Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Opuscula logica
Michael PsellusLogi 54 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
54.1.1
Τοῦ αὐτοῦ περὶ τῆς καταλλαγῆς Ἡφαίστου Ὁ Ἥφαιστος ὁ καταλλάσσων τῷ Διὶ τὴν Ἥραν τοιαύτην τινά, ὡς ἐν συντόμῳ εἰπεῖν, ὑποβάλλει ἔννοιαν. Ἥρα μὲν γὰρ ὁ ἀήρ, θερμὸς ὤν, φασί, καὶ ὑγρός, εἰ καὶ ἄλλως αὐτοῦ τὸ θερμὸν ἀντιλέγεται· αἰθὴρ δὲ ὁ Ζεύς, δραστικὸν τοῦτο στοιχεῖον ποιότητι συγκεκραμμένον τῇ τε ξηρᾷ καὶ θερμῇ. τὰ τοίνυν στοιχεῖα ταῦτα πῇ μὲν φιλίαν ἀλλήλοις ἔχει, καθ' ὃ ἄμφω θερμὰ εἶναι δοκεῖ, πῇ δὲ εἰς ἔχθραν διχάζονται κατὰ τὴν τοῦ ὑγροῦ καὶ ξηροῦ ποιότητά τε καὶ ἐναντιότητα. ὁ τοίνυν μῦθος ἑνώσας αὐτὰ κατά τινα εἰκασίαν φαντασιώδη γάμου καὶ τὸν μὲν ἀέρα ἐκθηλύνας τῷ ὀνόματι καὶ εἰς Ἥραν μεταθέμενος, τῷ δὲ Διὶ ὡς δραστηριωτέρῳ φυλάξας τὸ ἀνδρῶδες τοῦ ἄρρενος ὄνομα, ὅμως καὶ μετὰ τὴν φιλίωσιν καὶ γαμικὴν ταύτην συζυγίαν φυλάττει ἐν αὐτοῖς ἐκεῖνα τὰ πρὶν ἰδιώματα, οὐ μόνον τὴν ἐν τῇ θερμότητι εὔνοιαν καὶ οἷον συνάφειαν, ἀλλὰ καὶ τὴν ἔριν καὶ διάστασιν τὴν κατὰ τὸ ξηρὸν καὶ ὑγρόν· καὶ διὰ τοῦτο ποιεῖ μὲν αὐτοὺς ἔστιν ὅτε ἀνθισταμένους ἐριστικῶς, αὖθις δὲ καταλλάσσεσθαι λέγει αὐτούς. Εἴ ποτε τοίνυν μεσίτην τινὰ τῇ αὐτῶν καταλλαγῇ θελήσει πλάσασθαι, ποιεῖ μὲν καὶ ἄλλα τινά, ὅσα δοκεῖ αὐτῷ, παράγει δέ που καὶ Ἥφαιστον αὐτοὺς καταλλάσσοντα, τουτέστιν ἁπλῶς τὴν θερμότητα· Ἥφαιστος γὰρ εἰς τὸ θερμὸν ἀλληγορικῶς ἐκλαμβάνεται, δαίων λεγόμενος ἐπιστατῶν τῇ θερμῇ οὐσίᾳ. οὕτω τοίνυν κἀνταῦθα ἔριδος παρεισπεσούσης τῇ Ἥρᾳ καὶ τῷ Διί, αὐτὸς μέσος ἐλθὼν καταλλαγὴν πραγματεύεται. οὐ γὰρ θέλει ὁ μῦθος παντελῶς λέγειν ἀπίθανα, ὅπερ ἔπαθεν ἄν, ἐὰν ἕτερόν τινα παρεισήγαγε μεσιτεύοντα εἰς τοιαύτην ὁμόνοιαν. οὔτε γὰρ Ἀθηνᾶ οὔτε Ἄρης οὔτε Ἄρτεμις οὔτ' ἄλλος τις τῶντοιούτων κατὰ φυσικὴν ἔννοιαν λέγοιτ' ἂν λύειν τὴν ἔριν τῇ Ἥρᾳ καὶ τῷ Διὶ καὶ ἐκ διαστάσεως ἄγειν εἰς ἕνωσιν οἰκειότερον ἤπερ ὁ Ἥφαιστος· θερμὴ γάρ τις αὕτη φύσις. Ποσειδῶνα δὲ εἴ τις εἶπε τοῦτο ποιεῖν, οὐδὲν τὸ παράπαν ἔλεγε· Ποσειδῶν μὲν γὰρ εἰς ὑγρότητα ἐκλαμβάνεται, ὑγρότης δὲ εἰρήνην καὶ σύμβασιν ἀέρι καὶ Διὶ οὐκ οἶδε ποιεῖν, ἀλλὰ μάλιστα μάχην, ὡς ἡ φύσις τοῦ πράγματος καθιστᾷ συγχέει γὰρ μᾶλλον τὸ περιέχον καὶ συγκροτεῖ τὴν ἔριν τῷ ἀέρι, τὴν τοῦ αἰθέρος ἀφανίζουσα ἱλαρότητα, καὶ ταῖς κάτωθεν ἀναθυμιάσεσιν «ἄχος οὐράνιον» κατὰ τὴν τραγῳδίαν γίνεται. Ἥφαιστος μέντοι, τουτέστι τὸ θερμόν, ἐὰν κατισχύσῃ, τόν τε ἀέρα γαληνιᾶν ποιεῖ καὶ νηνεμίαν αὐτῷ ἐμποιεῖ, ὡς καὶ τῷ αἰθέρι οὕτω σπένδεσθαι, καὶ εἰς εἰρηνικὰς ἄγει καταστάσεις τὸ πᾶν, ὁποία ἥ τε ἐαρινὴ καὶ ἡ μετ' αὐτὴν καὶ εἴ τις ἄλλη παρεμπέσοι τῷ ἐνιαυτῷ. οὐκ ἔστι γὰρ τὴν Ἥραν ἀποθέσθαι τὸ σκυθρωπὸν οὐδὲ βοῶπιν φανῆναι καὶ λευκώλενον μὴ μεσολαβοῦντος Ἡφαίστου, τῆς ἁπλῶς δηλονότι θερμότητος. πιθανῶς ἄρα ὁ μῦθος τὸν Ἥφαιστον παράγει λύοντα τὴν ἔριν τῇ τε Ἥρᾳ καὶ τῷ Διί. Δεῖ δὲ εἰδέναι ὅτι οὐ πάντοτε ὁ Ἥφαιστος εἰς τὴν ἁπλῶς θερμότητα ἐκλαμβάνεται, ἀλλὰ τοῦτο μὲν σπανίως. διὸ καὶ οὐράνιος νοεῖται καὶ Διός, ἤτοι αἰθέρος, υἱός, καὶ τοῖς θεοῖς ἄνω, ἤτοι τοῖς ἄστροις, οἷς ἡ φύσις διὰ τὸ φωσφόρον ἐκ πυρὸς εἶναι δοκεῖ, αὐτὸς οἴκους τεκτήνασθαι λέγεται. ὡς ἐπὶ πλεῖστον δὲ Ἥφαιστον ἡ ἀλληγορία τὸ πῦρ αὐτὸ νοεῖ, τουτέστι τὴν καυστικὴν θερμότητα, καὶ τοῦτο ἢ τὸ διακονικὸν καὶ περὶ γῆν ἢ τὸ ἐκ πάθους ἐν τοῖς μετεώροις γινόμενον, οἷον τὸ ἐν κεραυνοῖς καὶ ἀστραπαῖς καὶ τοῖς τοιούτοις, ἅπερ οὐχ ἁπλῶς θερμότης ἐστίν, ἀλλὰ καυστικὴ καὶ οἵα αἴθειν τὴν ἁφήν, ὡς ἡ ἐτυμολογία τοῦ Ἡφαίστου δηλοῖ. ὃς Ἥφαιστος καὶ χωλὸς λέγεται, οἷον σκάζων, ἐὰν μή τινα ὕλην τὴν ὑπανέχουσαν ἔχῃ, καὶ ἀμφοτέρους τοὺς πόδας γυὸς ἤγουν χωλός– τοῦτο γὰρ ὁ ἀμφιγυήεις δηλοῖ–· ἀμφοτέρωθεν γὰρ σκάζει μὴ ἔχων ὕλην τὴν ὑπερείδουσαν, οἷον κάτω μὲν ξύλα καὶ εἴ τι ἄλλο ἐξάπτεται γήινον, ἄνω δὲ τὴν ξηρὰν καὶ καπνώδη ἐκ γῆς ἀναθυμίασιν. Οὐ τοίνυν ὁ τοιοῦτος Ἥφαιστος, ἡ ὑπερβολὴ τῆς θερμότητος, ὁ καυστικός, ὁ φθαρτικὸς τοῦ παραπίπτοντος, μεσολαβεῖ τὰ εἰς φιλίαν τῇ Ἥρᾳ καὶ τῷ Διί, ἀλλ' ἐκεῖνος ὁ εὔκρατος, ἡ ζωογόνος δηλαδὴ στοιχειακὴ θερμότης, ὁ τῷ Διὶ σύστοιχός τε καὶ φίλιος. ὁ γὰρ λοιπὸς οὐράνιος Ἥφαιστος, ὁ χωλός, ὁ φλογώδης, οὐ πάνυ φιλητὸς τῷ Διί. διὸ οὐδὲ πολυωρεῖ ἐν τοῖς ἄνω, ἀλλὰ κάτω ῥίπτεται «ἀπὸ βηλοῦ θεσπεσίοιο», ὥς φησι μετ' ὀλίγα ὁ ποιητής. οὐ γὰρ φίλος ἐκεῖνος τῷ Διί, ἀλλὰ μᾶλλον τῇ μητρὶ Ἥρᾳ. πάθος γὰρ Ἥρας ὁ τοιοῦτος Ἥφαιστοςἤτοι ἀέρος σύμπτωμα, ὅτε φιλίως ἔχει πρὸς τὸν αἰθέρα μηδὲ κατὰ φύσιν, ἀλλὰ ταῖς γῆθεν ἀναθυμιάσεσιν ὥσπερ φραγνυμένη πρὸς τὸν Δία ἐκπεπολέμωται. τότε γὰρ οἱ κεραυνοὶ καὶ οἱ σκηπτοὶ γίνονται καὶ εἴ τι ἄλλο τοιοῦτο τῷ αἰθέρι ἐπιπροσθοῦν. διὸ καλῶς ἂν καὶ μήτηρ τοῦ τοιούτου οὐρανίου Ἡφαίστου τοῦ, ὡς ἐρρέθη, χωλοῦ ἡ Ἥρα κατὰ μόνας λέγοιτο καὶ μόνη τεκεῖν αὐτόν, καθά τινες τῶν μυθογράφων φασίν, ὡς αὐτὴ αἰτία οὖσα τῆς τῶν τοιούτων ἐν μετεώρῳ παθῶν γενέσεως. ἀστεῖοι δ' ὁμοίως καὶ οἱ μὴ τῆς Ἥρας μόνης υἱὸν αὐτὸν ποιοῦντες, ἀλλ' ὁμοῦ Ἥρας καὶ Διός, πλὴν ἀπὸ κλεψιγαμίας, ὅτε «φίλους λήθοντε τοκῆας» εἰς εὐνὴν ἐφοίτων· κλέπτουσι γὰρ τὰ τοιαῦτά πως πάθη τὸ γίνεσθαι καὶ οὐ παρρησιάζονται τὴν φυσικὴν ἀεὶ γένεσιν. Ἐπεὶ δὲ χωλὸς καὶ ὁ λοιπὸς τῆς ἀλληγορίας Ἥφαιστος, τὸ περὶ γῆν δηλονότι, ὡς ἐρρέθη, πῦρ, ἀστείως ἂν καὶ τούτου μήτηρ ἡ αὐτὴ ὁμοίως Ἥρα λέγοιτο. ἐξ ἀέρος γὰρ ἀληθῶς καὶ ὁ τοιοῦτος Ἥφαιστος, οὐ μόνον ὅτι ἡ φλὸξ ἀήρ ἐστιν ἐξαφθείς, ἀλλὰ καὶ ὅτι τὴν ἀρχὴν ἔοικεν εἰς τὴν γῆν ἄνωθέν ποθεν ἐλθεῖν, ἢ κεραυνοῦ ὡς εἰκὸς κατενεχθέντος καὶ ξύλῳ ἐνσκήψαντος καὶ οὕτως ἀρχήν τινα καὶ σπέρμα πυρὸς ἐνδόντος ἀνθρώποις, ἢ καὶ διά τινος μηχανῆς πυρὸς ἐξ ἀέρος κατενεχθέντος, ὁποῖα καὶ τὰ διὰ λίθων, κρυστάλλων καὶ ὑέλων ἐξαπτόμενα· καὶ τὰ πυρεῖα δὲ τῇ τοῦ μεταξὺ ἀέρος ἐκπυρώσει ἐκφαίνουσι πῦρ καὶ ξύλον δὲ σιδήρῳ συχνὰ προστριβόμενον, ἢ καὶ ξύλον ξύλῳ ἐξεπύρωσε τὸ μεσολαβοῦν τοῦ ἀέρος καὶ πῦρ ἄφαντον ἔφηνε. Καὶ οὕτως Ἥρας υἱὸς ὁ χωλὸς Ἥφαιστος ὅ τε οὐράνιος ἄνω καὶ κάτω ὁ περὶ γῆν, εἰ δὲ βούλει, σὺν τῇ Ἥρᾳ καὶ Διὸς διὰ τὴν ἄνωθεν ἐκ μετεώρου κατένεξιν, ὡς εἶναι διὰ ταῦτα τὸν μὲν ὑπερβολικὸν Ἥφαιστον φίλον Ἥρᾳ μᾶλλον ἤπερ Διί, τὸν δὲ εὔκρατον τὸν στοιχειακὸν Διὶ μᾶλλον ἤπερ τῇ Ἥρᾳ πεφιλιῶσθαι. ὅλως δέ, ἵνα τὰ μακρὰ τῆς ἀλληγορίας ἐπιτμηθῇ τῆς ἤδη διὰ πλειόνων ἐκτεθείσης, Ἥφαιστος μέν ἐστιν ἡ ἁπλῶς θερμότης ἢ ἡ καθ' ὑπερβολὴν καὶ καυστική. τούτων δὲ ἡ μὲν ἁπλῶς θερμότης φιλίαν τε μεσιτεύει τῷ Διὶ καὶ τῇ Ἥρᾳ καὶ θεοῖς οἰνοχοεῖ καὶ τῶν ἄνω οὐκ ἀπολείπεται, ἡ δὲ καθ' ὑπερβολὴν καὶ καυστική, ἀλλ' αὕτη χωλή τέ ἐστιν ἀεί, ὡς προείρηται, καὶ ἄνωθεν κάτω ῥίπτεται· διὸ οὔτε μόνον οὐρανία ἐστὶν οὔτε μόνον χθονία, ἀλλὰ καὶ περὶ γῆν διὰ τὴν ἐξ ἀνθρώπων χρῆσιν αὐτῆς καὶ διὰ τὰς πολλαχοῦ ἀναδόσεις τῶν αὐτομάτων θερμοτήτων, καὶ οὐρανία δὲ διὰ τὰς τῶν ἀστραπῶν γενέσεις καὶ τῶν κεραυνῶν καὶ τῶν τοιούτων μετεώρων παθῶν. ἔστι δ' ὅτε ἡ αὐτὴ καὶ ἄμφω τὰ κατ' αὐτόν, ἄνω μὲν γενομένη, κάτω δὲ ἐνεχθεῖσα, καὶ τῷ ἀξιολόγῳ τῆς ὕλης ἐξαρκέσασα καὶ ἕως γῆς. τὸ ἐκ ποδὸς δὲ ῥιφῆναι τὸν Ἥφαιστον «ἀπὸ βηλοῦ θεσπεσίοιο» ὑπὸ Διὸς οὐδὲν ἄλλο δηλοῖ, καθὰ καὶ προείρηται, ἢ ὅτι πολλάκις αἱ ἄνω ἐκπυρωθεῖσαι ἀναθυμιάσεις ἐν τοῖς μετεώροις κάτω ῥιπτοῦνται, ὥσπερ οἱ κεραυνοὶ καὶ εἴ τι ἄλλο τοιοῦτο, καὶ οὐκ ἔστιν ἐπὶ πολὺ παραμεῖναι τοῖς ἄνω τόποις τοιοῦτον Ἥφαιστον, ἀλλ' ἢ ὅλως ἀφανιζόμενος λύεται καὶ σκεδάζεται ἢ κάτω βάλλεται. 55 Συλλογαὶ διάφοροι καὶ ἀναγκαῖαι Τῶν ἐν γάλακτι τρεφομένων ἀλεκτ υόνων οἱ ὄρχεις εὐμεγέθεις καὶ εὔπεπτοι, ὅτι πλέον ἕλκουσιν ἐκ τοῦ γάλακτος τοῦ βρώματος διὰ τὴν ὁμοιότητα καὶ ὅτι τὸν θορὸν δαψιλέστερον ποιοῦσιν. ὁ θορὸς παχύτερος οὔρου, λεπτότερος αἵματος. ὅθεν ἕως ἡ φύσις δεῖται τροφῆς ὡς ἐπὶ τῶν παίδων, καὶ τὸν θορὸν ἀναλίσκει, ὅταν δὲ οὐ χρείαν ἔχῃ, περὶ τοὺς ὄρχεις συνάγει τῶν τε θηλειῶν καὶ τῶν ἀρρένων, κἀντεῦθεν ὄρχεις εὐρύνονται καὶ τρίχας φύουσι. πάλιν μετὰ τὴν σύλληψιν ἡ φύσις δεομένη αἵματος πρὸς γάλακτος γένεσιν διὰ τὸ βρέφος τὸν θορὸν ἀπὸ τῶν ὄρχεων λαμβάνουσα ἀναμίγνυσι τῷ αἵματι καὶ ποιεῖ γάλα. Τὸ μέλι οὐκ ἔστι δριμὺ ἀφ' ἑαυτοῦ ἀλλ' εὔκρατον, δριμύτερον δὲ ποιεῖ αὐτὸ ἡ γλῶσσα τῇ οἰκείᾳ θερμότητι. ἔστι μέλι τὸ λεγόμενον χαλβανόριον τῶν μελισσῶν βοσκομένων χαλβάνιον, ἕτερον Αἰγύπτιον, τὸ δὲ ἄριστον τὸ νησιωτικὸν καὶ τὸ Ὑμήττιον. Τὸ γάλα ψυχρὸν ὂν θερμαίνει, ὅτι αἷμά ἐστι λελυκωμένον ὑπ' ἀδένων λευκῶν καὶ ἀναίμων καὶ ἧττον θερμὸν ὂν τοῖς μαστοῖς μεταβαλλόμενον. οὐ δεῖ δὲ αὐτὸ πιτύᾳ πηγνύειν– κακοστόμαχον γάρ–, ἀλλὰ μᾶλλον ὀπῷ συκῆς ἢ ἐχίνῳ ὄρνιθος πλύνειν. Τὰ ἐν πνεύμονι ἕλκη ἀνίατα, ὅτι ὁ πνεύμων ἀεικίνητος– ἄλλοτε καὶ ὁ βὴξ σπαράσσει τὸ ἕλκος– ἢ ὅτι ὑγρὸς καὶ θερμός ἐστι καὶ εὔσηπτος. Οἱ φρενιτικοὶ μετὰ τὴν ἀπαλλαγὴν ἀσθενέστεροι, ὅτι ἀπαλλαγέντες τῆς ξηρᾶς δυσκρασίας τῆς κρατούσης τὸν ἐγκέφαλον καὶ ἀτονούσης τὰ νεῦρα αἰσθάνονται τοῦ κόπου, τῆς διακριτικῆς δυνάμεως καθαριευούσης, καὶ ὅτι ἐνυγρανθέντα τὰ νεῦρα ἀσθενῆ γίνεται. Οἱ πετραῖοι ἰχθύες εὔπεπτοι, ὅτι οὐχ ἡσυχάζουσιν, ἀλλ' ἀεὶ κινοῦνται, τὸ δὲ κινούμενον