, φημὶ δὴ τοῖς τοῦ ποσοῦ ἀτόμοις ἢ τοῦ ποιοῦ. «παρὰ μέρος» δὲ λέγει, ἐπεὶ οὐχ ἅμα λευκαίνεται ὁ Σωκράτης οὔδε ἅμα ὑγιαίνει καὶ νοσεῖ. «ἓν» δὲ «τῷ ἀριθμῷ» εἶπεν, ἵνα τὸ αὐτὸ φυλάττηται ὑποκείμενον, «ταὐτὸν» δέ, ἵνα μεταβάλλῃ καθ' ὑπόστασιν· τὸ γὰρ χρῶμα ἀπὸ λευκοῦ μέλαν γίνεται μεταβάλλον καθ' ὑπόστασιν– ἐν γὰρ τῷ λευκὸν εἶναι ἔχει τὴν οἰκείαν ὑπόστασιν–, ὁ δὲ Σωκράτης εἷς καὶ αὐτὸς μένων ποτὲ μὲν θερμός, ποτὲ δὲ ψυχρὸς γίνεται. «δεκτικὸν» δὲ «τῶν ἐναντίων» εἴρηκεν, ἵνα ἐνδείξηται τοῦ παρὰ μέρος δέχεσθαι τὰ ἐναντία τὴν δύναμιν· οὐ γὰρ εἶπε δέχεσθαι τὰ ἐναντία– ἦν γὰρ ἂν ἐν τῷ αὐτῷ τὰ μαχόμενα–, ἀλλὰ «δεκτικὸν» εἶπεν, ἵνα τὴν δύναμιν ἐνδείξηται. Καὶ ταύτης μὲν τῆς οὐσίας τὸ ἴδιον ἐπειπὼν προστίθησιν «εἰ μή τις ἄρα τὸν λόγον καὶ τὴν δόξαν ἐνίσταιτο φάσκων τῶν ἐναντίων εἶναι δεκτικά», ὃς καὶ προφανῶς τῇ ἀληθείᾳ ἔσται ἀντικείμενος· ὁ γὰρ λόγος ὁ λέγων ὅτι κάθηται ἢ ἵσταται καὶ ὁ δοκῶν εἶναι τοῦτον μὲν χρηστόν, ἐκεῖνον δὲ φαῦλον, οὐχὶ ταῦτα ποιοῦσιν ἐκεῖνα ἢ ψευδῆ ἢ ἀληθῆ, ἀλλὰ τῷ τὸ πρᾶγμα γίνεσθαι ἢ ἀληθῆ ἢ ψευδῆ τὸν λόγον δείκνυσιν· ὁ γὰρ λόγος ὁ προφορικὸς καὶ ὁ ἐνδιάθετος ποσόν ἐστιν, ἡ δὲ δόξα ποιόν· ἓν οὖν καὶ τὸ αὐτὸ μένοντα ἀληθείας ἢ ψεύδους παρὰ μέρος εἰσὶ δεκτικά. εἰ γὰρ τύχοι καθήμενος, ἀληθεύει, ἀναστάντος δὲ ψεύδεται. ἡ δὲ οὐσία αὐτὴ κινουμένη ἐκ θερμοῦ ψυχρὰ γίνεται, ὁ δὲ λόγος ἀκίνητος μένων τῷ τὸ πρᾶγμα κινηθῆναι ἀλήθειαν ἢ ψεῦδος ἐδέξατο· ἡ μὲν γὰρ οὐσία ἐν τῷ δέχεσθαι τὰ ἐναντία τὴν κατὰ ποιὸν κινεῖται κίνησιν, ὁ δὲ λόγος καὶ τὸ πρᾶγμα οὐδέτερον ὑφ' ἑτέρου κινεῖται· οὔτε γὰρ ὁ λόγος αἴτιος τοῦ μεταβάλλειν τὸ πρᾶγμα καὶ εἰς τὸ ἐναντίον κινηθῆναι οὔτε τὸ πρᾶγμα κινηθὲν παρακεκίνηκέ τι τοῦ λόγου· ὁ αὐτὸς γὰρ ἔμεινε λόγος ἀκίνητος· οὐδὲ γὰρ πέπονθέ τι· τὰ γὰρ δεχόμενα τὰ ἐναντία πάσχει– πάθος γὰρ ἡ εἰς τὰ ἐναντία μεταβολή–, τὰ δὲ πάσχοντα κινεῖται· τὸ πάθος γὰρ κίνησίς ἐστι. καὶ ὁ προφορικὸς δὲ λόγος οὐχ ὑπομένει, ἀλλ' ἅμα τῷ ῥηθῆναι ἔφθαρται, δηλονότι οὐδὲ κινεῖται· τὸ γὰρ μὴ ὂν πῶς κινηθήσεται; εἰ δὲ μὴ κινεῖται, οὐδὲ πάσχει· εἰ μὴ πάσχει, οὐδὲ ἐναντίον ἐπιδέχεται. οὐκοῦν ἡ πρώτη οὐσία πάσχουσα τὴν κατὰ τὸ ποιὸν κίνησιν δεκτικὴ τῶν ἐναντίων γίνεται, ὁ δὲ λόγος καὶ ἡ δόξα μὴ κινούμενα οὐδὲ κατὰ τὴν ἑαυτῶν μεταβολὴν τὰ ἐναντία ἐπιδέχονται, ἀλλὰ τῷ τὸ πρᾶγμα μεταβάλλεσθαι συμβέβηκεν ἐπ' αὐτῷ ταῦτα ἢ ἀληθεύειν ἢ ψεύδεσθαι. Μάλιστα δὲ ἴδιον τοῦτο τῆς οὐσίας εἶπεν ὅτι καὶ τὸ τρίτον ἴδιον, τὸ πᾶσαν οὐσίαν τόδε τι σημαίνειν, δέχεσθαι φαίνεται, ἀλλὰ μᾶλλον τοῦ τρίτου τούτῳ τῷ ἕκτῳ συντίθεται, ὡς μᾶλλον ἴδιον τῆς οὐσίας καὶ ἀληθὲς ἐπὶ μόνης τῆς ἀτόμου οὐσίας· ἐκεῖνο μὲν γὰρ εἰ καὶ τῇ πρώτῃ οὐσίᾳ ἤγουν τῷ τινὶ ἀνθρώπῳ ἁρμόττει, ἀλλὰ κατὰ πάσης οὐσίας εἴρηκεν αὐτό, τοῦτο δὲ ἐπὶ μόνης τῆς ἀτόμου οὐσίας τῆς ἓν καὶ τὸ ταὐτὸν τῷ ἀριθμῷ οὔσης. Μετὰ τὴν οὐσίαν ἔταξε τὸ ποσὸν διὰ τὸ ταύτην μόνην ὑποκεῖσθαι τοῖς ἄλλοις πρὸς κατηγορίαν καὶ ἀφ' ἑαυτῆς τὸ εἶναι ἔχουσαν, τὰς δ' ἄλλας μὴ ἄνευ ταύτης ὑφίστασθαι καὶ κατ' ἄλλον δὲ τρόπον. ἔταξε δεύτερον τὸ ποσὸν ὅτι ἐν τῷ τῆς οὐσίας λόγῳ ἐμνήσθη αὐτοῦ, ἡνίκα ἔλεγεν ὅτι οὐκ ἴδιον τῆς οὐσίας τοῦτο, τὸ μηδὲν ἔχειν ἐναντίον, ἀλλὰ καὶ τοῦ ποσοῦ ἴδιον. καὶ ἐν τῇ φύσει δὲ τῶν πραγμάτων δευτέραν ἔχει τάξιν τὸ ποσόν· ἡ γὰρ πρώτη ὕλη ἀνείδεος οὖσα ὡς ἀσώματος καὶ ἀσχημάτιστος πρότερον ἐξογκωθεῖσα ποσοῦται καὶ γίνεται τριχῇ διαστατή, ὅ φησιν Ἀριστοτέλης δεύτερον ὑποκείμενον, εἶθ' οὕτως δέχεται τὰς ποιότητας καὶ γίνεται σύνθετος καὶ ποιεῖ τὰ στοιχεῖα· τὸ γὰρ τριχῇ διαστατὸν δεξάμενον τὰς ποιότητας γίνεται στοιχεῖον. καὶ ἐντεῦθεν οὖν δίκαιόν ἐστι ταχθῆναι μετὰ τὴν οὐσίαν τὸ ποσόν, ὅτι ἐκείνη πάλαι διαιρουμένη εἰς πρῶτον καὶ δεύτερον διεκέκριτο, τὸ δὲ πρῶτον καὶ δεύτερον τοῦ ποσοῦ ἐστι. καὶ ὁ τοῦ σώματος δὲ ὁρισμὸς τῷ ἀριθμῷ προσκέχρηται, φημὶ δὴ τῷ τριχῇ διαστατῷ. τὸ μὲν οὖν σῶμά ἐστιν οὐσία, ὁδὲ ἀριθμὸς τοῦ ποσοῦ. «Τοῦ δὲ ποσοῦ τὸ μέν ἐστι διωρισμένον, τὸ δὲ συνεχές». καὶ συνεχὲς μέν ἐστιν οὗ τὰ μόρια ἡνωμένα καὶ συμπεφυκότα ἀλλήλοις εἰσὶ καὶ πρός τινα κοινὸν ὅρον συνάπτουσι, διωρισμένον δὲ τὸ μὴ οὕτως ἔχον, ἤγουν τὸ ἔχον τὰ μέρη αὐτοῦ διῃρημένα καὶ μὴ πρός τινα κοινὸν ὅρον συνάπτοντα· οἷον τὸ δίπηχυ ξύλον καὶ ἡνωμένα τὰ μέρη αὐτοῦ κέκτηται καὶ συνῃρημένα ἀλλήλοις καὶ πρός τινα κοινὸν ὅρον συνάπτει, ἤγουν τὴν ἐπιφάνειαν, ὁ δὲ ἓξ ἀριθμὸς διωρισμένος ἐστὶ καὶ διηρημένα τὰ μέρη αὐτοῦ εἰσι καὶ οὐδὲ κοινὸν ὅρον κέκτηται τὸν συνδέοντα καὶ συνάπτοντα τὰ μέρη αὐτοῦ ὥσπερ τινὰ ἀκρογωνιαῖον λίθον· λέγεις γάρ «τρία καὶ τρία ἕξ»· καὶ εἰπὼν τὰ τρία μόνον σιωπᾷς, καὶ αὖθις ἐπιφέρεις ἕτερα τρία, ἅπερ διῃρημένα μέρη τοῦ ἕξ εἰσι. «Τὰ μὲν οὖν ἔκθεσιν ἔχοντα πρὸς ἄλληλα τῶν ἐν αὐτοῖς μορίων συνέστηκεν.» ἔκθεσιν δὲ ἐκεῖνα ἔχειν λέγεται ἃ κεῖταί που καὶ δεικτικὰ καὶ συνεστηκότα ὅλα ἅμα τὰ μόρια ἔχει· οἷον ὁ λίθος κεῖται ἐν τοίχῳ καὶ δεικτικός ἐστιν– ὑποπίπτει γὰρ τῇ αἰσθήσει–, καὶ συνεστηκότα ὅλα αὐτοῦ τὰ μόρια καθέστηκεν, ἤγουν συνημμένα καὶ μὴ διῃρημένα. ταῦτα δὲ τὰ οὕτως ἔχοντά εἰσι σῶμα, ἐπιφάνεια, γραμμὴ καὶ ὁ τόπος· ταῦτα γὰρ καὶ κεῖταί που καὶ δεικτικά εἰσι καὶ συνεστηκότα ἔχουσι τὰ μόρια αὐτῶν. τὰ δὲ μὴ ἔκθεσιν ἔχοντα ἀριθμός εἰσι καὶ λόγος· λέγεις γὰρ πέντε καὶ πέντε καὶ ἀποτελεῖς τὸν δέκα· τῷ γὰρ διπλασιασμῷ τῶν πέντε γίνεται ὁ δέκα, ὅς ἐστιν ἀριθμός. ὥστε οὔκ εἰσι τοῦ ἀριθμοῦ τὰ μέρη συνημμένα ἢ συνεστηκότα, ἀλλὰ διῃρημένα καὶ διακεκριμένα, εἰ φάσκεις πέντε καὶ μετ' ὀλίγον πέντε. ὡσαύτως δὲ καὶ ὁ λόγος τῶν μὴ ἔκθεσιν ἐχόντων ἐστίν· ὁ γὰρ λόγος οὔτε τῇ αἰσθήσει ὑποπίπτει οὔτε τὰ μόρια αὐτοῦ συνεστηκότα εἰσίν, ἀλλὰ διῃρημένα· ἑκάστη γὰρ τῶν συλλαβῶν ἰδίαν περιγραφὴν κέκτηται καὶ ἡ ῥηθεῖσα οὐχ ὑπομένει τὴν ῥηθησομένην, ἀλλὰ πρὶν ἢ τὴν δευτέραν λεχθῆναι ἡ πρώτη ἔφθαρται καὶ ὄλλυται. διῄρηται δὲ τὸ ποσὸν εἰς δύο, εἰς συνεχὲς καὶ διωρισμένον. καὶ συνεχὲς μέν ἐστι σῶμα, γραμμή, ἐπιφάνεια, τόπος καὶ χρόνος, ὧν καὶ τὰ μόρια πρός τινα κοινὸν ὅρον συνάπτουσι. τὸ γὰρ σημεῖον ῥυϊσκόμενον καὶ ἐκτεινόμενον ποιεῖ τὴν γραμμήν, ἧς καὶ κοινὸς ὅρος ἐστὶν ὁ συνδέων τὰ ταύτης μόρια, τὸ σημεῖον. ὃ δὴ σημεῖον δηλαδὴ δυνάμει καὶ οὐκ ἐνεργείᾳ δεῖ ἀνειληφέναι· ἐὰν γὰρ ἐνεργείᾳ τοῦτο προσλήψῃ, οὐκ ἔστι συνεχὴς ἡ γραμμή, ἀλλὰ διῃρημένη τεμνομένη εἰς πλεῖστα σημεῖα. ἡ δὲ γραμμὴ εἰς εὖρος τανυθεῖσα τὴν ἐπιφάνειαν ἐκτελεῖ ἧς κοινὸς ὅρος ἡ γραμμή. πάλιν ἡ ἐπιφάνεια εἰς βάθος προελθοῦσα ἀπεργάζεται σῶμα· σῶμα δέ ἐστι τὸ ἔχον τρεῖς διαστάσεις, μῆκος, πλάτος καὶ βάθος· οὗτινος σώματος καὶ κοινὸς ὅρος ἡ ἐπιφάνειά ἐστι. τοὺς δὲ ὅρους τῆς ἐπιφανείας καὶ τοῦ σώματος δυνάμει προσληπτέον, ἵνα μὴ ἐκ τῆς ἐνεργείας εἰς διῃρημένα τὰ συνεχῆ προβήσονται, τεμνομένη ἡ μὲν ἐπιφάνεια εἰς πολλὰς γραμμάς, τὸ δ' αὖ σῶμα εἰς πλείονας ἐπιφανείας, εἰς μῆκος, βάθος καὶ πλάτος. ἕκαστον δὲ τῶν εἰρημένων ὑπὸ τῶν ἰδίων διαστάσεων περατοῦται, ἡ μὲν γραμμὴ ὑπὸ μιᾶς διαστάσεως, ἡ δ' ἐπιφάνεια ὑπὸ δύο, μήκους καὶ πλάτους, τὸ δὲ σῶμα ὑπὸ τριῶν, μήκους, βάθους καὶ πλάτους. καὶ πᾶν δὲ πέρας οὗτινός ἐστι πέρας λείπεται αὐτοῦ μιᾷ διαστάσει· τὸ γὰρ σῶμα τριχῇ διαστατὸν ὂν ὑπὸ τῆς ἐπιφανείας περιγραφήσεται τῆς δύο διαστάσεις ἐχούσης, αὕτη δὲ ὑπὸ τῆς μονοειδεστάτης γραμμῆς τῆς ἓν διάστασιν κεκτημένης, ἡ δὲ γραμμὴ ὑπὸ τοῦ σημείου οὗ μέρος οὐδέν. Διωρισμένον δὲ ποσόν ἐστιν ἀριθμὸς καὶ λόγος· καταμετρεῖται γὰρ καὶ ὁ λόγος βραχείᾳ καὶ μακρᾷ συλλαβῇ· πᾶν δὲ τὸ μετρούμενον ποσόν ἐστιν ὧν καὶ τὰ μόρια οὐ πρός τινα κοινὸν ὅρον συνάπτουσιν, ὡς πρὸ βραχέος εἰρήκαμεν· τὸν γὰρ δέκατον ἀριθμὸν εἰ διέλοιμεν εἰς δύο πεντάδας, ἑκάστην εὑρήσομεν ἰδίαν περιγραφὴν κεκτημένην καὶ μηδέ τινα μονάδα τὰ διῃρημένα μέρη συνάπτουσαν· οἷον ὁ πέντε καὶ πέντε ἀποτελοῦσι τὸν δέκα καὶ ἕκαστον ἰδίως λέγεταί τε καὶ περιγράφεται· ἢ ὁ ἑπτὰ διαιρούμενος εἰς τέσσαρα καὶ τρία οὐκ ἔστι τις ὅρος συνάγων τὰ ἑπτά, μὴ διῃρημένα ταῦτα λέγεται ὥσπερ καὶ ἐπὶ τοῦ συνεχοῦς. ὡσαύτως δὲ καὶ ὁ λόγος ἐν διαφόροις συλλαβαῖς ἐγχαράττεται καὶ ἑκάστη συλλαβὴ ἰδίαν περιγραφὴν κέκτηται καὶ ἢ βραχεῖα ἢ μακρά ἐστι καὶ οὐδείς ἐστιν ὅρος συνημμένως παρασκευάζων τοῦτον ἐκφράζεσθαι. ἀλλὰ καὶ διττός ἐστιν ὁ λόγος, ὁ μὲν προφορικός, ὁ δὲ ἐνδιάθετος, ἤγουν ὁ ἐν τῇ ψυχῇ θεωρούμενος. περὶ δὲ τοῦ προφορικοῦ ὁ λόγος τῷ Ἀριστοτέλει, περὶ δὲ τοῦ ἐνδιαθέτου οὐδεὶς σκοπὸς διὰ τὸ μηδὲ ποσὸν εἶναι τὸν τοιοῦτον, ἀλλ' εἰ ἄρα ποιότητα ψυχῆς· διάθεσις γάρ τις ἢ ἕξις τὴν σύστασιν ἔχουσα. Δέον δὲ γινώσκειν ὅτι ὁ μὲν Ἀριστοτέλης ἐπὶ πάσης γραμμῆς τὸ ἐπίπεδον φάσκει· κυρίως γὰρ ἐπίπεδος γραμμὴ λέγεται ἡ κατὰ μῆκος καὶ πλάτος ἴση. οἱ μὲν γὰρ παλαιοὶ πᾶσαν ἁπλῶς ἐπιφάνειαν ἐπίπεδον καλοῦσιν– ἀδιάφορον γὰρ αὐτοῖς ἐπίπεδον ἢ ἐπιφάνειαν λέγειν–, οἱ δὲ νεώτεροι οὐ πᾶσαν ἐπιφάνειαν ἐπίπεδον καλοῦσιν, ἀλλὰ τὴν ἀποτεταμένην μόν, γένος λέγοντες τὴν ἐπιφάνειαν καὶ ταύτην διαιροῦντες εἴς τε τὴν ἐπίπεδον, κυλινδρικὴν καὶ σφαιρικὴν καὶ εἴ τις ἄλλη εἴη. ἐπεὶ οὖν ἀπεδείχθη τὸ σῶμα συνειλημμένα καὶ συνεχῆ ἔχειν τὰ μόρια αὐτοῦ καὶ πᾶν δὲ σῶμα ἐν τόπῳ περιέχεται, ὁ δὲ τόπος ὁ περιέχων τὸ σῶμα κοινὸν ὅρον τὴν ἐπιφάνειαν κέκτηται, αὕτη δὲ τὸ σῶμα ὡς καὶ τὸν τόπον περιγράφει, τούτου δὲ κοινὸς ὅρος ἡ ἐπιφάνεια ἡ συνάγουσα καὶ συνδέουσα τὰ τούτου μόρια, τὸ δὲ σῶμα τόπῳ περιέχεται οὗ καὶ ὁ κοινὸς ὅρος ἐστὶν ἡ ἐπιφάνεια, συνεχὴς ἄρα ἔσται καὶ ὁ τόπος ὁ τὸν αὐτὸν ὅρον ἔχων τοῦ σώματος· οὐκοῦν τὰ τοῦ τόπου μόρια ἤγουν τὰ ἄνω, τὰ κάτω, τὰ δεξιά, τὰ ἀριστερά, ἅπερ κατέχει ἕκαστον μόριον τοῦ σώματος, τὸν αὐτὸν ὅρον κέκτηται ὅνπερ καὶ τὸ σῶμα, ὃς ἡ ἐπιφάνειά ἐστι· καὶ ὁ τόπος ἄρα συνεχὴς ἔσται τὸν αὐτὸν ὅρον ἔχων τοῦ σώματος ἤγουν τὴν ἐπιφάνειαν. Μέσον δὲ τὸν χρόνον ὁ Ἀριστοτέλης τέταχε καὶ ἐν μὲν τῇ προτέρᾳ διαιρέσει τοῖς συνεχέσι ποσοῖς συνηρίθμησεν, ἐνταῦθα δὲ τοῖς διωρισμένοις· ἐπεὶ γὰρ εἶδεν ὅτι τοῦ νῦν κλήσει καὶ τὰ ἕτερα μέρη τοῦ χρόνου συνάπτονται, ἤγουν ὁ παρεληλυθὼς καὶ ὁ μέλλων, καὶ ὥσπερ τις κοινὸς ὅρος ἑκατέροις τοῖς μέρεσι πέφυκε, τοῖς συνεχέσι συντέταχεν. αὖθις δὲ κατιδὼν ὅτι τὰ τοῦ χρόνου μέρη φθίνονταί τε καὶ παροδεύονται καὶ τὸ ἐνεστὸς εἰς τὸν παρῳχημένον μετήμειπται, ὁ δέ γε μέλλων τῷ ἐνεστῶτι ἀποδέδεικται, καὶ πρὶν ἤ τις στάσις αὐτῷ προσγένηται, παρῴχηκέ τε καὶ ἀπέπτη, καὶ τὸ μὲν τοῦ χρόνου παρῳχημένον ἐφεύρηται, τὸ δὲ ἐνεστὸς κατωνομάσθη, τὸ δὲ τῷ μέλλοντι ἀποκεκλήρωται, καὶ ἰδίαν κλῆσιν ἑκάτερον προσηρμόσατο, τοῖς συνεχέσι συντέταχεν, ὅτι τὰ τοῦ χρόνου μέρη παροδεύει τε καὶ παρέρχεται καὶ εἰς τὸ μέλλον τὸν παρῳχημένον διατίθησι καὶ πρὶν ἢ τὸ ἐνεστὸς γνῶναι τὸ ἐπερχόμενον κατείληφε καὶ τὸν παρῳχημένον ἀπέδρασε. καὶ τῇ τοῦ καιροῦ ῥοπῇ πολλὰς πραγμάτων μεταβολὰς ἐθεάσατο καὶ οὐδέν τι στάσιμον εἶναι τούτῳ κατεῖδε καὶ οὐδέν τι τῶν ἔκθεσιν ἐχόντων πρὸς ἄλληλα ἢ συνεστηκότα κεκτημένων τὰ μόρια† πεφύκασι† μετὰ τῶν διωρισμένων ἀφώρισεν· οὔτε γὰρ κεῖταί που καὶ δεικτικά ἐστιν οὔτε συνεστηκότα τὰ τοῦ χρόνου μόρια καθέστηκεν, ἀλλὰ διῃρημένα καὶ διεζευγμένα ὥσπερ τοῦ ἀριθμοῦ. καὶ ταῦτα μὲν ποσὰ λέγονται, τὰ δ' ἄλλα κατὰ συμβεβηκός· εἰς ταῦτα γὰρ τὰ κυρίως ποσὰ ἐνατενίζοντες ὥσπερ τινὶ παραδείγματι καὶ τὰ λοιπὰ ποσὰ κατὰ συμβεβηκὸς ὀνομάζομεν. τῷ γὰρ πολὺ λευκὸν ἢ ὀλίγον λέγεσθαι, τῷ τὴν ἐπιφάνειαν ἢ πολλὴν ἢ ὀλίγην εἶναι τοῦτο λέγεται. καὶ ἐπὶ τῆς πράξεως δὲ ὁμοίως· τῷ γὰρ τοῖς δέκα χρόνοις γενέσθαι τινὰ πόλεμον ἢ ἐχθρῶν ἐπανάστασιν ἢ ἐθνῶν ἐπιδρομὴν τὸν χρόνον λέγομεν μακρὸν εἶναι, καὶ ἐξ αὐτοῦ καὶ τὴν πρᾶξιν κατὰ συμβεβηκὸς μακρὰν καὶ τὴν κίνησιν πολλὴν καθὸ τὸν χρόνον πολὺν εἶναι γινώσκομεν. χρόνος γάρ ἐστι μέτρον κινήσεως. γίνεται δὲ ἡ κίνησις καὶ ἐν μεγέθει, καὶ ὡς ἔχει τὸ μέγεθος, οὕτω καὶ κίνησις, καὶ ὡς ἡ κίνησις, καὶ ὁ χρόνος. ὡς ἂν οὖν ἔχῃ τὸ μέγεθος, οὕτω καὶ ἡ κίνησις καὶ ὁ χρόνος· εἰ μὲν συνεχές, συνεχῆ καὶ τὰ λοιπά, εἰ δὲ διωρισμένον, διωρισμένη καὶ ἡ κίνησις καὶ ὁ χρόνος. Βουλόμενος δὲ παραδοῦναι τοῦ ποσοῦ τὸ ἴδιον, τὰ μὴ ὄντα ἴδια πρῶτον ἐκτίθησιν, ἵνα μετὰ τὸ ταῦτα μὴ τῷ ποσῷ προσήκοντα ἀποδεῖξαι καθαρῶς τὸ τούτου προσαγάγῃ ἴδιον. φησὶν οὖν ἴδιον εἶναι δοκεῖν τοῦ ποσοῦ τὸ μηδὲν ἔχειν ἐναντίον, οἷον τῷ διπήχει ἢ τῷ τριπήχει οὐδέν ἐστιν ἐναντίον· ὅσα γὰρ ἀφωρισμένην ἔχουσι τὴν ποσότητα, οὐδὲν αὐτοῖς ἐστιν ἀντίξουν. εἰ δὲ καὶ περὶ τὴν γραμμὴν εὐθύτης καὶ καμπυλότης εὑρίσκεται καὶ περὶ τὸν ἀριθμὸν περιττὸς καὶ ἄρτιος, ἀλλ' ἄλλο ἐστὶν αὐτὸ ἐκεῖνο ἐναντίον εἶναί τινι καὶ περὶ αὐτὸ εἶναι ἐναντίον. τὸ οὖν ποσὸν αὐτὸ καθ' ἑαυτὸ οὐδενί ἐστιν ἐναντίον, οὐδὲ τῷ ἀορίστῳ ποσῷ ἐστί τι ἐναντίον, τῷ μικρῷ καὶ μεγάλῳ καὶ πολλῷ καὶ ὀλίγῳ. εἰ δέ τις τὸ μικρὸν φαίη τῷ μεγάλῳ ἐναντίον καὶ τὸ πολὺ τῷ ὀλίγῳ, ἀλλὰ τὸ ἐκ πολλῶν μικρῶν τὸ μέγα συνίστασθαι καὶ τὸ πολὺ ἐξ ὀλίγων συντίθεσθαι ἐξωθεῖ ταῦτα τῆς τῶν ἐναντίων φθορᾶς. ἀλλ' οὐδὲ τὸ ἄρτιον τῷ περιττῷ ἐναντίον· τὰ γὰρ ἐναντία τὴν πρὸς ἄλληλα φθορὰν ἀπεργάζονται, οὐχὶ τῆς ἑκατέρας σύστασιν ἐκτελοῦσιν, δύο δὲ περιττοὶ ἀριθμοὶ ἕνα ἄρτιον τιθέασιν. οὐδὲ γὰρ τῷ συνεχεῖ οὔτε τῷ διωρισμένῳ ποσῷ ἐναντίον τί ἐστι, ἐπεὶ μηδὲ τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχονται, ἅπερ δὴ πρὸς ἐναντιότητα τῷ χρωμένῳ ἀπάγουσιν· οὐδὲ τὸν τρίτον τοῦ δευτέρου μᾶλλόν φαμεν ἀριθμόν, οὐδὲ τὸ τρίγωνον τοῦ τριγώνου μᾶλλον καὶ ἧττον λέγομεν· μεῖζον δὲ καὶ ἧττον καλοῦμεν, μᾶλλον δὲ οὔ. ὥστε οὐ ποσὸν τὸ μέγα καὶ μικρόν· οὐκοῦν οὐδὲ ἐναντίον, ἀλλὰ μᾶλλον πρός τι. τὸ γὰρ μέγα πρὸς μικρὸν λέγεται μέγα καὶ πρὸς ἕτερον, οὐ πρὸς ἑαυτὸ συγκρινόμενον· τῶν γὰρ πρός τι ἴδιον τὸ ἑνὸς τεθέντος ἕτερον συνεισάγεσθαι κἀκείνου ἀναιρεθέντος καὶ τὸ λοιπὸν συναναιρεῖσθαι. καὶ τὸ πολὺ γὰρ πρὸς ὀλίγον λέγεται πολύ· ἑκάτερον γὰρ πρὸς ἕτερον τὴν ἀναφορὰν κέκτηται. τὸ μέγα δὲ καὶ τὸ μικρὸν καὶ τὸ μακρὸν καὶ τὸ βραχὺ ἐπὶ συνεχῶν εἴωθε λέγεσθαι, τὸ πολὺ δὲ καὶ τὸ ὀλίγον ἐπὶ διωρισμένων. εἰ γὰρ καὶ μακρὸς λέγεται ὁ λόγος καίτοι ποσὸν ὢν διωρισμένον, ἀλλ' ὡς συνεχὴς ὢν κατὰ τὸν σκοπὸν οὕτω κατονομάζεται. εἰ δὲ καὶ τὸ ὄρος τὸν Ὄλυμπον μέγα ὂν μικρόν τις φαίη, ἀλλὰ πρὸς τὴν γῆν παραβάλλων μικρὸν ἐρεῖ· καὶ τοὺς ἐν Ἀθήναις ὄντας πρὸς τοὺς ἐν θεάτρῳ συγκρίνων ὀλίγους ἐρεῖ ἄν τις, τὸν δὲ κύαμον μέγαν ὡς πρὸς κέγχρον ἀντι θέμενον· πρὸς γὰρ ἄλλο καὶ ἄλλο παραβαλλόμενον μέγα καὶ μικρὸν λέγεται. λοιπὸν οὐ ποσὰ ταῦτα ἀλλὰ τῶν πρός τι. τὰ γὰρ ἐναντία πρῶτόν εἰσι καθ' ἑαυτὰ ἀπολελυμένην ἔχοντα τὴν ὑπόστασιν καὶ οὕτως τὸν πρὸς ἄλληλα πόλεμον δέχονται– οἷον τὸ λευκὸν τὸ μέλαν, καὶ ἐξὸν τὸ λευκὸν εἰπόντα μὴ παραλαβεῖν τὸ μέλαν–, τὰ δὲ πρός τι καὶ συντίκτεται καὶ συναπόλλυται καὶ οὐκ ἔχει φύσιν ἀφωρισμένην ἐν ἑαυτοῖς, ἀλλ' ἐν ταῖς ἄλλαις κατηγορίαις ὑφίστανται· τὸ γὰρ πολὺ καὶ τὸ ὀλίγον πρός τι ἐν ποσῷ συνιστάμενα, τὸ λευκὸν καὶ γλυκύτερον καὶ βαρύτερον πρός τι ἐν ποιῷ. ὅταν οὖν λέγωμεν πολὺ τὸ λευκόν, ἐπεὶ τοῦτο τῶν πρός τι ὂν περὶ τὸ ποσὸν καὶ οὐ τὸ ποιὸν καταγίνεται, οὐ κυρίως λέγομεν οὐδὲ καθ' ἑαυτά, ἀλλὰ διὰ τὸ τὴν ἐπιφάνειαν πολλὴν εἶναι τοῦ ποσοῦ. εἰ δέ τις ἀντιπέσῃ φάσκων ὅτι τὸ παχὺ καὶ λεπτὸν καὶ πλατὺ καὶ στενὸν ἐναντία εἰσίν, ἅπερ τῷ ποσῷ θεωροῦνται, ἐνωτισθήσεται ὡς οὐ ποσὰ ταῦτα, ἀλλ' ἐν τῷ ποσῷ τὸ εἶναι κέκτηνται ὡς τὸ μέγα καὶ μικρόν. Ἐπεὶ οὖν ἐναντιότης οὐκ ἔστιν ἐν ποσῷ, οὐδὲ τὸ μᾶλλον καὶ ἧττον τοῦτο ἐπιδέξεται διὰ τὸ ἐκ τῆς τῶν ἐναντίων μίξεως τὸ μᾶλλον καὶ ἧττον γίνεσθαι· ὅπου γὰρ ἐναντιότης, ἐκεῖ τὸ μᾶλλον καὶ ἧττον γνωρίζεται. οὐκ ἴδιον δὲ μόνον τούτῳ, ἀλλὰ καὶ τῇ οὐσίᾳ ὑπάρχει τὸ μὴ ἐπιδέχεσθαι ἐναντιότητα ἢ τὸ μᾶλλον καὶ ἧττον. ὡς οὖν καὶ τῇ οὐσίᾳ ὑπάρχον ἀποδεδοκίμασται. «Ἴδιον δὲ μόνον τοῦ ποσοῦ τὸ ἴσον καὶ ἄνισον», ἐπειδὴ καὶ μόνῳ καὶ παντὶ ποσῷ πρόσεστι· γραμμὴ γὰρ γραμμῇ ἴση καὶ ἄνισος καὶ τόπος τόπῳ καὶ ἐπιφάνεια ἐπιφανείᾳ καὶ σῶμα σώματι καὶ λόγος λόγῳ καὶ ἀριθμὸς ἀριθμῷ ἴσος καὶ ἄνισος. ἐὰν δὲ ἐπ' ἄλλου τοῦτο εἴπῃς, οἷον ἐπὶ λευκοῦ, οὐ προσφυῶς ἐρεῖς, ἀλλ' ὅμοιον καὶ ἀνόμοιον. εἰ δὲ καί ποτε ἐπὶ μέλανος ἴσον καὶ ἄνισον φήσεις, οὐ καθὸ ποιὸν τοῦτο ἐρεῖς, ἀλλὰ καθὸ ποσὸν εἴτουν σῶμα. Μετὰ τὸ ποσὸν ἔταξε τὰ πρός τι, ὅτι ἐν τῇ τούτου διδασκαλίᾳ τούτων ἐμνήσθη, ἔνθα ἔλεγε τὸ μέγα καὶ μικρὸν καὶ πολὺ καὶ ὀλίγον, ταῦτα δὲ τῶν πρός τί εἰσι πρὸς γὰρ τὸ μικρὸν τὸ μέγα λέγεται καὶ πρὸς τὸ πολὺ τὸ ὀλίγον γνωρίζεται. τὸ δὲ ποιὸν