λεπτότερον γίνεται καὶ εὐπεπτότερον ὡς αἱ πτέρυγες. Τοὺς συνεχέσι πυρετοῖς κάμνοντας οὐ λούομεν ἐν ταῖς παρακιμαῖς, ὅτι οἱ παρὰ φύσιν χυμοὶ ἄπεπτοί εἰσιν ἀντεχόμενοι τῶν σωμάτων, οἱ κατὰ φύσιν λεπτοί. τὸ θερμὸν οὖν τοὺς λεπτοτέρους ἕλκει καὶ οὐ τοὺς παρὰ φύσιν. Τοῖς ἑκτικοῖς ὕδωρ δίδοται πρὸ τροφῆς, ὅπως τὰ στερεὰ μόρια ὑγρανθέντα ἐπιτήδεια γίνηται πρὸς δοχὴν τροφῆς, ἐπεὶ καὶ οἱ κονιαταὶ πρότερον ῥαίνουσι τὸν τοῖχον ὕδατι, εἶτα χρίουσιν. Τὸ ἧπαρ αὔξεται τοῖς γλυκέσι διὰ τὴν ὁμοιότητα· θερμὰ γὰρ ἀμφότερα. ὁ σπλήν, ὡς ἕλκων τὸ τρυγῶδες τοῦ αἵματος, πλεῖον εὑρίσκων αὐξάνει. Οἱ τὸν κρόταφον πληγέντες ἀπόλλυνται, ὅτι ὁ μῦς οὗτος ἐκ τοῦ ἐγκεφάλου ἐκπέφυκε. συναπολαύων οὖν τῆς πληγῆς συστέλλεται σὺν αὐτῷ καὶ τὸ ψυχικὸν πνεῦμα καὶ οὕτως ἡ ψυχὴ ἀποροῦσα ἐπιτηδείου ὀργάνου ἀφίπταται. Οἱ ἐμβρόντητοι ἢ ἀπόλλυνται ἢ ἀνόητοι γίνονται, ὅτι ὁ ἄμετρος κτύπος εἰσιὼν πρὸς τὸν ἐγκέφαλον παχύνει καὶ συστέλλει τὸ ψυχικὸν πνεῦμα καὶ ἀνόμοιον τῇ ψυχῇ ποιεῖ πρὸς ἐνέργειαν. εἰ δ' ἀμέτρως παχυνθείη, καὶ χωρισμόν. Τοῦ ᾠοῦ τὸ λεκιθῶδες εὔπεπτον ὡς θερμόν, τὸ δὲ λευκὸν ὡς ψυχρόν. ἰστέον ὡς τὸ ὀστρακῶδες τοῦ ᾠοῦ ἔοικε τῇ γῇ, τὸ πνεῦμα τῷ ἀέρι, τὸ ὑγρὸν τῷ ὕδατι, ἡ λέκιθος τῷ πυρί· ἔστι καὶ σφαιροειδὲς μετέχον καὶ δυνάμεως ζωτικῆς καὶ μιμεῖται τὸν κόσμον. Τῶν κωλικῶν ἡ κόπρος βολβιθώδης, ὅτι ἐκ φλέγματός ἐστι τὸ πάθος καὶ σηπόμενον πνεύματα τίκτει, ἃ τὴν κόπρον ὑπενδυόμενα ὡς τὴν τῶν βοῶν ποιεῖ. τῶν δὲ βοῶν τοιαύτη διὰ τὸ πολλῇ τροφῇ κεχρῆσθαι ἀχυρώδει πνευμάτων ποιητικῇ. Ἐπὶ τῶν τὴν μήνιγγα τοῦ ἐγκεφάλου τὴν παχεῖαν τετρωμένων ἐξίασι μύκτηες, ὅτι τοῦ ἐγκεφάλου ἀτμοὺς διαφοροῦντος διὰ τῶν ῥαφῶν, ἐπειδὴ διαίρεσις τῆς τομῆς γίνεται, ἐξίασιν οἱ ἀτμοὶ ἀθρόως καὶ ψυχρῷ τῷ ὀστέῳ ὁμιλοῦντες πήγνυνται καὶ ἐξαπλοῦνται ὡς μύκητες. οὕτω γὰρ καὶ καπνὸς ῥᾷον ἐξέρχεται διὰ τῆς θυρίδος ἢ διὰ τῶν ὀπῶν. Τὸ φλέγμα ὡς παχὺ κατωφερὲς ὂν πῶς ἀνέρχεται ἐπὶ κεφαλήν; οὐ καθ' αὑτὸ ἀλλὰ κατὰ τὴν ἀποκριτικὴν δύναμιν, ἥτις διώκει αὐτὸ ἀπὸ μορίου εἰς μόριον. περι [.....] τοίνυν δύναται διωκόμενον· εἰς τὸ ἀσθενὲς φθάσαν μένει. Ἐν λοιμικῇ πολλοὶ ἀπόλλυνται καὶ κατὰ τὴν αὐτὴν ἡλικίαν, ὅτι ὅσοι ἐκληρώθησαν ὑπὸ τῆς ἀθρόας κινήσεως κατὰ τὴν αὐτὴν ἀπότεξιν ὀλιγοχρόνιοι, οὗτοι