μετὰ τὰ πρός τι ἠρίθμησε, καίτοι τὸ ποιὸν καθ' ἑαυτό ἐστι καὶ ἰδίαν ὑπόστασιν κέκτηται, τὰ δὲ πρός τι οὐκ ἐφ' ἑαυτοῖς ἀλλ' ἐν ταῖς κατηγορίαις τὸ εἶναι ἔχουσι, προτιμότερα δὲ τὰ καθ' ἑαυτὰ τῶν ἐν σχέσει. ἀλλ' ὡς ἔναυλον τὴν διδασκαλίαν τῶν πρός τι ἔχοντες, ἵνα μὴ τοῦ ποιοῦ λόγον τιθέμενοι τούτων τέλεον ἀπομνημονεύσωμεν, διὰ τοῦτο τοῦ ποιοῦ τὰ πρός τι προκέκρικε. πεποίηκε δὲ τὴν ἐπιγραφὴν «περὶ τῶν πρός τι» καὶ οὐχὶ ἑνικῶς ταύτην προήγαγε διὰ τὸ τὰ πρός τι σχέσιν εἶναί τινα, ἡ δὲ σχέσις τοὐλάχιστον ἐν δύο πράγμασι θεωρεῖται· διὰ τοῦτο πληθυντικῶς ἐπέγραψε· τὸ γὰρ δεξιὸν ἀριστεροῦ ἐστι δεξιόν. ἀλλὰ δυνατὸν καὶ ἑνικῶς καὶ πληθυντικῶς ἐπιγράφειν· αὐτὰ μὲν γὰρ τὰ πράγματα περὶ τῶν πρός τι λέγεται, αὐτὴ δὲ ἡ κατηγορία ἑνικῶς, ὥσπερ καὶ ἐπὶ τοῦ ποσοῦ καὶ τῶν λοιπῶν ἐπιφέρομεν ἑνικῶς τὴν κατηγορίαν, δηλοῦντες διὰ τῆς ἐπιγραφῆς οὐχὶ αὐτὰ τὰ πράγματα τὰ ἐν αὐτοῖς ὄντα. Οὐκ εὐθὺς δὲ τὸν ὁρισμὸν τῶν πρός τι ἀποδίδωσιν, ἀλλὰ πρότερον ἐκτίθησι ὃν οἱ παλαιοὶ ἔθεντο, εἶτα δεικνὺς ὅτι πολλὰ ἄτοπα ἐντεῦθεν ἐπιφύονται, ὕστερον τὸν ἴδιον τῶν πρός τι ἀποδίδωσιν, ὥσπερ ἔθος αὐτῷ πέφυκεν. ἵνα δὲ μὴ δόξῃ τῶν παλαιῶν κατατρέχειν, τὸν αὐτῶν ἐκεῖνον ἐκτίθεται ὁρισμόν· ἐν ᾧ καὶ ἄτοπά τινα τούτῳ ἑπόμενα ἀποδεδειχώς, τὸν οἰκεῖον ἀνεπιφθόνως ἐπικρατύνει. Ἴσθι δὲ ὅτι τὰ πρός τι ποτὲ μὲν ἀπὸ εὐθείας ἄρχεται, ἀποδίδοται δὲ πρός τι τῶν πλαγίων. καί ποτε μὲν πρὸς ἣν ἀποδίδοται ἀντιστρέφει, οἷον ὁ πατὴρ υἱοῦ πατὴρ καὶ ὁ δεσπότης δούλου δεσπότης καὶ ὁ υἱὸς υἱὸς πατρὸς καὶ ὁ δοῦλος δεσπότου δοῦλος· ποτὲ δὲ οὔ, ἀποδιδόμενα μὲν πρὸς γενικήν, ἀντιστρεφόμενα δὲ πρὸς δοτικήν, οἷον ἐπὶ τῆς αἰσθήσεως· ἡ γὰρ αἴσθησις αἰσθητοῦ αἴσθησις καὶ τὸ αἰσθητὸν αἰσθήσει αἰσθητόν· ποτὲ δὲ πρὸς αἰτιατικὴν ἀποδίδοται, ἀντιστρέφεται δὲ πρὸς γενικήν· οἷον ὁ τύπτων τυπτόμενον τύπτει καὶ ὁ τυπτόμενος ὑπὸ τύπτοντος τύπτεται. «Πρός τι δὲ τὰ τοιαῦτα λέγονται, ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρου εἶναι λέγεται»· οὐ γὰρ καθὸ φύσει ὑπάρχει, ἀλλὰ καθὸ πρὸς ἕτερον λέγεται· ὁ γὰρ πατὴρ καὶ ὁ δεσπότης καὶ ὁ διδάσκαλος οὐχὶ καθὸ ἄνθρωποι, ἀλλὰ καθὸ πρὸς ἕτερον σχέσιν ἔχουσι πρός τι λέγονται· οἷον τὸ διπλάσιον τινὸς διπλάσιον καὶ τὰ τετραπλάσια τινὸς τετραπλάσια. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν λοιπῶν ἡ ἕξις τινὸς ἕξις καὶ ἡ διάθεσις τινὸς διάθεσις καὶ ἡ ἐπιστήμη τινὸς ἐπιστήμη καὶ ἡ θέσις τινὸς θέσις, ἥτις περὶ γένος ἐστὶ τῆς ἀνακλίσεως, τῆς στάσεως καὶ τῆς καθέδρας καὶ ταῦτα ὄντα πρός τι· ἡ μὲν γὰρ στάσις καὶ ἀνάκλισις καὶ ἡ καθέδρα αὐτὴν τὴν σχέσιν δηλοῖ, καὶ ἐνέργειαι οὖσαι ὑπὸ τὰ πρός τι ἀνάγονται, τὸ δὲ ἵστασθαι καὶ τὸ ἀνακεκλίσθαι καὶ τὸ καθέζεσθαι οὐ σχετικῶς μόνον ἐννοεῖν δίδωσιν, ἀλλὰ μετὰ τῆς σχέσεως καὶ αὐτὴν τὴν οὐσίαν δηλοῖ, τήν τε ἀνακεκλιμένην καὶ τὴν ἐν ᾗ ἀνακέκλιται, καὶ ὑπὸ τὸ κεῖσθαι ἀνάγονται. Πρότερον δὲ τὰ δοκοῦντα ἴδια τῶν πρός τι τίθησι, καὶ ἀπελέγξας αὐτὰ μὴ ὀρθῶς ἐκληφθέντα ὕστερον τὸ κυρίως ἴδιον ἐκτίθησι καὶ ἀποδείκνυσι τοῦτο ὡς μόνον τοῖς πρός τι ὑπάρχον καὶ πᾶσι. πρῶτον δὲ ἴδιον τῶν πρός τι τὸ τὰ ἐναντία ἐπιδέχεσθαι· τῇ γὰρ ἀρετῇ ἐναντία ἡ κακία καὶ τῇ ἐπιστήμῃ ἄγνοια· ἡ γὰρ κακία κακοῦ κακία καὶ ἡ ἐπιστήμη ἐπιστητοῦ ἢ ἐπιστήμονος ἐπιστήμη. ἀλλ' οὐ πᾶσι τοῖς πρός τι ὑπάρχει ἐναντία· τῶν γὰρ κατηγοριῶν ὅσαι μὲν οὐκ ἐπιδέχονται ἐναντιότητας, οὐδὲ τὰ ἐν αὐταῖς πρός τι ἐπιδέχονται· οἷον τῇ οὐσίᾳ καὶ τῷ ποσῷ οὐδέν ἐστιν ἐναντίον, οἷον τῷ ἀνθρώπῳ καὶ τῷ οὐκ ἀνθρώπῳ ἢ τῷ ἴσῳ καὶ τῷ ἀνίσῳ· ταῦτα γὰρ στερήσεις εἰσὶ τοῦ ὄντος, οὐκ ἐναντία. διὸ οὐδὲ τοῖς περὶ αὐτὰ πρός τι ἐναντιότης γνωρίζεται, οἷον τῷ διπλασίῳ ἢ τῷ τριπλασίῳ καὶ τῷ δεσπότῃ καὶ τῷ δούλῳ. ὅσα δὲ ἐναντιότητα ἐπιδέχονται καὶ τὰ περὶ αὐτὰ πρός τι προσλήψονται, οἷον τῇ ποιότητι, ἐπεὶ ἐναντιότητα ἐπιδέχεται καὶ τὰ περὶ αὐτὴν πρός τι ὑποδέξεται, {ὅμοιον γὰρ μᾶλλον καὶ ἧττον λέγεται καὶ} ἀρετῇ κακία ἐναντία καὶ σπουδαίῳ κακός. οὐδὲ τὸ μᾶλλον καὶ ἧττον τὰ πρός τι ἐπιδέχονται· εἰ γὰρ οὐδέν ἐστιν ἐν τούτοις ἐναντίον, οὐδὲ τὸ μᾶλλον καὶ ἧττον ἀποίσεται, ἀλλ' ὥς τι ὀθνεῖον ἀπώσεται, ὅπου γὰρ ἐναντίον, ἐκεῖ τὸ μᾶλλον καὶ τὸ ἧττον γνωρίζεται· ἔνθα δὲ τοῦτο ἀπῴκισται, καὶ αὐτὰ ἐκεῖθεν ἀποδιδράσκουσι. τὸ γὰρ μᾶλλον καὶ ἧττον τῇ τῶν ἐναντίων μίξει γίνονται· τῷ γὰρ μετασχεῖν πλέον τῆς λευκότητος τοῦτο μᾶλλον ἐκείνου λευκὸν κατονομάζεται, ἀποβεβληκότος θατέρου τὴν λευκότητα καὶ πρὸς τὸ μελάντερον καθεστηκότος. Ἄπεισι τοίνυν καὶ πρὸς τὸ τοῦ πρός τι ἴδιον, τὸ πρὸς ἀντιστρέφοντα λέγεσθαι· ἡ γὰρ «ἀντὶ» ἐνταῦθα οὐ τὸ ἀντίπαλον, ἀλλὰ τὸ ἴσον παρίστησιν, οἷον ὁ δεσπότης δούλου δεσπότης λέγεται καὶ τὸ διπλάσιον ἡμίσεος διπλάσιον καὶ τὸ μεῖζον ἐλάττονος μεῖζον· ὁ γὰρ δεσπότης οὐ μᾶλλον πρὸς δοῦλον λέγεται ἢ ὁ δοῦλος πρὸς τὸν δεσπότην καὶ οὐ μᾶλλον ὁ πατὴρ πρὸς τὸν υἱὸν ἢ ὁ υἱὸς πρὸς τὸν πατέρα. ἢ ὡς ἄνθρωπος καὶ τὸ γελαστικόν· οὐ πλέον γὰρ τοῦτο ἐκείνου κατηγορεῖται, ἀλλ' ἴσην τὴν κατηγορίαν ἐργάζεται, καὶ ἐπίσης τὴν ἀντιστροφὴν ἐκτελεῖ, οἷον δοῦλος δεσπότου δοῦλος καὶ ὁ δεσπότης δούλου δεσπότης καὶ τὰ λοιπὰ ὡσαύτως· οὐ γὰρ πλέον τοῦ ὑποκειμένου τὸ κατηγορούμενον λέγεται, ἀλλ' ἴση ἡ ἀντιστροφὴ γίνεται. ἐὰν δὲ ἄνισα εὑρεθῶσι τὰ κατηγορούμενα, οὐκ ἀντιστρέφει, ἀλλὰ δεῖ τῷ ἐλάσσονι τὸ πλέον ἕπεσθαι, οἷον τῷ ἀνθρώπῳ τὸ ζῷον, οὐχὶ τῷ ζῴῳ ὁ ἄνθρωπος. δεῖ οὖν τὰ κατηγορούμενα πρὸς ἀντιστρέφοντα λέγεσθαι καὶ ἐξισοῦν τὰ λεγόμενα, αὐξόμενα μὲν τὰ ἐλάσσονα, μειούμενα δὲ τὰ μείζονα· οἷον ἐὰν τὸ πτερὸν πτερωτοῦ πτερὸν εἴπῃς, οἰκείως ἀποδώσει καὶ ἀντιστρέφει. ἐὰν δὲ ὄρνιθος πτερὸν φήσῃς, τοῦ εἰκότος ἐκπίπτῃ καὶ τοῦ δέοντος ἁμαρτάνεις καὶ οὐκ ἀντιστρέφει· οὐ γὰρ ἴση ἡ ἀντιστροφή, ἀλλ' ἐπὶ πλέον τὸ πτερόν· πολλὰ γάρ εἰσι πτηνὰ ἃ οὔκ εἰσιν ὄρνιθες, ὡς τὰ δερμόπτερα καὶ κολεόπτερα εἴτουν αἱ νυκτερίδες καὶ οἱ κάνθαροι, μόνοι δὲ ὄρνιθες λέγονται τὰ σχιζόπτερα, τὰ δὲ λοιπὰ οὔ. εἰκὸς οὖν ἐξισῶσαι τὰ λεγόμενα καὶ αὐξῆσαι τὴν ὄρνιν καὶ ποιῆσαι πτερωτόν, καὶ οὕτως ἡ ἀντιστροφὴ σωθήσεται καὶ δεόντως ῥηθήσεται τὸ πτερὸν πτερωτοῦ πτερὸν καὶ τὸ πτερωτὸν πτερῷ πτερωτόν· οὐ γὰρ καθὸ ὄρνις τὸ πτερὸν λέγεται, ἀλλὰ καθὸ πτερωτόν. λέγει δὲ ὅτι ἐνιότε τῇ πτώσει διοίσει διὰ τὸ τὴν ἀπόδοσιν πρὸς γενικὴν ποιῆσαι, τὴν δὲ ἀντιστροφὴν πρὸς δοτικὴν ἀντιστρέψαι· οἷον ἡ ἐπιστήμη ἐπιστητοῦ ἐπιστήμη καὶ τὸ ἐπιστητὸν ἐπιστήμῃ ἐπιστητόν. καὶ τὸ πηδάλιον δὲ ἐὰν ἀποδοθῇ πλοίου, οὐκ ἀντιστρέφει· ἐπὶ πλέον γὰρ τὸ πλοῖον τοῦ πηδαλίου· πολλὰ γάρ εἰσι πλοῖα ἃ πηδάλια οὐκ ἔχει, ὡς τὰ ἀκάτια. δεῖ γοῦν τὸ μεῖζον ἤγουν τὸ πλοῖον ἐλαττῶσαι καὶ εἰπεῖν τὸ πηδάλιον πηδαλιωτοῦ πηδάλιον. καὶ ἡ κεφαλὴ δὲ ἐὰν ἀποδοθῇ ζῴου, οὐκ ἀντιστρέφει. ἡ μὲν κεφαλὴ ζῴου λέγεται κεφαλή, οὐκέτι δὲ τὸ ζῷον τῇ κεφαλῇ ζῷον· ἐπὶ πλέον γὰρ τὸ ζῷον· εἰσὶ γάρ τινα ζῷα ἅπερ κεφαλὴν οὐκ ἔχουσιν, ὡς ὁ καρκῖνος, σκώληξ, γῆς ἔντερα. ἐὰν οὖν μειώσωμεν τὸ μεῖζον καὶ ποιήσωμεν κεφαλωτόν, οἰκείως ἡ ἀντιστροφὴ λεχθήσεται· ἡ γὰρ κεφαλὴ κεφαλωτοῦ κεφαλὴ καὶ τὸ κεφαλωτὸν κεφαλῇ κεφαλωτόν. οὑτωσὶ δέ τις τοιούτοις χρήσαιτο. εἰ οὖν μὴ ὀνόματά εἰσιν ἀπὸ τῶν πρώτων καὶ οἰκείως κατηγορουμένων τοῖς πρὸς ἃ ἀντιστρέφουσι, τιθείη τὰ ὀνόματα, ἤγουν, ἔνθα ὀνόματα μὴ κεῖνται, βούλεταί τις ἀπὸ τῶν κυρίως λεγομένων ἀρχόμενος ἀφ' ἑαυτοῦ τιθέναι ὀνόματα καταλλήλως τῇ ἀντιστροφῇ προσαρμόττοντα καὶ ἰσάζοντα, ὥσπερ ἀπὸ τοῦ πτεροῦ πτερωτὸν καὶ ἀπὸ τοῦ πηδαλίου πηδαλιωτόν. οὐκοῦν πάντα τὰ πρός τι, ἐάνπερ οἰκείως ἀποδιδῶται καὶ μὴ πρὸς ὃ ἔτυχε, πρὸς ἀντιστρέφοντα λέγεται. εἰ δὲ πρὸς τὸ τυχόν, οὐκ ἀντιστρέφει. μᾶλλον δὲ οὐδὲ τὰ ὁμολογουμένως ὄντα καὶ ὀνομάτων αὐτοῖς προσόντων ἀντιστρέφει, ἐὰν μὴ κυρίως ἡ ἀπόδοσις γίνηται καὶ ἐξισάζουσα καὶ πρὸς ὃ λέγεται· οἷον ὁ δοῦλος ἐὰν μὴ δεσπότου ἀλλὰ ἀνθρώπου ἀποδοθῇ, οὐ καλῶς ἡ ἀντιστροφὴ δείκνυται. ὁμοίως καὶ τὸ πτερὸν ἐὰν μὴ πτερωτοῦ φήσω ἀλλὰ ὄρνιθος, ἁμαρτίαν οὐ τὴν τυχοῦσαν ἐξείργασμαι διὰ τὸ τὸ πτερὸν κατὰ πολλῶν κατηγορεῖσθαι καὶ μὴ μόνον τῆς ὄρνιθος· εἰ γὰρ τὸ πτερὸν ὡς ὄρνιθος κατηγορήσομεν καὶ οὐχ ὡς πτερωτοῦ, συμβήσεται καὶ τὴν μυῖαν ὄρνιν ἀποκαλέσαι διὰ τὸ καὶ ταύτην πτερὰ περικεῖσθαι. δεῖ οὖν ἐξισάζειν τὴν κατηγορίαν, ἐπεὶ καὶ τὰ ἴδια ἀντιστρέφει πρὸς ἅ ἐστιν ἴδια διὰ τὸ ἐξισάζειν. Καὶ ἕτερον δὲ ἴδιον παραδίδωσι τῶν πρός τι, τὸ ἅμα τῇ φύσει εἶναι τὰ πρός τι· πατὴρ γὰρ καὶ υἱὸς ἅμα καὶ δοῦλος καὶ δεσπότης καὶ διδάσκαλος καὶ μαθητής· ἅμα γάρ, ὧν τοῦ ἑνὸς τεθέντος καὶ τὸ ἕτερον συνεισάγεσθαι καὶ αὖθις ἀναιρεθέντος συναναιρεῖσθαι. ἀλλ' οὐκ ἐπὶ πάντων τῶν πρός τι τοῦτ' ἐφεύρῃς, ἀλλ' ἐπί τινων κατίδῃς μὴ ἅμα τῇ φύσει εἶναι, οἷον τὸ ἐπιστητὸν πρότερον δόξειεν ἂν εἶναι τῆς ἐπιστήμης· τὸ μὲν γὰρ ἐπιστητὸν ἀναιρεθὲν ἀναιρεῖται καὶ ἡ ἐπιστήμη, ἐπιστήμης δὲ ἀφανείᾳ παραδοθείσης οὐδὲν κωλύει τὸ ἐπιστητὸν εἶναι. φύσει δὲ πρῶτον τὸ συναναιροῦν καὶ μὴ συναναιρούμενον καὶ τὸ συνεισφερόμενον καὶ μὴ συνεισφέρον δέ, ὡς ἐπὶ ζῴου καὶ ἀνθρώπου. εἰ οὖν φαμεν Θαλῆν τὸν Μιλήσιον πρότερον ἐπιστῆσαι καὶ ἐπιγνῶναι, ὅτι ἐκ τοῦ ἡλίου ἡ σελήνη τὸ φῶς δέχεται καὶ ὅτι μακρὰν ἐκείνου ἀφισταμένη πλεῖον αὐτῆς τὸ φῶς καθορᾶται, πρὸς αὐτὸν δὲ ἐπανατρέχουσα καὶ τῇ πρὸς αὐτὸν συνόδῳ τὴν πορείαν ποιουμένη ἄρξηται μειοῦσθαί τε καὶ τὸ φῶς ἀποβάλλεσθαι καὶ τῷ σκιάσματι τῆς γῆς παρεμπεσοῦσα, τοῦ ἡλίου κατὰ κάθετον αὐτῇ ὑπόντος ἐν τῷ ὑπὸ γῆν ἡμισφαιρίῳ, ἔκλειψιν παντελῆ τοῦ ταύτης φωτὸς γίγνεσθαι, τῶν ἡλιακῶν ἀκτίνων ταύτῃ μὴ προσβαλουσῶν– τοῦτο δὲ τὸ πάθος ταύτῃ συμβέβηκεν ἐν μόνῃ πανσελήνῳ–, εἰ οὖν πρώην ὁ Θαλῆς ἐπέστησε τῇ σεληνιακῇ ἐκλείψει, δηλονότι πρότερον ἦν πρὸ αὐτοῦ τὸ ἐπιστητόν, ἤγουν ἡ σεληνιακὴ ἔκλειψις, καὶ ἡ ἐπιστήμη αὐτοῦ οὐκ ἦν. οὐκοῦν καὶ χρόνῳ καὶ φύσει τὸ ἐπιστητὸν τῆς ἐπιστήμης προϋπάρχει καὶ οὐχ ἅμα τοῖς πρός τί εἰσι. καὶ αἰσθητοῦ δὲ μὴ ὄντος οὐδὲ αἴσθησίς ἐστι· ταύτης δὲ μὴ ὑπούσης οὐδὲν κωλύει αἰσθητὸν εἶναι πῦρ, ἀέρα, ὕδωρ καὶ γῆν. Λέγει δὲ ὁ Ἀριστοτέλης ὅτι «ἐπ' ὀλίγων ἢ ἐπ' οὐδενὸς ἴδοι τις ἂν ἅμα τῷ ἐπιστητῷ τὴν ἐπιστήμην γινομένην». τοῦτο δὲ εἴρηκε διὰ τὰ ἀπό τινος τέχνης προαγόμενα· τὰ μὲν γὰρ φυσικὰ προϋπάρχει τῆς ἐπιστήμης, τὰ δὲ ἐκ τέχνης ἅμα τῇ αὐτῶν ἐπιστήμῃ τὸ εἶναι ἔχει· οἷον ἐπενόησέ τις καθ' ἑαυτὸν ποιῆσαι θῶκον πρὸς λῆξιν τῶν κεκοπιακότων· ἰδοὺ ἅμα τῷ ἐπιστητῷ, τῷ ξύλῳ φημί, καὶ ἡ ἐπιστήμη ἡ περὶ αὐτὸ ἐπίνοια. καὶ ἐπὶ τῶν ἀναπλασμάτων ὡσαύτως· τετύπωκέ τις ποιῆσαι πολύμορφον· ἰδοὺ ἅμα τῷ ἐπιστητῷ τῷ πολυμόρφῳ καὶ ἡ ἐπιστήμη ἡ τούτου ἀνάπλασις πρὸς τὸν νοῦν καὶ ἀνάμαξις. «ἐπ' οὐδενὸς» δὲ εἶπεν ὁ σοφός, ὅτι καὶ ταῦτα τῇ ἀληθείᾳ ἦν μὲν ἐν τῇ φύσει, ὕστερον δὲ τὰς ἐπιστήμας ἐλάβομεν. οὐκοῦν ἐπὶ τῶν φυσικῶν προϋπάρχει τὸ ἐπιστητὸν τῆς ἐπιστήμης· αἱ μὲν γὰρ ἐπιστῆμαι ἐν τῇ ψυχῇ τοῦ ζῴου συνίστανται, τὰ δὲ ἐπιστητὰ οὐδὲν ἧττον καὶ καθ' ἑαυτά ἐστιν. ὥστε ἀναιρουμένου τοῦ ζῴου ἀνῄρηται καὶ ἐπιστήμη, τὰ δὲ ἐπιστητὰ οὐδαμῶς. τοῦτο δὲ καὶ ἐπὶ τῆς αἰσθήσεως καὶ τοῦ αἰσθητοῦ ἴδοις ἂν γιγνόμενον, ὅτι πρότερον τὸ αἰσθητὸν τῆς αἰσθήσεως καὶ συναναιρεῖ τὸ αἰσθητὸν τὴν αἴσθησιν. ὄντος μὲν γὰρ αἰσθητοῦ καὶ ἡ περὶ αὐτὸ αἴσθησις ἐνεργήσειεν ἄν, μὴ ὄντος δὲ αἰσθητοῦ ἔν τινι τὸ ἐνεργὸν ἡ αἴσθησις ἀποφέρεται. τὰ μὲν γὰρ αἰσθητὰ καὶ καθ' ἑαυτά εἰσιν εἴτουν τὰ περὶ ἡμᾶς ὄντα, αἱ δὲ αἰσθήσεις ἐν ζῴῳ εἰσί, τὸ δὲ ζῷον ἔμψυχον σῶμα, ἀνάγκη δὲ σώματος ἀναιρεθέντος μηδὲ ἔμψυχον εἶναι, ἐμψύχου δὲ μὴ ὄντος μηδὲ ζῷον, ζῴου δὲ ἀναιρεθέντος μηδὲ αἴσθησιν εἶναι· πᾶσα δὲ αἴσθησις ἐν σώματι ἔχει τὸ εἶναι· τὰ γὰρ ἀσώματα ἐκπεφεύγασι τὴν αἴσθησιν μήτε αἰσθήσει ὑποπίπτοντα μήτε δεκτὰ ὄντα αἰσθήσεως. ἡ δέ γε αἴσθησις ἀναιρεθεῖσα οὐκ ἀναιρήσει τὸ αἰσθητόν· οὐδὲ γὰρ ἀντιστρέφει. ἐπεὶ πᾶν μὲν ζῷον ἔμψυχον, πᾶν δὲ ἔμψυχον σῶμα, οὐ πᾶν δὲ σῶμα ἤδη καὶ ἔμψυχον ζῷον– ἐπὶ πλεῖον γὰρ τὸ σῶμα–, πᾶν δὲ σῶμα αἰσθητόν, ὥστε ζῴου ἀναιρεθέντος, περὶ ὃ ἡ αἴσθησις ἦν, οὐδαμῶς ἀπείργει τὰ [............] τὰ αἰσθητά, ὕδωρ, γῆν καὶ λοιπά. καὶ τί φημι τῆς αἰσθήσεως τὸ αἰσθητὸν προυπάρχειν, ὁπόταν τὸ αἰσθητικὸν [...]. 52 Διδασκαλία σύντομος καὶ σαφεστάτη περὶ τῶν δέκα κατηγοριῶν καὶ τῶν προτάσεων καὶ τῶν συλλογισμῶν, περὶ ὧν τις προδιδαχθεὶς εἰς πᾶσαν μὲν καὶ ἄλλην ἐπιστήμην καὶ τέχνην, ἐξαιρέτως δὲ εἰς τὴν ῥητορείαν εὐκόλως ἐμπορεύσεται· τοῦ ὑπερτίμου κυροῦ Μιχαὴλ τοῦ Ψελλοῦ Ἐπειδή τισιν, οὐκ οἶδ' ὅθεν εἰπεῖν, τὴν τῆς διαλεκτικῆς ἐπιστήμης δραστήριον δύναμιν μηδόλως ἀπογευσαμένοις καὶ ὡς οὐκ ἄν ποτέ τις ἐπιστήμην ἢ τέχνην ἀκριβῶς χωρὶς τῆς τοιαύτης μεθόδου κατορθώσαιτο, εἴπερ ἐξεταστική τις οὖσα πρὸς τὰς ἁπασῶν τῶν μεθόδων ἀρχὰς ὁδὸν ἔχοι, ἔδοξεν ἐπὶ ῥητορείαν μᾶλλον ἑαυτοὺς παρορμᾶν ἢ ἐπὶ φιλοσοφικὴν παίδευσιν, τὸ δὲ τοιοῦτον δυσχέρειάν τινα πλείστην ὅσον τῷ διδασκομένῳ πέφυκεν ἐμποιεῖν ἤπερ εὐκολίαν, οὐχ ὅτι μόνον ἡ ῥητορικὴ ἀντίστροφος τῇ διαλεκτικῇ καθίσταται, ἀλλ' ὅτι καὶ περὶ παντὸς προβλήματος πολιτικοῦ ὁ ῥήτωρ διαλέξεται. τὸ δὲ πολιτικὸν πρόβλημα πάντως ἐκ προσώπου καὶ πράγματος τὴν σύστασιν κέκτηται· τὸ οὖν πρόσωπον ὑποκειμένου τάξιν ἐπέχει, τὸ δὲ πρᾶγμα κατηγορουμένου, ἅπερ εἰσὶν ἴδια φιλοσοφικῆς διαγνώσεως, περὶ ὧν ἐν τῇ τοῦ Περὶ ἑρμηνείας διδασκαλίᾳ ὁ Ἀριστοτέλης διαρρήδην ἐκδιδάσκει. ὡσαύτως δὲ καὶ αἱ προτάσεις, δι' ὧν ὁ ῥήτωρ τὸ οἰκεῖον πρόβλημα ἀποδείκνυσι, καὶ αὗται ἐξ ὑποκειμένου καὶ κατηγορουμένου δηλονότι τὴν σύστασιν ἐσχήκασιν. ἔτι γε μὴν δυσὶν ἀποδείξεσι χρῆται, δι' ὧν ὡς ὀργάνῳ χρώμενος τὰ οἰκεῖα συμπερανεῖ· ταῦτα δ' ἂν εἶεν ἐνθύμημα καὶ παράδειγμα. καὶ τὸ μὲν ἐνθύμημα πάντως ἐστὶ συλλογισμὸς ἀτελής· τοῦ γὰρ συλλογισμοῦ τὸ ἐλάχιστον ἐκ δύο προτάσεων συνισταμένου, οἷόν ἐστιν εἰπεῖν «ὁ ἄνθρωπος ζῷον, τὸ ζῷον οὐσία, ὁ ἄνθρωπος ἄρα οὐσία», τὸ ἐνθύμημα δι' οὗ ὁ ῥήτωρ τὴν ἀπόδειξιν ποιεῖται μιᾶς προτάσεως λεχθείσης καὶ τῆς ἄλλης ἀποσιωπηθείσης ἐπάγεται· διά τοι τοῦτο καὶ συλλογισμός ἐστιν ἀτελής, οἷόν ἐστιν ὧδε εἰπεῖν «ὁ δεῖνα καλλωπιστής, μοιχὸς ἄρα»· λείπει γὰρ ἡ πρότασις ἡ ἄλλη τοῦ συλλογισμοῦ ἡ λέγουσα «πᾶς καλλωπιστὴς μοιχός». ὁμοίως δὲ καὶ τὸ παράδειγμα ἔοικέ πως ἐπαγωγῇ· τῆς γὰρ ἐπαγωγῆς ὡς καὶ ὁ συλλογισμὸς τῷ διαλεκτικῷ ὑποκειμένης καὶ ἀπὸ τῶν κθέκαστα ἐπὶ τὴν τοῦ καθόλου πράγματος ἔφοδον ποιούσης, οἷόν ἐστιν εἰπεῖν «ὁ Πέτρος ζῷον καὶ ὁ Παῦλος καὶ ὁ Θωμᾶς, οὐκοῦν καὶ πᾶς ἄνθρωπος ζῷον», τὸ παράδειγμα ἀπὸ τοῦ ἴσου τὸ ἴσον δείκνυσι, τουτέστιν ἀπὸ τοῦ μερικοῦ τὸ μερικόν, οἷόν ἐστιν «ὁ δεῖνα εἰ στρατηγήσει, τυραννήσειεν ἄν», ἐπειδὴ καὶ ὁ δεῖνα ὁμοιότροπος αὐτῷ ὢν στρατηγήσας ἐτυράννησεν. ἐπεὶ οὖν τὸν πάντῃ ἀμύητον διαλεκτικῆς ἤτοι φιλοσοφικῆς παιδεύσεως οὐκ ἐγχωρεῖ πρὸς ῥητορεῖαν εὐκόλως εἰσάγεσθαι, δεῖν ᾠήθην πρὸς τοὺς ἐν ῥητορείᾳ μᾶλλον τὴν ἔφεσιν ἔχοντάς τινα χρειώδη ἐκ τῆς φιλοσοφικῆς παιδεύσεως ὑπειπεῖν, ὡς ἂν ταῦτα προδιδαχθέντες ῥᾷστα πρὸς ῥητορείαν οἱ βουλόμενοι ἐμπορεύσωνται. Ἄρξομαι δὲ ἐντεῦθεν· τῶν φωνῶν περὶ ἃς οἱ φιλόσοφοι καταγίνονται αἱ μὲν κατὰ συμπλοκὴν λέγονται, αἱ δὲ ἄνευ συμπλοκῆς. κατὰ συμπλοκὴν μὲν «ἄνθρωπος περιπατεῖ»· συνεπλάκησαν γὰρ αἱ δύο φωναί, ἡ «ἄνθρωπος» μετὰ τῆς «περιπατεῖ». ἄνευ δὲ συμπλοκῆς «ἄνθρωπος», «βοῦς» καὶ τὰ παραπλήσια. περὶ μὲν οὖν τῶν ἄνευ συμπλοκῆς λεγομένων ἤτοι ἁπλῶν φωνῶν τῶν σημαινουσῶν ἁπλᾶ πράγματα διὰ μέσου ἁπλῶν νοημάτων ἡ διδασκαλία τῶν δέκα κατηγοριῶν τῷ Ἀριστοτέλει ἐκδέδοται. αὗται δὲ πάλιν αἱ ἁπλαῖ φωναὶ διαφέρονται πρὸς ἀλλήλας γενικαῖς τισι διαφοραῖς· αἱ μὲν γὰρ αὐτῶν οὐσίαν σημαίνουσιν, οἷον ἡ «ἄνθρωπος» φωνή, αἱ δὲ ποσόν, ὡς ἡ «δίπχυ», αἱ δὲ ποιόν, ὡς ἡ «λευκόν», αἱ δὲ πρός τι, ὡς ἡ «πατήρ», αἱ δὲ ποῦ, ὡς «ἐν Ἀθήναις», αἱ δὲ ποτέ, ὡς ἡ «χθές», αἱ δὲ κεῖσθαι, ὡς ἡ «κάθηται», αἱ δὲ τὸ ἔχειν, ὡς τὸ «ὑποδεδέσθαι», αἱ δὲ τὸ ποιεῖν, ὡς τὸ «τύπτειν», αἱ δὲ τὸ πάσχειν, ὡς τὸ «τύπτεσθαι». ἕκαστον οὖν τῶν εἰρημένων τούτων ἁπλῶς λεγόμενον οὔτε ἀλήθειαν οὔτε ψεῦδος σημαίνει, συμπλεκόμενα δὲ μετ' ἀλλήλων ἐξ ἀνάγκης ἢ ἀληθεύουσιν ἢ ψεύδονται, οἷον «τὶς ἄνθρωπος περιπατεῖ»· τὸ γὰρ «τὶς ἄνθρωπος περιπατεῖ» ἀνάγκη ἢ ἀληθὲς εἶναι ἢ ψευδές. περὶ ἧς συμπλοκῆς τῶν ἁπλῶν φωνῶν τῆς διαιρούσης τὸ ἀληθὲς καὶ τὸ ψεῦδος καὶ ποιούσης τὰς προτάσεις ἡ τοῦ Περὶ ἑρμηνείας διδασκαλία καταγίνεται. Πρὸς τούτοις δὲ τῶν ὄντων κατὰ τὴν πρὸς ἄλληλα σχέσιν τὰ μέν εἰσιν ὁμώνυμα, τὰ δὲ συνώνυμα, τὰ δὲ παρώνυμα, καὶ πάλιν πρὸς τούτοις τὰ μὲν καλεῖται πολυώνυμα, τὰ δὲ ἑτερώνυμα. ὁμώνυμα μὲν οὖν ἐστιν ὅσα κατὰ μὲν τὸ ὄνομα κοινωνοῦσιν ἀλλήλοις, κατὰ δὲ τὸν τῆς οὐσίας λόγον, εἴτε ὁρισμὸν εἴποις εἴτε ὑπογραφήν, διαφέρουσιν, οἷον «ἄνθρωπος» τὸ ζῷον καὶ «ἄνθρωπος» τὸ ἐν τοίχῳ γεγραμμένον· ταῦτα γὰρ κατὰ μὲν τὸ ὄνομα μόνον τὸ «ἄνθρωπος» κοινωνοῦσι, κατὰ δὲ τὸν λόγον τῆς οὐσίας διαφέρουσιν· ἄλλον γὰρ καὶ ἄλλον ὁρισμὸν ἑκάτερον ἐπιδέχεται· τὸ μὲν γὰρ αὐτῶν ζῷον λογικόν, θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν, τὸ δὲ δῆλον ὅτι οὔτε λογικὸν οὔτε ὅλως ζῷόν ἐστι. συνώνυμα δέ ἐστιν ὅσα σὺν τῷ κοινῷ ὀνόματι καὶ τὸν λόγον ἔχει τὸν αὐτὸν ἀλλήλοις, ὡς τὸ «ζῷον» καὶ ἐπὶ ἀνθρώπου καὶ ἐπὶ ἵππου· τὸ γὰρ «ζῷον» ὄνομα ἐφ' ἑκατέρου κοινὸν ἔχει καὶ τὸν τῆς οὐσίας λόγον· ζῷον γάρ ἐστιν οὐσία ἔμψυχος αἰσθητική, ὃ καὶ ἀμφοτέροις τῷ ἀνθρώπῳ τε καὶ τῷ ἵππῳ ἐπίσης ἁρμόζει. παρώνυμα δέ ἐστι τὰ κατά τι μέρος τοῦ ὀνόματος κοινωνοῦντα ἀλλήλοις, κατά τι δὲ διαφέροντα ἔν τε τῷ ὀνόματι καὶ τῷ πράγματι, ὡς «ἡ γραμματικὴ» καὶ «ὁ γραμματικός»· διαφέρουσι μὲν γὰρ ἀλλήλων καὶ τῷ πράγματι ἤτοι τῇ οὐσίᾳ– ἡ μὲν γάρ ἐστι γνῶσις, ὁ δὲ ζῷον–, διαφέρουσι δὲ καὶ αὐτῷ τῷ ὀνόματι, κατὰ τὴν τελευταίαν συλλαβὴν τῆς λέξεως μικρὸν παραλλάσσοντα. πολυώμυμα δέ ἐστι τὰ κατὰ τὴν φωνὴν μὲν τοῦ ὀνόματος μόνον διαφέροντα, τὸ αὐτὸ δὲ πρᾶγμα σημαίνοντα καὶ τὸν αὐτὸν λόγον τῆς οὐσίας ἐξ ἀνάγκης ἐπιδεχόμενα, οἷον «ἄνθρωπος», «μέροψ», «βροτός»· ταῦτα γὰρ τὰ ὀνόματα φωνῇ μόνον ἀλλήλων διαλλάσσουσι, πρᾶγμα δὲ τὸ αὐτὸ σημαίνουσι καὶ τὸν αὐτὸν λόγον τῆς οὐσίας διασῴζουσιν. ἑτερώμυμα δὲ λέγεται τὰ καὶ κατὰ τὸ ὄνομα καὶ κατὰ τὸν τῆς οὐσίας λόγον ἀλλήλων διαφέροντα, οἷον «ἄνθρωπος» καὶ «λίθος»· ταῦτα γὰρ οὔτε κατὰ τὴν φωνὴν τοῦ ὀνόματος ἐπικοινωνοῦσιν ἀλλήλοις οὔτε κατὰ τὸν τῆς οὐσίας λόγον· τὸ μὲν γάρ ἐστι ζῷον λογικόν, τὸ δὲ οὐσία ἄψυχος καὶ ἀναίσθητος. Ἐπεὶ δὲ τῶν τοιούτων ἁπλῶν φωνῶν ὡς εἴρηται αἱ μὲν οὐσίαν σημαίνουσιν, αἱ δὲ ποσόν, αἱ δὲ τὰς λοιπὰς κατηγορίας, χρεών ἐστι ποσῶς περὶ αὐτῶν πρὸς σαφήνειαν διαλαβεῖν. διὸ οὐσία μέν ἐστι πρᾶγμα αὐθύπαρκτον μὴ δεόμενον ἑτέρου πρὸς σύστασιν· αὕτη δὲ ἡ ἁπλῶς οὐσία ἤτοι ἡ καθόλου γένος ἐστὶ γενικώτατον καὶ ἔχει τρία εἴδη ὑποβεβηκότα εἰς ἃ καὶ διαιρεῖται, σῶμα, ἀσώματον καὶ μικτὸν ἐξ ἀμφοτέρων. ἔχει δὲ καὶ ἴδια ἕξ· πρῶτον μὲν τὸ μὴ εἶναι αὐτὴν ἐν ὑποκειμένῳ ὡς τὰ συμβεβηκότα, δεύτερον δὲ τὸ συνωνύμως κατηγορεῖσθαι αὐτὴν τῶν μερικῶν οὐσιῶν, τρίτον τὸ τόδε τι σημαίνειν– τὸ γὰρ δεικνύειν διὰ τῆς χειρὸς ἢ ἄλλου τινὸς τοιούτου τῇ μερικῇ οὐσίᾳ δηλονότι ἁρμόττει–, τέταρτον τὸ μηδὲν αὐτῇ εἶναι ἐναντίον, πέμπτον τὸ μὴ ἔχειν αὐτὴ τὸ μᾶλλον καὶ τὸ ἧττον– οὐ γάρ ἐστιν ὁ Σωκράτης παρὰ τὸν Πλάτωνα μᾶλλον ἄνθρωπος–, ἕκτον τὸ ταὐτὸν καὶ ἓν ἀριθμῷ ὂν κατὰ τὴν ἑαυτῆς μεταβολὴν τῶν ἐναντίων εἶναι δεκτικήν, ὃ καὶ κυρίως αὐτῆς ἐστιν ἴδιον· ἡ γὰρ οὐσία μόνη μένουσα ἀδιάφθορος μεταβάλλεται, οἷον ὁ ἄνθρωπος μηδέν τι τῆς ἀνθρωπότητος ἐναλλάσσων γίνεται ἐξ ἀδίκου δίκαιος καὶ ἐκ δικαίου ἄδικος, καὶ τὸ ὕδωρ θερμὸν καὶ πάλιν ψυχρόν. τῶν δὲ ἄλλων οὐδὲν ἀμετάβλητον μένον τῶν ἐναντίων ἐστὶ δεκτικόν. καὶ ταῦτα μὲν περὶ τῆς οὐσίας. Περὶ ποσοῦ Ποσόν ἐστι κατηγορία καθ' ἣν ἕκαστον τῶν ὄντων πεπόσωται. εἴδη δὲ τούτου δύο, συνεχὲς καὶ διωρισμένον. καὶ συνεχὲς μέν ἐστι ποσὸν οὗ τὰ μόρια πρός τινα κοινὸν ὅρον συνάπτει, διωρισμένον δὲ οὗ τὰ μόρια πρὸς οὐδένα κοινὸν ὅρον συνάπτει. διαιρεῖται δὲ τὸ μὲν διωρισμένον εἰς ἀριθμὸν καὶ λόγον {ὧν τὰ μόρια πρὸς οὐδένα κοινὸν ὅρον συνάπτει}, τὸ δὲ συνεχὲς εἰς πέντε, εἰς γραμμήν, εἰς ἐπιφάνειαν, εἰς σῶμα μαθηματικόν, εἰς χρόνον καὶ εἰς τόπον. μαθηματικὸν δὲ σῶμά ἐστι τὸ ἔχον μῆκος καὶ πλάτος καὶ βάθος, μὴ μέντοι γε ἁφῇ καὶ θέᾳ ὑποπῖπτον, ἀλλὰ νῷ μόνῳ περιληπτόν· ἕκαστον γὰρ τούτων κοινὸν ὅρον ἔχει πρὸς ὃν τὰ μόρια αὐτοῦ συνάπτει· ἡ μὲν γὰρ γραμμὴ τὸ σημεῖον, ἡ δὲ ἐπιφάνεια τὴν γραμμήν, τὸ δὲ σῶμα τὴν ἐπιφάνειαν, ὁ δὲ χρόνος τὸ νῦν· τὸ γὰρ νῦν συνάπτει πρός τε τὸν παρεληλυθότα καὶ τὸν μέλλοντα· ὁ δὲ τόπος καὶ αὐτὸς συνεχὴς ὢν τὴν γραμμὴν ἔχει κοινὸν ὅρον· σχεδὸν γὰρ ταὐτόν ἐστιν ὅ τε τόπος καὶ ἡ ἐπιφάνεια. ἔχει δὲ ἴδια τὸ ποσὸν τέσσαρα, πρῶτον μὲν τὸ μετρεῖσθαι, δεύτερον τὸ μηδὲν ἔχειν ἐναντίον, τρίτον τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον– οὔτε γὰρ τὰ τρία τῶν πέντε μᾶλλον τρία λέγεται οὔτε ὁ χρόνος τοῦ χρόνου μᾶλλον καὶ ἧττον–, τέταρτον τὸ ἴσον καὶ τὸ ἄνισον· τοῦτο δὲ τὸ ἴδιον παντὶ καὶ μόνῳ τῷ ποσῷ ἁρμόττει. καὶ περὶ μὲν τοῦ ποσοῦ τοσαῦτα εἰρήσθω. Περὶ ποιότητοσ Ποιότης ἐστὶ κατηγορία καθ' ἣν ποιοί τινες εἶναι λέγονται. ἔχει δὲ εἴδη προφερόμενα τέσσαρα, πρῶτον μὲν ἕξιν καὶ διάθεσιν, δεύτερον δὲ δύναμιν καὶ ἀδυναμίαν, τρίτον παθητικὴν ποιότητα καὶ πάθος, τέταρτον σχῆμα καὶ μορφήν. καὶ ἔστιν ἕξις μὲν ποιότης δυσαπόβλητος ἢ κακωτικὴ ἢ τελειωτικὴ τοῦ ἐν ᾧ ὑπάρχει, διάθεσις δέ ἐστι ποιότης εὐαπόβλητος, τουτέστιν εἰς καιρὸν γινομένη καὶ ἀπογινομένη, διαφέρει δὲ δηλονότι τῆς ἕξεως ὅτι ἡ μὲν ἕξις πολυχρονιωτέρα τέ ἐστι καὶ μονιμωτέρα· ἕξιν γὰρ ἔχειν λέγομεν τὸν κατέχοντα ἐν πλείονι χρόνῳ, ἤγουν τὸν δεξάμενον τὴν γραμματικήν, ὁμοίως δὲ καὶ ἐπὶ δικαιοσύνης καὶ τῶν ἄλλων. διάθεσιν δὲ λέγομεν ἔχειν τὸν δεξάμενον μέν τι, ταχὺ δὲ τοῦτο ἀποβαλλόμενον, οἷον ὡς τὸν διὰ θυμὸν ἐρυθριάσαντα ἢ διὰ φόβον ὠχριάσαντα. δῆλον δὲ ὅτι ὁ ἔχων τὴν ἕξιν πρότερον τὴν διάθεσιν ἔσχε. καὶ οὕτως μὲν περὶ τοῦ πρώτου εἴδους τῆς ποιότητος. δεύτερον δὲ αὐτῆς εἶδος ἐλέχθη δύναμις καὶ ἀδυναμία. ταῦτα δὲ οὔκ εἰσι κατ' ἐνέργειαν, ἀλλὰ κατ' ἐπιτηδειότητα μόνον προάγονται. ἔστι μὲν οὖν δύναμις ἐπιτηδειότητος προκοπή, ἀδυναμία δὲ δυσκολία ἢ ἐκκοπὴ ἐπιτηδειότητος, οἷον τὸν εὐφυᾶ παῖδα δύναμιν ἔχειν φαμὲν τοῦ γενέσθαι γραμματικόν, τὸν δὲ ἀφυᾶ ἀδυναμίαν, τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ὁμοίων. καὶ ταῦτα μὲν περὶ δυνάμεως καὶ ἀδυναμίας. τρίτον δὲ εἶδος ποιότητος παθητικὴ ποιότης καὶ πάθος. καὶ παθητικὴ μὲν ποιότης ἐστὶν ἡ πάθει χρονίῳ τινὶ συνεζευγμένη, οἷον ὠχρότης ἢ νόσος, πάθος δὲ ἡ εἰς τὴν παθητικὴν ποιότητα ὁδὸς ἡ ὀλιγοχρόνιος. τριχῶς δὲ λέγεται ἡ παθητικὴ ποιότης· ἢ γὰρ ἀπὸ πάθους ἐγένετο καὶ πάθος ἐμποιεῖ, ὡς ἡ περὶ τὸν ἄνθρωπον γενομένη παρὰ φύσιν τοῦ πυρετοῦ θερμασία· ἢ ἀπὸ πάθους μὲν οὐκ ἐγένετο, πάθος δὲ ἐμποιεῖ, ὡς ἡ τοῦ πυρὸς θερμότης· ἢ ἀπὸ πάθους μὲν ἐγένετο, πάθος δὲ οὐ ποιεῖ, ὡς αἱ περὶ ψυχὴν ὑφιστάμεναι ποιότητες, οἷον ἥ τε μανικὴ ἔκστασις καὶ ἡ ὀργή· αὗται γὰρ ἀπὸ πάθους μὲν ἐγένοντο, πάθος δὲ οὐ ποιοῦσιν εἰς τὸν ὁρῶντα ἢ ἁπτόμενον. διαφέρει δὲ ἡ παθητικὴ ποιότης τοῦ πάθους καθ' ὃν τρόπον ἡ ἕξις τῆς διαθέσεως, κατὰ τὸ πολυχρονιώτερον δηλονότι καὶ μονιμώτερον. τέταρτον εἶδος τῆς ποιότητος σχῆμα καὶ ἡ περὶ ἕκαστον ὑπάρχουσα μορφή. διαφέρει δὲ ὅτι τὸ μὲν σχῆμα κυρίως ἐπὶ ἀψύχων, ἡ δὲ μορφὴ κυρίως ἐπὶ ἐμψύχων τάττεται. αὗται μὲν οὖν εἰσι ποιότητες. τὰ δὲ ἀπὸ τούτων καλούμενα ποιὰ λέγεται, οὐ ποιότητες, ὥσπερ τὸ εὐθὺ ἀπὸ τῆς εὐθύτητος καὶ τὸ καμπύλον ἀπὸ τῆς καμπυλότητος λεγόμενα οὔκ εἰσι ποιότητες, ἀλλὰ μᾶλλον ποιά, τουτέστι πεποιωμένα· διὸ καὶ ὑπὸ τὸ κεῖσθαι ἀναχθήσονται. κατηγορεῖται δὲ ἡ ποιότης τετραχῶς·, ἢ ὁμωνύμως ὡς ἀπὸ τοῦ λευκοῦ χρώματος τὸ λευκὸν σῶμα, ἢ ἑτερωνύμως ὡς ἀπὸ τῆς ἀρετῆς ὁ σπουδαῖος, ἢ ἀκατονομάστως ὡς ὁ δρομικὸς καὶ πυκτικός· οὐ γὰρ κεῖται ταῖς ποιότησιν ὀνόματα ἐξ ὧν οὕτως ἐποιώθησαν. ἔχει δὲ ἡ ποιότης ἴδια τρία· πρῶτον μὲν τὸ ἔχειν ἐναντίον· ἡ γὰρ δικαιοσύνη τῇ ἀδικίᾳ ἐστὶν ἐναντία· δεύτερον δὲ τὸ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον· τοῦτο δὲ τὸ ἴδιον οὐ ταῖς ποιότησιν, ἀλλὰ τοῖς πεποιωμένοις ἐνυπάρχει· δικαιοσύνη μὲν γὰρ δικαιοσύνης οὐ λέγεται μᾶλλον καὶ ἧττον οὐδὲ γραμματικὴ γραμματικῆς, δίκαιος μέντοι δικαίου καὶ γραμματικὸς γραμματικοῦ μᾶλλον καὶ ἧττον λέγεται. τρίτον ἴδιον ποιότητος τὸ ὅμοιον καὶ ἀνόμοιον λέγεσθαι· τοῦτο δὲ κυρίως ἴδιον· κατ' ἄλλο γάρ τι τῶν εἰρημένων οὐδὲν ὅμοιον ἢ ἀνόμοιον λέγεται ἀλλ' ἢ κατὰ τὴν ποιότητα. καὶ ταῦτα μὲν καὶ περὶ τῆς ποιότητος. Περὶ τοῦ πρός τι Πρός τί ἐστι κατηγορία οἷς τὸ εἶναι ταὐτόν ἐστι τὸ πρός τί πως ἔχον, τουτέστιν ὧν ἡ ὕπαρξις ἐν τῇ πρὸς ἕτερον σχέσει ἐστίν, οἷον διπλάσιον καὶ τὸ ἥμισυ· τὸ γὰρ διπλάσιον ἐν τῇ πρὸς τὸ ἥμισυ σχέσει ἔχει τὸ εἶναι, ὁμοίως δὲ καὶ τὸ ἥμισυ ἐν τῇ πρὸς τὸ διπλάσιον σχέσει, ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων. ὑποβέβηκε δὲ τοῖς πρός τι, ὧν τὸ μὲν κατὰ ταὐτότητα λέγεται ὡς φίλος φίλου φίλος, τὸ δὲ κατὰ ἀνισότητα ὡς τὸ μεῖζον ἐλάττονος μεῖζον, ἢ κατὰ ἰσότητα ὡς τὸ ἴσον ἴσῳ ἴσον, τὸ δὲ κατὰ γένεσιν ὡς πατὴρ υἱοῦ πατήρ, τὸ δὲ κατὰ μέθεξιν ὡς τὸ μετέχον μετεχομένου μετέχει, τὸ δὲ κατὰ ὕφεσιν ὡς δεσπότης δούλου δεσπότης, τὸ δὲ κατὰ πάθος ὡς ὁ τύπτων τυπτόμενον τύπτει, τὸ δὲ κατὰ κρίσιν ὡς ἡ ἐπιστήμη ἐπιστητοῦ ἐπιστήμη, τὸ δὲ κατὰ θέσιν ὡς τὸ δεξιὸν ἀριστεροῦ δεξιόν, τὸ δὲ κατὰ τὴν πρὸς τὸ γένος ἀναφορὰν ὡς ἡ γραμματικὴ καὶ ἡ μουσικὴ ἀνάγεται· καὶ γὰρ τούτων ἡ ἐπιστήμη γένος. δεῖ δὲ εἰδέναι ὅτι τῶν πρός τι τὰ μὲν κατὰ γενικὴν πτῶσιν προφέρεται, οἷον ὁ δεσπότης δούλου δεσπότης, τὰ δὲ κατὰ δοτικήν, ὡς τὸ ἐπιστητὸν τῇ ἐπιστήμῃ ἐστὶν ἐπιστητόν, τὰ δὲ κατὰ αἰτιατικήν, ὡς ὁ τύπτων τυπτόμενον τύπτει. ἔχει δὲ τὰ πρός τι ἴδια τέσσαρα, ἓν μὲν τὸ ὑπάρχειν ἐν αὐτοῖς ἐναντιότητα– καὶ γὰρ τῇ ἐπιστήμῃ ἐστὶν ἐναντίον ἡ ἄγνοια–, δεύτερον δὲ τὸ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον, τρίτον τὸ πρὸς ἀντιστρέφοντα λέγεσθαι, οἷον ὁ δοῦλος δεσπότου δοῦλος καὶ ἀντιστρέφει– καὶ ὁ δεσπότης γὰρ δούλου δεσπότης–, τέταρτον τὸ ἅμα τῇ φύσει εἶναι· ἅμα γὰρ διπλάσιόν τέ ἐστι καὶ ἥμισυ, καὶ ἡμίσεος ὄντος αὐτίκα καὶ διπλάσιόν ἐστι. καὶ ἐπὶ πάντων τῶν πρός τι ὁμοίως ἔχει. καὶ περὶ μὲν τοῦ πρός τι ἀρκείσθω ταῦτα. Περὶ τοῦ ποιεῖν καὶ πάσχειν Διττόν ἐστι τὸ ποιεῖν, ἢ ἐν σώματι ὡς τὸ τέμνειν καὶ καίειν, ἢ ἐν ψυχῇ ὡς τὸ λυπεῖν καὶ χαροποιεῖν. ὁμοίως δὲ καὶ τὸ πάσχειν, τὸ μὲν ἐν ψυχῇ ὡς τὸ λυπεῖσθαι, τὸ δὲ ἐν σώματι ὡς τὸ τέμνεσθαι. ἔχει δὲ ἴδια δύο, ἓν μὲν τὸ ἐπιδέχεσθαι ἐναντιότητα– οὐχ ὅτι τὸ ποιεῖν τῷ πάσχειν ἐστὶν ἐναντίον, ἀλλ' ὅτι τὸ ποιεῖν ἤγουν τὸ ψύχειν ἐναντίον ἐστὶ πάλιν τῷ ποιεῖν ἤγουν τῷ θερμαίνειν καὶ τὸ πάσχειν ὁμοίως ἤγουν τὸ ψύχεσθαι τῷ θερμαίνεσθαι ἐναντίον ἐστί–, δεύτερον τὸ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ἧττον· θερμαίνειν γὰρ μᾶλλον καὶ ἧττον λέγεται καὶ θερμαίνεσθαι μᾶλλον καὶ ἧττον λέγεται. Περὶ τοῦ ποῦ Τὸ ποῦ εἰς ἓξ διαιρεῖται, εἰς τὸ ἄνω καὶ κάτω, τὸ ἔμπροσθεν καὶ τὸ ὄπισθεν, τὸ δεξιὸν καὶ τὸ ἀριστερόν. Περὶ τοῦ ποτέ Τὸ ποτὲ εἰς τρία διαιρεῖται, εἰς ἐνεστῶτα ὡς τὸ σήμερον, εἰς παρεληλυθότα ὡς τὸ χθές, εἰς μέλλοντα ὡς τὸ αὔριον. Περὶ τοῦ κεῖσθαι Τοῦ κεῖσθαι εἴδη τρία, τὸ ἀνακεκλίσθαι, τὸ ἑστάναι, τὸ καθῆσθαι· εἰ μὲν γὰρ πάντα τὰ μόρια ὄρθια ἔχει, λέγεται ἑστάναι· εἰ δὲ τὰ μὲν ὄρθια τὰ δὲ οὔ, ποιεῖ τὸ καθῆσθαι· εἰ δὲ οὐδὲν ὄρθιον, ἀλλὰ ὅλα κεκλιμένα, ἀνακεῖσθαι λέγεται. Περὶ τῶν ἀντικειμένων Τὰ ἀντικείμενα ἢ ἐν λόγοις εἰσίν, οἷον «Σωκράτης κάθηται», «οὐ κάθηται», καὶ ποιεῖ τὸ κατὰ ἀντίφασιν ἀντικεῖσθαι, ἢ ἐν πράγμασι καὶ ταῦτα ἢ ἐν σχέσει καὶ ὡς σωστικὰ ἀλλήλων ὄντα παραλαμβάνεται καὶ ποιεῖ τὸ κατὰ πρός τι ἀντικεῖσθαι, οἷον πατήρ, υἱὸς καὶ τὰ ὅμοια, ἢ φθαρτικὰ ἀλλήλων εἰσὶ καὶ εἰς ἄλληλα μεταβάλλουσιν, εἰ μὴ οἷς φύσει τὸ ἓν ὑπάρχει, καὶ ποιεῖ τὸ κατ' ἐναντιότητα ἀντικείμενον, ὡς ἡ ὑγεία καὶ ἡ νόσος, ἢ τὸ μὲν μεταβάλλει ὡς ἡ ἕξις εἰς τὴν στέρησιν, τὸ δ' οὐ μεταβάλλει ἤγουν ἡ στέρησις εἰς τὴν ἕξιν καὶ ποιεῖ τὸ κατὰ στέρησιν καὶ ἕξιν ἀντικεῖσθαι ὡς ἡ ὄψις καὶ ἡ τυφλότης· ἀπὸ μὲν γὰρ τῆς ὄψεως εἰς τὴν τυφλότητά ἐστι μεταβάλλεσθαι, ἀπὸ δὲ τῆς τυφλότητος εἰς τὴν ὄψιν κατὰ φύσιν οὐκ ἔστι μεταβολή. ταῦτα καὶ περὶ τῶν ἀντικειμένων. Τοῦ αὐτοῦ σύνοψις καὶ μετάφρασις σαφεστάτη τῆς διδασκαλίας τοῦ Περὶ ἑρμηνείασ Ὅτι ὁ σκοπὸς τοῦ Περὶ ἑρμηνείας διαλαμβάνει περὶ προτάσεων· ἀλλ' ἐπειδὴ πᾶσα πρότασις ἐξ ὀνόματός ἐστι καὶ ῥήματος ἤγουν ὑποκειμένου καὶ κατηγορουμένου, ῥητέον πρῶτον περὶ ὀνόματος καὶ ῥήματος, ἅπερ εἰσὶ μέρη τῶν προτάσεων, ἔπειτα περὶ ἀποφάσεως καὶ καταφάσεως καὶ ἀποφάνσεως καὶ λόγου. ἔτι πρὸ τούτων θεωρητέον πότερον φύσει ἐστὶν ὁ λόγος ἢ οὔ. λέγομεν ὅτι οὐκ ἔστι φύσει· τέσσαρα γάρ εἰσιν ἀλλήλοις παρακείμενα, φωναί, γράμματα, νοήματα καὶ πράγματα, καὶ τὰ μὲν νοήματα καὶ πράγματα φύσει εἰσίν, ἐπειδὴ παρὰ πᾶσι τὰ αὐτά εἰσι, τὰ δὲ δύο, ἤγουν τὰ ἐν τῇ φωνῇ καὶ τὰ γράμματα, οὐ παρὰ πᾶσι τὰ αὐτά, διὸ οὐδὲ φύσει, ἀλλὰ θέσει εἰσίν. εἰ δὲ τὰ ἐν τῇ φωνῇ οὐκ ἔστι φύσει, φανερὸν ὅτι καὶ ὁ λόγος ἐν τῇ φωνῇ ὢν οὐ φύσει, ἀλλὰ θέσει ἐστί. καὶ τὰ μὲν τῶν τεσσάρων τούτων ἐξαγγέλλουσι, τὰ δὲ ἐξαγγέλλονται, τὰ δὲ καὶ ἐξαγγέλλουσι καὶ ἐξαγγέλλονται· τὰ μὲν γὰρ πράγματα ἐξαγγέλλονται μόνως, τὰ δὲ γραφόμενα ἐξαγγέλλουσι μόνως, τὰ δὲ νοήματα καὶ αἱ φωναὶ καὶ ἐξαγγέλλουσι καὶ ἐξαγγέλλονται. Περὶ ὀνόματοσ Λεκτέον οὖν περὶ ὀνόματος. τὸ ὄνομα παρὰ τῷ Ἀριστοτέλει πέντε σημαίνει· ἢ γὰρ πᾶσα λέξις παρ' αὐτῷ καλεῖται ὄνομα ἢ ἡ εὐθεῖα ἢ αἱ πλάγιοι ἢ τὸ ἀόριστον ἢ πᾶν τὸ ὑποκειμένου τάξιν ἐπέχον, κἄν τε ὄνομα εἴη κυρίως κἄν τε ῥῆμα τῶν τῆς εὐθείας πτώσεως. ἡ δὲ ὑπογραφὴ αὐτοῦ τοιαύτη· «ὄνομά ἐστι φωνὴ σημαντικὴ κατὰ συνθήκην ἄνευ χρόνου, ἧς μηδὲν μέρος ἐστὶ σημαντικὸν κεχωρισμένον, ὡρισμένον τι δηλοῦσα καὶ μετὰ τοῦ ἔστιν ἢ ἦν ἢ ἔσται, ἤγουν μετὰ τῶν τριῶν χρόνων, ἀληθεύουσα ἢ ψευδομένη.» τὸ μὲν οὖν «φωνὴ σημαντικὴ» παρείληπται ἀντὶ γένους· γένος γὰρ ἡ φωνὴ τοῦ ὀνόματος καὶ τοῦ ῥήματος καὶ τοῦ λόγου, τὰ δὲ ἄλλα παρείληπται ἀντὶ συστατικῶν διαφορῶν. Περὶ ῥήματοσ Τὸ ῥῆμα καὶ τοῦτο πενταχῶς λέγεται καθὰ καὶ τὸ ὄνομα· λέγεται ῥῆμα ὁμοίως πᾶσα λέξις· λέγεται ῥῆμα καὶ ὁ ἐνεστὼς χρόνος· λέγεται ῥῆμα καὶ τὰ πέριξ τοῦ ἐνεστῶτος, ὁ παρεληλυθὼς καὶ ὁ μέλλων· λέγεται ῥῆμα καὶ τὸ ἀόριστον ῥῆμα· λέγεται ῥῆμα καὶ ἁπλῶς πᾶν τὸ κατηγορουμένου τάξιν ἐπέχον. τὸ οὖν ῥῆμα, ὃ τὸν ἐνεστῶτα χρόνον σημαίνει, οὕτως ὑπογράφεται· «ῥῆμά ἐστι φωνὴ σημαντικὴ κατὰ συνθήκην, προσσημαίνουσα χρόνον, ἧς μηδὲν μέρος ἐστὶ σημαντικὸν κεχωρισμένον, ὡρισμένον τι δηλοῦσα καὶ ἐκ τοῦ ἐνεστῶτος προφερομένη.» τὸ μὲν οὖν «φωνὴ» κἀνταῦθα ἀντὶ γένους παρείληπται, τὰ δὲ λοιπὰ ἀντὶ συστατικῶν διαφορῶν· οἷον ῥῆμα μὲν κυρίως τὸ «ὑγιαίνω» καὶ «ὑγιαίνει» καὶ ἁπλῶς πᾶν ὅπερ ἐστὶν ἐνεστῶτος χρόνου. πτώσεις δὲ χρόνου τὸ «ὑγίανε» καὶ «ὑγιανεῖ» καὶ τὰ ὅμοια. τὸ δὲ «οὐχ ὑγιαίνει» καὶ «οὐ κάμνει» ἀόριστον ῥῆμα καλεῖται, ἐπειδὴ δύναται καὶ ἐπὶ τοῦ μὴ ὄντος ἁρμόζειν καὶ ἐπὶ τοῦ ὄντος· καὶ γὰρ νοσοῦντος τοῦ Σωκράτους λέγομεν ὅτι «ὁ Σωκράτης οὐχ ὑγιαίνει». ἁρμόζει καὶ ἐπὶ τοῦ μὴ ὄντος· δυνάμεθα λέγειν ὅτι «ὁ τραγέλαφος οὐχ ὑγιαίνει». καὶ περὶ μὲν ὀνόματος καὶ ῥήματος ἀρκείσθω τὰ νῦν. Δεῖ δὲ εἰδέναι ὅτι τὸ ὄνομα καὶ τὸ ῥῆμα αὐτὰ καθ' αὑτά, κἄν τε ἁπλᾶ κἄν τε σύνθετα εἴη, οὔτε ἀλήθειαν οὔτε ψεῦδος σημαίνουσι, συμπλεκόμενα δὲ μετ' ἀλλήλων ἀλήθειαν ἢ ψεῦδος σημαίνουσι. κεχωρισμένα δὲ ταῦτα λαμβανόμενα καλοῦνται ὅροι καὶ φάσεις καὶ ὀνόματα καὶ ῥήματα. συμπλεκόμενα δὲ ἀποτελοῦσι τὴν πρότασιν· πᾶσα γὰρ πρότασις ἐξ ὀνόματος καὶ ῥήματος σύγκειται. Περὶ λόγου τμῆμα πρῶτον «Λόγος ἐστὶ φωνὴ σημαντική, ἧς τῶν μερῶν σημαντικόν ἐστι ὡς φάσις, ἀλλ' οὐχ ὡς κατάφασις.» ἔχει δὲ ὁ λόγος εἴδη πέντε, εὐκτικόν, κλητικόν, ἐρωτηματικόν, προστακτικὸν καὶ ἀποφαντικόν. πέντε οὖν εἰδῶν τοῦ λόγου ὄντων ὁ ἀποφαντικός ἐστι χρήσιμος τῇ φιλοσοφίᾳ, οἱ δ' ἄλλοι ῥητορικῇ μᾶλλον καὶ ποιητικῇ ἁρμόζουσιν. ἐκεῖνος δέ ἐστι λόγος ἀποφαντικός, ἐν ᾧ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ὑπάρχει. κέκληται δὲ ἀποφαντικὸς ὡς ἐκφαίνων καὶ ἀνακαλύπτων τὰ ἐν τῇ ψυχῇ κεκρυμμένα νοήματα. ἔχει δὲ ὁ ἀποφαντικὸς λόγος εἴδη δύο, κατάφασιν καὶ ἀπόφασιν. καὶ κατάφασις μέν ἐστιν ἀπόφανσίς τινος κατά τινος, οἷον «ἄνθρωπος περιπατεῖ», ἀπόφασις δέ ἐστιν ἀπόφανσίς τινος ἀπό τινος, οἷον «ἄνθρωπος οὐ περιπατεῖ». ῥητέον δὲ καὶ τί ἐστιν «εἷς λόγος»· ἢ ὁ ἓν πρᾶγμα δηλῶν κυρίως, ὡς ὁ λόγος ὁ λέγων «ὁ ἄνθρωπος ζῷόν ἐστιν»– ἓν γὰρ δηλοῖ οὗτος ὁ λόγος–, ἢ ἓν δηλῶν διὰ τοῦ συνδέσμου, ὡς οἱ ὑποθετικοὶ συλλογισμοί, οἷον ὡς τὸ «ἡμέρα ἐστίν, ὅτι ὑπὲρ γῆν ἐστιν ὁ ἥλιος», ἢ οἱ κατηγορικοὶ συλλογισμοὶ οἳ διὰ μέσου ὅρου τὰ ἄκρα συνδέουσιν, οἷόν ἐστι. πολλοὶ δὲ λόγοι εἰσὶν οἵτινες ἐνεργείᾳ ἢ δυνάμει πολλὰ σημαίνουσιν, οἷον «ὁ ἄνθρωπος καὶ ὁ ἵππος τρέχει». ἰδοὺ πολλά εἰσι ταῦτα· οὐ γὰρ ἓν πρᾶγμα δηλοῦσιν, ἀλλὰ δύο, τὸν ἄνθρωπον τρέχειν καὶ τὸν ἵππον. δυνάμει δὲ πολλὰ σημαίνουσιν οἱ ἔχοντες τὸ κατηγορούμενον ἢ τὸ ὑποκείμενον ἢ τὸ συναμφότερον ὁμώνυμον. ὥστε εἰ μέλλει τις ἕνα λόγον εἰπεῖν, δεῖ σκοπεῖν αὐτόν, ἵνα μήτε τὸ κατηγορούμενον ὁμώνυμον παραλαμβάνηται μήτε τὸ ὑποκείμενον, οἷον τὸ «ἄνθρωπος ζῷόν ἐστιν»· ἰδοὺ γὰρ τοῦτο εἷς λόγος ἐστὶ καὶ ἔστι κατάφασις, καὶ τὸ «ἄνθρωπος ζῷον οὔκ ἐστιν» εἷς λόγος ἐστὶ καὶ ἔστιν ἀπόφασις. καλεῖται δὲ ἡ μάχη τῶν δύο τούτων ἀντίφασις· ἀντίφασις γάρ ἐστι μάχη καταφάσεως καὶ ἀποφάσεως, τῆς μὲν καταφάσεως καταφασκούσης τὸ αὐτὸ κατηγορούμενον κατὰ τοῦ αὐτοῦ ὑποκειμένου, τῆς δὲ ἀποφάσεως ἀποφασκούσης τὸ αὐτὸ κατηγορούμενον ἐκ τοῦ αὐτοῦ ὑποκειμένου. Τμῆμα δεύτερον Ἐπεὶ οὖν εἴρηται ὅτι ἀντίφασίς ἐστι μάχη καταφάσεως καὶ ἀποφάσεως, ῥητέον καὶ τὰ εἴδη τῆς ἀντιφάσεως. ἔστιν οὖν εἴδη τῆς ἀντιφάσεως τέσσαρα· καθ' ἕκαστα οἷον «Σωκράτης ζῷόν ἐστι, Σωκράτης ζῷον οὔκ ἐστιν»· ἀπροσδιόριστος οἷον «ἄνθρωπος ζῷόν ἐστιν, ἄνθρωπος ζῷον οὔκ ἐστι»· προσδιωρισμένη ἡ μὲν ἔχουσα τὴν κατάφασιν μερικήν, οἷον «τὶς ἄνθρωπος ζῷόν ἐστιν, οὐδεὶς ἄνθρωπος ζῷόν ἐστιν», ἡ δὲ ἔχουσα τὴν κατάφασιν καθόλου, οἷον «πᾶς ἄνθρωπος ζῷόν ἐστιν, οὐ πᾶς ἄνθρωπος ζῷόν ἐστιν». ἐπειδὴ δὲ προσδιωρισμένων προτάσεων ἐμνήσθημεν, φανερὸν ὅτι τέσσαρες μόνοι εἰσὶ προσδιορισμοί, δύο καταφατικοί, ὁ καθόλου προσδιορισμός, οἷον τὸ εἰπεῖν «πᾶς», καὶ ὁ μερικός, οἷον τὸ «τίς», καὶ δύο ἀποφατικοί, καθόλου, οἷον τὸ εἰπεῖν «οὐδείς», καὶ ὁ μερικός, οἷον τὸ «οὐ πᾶς». θεωρεῖται δὲ εἰς ἕκαστον τῶν τεσσάρων καὶ ποσότης καὶ ποιότης, καὶ ἡ μὲν ποσότης ἐστὶ τὸ καθόλου ἢ τὸ μερικόν, ἡ δὲ ποιότης τὸ καταφατικὸν ἢ ἀποφατικόν. καὶ ἡ μὲν μάχη τῆς «πᾶς» πρὸς τὴν «οὐδεὶς» καλεῖται ἐναντία ἀντίθεσις, ἡ δὲ μάχη τοῦ «τὶς» πρὸς τὸ «οὐδεὶς» ἢ τοῦ «πᾶς» πρὸς τὸ «οὐ πᾶς» καλεῖται ἀντιφατικὴ ἀντίθεσις. ἡ δὲ «τὶς» πρὸς τὴν «οὐ πᾶς» συγκρινομένη καλεῖται ὑπεναντία, ἡ δὲ «πᾶς» πρὸς τὴν «τὶς» καὶ ἡ «οὐδεὶς» πρὸς τὴν «οὐ πᾶς» καλεῖται ὑπάλληλος. τοσούτων οὖν συζυγιῶν ἐκ τῶν προσδιωρισμένων γινομένων τὰς μὲν ὑπαλλήλους καὶ ὑπεναντίας ὡς μὴ οὔσας κριτήριον ἀληθείας καὶ ψεύδους παραλιμπάνομεν, καὶ ἔτι τὰς ἐναντίας, εἰ καί ποτε διαιροῦσι τὴν ἀλήθειαν καὶ τὸ ψεῦδος, ἐπεὶ πάλιν καὶ συμψεύδονται, ποτὲ ἄχρηστοί εἰσιν· καὶ γὰρ ἐπὶ ἀναγκαίας καὶ ἀδυνάτου ὕλης διαιροῦσι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ἐπὶ δὲ τῆς ἐνδεχομένης συμψεύδονται· ψεύδεται γὰρ καὶ ἡ λέγουσα «πᾶς ἄνθρωπος δίκαιός ἐστι» καὶ ἡ «οὐδεὶς ἄνθρωπος δίκαιος». χρήσιμοι δὲ μόναι αἱ ἀντιφατικῶς λαμβανόμεναι· αὗται γὰρ καὶ ἐπὶ πάσης ὕλης καὶ ἐπὶ παντὸς χρόνου διαιροῦσι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. Εἴπωμεν δὲ καὶ περὶ ὕλης προτάσεων. ἐπὶ πάσης προτάσεως ἡ σχέσις ἡ ἐπινοουμένη ἀνεκφωνήτως τοῦ κατηγορουμένου πρὸς τὸ ὑποκείμενον ἢ ἀεὶ πρόσεστι καὶ καλεῖται ἀναγκαία ὕλη, οἷον «ἄνθρωπος ἀναπνεῖ», ἢ ἀεὶ οὔκ ἐστι καὶ καλεῖται ἀδύνατος ὕλη, οἷον «ἄνθρωπος ἵπταται», ἢ ποτέ, οἷον «ἄνθρωπος περιπατεῖ», καὶ καλεῖται ἐνδεχομένη ὕλη. Ἐπεὶ δὲ ἀντιφάσεις τέσσαρές εἰσι, ῥητέον καὶ περὶ ἀντιφάσεως. αἱ προσδιωρισμέναι ἀντιφάσεις κατὰ τὴν τριμέρειαν τῆς ὕλης καὶ κατὰ τὴν τριμέρειαν τοῦ χρόνου διαιροῦσι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος καί εἰσι τῶν ἄλλων ἀντιφάσεων κυριώτεραι καὶ χρήσιμοι μᾶλλον. ἡ δὲ καθ' ἕκαστα ἀντίφασις διαιρεῖ καὶ αὕτη τὸ ἀληθὲς καὶ τὸ ψεῦδος κατὰ τὴν τριμέρειαν τοῦ χρόνου καὶ κατὰ τὴν τριμέρειαν τῆς ὕλης, ἀλλ' οὐχ ὁμοίως· καὶ γὰρ ἐπὶ μὲν ἐνεστῶτος καὶ παρεληλυθότος κατὰ τὴν τριμέρειαν τῆς ὕλης διαιρεῖται τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, οὐ μέντοι γε καὶ ἐπὶ τοῦ μέλλοντος, ἀλλὰ κατὰ μὲν τὴν ἀναγκαίαν καὶ ἀδύνατον ὕλην διαιρεῖ ὁμοίως καὶ ὡρισμένως, κατὰ δὲ τὴν ἐνδεχομένην διαιρεῖ πάντως, ἀλλ' ἀορίστως, οἷον ἡ λέγουσα αὔριον γενήσεσθαι ναυμαχίαν ἢ μὴ γενήσεσθαι· ἀληθεῦσαι μὲν γὰρ ἀνάγκη θάτερον μόριον τῆς ἀντιφάσεως, οὐ μὴν ὡρισμένως, ἀλλ' οἷον ἂν τύχῃ. Ἡ δὲ ἀπροσδιόριστος ἀντίφασις κατὰ μὲν τὴν ἀναγκαίαν καὶ ἀδύνατον ὕλην ἐπὶ παντὸς χρόνου διαιρεῖ ἀλήθειαν καὶ ψεῦδος, κατὰ δὲ τὴν ἐνδεχομένην ἐπὶ παντὸς χρόνου δύναται συναληθεύειν. δεῖ δὲ εἰδέναι ὅτι πᾶσα πρότασις ἐξ ὑποκειμένου καὶ κατηγορουμένου γενομένη ἢ ἐξ ὡρισμένου γίνεται ὀνόματος καὶ ῥήματος ἢ ἐξ ἀορίστου ὀνόματος καὶ ῥήματος ὡρισμένου. ἐπεὶ δὲ τὸ κατηγορούμενον ἔχει ἐν ταύταις ταῖς προτάσεσι τὸ κῦρος, καὶ εἰ μὲν ἀπροσδιόριστοί εἰσιν, τὸ «οὐ» ἀρνητικὸν μόριον ἐπὶ τῆς ἀποφάσεως εἰς τὸ κατηγορούμενον δέχονται, οἷον «Σωκράτης περιπατεῖ, Σωκράτης οὐ περιπατεῖ» καὶ ἐπὶ τῶν ὁμοίων. εἰ δὲ προσδιωρισμέναι εἰσίν, εἰς τὸν προσδιορισμόν, οἷον «πᾶς ἄνθρωπος περιπατεῖ, οὐ πᾶς ἄνθρωπος περιπατεῖ», «τὶς ἄνθρωπος περιπατεῖ, οὐδεὶς ἄνθρωπος περιπατεῖ». καὶ ταῦτα μὲν περὶ τῶν ἐξ ὑποκειμένου καὶ κατηγορουμένου προτάσεων εἰρήσθω. Τμῆμα τρίτον Ἰστέον ὅτι πολλὰ εἴδη προτάσεών εἰσιν· αἱ μὲν γάρ εἰσιν ἐξ ὑποκειμένου καὶ κατηγορουμένου μόνον, οἷον τὸ εἰπεῖν «ἄνθρωπος περιπατεῖ», περὶ ὧν ἐν τῷ δευτέρῳ τμήματι διελάβομεν, αἱ δὲ ἐκ τρίτου τοῦ «ἔστι» προσκατηγορουμένου, περὶ ὧν μέλλομεν ἐν τῷ τρίτῳ τμήματι διδάσκειν, οἷόν ἐστι τὸ εἰπεῖν «ἄνθρωπος δίκαιός ἐστι», αἱ δὲ μετὰ τρόπου, περὶ ὧν ἐν τῷ τετάρτῳ τμήματι διαλεχθησόμεθα, οἷόν ἐστι τὸ «ἄνθρωπος ἐνδεχομένως περιπατεῖ», «ἄνθρωπος ἀναγκαίως ἀναπνεῖ» καὶ τὰ ὅμοια. ὅταν οὖν τὸ «ἔστι» τρίτον προσκατηγορηθῇ μετὰ τοῦ ὑποκειμένου καὶ κατηγορουμένου λαμβανόμενον, δύο γίνονται ἀντιφάσεις, δηλονότι τοῦ ὀνόματος ἤγουν τοῦ ὑποκειμένου ὡρισμένου ὄντος μία μὲν ἡ λέγουσα «ἄνθρωπος δίκαιός ἐστι, ἄνθρωπος δίκαιος οὔκ ἐστιν», ἥτις καὶ ἁπλῆ λέγεται, ἑτέρα δὲ ἡ ἔχουσα τὸ κατηγορούμενον ἀόριστον, οἷον ἡ λέγουσα «ἄνθρωπος οὐ δίκαιός ἐστιν, ἄνθρωπος οὐ δίκαιος οὔκ ἐστιν», ἥτις καλεῖται ἐκ μεταθέσεως διὰ τὸ μεταπεσεῖν τὸ «οὐ» ἀρνητικὸν μόριον ἐκ τῆς ἁπλῆς ἀποφάσεως τῆς λεγούσης ὅτι «ἄνθρωπος δίκαιος οὔκ ἐστιν» εἰς τὸ κατηγορούμενον, εἰς τὸ «δίκαιος», καὶ ποιῆσαι κατάφασιν ἑτέραν ἣ ἐκ μεταθέσεως καλεῖται. ἐὰν δὲ καὶ τὸ ὑποκείμενον ἀόριστον γίνηται, ὥσπερ καὶ τὸ κατηγορούμενον, εἰς τὰς ἐκ τρίτου προσκατηγορουμένου προτάσεις, γίνονται ἄλλαι δύο ἀντιφάσεις, ἁπλῆ ἀόριστος καὶ ἐκ μεταθέσεως ἀόριστος, οἷόν ἐστιν «οὐκ ἄνθρωπος δίκαιός ἐστιν, οὐκ ἄνθρωπος δίκαιος οὔκ ἐστιν»· αὕτη ἁπλῆ ἀντίφασις· ἄλλη δὲ ἐκ μεταθέσεως, οἷον «οὐκ ἄνθρωπος οὐ δίκαιός ἐστιν, οὐκ ἄνθρωπος οὐ δίκαιος οὔκ ἐστιν». ὥστε γίνονται πᾶσαι ἐπὶ τοῦ ἀπροσδιορίστου καθόλου τοῦ ἐκ τρίτου προσκατηγορουμένου ἀντιθέσεις ἀντιφατικαὶ τέσσαρες. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ καθ' ἕκαστα, οἷον ἐπὶ τοῦ Σωκράτους, ὡρισμένου λαμβανομένου τοῦ ὑποκειμένου καὶ κατηγορουμένου καὶ ἀορίστου τοῦ ὑποκειμένου ἢ τοῦ κατηγορουμένου ἢ τοῦ συναμφοτέρου λαμβανομένου. καὶ ἐπὶ τῶν προσδιωρισμένων ὁμοίως, λέγω δὲ τὸ «πᾶς ἄνθρπος δίκαιός ἐστι» καὶ τὸ «τὶς ἄνθρωπος δίκαιός ἐστι». διὸ καὶ ἡ ἀπόφασις γίνεται οὕτως. εἰ μέν ἐστιν ἀπροσδιόριστος, εἰς τὸ «ἔστι» τρίτον προσκατηγορούμενον δέχεται τὸ ἀρνητικὸν μόριον καὶ ποιεῖ τὴν ἀντίφασιν, οἷον «ἄνθρωπος δίκαιός ἐστιν», ἀπόφασις «ἄνθρωπος δίκαιος οὔκ ἐστιν». εἰ δὲ μετὰ προσδιορισμοῦ ἐστιν ἡ πρότασις, εἰς τὸν προσδιορισμὸν τίθεται τὸ «οὐ» ἀρνητικὸν καὶ ποειῖ τὴν ἀπόφασιν, οἷόν ἐστι «πᾶς ἄνθρωπος δίκαιος», ἀπόφασις τούτου τὸ «οὐ πᾶς ἄνθρωπος δίκαιός ἐστιν». ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων οὕτω τακτέον. διό ἐστι καὶ ἡ ἀκολούθησις ἡ ἐξ ἴσου τῶν ἐκ τρίτου προσκατηγορουμένου προτάσεων αὕτη· τὸ γὰρ ἀκολουθοῦν τινι ἢ ἐξ ἴσου ἀκολουθεῖ, οἷον τῷ ἀνθρώπῳ τὸ γελαστικόν, ἢ ἐπὶ πλέον, οἷον τῷ ἀνθρώπῳ τὸ ζῷον. τῶν τοίνυν ἐκ τρίτου προσκατηγορουμένου προτάσεων ἡ ἐξ ἴσου ἀκολούθησις τοῦ εὑρίσκεσθαι ἡ μέθοδός ἐστιν αὕτη. ἐν τῇ προκειμένῃ προτάσει τέσσαρα θεωροῦνται, δηλονότι {εἰς τῶν} ἐκ τρίτου προσκατηγορουμένου προτάσεων, ὑποκείμενον, κατηγορούμενον, ποσότης καὶ ποιότης. δεῖ οὖν τὰ δύο φυλάττειν ἀναλλοίωτα, τὸ ὑποκείμενον καὶ τὴν ποσότητα, τὰ δὲ δύο ἐναλλάττειν, τὴν ποιότητα καὶ τὸ κατηγορούμενον. καὶ οὕτως εὑρεθήσεται τῶν ἰσοδυναμουσῶν προτάσεων ἡ ἀκολούθησις, οἷόν ἐστι τὸ «πᾶς ἄνθρωπος οὐ δίκαιός ἐστιν» ἰσοδυναμεῖ τῇ λεγούσῃ προτάσει «οὐδεὶς ἄνθρωπος δίκαιός ἐστι», καὶ ἐπὶ πάντων τῶν ἰσοδυναμουσῶν προτάσεων κατὰ τὴν ἐξ ἴσου ἀκολούθησιν οὕτω θεωρητέον. Φανερὸν δὲ ὅτι καὶ μετατιθέμενα τὰ ὀνόματα καὶ τὰ ῥήματα ἐν ταῖς προτάσεσι κατὰ τὴν προφορὰν καὶ μόνον, μὴ μέντοι καὶ κατὰ τὴν ποιὰν σχέσιν τῆς κατηγορίας ταὐτὸν σημαίνουσιν, οἷον «ἔστι λευκὸς ἄνθρωπος, ἔστιν ἄνθρωπος λευκός». ὥσπερ δὲ ἐπὶ τῶν ἐξ ὑποκειμένου καὶ κατηγορουμένου προτάσεων οὐ μία γίνεται πρότασις, ἐὰν μὴ ἓν καθ' ἑνὸς κατηγορήσῃ τις, οὕτως καὶ ἐπὶ τῶν ἐκ τρίτου προσκατηγορουμένου, ἐὰν πολλὰ καθ' ἑνὸς ἢ ἓν κατὰ πολλῶν κατηγορήσῃ, οὐ μία γίνεται πρότασις ἀλλὰ πολλαί. γίνεται δὲ καὶ ἐν ταύταις μία, ἐὰν ἓν κατὰ ἑνὸς κατηγορήσῃ, οἷον «ὁ ἄνθρωπος ζῷόν ἐστιν»· ἓν γὰρ σημαίνει τὸ «ἄνθρωπος» καὶ τὸ «ζῷον». ἔτι πρὸς τούτοις γνωστέον ὅτι τῶν χωρὶς κατηγορουμένων τὰ μὲν χωρὶς καὶ ἅμα δύνανται τοῦ ὑποκειμένου κατηγορεῖσθαι, τὰ δὲ χωρὶς μὲν δύνανται, ἅμα δὲ οὔ. καὶ τὰ μὲν χωρὶς καὶ ἅμα, ὡς ἐν παραδείγματι εἰπεῖν, ἐστὶ τάδε· «ὁ δεῖνα δίπους», «ὁ δεῖνα ζῷον», δύναται καὶ ἅμα εἰπεῖν ἀληθεύων «ὁ δεῖνα ζῷον δίπουν ἐστίν». τὰ δὲ χωρὶς καὶ ἅμα μὴ δυνάμενα, οἷον «ἔστι τις σκυτεὺς ἀγαθὸς κατὰ τὸν βίον, κατὰ δὲ τὴν τέχνην ἀδόκιμος». δύναταί τις χωρὶς εἰπεῖν «ὁ δεῖνα ἀγαθός ἐστι», καὶ γάρ ἐστι κατὰ τὸν βίον, «ὁ δεῖνα σκυτεύς ἐστιν», ἔστι γὰρ ἁπλῶς σκυτεύς. ἅμα δὲ οὐ δύναται εἰπεῖν ὅτι «ὁ δεῖνα σκυτεὺς ἀγαθός ἐστι»· ψεύδεται γάρ. ὡσαύτως πάλιν τῶν ἅμα κατηγορουμένων τὰ μὲν δύνανται καὶ χωρίς, τὰ δ' οὔ, οἷον τὸν τεθνεῶτα δύνασαι εἰπεῖν ἅμα μὲν νεκρὸν ἄνθρωπον, κεχωρισμένως δὲ οὐχ οἷόν τε εἰπεῖν ἄνθρωπον αὐτόν, καὶ τὸν Ὅμηρον ὅτι ποιητής ἐστιν ἅμα ἀληθῶς κατηγορήσειέ τις, χωρὶς δὲ οὐ δύναται ὅτι ἐστὶν ὁ ποιητής, ψεῦδος γάρ. ἀλλ' ὅσα μὲν οὐσιωδῶς τοῦ ὑποκειμένου κατηγοροῦνται, ταῦτα, ἐὰν τὸ καθολικώτερον ἐν τῇ κατηγορίᾳ προτάξῃς, δύνασαι καὶ χωρὶς καὶ ἅμα καὶ ἔμπαλιν καὶ ἅμα καὶ χωρίς. καὶ ταῦτα μὲν περὶ τοῦ τρίτου τμήματος. Τμῆμα τέταρτον Ἡ τοῦ τετάρτου τμήματος ὑφήγησις τῶν μετὰ τρόπου προτάσεων τὴν διδασκαλίαν περιέχει. ἔστι δὲ τρόπος φωνὴ σημαίνουσα πῶς ὑπάρχει τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ· ὁ γὰρ προσδιορισμὸς οὐ δηλοῖ τὸ πῶς ὑπάρχει, ἀλλὰ ποσῶς ὑπάρχει. καθολικοὶ δὲ τρόποι εἰσὶ τέσσαρες, δυνατόν, ἀναγκαῖον, ἐνδεχόμενον, ἀδύνατον, ἄλλοι δὲ πλεῖστοι μερικοὶ εἰς τούτους ἀναγόμενοι. οἱ δὲ τρόποι, τοῦ δυνατοῦ φημι καὶ ἀναγκαίου καὶ τοῦ ἐνδεχομένου καὶ τοῦ ἀδυνάτου, συμπλεκόμενοι μετὰ προτάσεων τῶν ἐξ ὑποκειμένου καὶ κατηγορουμένου ποιοῦσι μετὰ τρόπου προτάσεις, οἷον «ἄνθρωπος ἐνδεχομένως περιπατεῖ», «ἄνθρωπος ἀναγκαίως ἀναπνεῖ», «ἄνθρωπος ἀδυνάτως ἵπταται», «ἄνθρωπος δυνατῶς γράφει». καὶ ἐπὶ πάντων τῶν ἐξ ὑποκειμένου καὶ κατηγορουμένου προτάσεων οἱ τέσσαρες τρόποι καὶ οἱ λοιποὶ συμπλεκόμενοι ποιοῦσι τὰς λοιπὰς μετὰ τρόπου προτάσεις ἁπλᾶς καὶ ἐκ μεταθέσεως, οἷον, ὡς ἐπὶ παραδείγματος σαφηνείας ἕνεκεν εἰπεῖν, «ἄνθρωπος ἐνδεχομένως δίκαιός ἐστιν, ἄνθρωπος οὐκ ἐνδεχομένως δίκαιός ἐστι»· καὶ καλεῖται αὕτη ἁπλῆ ἀντίφασις. καὶ πάλιν «ἄνθρωπος ἐνδεχομένως οὐ δίκαιός ἐστιν, ἄνθρωπος οὐκ ἐνδεχομένως οὐ δίκαιός ἐστι»· καὶ καλεῖται αὕτη ἐκ μεταθέσεως ἀντίφασις. καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως ἐστὶν εὑρεῖν. διαφέρει δὲ ἡ ὕλη τοῦ τρόπου τῶν προτάσεων, ὅτι ἡ μὲν ὕλη ἐπινοεῖται, ὁ δὲ τρόπος ἐκφωνεῖται. καὶ ἐνδέχεται μίαν πρότασιν ὕλην μὲν ἔχειν ἐνδεχομένην, τρόπον δὲ ἄλλον, οἷόν ἐστιν «ἄνθρωπος ἀναγκαίως περιπατεῖ»· ἡ μὲν ὕλη ἐνδεχομένη τὸ περιπατεῖν, ὁ δὲ τρόπος οὐκ ἐνδεχόμενος, ἀλλ' ἀναγκαῖος. ποιοῦσι δὲ καὶ αἱ μετὰ τρόπου προτάσεις τὰς οἰκείας ἀποφάσεις οὕτως· ὁ τρόπος ἔχει τὸ κῦρος καὶ τὸ «οὐ» ἀρνητικὸν μόριον πῖπτον εἰς τὸν τρόπον ποιεῖ τὰς ἀποφάσεις, οἷον «ἄνθρωπος ἐνδεχομένως περιπατεῖ», ἀπόφασις τούτου «ἄνθρωπος οὐκ ἐνδεχομένως περιπατεῖ»· «ἄνθρωπος ἐνδεχομένως δίκαιός ἐστιν», ἀπόφασις τούτου «ἄνθρπος οὐκ ἐνδεχομένως δίκαιός ἐστιν» καὶ ἐπὶ τῶν λοιπῶν πάντων ὁμοίως. Ἡ δὲ ἀκολούθησις τῶν μετὰ τρόπου προτάσεων κατὰ τὴν ἐξ ἴσου ἢ καὶ ἐπὶ πλέον ἀκολούθησιν ἔχει ὧδε· κατὰ τὴν ἐσχάτην ἐπιδιόρθωσιν τῆς διαγραφῆς τοῦ Ἀριστοτέλους τῷ ἀναγκαῖον εἶναι τῇ ἁπλῇ καταφάσει ἀκολουθεῖ τὸ οὐ δυνατὸν μὴ εἶναι καὶ οὐκ ἐνδεχόμενον μὴ εἶναι καὶ ἀδύνατον μὴ εἶναι· τῇ δὲ ἁπλῇ ἀποφάσει τοῦ ἀναγκαίου τῇ λεγούσῃ οὐκ ἀναγκαῖον εἶναι ἀκολουθεῖ τὸ δυνατὸν μὴ εἶναι, ἐνδεχόμενον μὴ εἶναι, οὐκ ἀδύνατον μὴ εἶναι· τῷ δὲ ἀνάγκῃ μὴ εἶναι τῇ ἐκ μεταθέσεως καταφάσει ἀκολουθεῖ τὸ οὐ δυνατὸν εἶναι καὶ οὐκ ἐνδεχόμενον εἶναι καὶ ἀδύνατον εἶναι· τῇ δὲ ἐκ μεταθέσεως ἀποφάσει τῇ λεγούσῃ οὐκ ἀνάγκῃ μὴ εἶναι ἀκολουθεῖ τὸ δυνατὸν εἶναι, ἐνδεχόμενον εἶναι, οὐκ ἀδύνατον εἶναι. καὶ ταῦτα μὲν περὶ τῆς σαφηνείας τοῦ Περὶ ἑρμηνείας εἰρήσθω. [δε τριβυς φιγυρις] Κοινὰ τῶν τριῶν σχημάτων ταῦτα· τὸ μηδέποτε συλλογισμὸν μηδένα ἐκ δύο ἀποφατικῶν προτάσεων λαμβάνεσθαι καὶ τὸ μηδέποτε συλλογισμὸν ἐκ δύο μερικῶν προτάσεων συνίστασθαι καὶ τὸ ἐν παντὶ σχήματι πλείονας εἶναι τὰς ἀσυλλογίστους συζυγίας τῶν συλλογιστικῶν καὶ τὸ ἐν παντὶ συλλογισμῷ τῇ χείρονι τῶν προτάσεων ἕπεσθαι τὸ συμπέρασμα. καὶ γὰρ ἐὰν εὑρεθῇ συλλογισμὸς ἀπὸ καταφατικῆς προτάσεως συγκείμενος καὶ ἀποφατικῆς, ἀποφατικὸν συνάγεται συμπέρασμα τὸ πρὸς ἀναλογίαν τῆς χείρονος τῶν προτάσεων, φημὶ δὴ τῆς ἀποφατικῆς· καὶ πάλιν ἐὰν εὑρεθῇ συλλογισμὸς ἀπὸ καθολικῆς προτάσεως καὶ μερικῆς συντεθειμένος, μερικὸν καὶ τὸ συμπέρασμα γίνεται πρὸς ἀναλογίαν τῆς χείρονος τῶν προτάσεων, φημὶ δὴ τῆς μερικῆς. Ἴδια δὲ πάλιν ἑκάστου τῶν τριῶν σχημάτων ταῦτα· τοῦ μὲν πρώτου σχήματος τὸ ἔχειν τὴν μὲν μείζονα πρότασιν καθόλου εἴτε καταφατικὴν εἴτε ἀποφατικήν, τὴν δὲ ἐλάττονα πάντως καταφατικὴν εἴτε καθόλου εἴτε μερικήν. τοῦ δὲ δευτέρου σχήματος πάλιν ἴδιον τὸ ἔχειν τὴν μὲν μείζονα πρότασιν καθόλου, τὴν δὲ ἐλάττονα ἀνομοιοσχήμονα ταύτῃ, τουτέστιν εἰ μὲν τὴν μείζονα καταφατικήν, τὴν ἐλάττονα πάντως ἀποφατικήν, καὶ τὸ ἀνάπαλιν ἐὰν τὴν μείζονα ἀποφατικήν, τὴν ἐλάττονα πάντως καταφατικήν. τοῦ δὲ τρίτου σχήματος ἴδιον πάλιν τὸ ἔχειν τὴν ἐλάττονα πρότασιν ἀεὶ καταφατικήν, τὴν δὲ μείζονα ὡς ἔτυχε. μείζων δὲ πρότασις ἤτοι ὅρος ἐστὶν ὁ ἐν τῷ συμπεράσματι κατηγορούμενος, ἐλάττων δὲ πρότασις ἤτοι ὅρος ἐστὶν ὁ ἐν τῷ συμπεράσματι ὑποκείμενος. ἰστέον δὲ ὅτι αἱ μὲν μείζονες προτάσεις τοῦ πρώτου καὶ δευτέρου σχήματος ἀεὶ διὰ τοῦ ἐσχάτου σχήματος ἀναιροῦνται, αἱ δὲ ἐλάττονες αὐτῶν ἡ μὲν τοῦ πρώτου διὰ τοῦ δευτέρου ἀναιρεῖται, ἡ δὲ τοῦ δευτέρου διὰ τοῦ πρώτου. τοῦ δὲ τρίτου σχήματος ἡ μὲν μείζων πρότασις ἀεὶ διὰ τοῦ πρώτου ἀναιρεῖται, ἡ δὲ ἐλάττων διὰ τοῦ δευτέρου. Πρῶτον παρατήρημα τῶν σχημάτων κοινόν, τὸ μὴ ἐπιδέχεσθαι δύο ἀποφατικὰς προτάσεις καὶ τὸ μὴ ἐπιδέχεσθαι δύο μερικὰς προτάσεις καὶ τὸ τὴν μίαν πρότασιν ἐξ ἀνάγκης ἔχειν καθόλου. Ἑκάστου δὲ πάλιν ἴδια παρατηρήματα ταῦτα· τοῦ μὲν πρώτου σχήματος τὸ τὴν μείζονα ἀεὶ ἔχειν καθόλου καὶ τὸ τὴν ἐλάττονα ἀεὶ καταφατικήν, τοῦ δὲ δευτέρου πάλιν τὸ ἐπιδέχεσθαι τὰς προτάσεις ἀνομοιοσχήμονας ἀλλήλαις καὶ διὰ τοῦτο καὶ ἀποφαντικὸν ἀεὶ ἀποτελεῖν τὸ συμπέρασμα καὶ τὸ τὴν μείζονα πρότασιν καθόλου ἔχειν ἀεί, τοῦ δὲ τρίτου πάλιν τὸ ἀποτελεῖν ἀεὶ μερικὰ συμπεράσματα, κἂν ἀπὸ δύο καθόλου προτάσεων σύγκειται, καὶ τὸ ἐπιδέχεσθαί ποτε τὴν μείζονα πρότασιν μερικήν. Προσδιορισμοὶ δέ εἰσι τέσσαρες, οἱ μὲν δύο καθόλου, ἤγουν ὁ «πᾶς» καὶ ὁ «οὐδείς», οἱ δὲ δύο μερικοί, ὁ «τὶς» καὶ ὁ «οὐ πᾶς». οὗτοι δὲ καὶ ἀντιστρέφουσι πρὸς ἀλλήλους οὕτως· ὁ μὲν «πᾶς» ἀεὶ πρὸς τὸν «τὶς», ὁ δὲ «οὐδεὶς» πρὸς ἑαυτὸν ἤγουν τὸν «οὐδείς», ὁ «τὶς» πάλιν ὡσαύτως πρὸς ἑαυτὸν ἤγουν τὸν «τὶς», ὁ δὲ «οὐ πᾶς» καὶ πρὸς ἑαυτὸν ἀντιστρέφει καὶ πρὸς τὸν «οὐδεὶς» καὶ πρὸς τὸν «τὶς» κατὰ τὴν τῶν ὑλῶν δηλονότι διαφοράν, πρὸς δὲ τὸν «πᾶς» οὐδέποτε ἀντιστρέφει.