καὶ θᾶττον ἁλίσκονται ὑπὸ τοῦ λοιμοῦ κινούμενοι. Φασί τινες ἐπὶ τῶν κραιπαλῶν οἴνῳ διαλύεσθαι τὴν ἐξ αὐτοῦ εὐκρασίαν, ὅτι τὴν ἀπὸ τῆς τοῦ οἴνου θερμότητος ἔκλυσιν τῶν μορίων ἕτερος εἰσιὼν ἀποδιώκει καὶ ῥώννυσι καὶ ἀποκρούει τὰ συναχθέντα πνεύματα τὰ βαροῦντα τὴν κεφαλήν. ὀλίγος οἶνος πινόμενος ὑγείαν ποιεῖ, σύμμετρος εὐφρασίαν, ἄμετρος μέθην. Βάκχη ἕπεται τῷ Διονύσῳ διὰ τὴν τοῦ οἴνου χορείαν, Σάτυροι διὰ τὴν εὐκινησίαν, πάρδοι διὰ τὴν ποικίλην φαντασίαν τῶν οἰνωμένων. Βάκχη ἡ φονεύσασα τὴν Ἀγαύην μητέρα τοῦ Πενθέως, ὅτι πολλοὶ ὑπερμεθυσθέντες ἐτράπησαν εἰς φόνον. γυμνὸς ὁ Διόνυσος διὰ τὴν φανέρωσιν τοῦ τῶν πινόντων λογισμοῦ. ποθεῖ τὴν Ἀφροδίτην ὅτι οἱ οἰνωθέντες σφόδρα ἐρῶσι. φαλακρὸς ὅτι τὸν ἐγκέφαλον ἐρημοῖ καὶ μαραίνει, ὅθεν καὶ Μάρων καλεῖται. ἔχει καὶ τὸν Πᾶνα ὅτι τὸ πᾶν τοῦ οἴνου τῇ δυνάμει ἢ διὰ τὴν διάφορον χροιὰν τοῦ οἴνου. ὑπὸ πυρὸς κεραυνωθεὶς πυρὶ βέβληται ὅτι πολλάκις οἶνος ἡλιαζόμενος τελειοῦται. δʹ γυναῖκας ἔχει ἀδελφὰς διὰ τὸ δʹ μεταβολὰς ἔχειν τὸν οἶνον. Πάν ἐστιν ὁ κόσμος, δύο κέρατα ἔχει ὅτι διπλοῦς ἡ φύσις, ἄρρην καὶ θήλεια, ὥσπερ καὶ ἥλιος καὶ σελήνη· ὁ μὲν γάρ ἐστι προετικὸς ἀντὶ σπέρματος τῶν οἰκείων φώτων, ἡ δὲ δεκτικὴ ὡς θῆλυ. τὸ ἄνω ἀνθρωποειδὴς ὅτι τοῦ παντὸς τὸ ἄνω τὰ λογικὰ περιέχει, τὸ κάτω προβατοειδὴς ὅτι τὰ κάτω ἄλογα. φιλεῖ τὴν Ἠχὼ διὰ τὴν ἐναρμόνιον κίνησιν τῆς οὐρανίας σφαίρας. τὸ αἷμα τετραμερὲς ὡς ὁ οἶνος· ἔχει γὰρ τὸ ὑδατῶδες τὸ ἑλκόμενον παρὰ τῶν νεφρῶν, τὸ ἀνάλογον τῷ ἄνθει ὅπερ ἕλκει ἡ χοληδόχος κύστις, τὸ παχὺ καὶ τρυγῶδες ὅπερ ὁ σπλὴν ἕλκει, τὸ οἰνῶδες καὶ καθαρὸν τοῦ αἵματος ὅπερ ὡς οἶνος ἀναδίδοται ὅλῳ τῷ σώματι. Βάλανος τρωθεῖσα οὐ κολλᾶται, ὅτι τὰ ἐκ σπέρματος παλιγγενεσίαν οὐχ ὑπομένει, ὡς νεῦρον, φλὲψ καὶ τὰ ὅμοια, τὰ δὲ ἐξ αἵματος ὑπο [μένει]· πανταχοῦ γὰρ τὸ αἷμα, οὐ μὴν καὶ τὸ σπέρμα. Τὰ γίγαρτα καὶ αἱ κεγχραμίδες ὠμὰ καταπινόμενα τὰ αὐτὰ ἐκκρίνεται, ἢ διὰ τὴν σμικρότητα καὶ ξηρότητα ἢ διότι σφαιροειδῆ· τὸ δὲ σχῆμα τοῦτο τελειότατον παρὰ τῷ θεῷ καὶ διὰ τοῦτο μόνιμον. Ἐπὶ τῆς ἐμφράξεως τῶν κυρτῶν τοῦ ἥπατος ἡ κατακλεὶς κατασπᾶται, ὅτι ἡ τούτων στελεχιαία φλὲψ ἀνιοῦσα πρὸς τὴν κατάκλεισιν καὶ ἀπὸ ἐμφράξεως καὶ πληρώσεως εὐρυνομένη τὸ μῆκος μειοῖ καὶ σπᾷ ἐπὶ τὸ κάτω, ὥσπερ καὶ ἔντερον πληρωθὲν σαρκός. Ἡ μήτρα κοτυληδόνας ἔχει ἵνα συνέχῃ τὸ σπέρμα εὐόλισθον ὄν, καθὼς καὶ οἱ κονιῶντες κολάπτουσι τοὺς τοίχους, ἔπειτα χρίουσι. Τινὲς αἰδεσθέντες οὐρῆσαι ἰσχουρίασαν, ὅτι ὀγκωθεῖσα ἡ κύστις τὴν φυσικὴν ὑγρότητα εἰς ξηρότητα μετερρύθμισε, καθάπερ καὶ βύρσα ξηρανθεῖσα οὐκ ἐκτείνεται εἰ μὴ δι' ὑδρελαίου. στραγγουρία ἢ μυὸς παραλύσει γίνεται τοῦ κλείοντος τὸν τράχηλον τῆς κύστεως ἢ λίθῳ περιπεσόντι. ἡ δυσουρία κοινόν ἐστιν ὄνομα ὡς δυσπεψία καὶ δυσηκοΐα. Οἱ τὴν κάτω κοιλίαν ῥευματιζόμενοι διψῶσιν, ὅτι τῶν ὑγρῶν κάτω φερομένων ἀναξηραίνεται τὰ πρὸς τῷ στομάχῳ καὶ γεννᾶται δίψα. Δακρύουσιν οἱ λυπούμενοι· πνεύματος γὰρ πάθος ἡ λύπη ἀνατρέχον ἐπὶ τὸν μήνιγγα καὶ ἐκθλῖβον τὸ παρακείμενον ὑγρόν. τοῦτο καὶ τοῖς χαίρουσιν. Οἱ σπάδωνες οὐ γενειῶσι τῇ στερήσει τοῦ θερμοῦ. Οἱ εὐνοῦχοι ὀξύφωνοι, ὅτι στενοὺς ἔχοντες τοὺς πόρους ἐκτέμνονται, οἱ δὲ εὐρυτέρους ἀποκόπτονται. Μετὰ τὴν τροφὴν ἐρευγόμεθα, ὅτι τῆς τροφῆς κάτω χωρούσης τὸ πνεῦμα ὡς λεπτὸν ἐπὶ τὰ ἄνω κουφίζεται. Οἱ θερμότεροι τῶν ἄλλων πλέον συν ιάζουσιν. Οἱ ἀπὸ φωτὸς εὐθὺς εἰς σκότος εἰσελθόντες οὐχ ὁρῶσι διὰ τὴν παχύτητα τοῦ σκότους. Γυναῖκες ὑστέρας παθοῦσαι παρακόπτουσιν, ὅτι νευρώδης ἡ οὐσία αὐτῆς καὶ ἀπὸ στομάχου καὶ μηνίγγων ἄρχεται. Ἔμμηνα ταῖς θηλείαις γίνεται, ὅτι ἀργαῖς οὔσαις τὸ περιττὸν τοῦ αἵματος ἐκκρίνεται κουφισμοῦ χάριν. Ἐπὶ τοῖς λοιμοῖς ὀφθαλμίαι γίνονται, ὅτι τροπῆς περὶ τὸ πνεῦμα γινομένης, οὗ πῆσις ὁ λοιμός, ἡ ὅρασις ταράττεται. Οἱ τρομικοὶ πίνοντες περιφέρονται, ὅτι ὁ οἶνος ταράσσει τὸ ἐν τοῖς νευρώδεσι πνεῦμα. Τὰ ἄλογα ἅμα τῷ τεχθῆναι περιπατοῦσιν, ὅτι ἶσον πανταχοῦ ἔχουσι τὸ θερμόν, οἱ δὲ ἄνθρωποι τῇ κεφαλῇ πλεῖον· ὅταν οὖν ὁμαλισθῇ, ἀνίστανται. Οἱ σπώμενοι πυρέξαντες ἰῶνται, ὅτι ὁ μὲν σπασμὸς ἐκ ψύξεως γίνεται τοῦ ἐν τοῖς νεύροις πνεύματος καὶ ὑπὸ θερμασίας λύεται. Οἱ μέλαιναν χολὴν ἐμέσαντες κινδυνώδεις, ὅτι μηκέτι τῆς χολώδους ὑποστάσεως οὔσης τὸ αἷμα ἀπὸ τοῦ ἥπατος ἕλκεται. Ἀπουρήσαντες ἀναπνέομεν, ὅτι πληρωθεῖσα ἡ κύστις τὸ ἀπηυθυσμένον ἔντερον θλίβει· ἀνεθείσης οὖν αὐτῆς τὸ ἐπισχεθὲν πνεῦμα ὀλισθαίνει. Χασμησάμενοι ἢ οὐρήσαντες ὑποφρίττομεν, ὅτι τοῦ θερμοῦ πνεύματος μέρος τι συνεκτρέχει. Ἐπὶ τῶν λευκῶν ἢ ἀλφῶν αἷμα οὐχ ὑπεκρέει κεντούμενον, ὅτι ἐκ τῆς ἐπιφανείας πόρρω τὸ θερμόν. Οἱ τεταρταῖοι χρονιώτεροι, ὅτι περὶ τὸ γεῶδες τοῦ σώματος τὸ σύγκριμα γίνεται, βαρὺ δὲ τὸ γεῶδες. Τῶν ἄρθρων τὰ ἕλκη οὐ κατουλοῦται, ὅτι τῶν ἄρθρων τὸ πέρας χόνδρος ἐστίν. Τὸ ὄμβριον ὕδωρ ἐλαφρὸν ὡς γυμναζόμενον ὑπὸ τοῦ πνεύματος καὶ λεπτυνόμενον ὑπὸ τοῦ ἀέρος. Τὸ ψυχρὸν πολέμιον ὀστέοις, ὀδοῦσι καὶ νεύροις ὡς γεωδεστέροις καὶ ψυχροτέροις. Ἡ χιὼν ψυχρὰ οὖσα καίει διὰ τὴν πυκνότητα τὴν πολλήν, αἱ δὲ ἀκρότητες ἰσότητες, θερμή τε καὶ ψυχρά. Οἱ φρενιτικοὶ σμικρόσφυκτοι, ὅτι ἀραιοῦται τούτοις τὸ ἐν τοῖς μήνιγξι πνεῦμα. μεγαλόσφυγμοι οἱ ληθαργικοί, ὅτι παχύνεται τούτοις τὸ πνεῦμα καὶ βαρύνεται. Τῷ χειμῶνι πειναλέοι γινόμεθα, ὅτι τὸ θερμὸν ἐντὸς κλειόμενον πέττει τὴν τροφήν. Τὸ μέλι τοῖς ἕλκεσι δριμύ, ὅτι ἐμπίπτει τούτοις ἡ λεπτότης αὐτὴ ἡ δριμεῖα, τῇ γεύσει γλυκύ, ὅτι ὑγρὰ οὖσα αὕτη τῆς ἐν τῷ μέλιτι λειότητος ἀντιλαμβάνεται. Τὰ νεῦρα νυσσόμενα φλεγμαίνει, κοπτόμενα δὲ οὔ, ὅτι τὸ πνεῦμα διὰ τῶν στενῶν πόρων τῇ νύξει πιλοῦται εἰς ἑαυτό, ἐπὶ δὲ τῆς τελείας διακοπῆς διαπνεῖ. Οἱ πρὸ τῆς σημασίας ἱδρῶτες χαλεποί, ὅτι οἱ μετὰ τῆς ἐπισημασίιας κατὰ ἄνεσιν, οἱ δὲ πρὸ τούτων κατὰ ἔκθλιψιν. Οἱ νήστεις δυσώδεις τὸ στόμα, ὅτι ἡ ἐν τῷ στόματι δριμύτης μὴ συγκιρναμένη νέᾳ τροφῇ ἀναθυμιᾷ. Ἐν ταῖς καρδίαις οὐ γίνεται πάθος, ὅτι διὰ τὴν κυριότητα φθάνει τοῦ πάθους τὸν κίνδυνον. Ἐν τοῖς αἰγιαλοῖς εὑρίσκεται ὕδωρ γλυκύ, ὅτι τὸ λεπτομερὲς τοῦ θαλαττίου ὕδατος διὰ τῆς γῆς παρεισδύνει· τὸ λεπτὸν δὲ γλυκὺ ὡς τὸ παχὺ ἁλμυρόν. Τὰ πυρίκαυστα δυσκατούλωτα, ὅτι πάντες ἀφανίζονται οἱ πόροι καὶ δυσέκλυτος ἡ ἀποκεκλεισμένη κατ' αὐτὰ ὕλη. Οἱ πρεσβῦται φίλοινοι ὡς χρείαν ἔχοντες θερμοῦ. Τὰ δεξιὰ εὐσαρκότερα, ὅτι μᾶλλον κινουμένων αὐτῶν αἱ ὗλαι συνεπιδίδονται. Ἐπὶ τοῖς ἀριστεροῖς τὰ φορτία φέρομεν, ὅτι ἐν τοῖς ἀριστεροῖς πλείων ἡ ἐπιμονὴ τῆς ὕλης, ἐν δὲ τοῖς δεξιοῖς ὡς εὐκινητοτέροις ἐλάττων. Κοινὰ συμπτώματά εἰσιν ὅσα πάσαις συμβαίνει ταῖς ἡλικίαις ὡς ἴλιγγες, πταρμοί, λυγμοὶ καὶ τὰ λοιπά. Κάτω βλέποντες ἀφ' ὑψηλοῦ λιγγιῶμεν, ἄνω δ' οὔ, ὅτι ὁ ἴλιγγος κινουμένου τοῦ ἄκρου τῆς ὄψεως γίνεται. ὅταν οὖν κάτω βλέπωμεν, ἐὰν ἀπὸ βραχέος, οὐκ ἰλιγγιῶμεν διὰ τὸ {ἡδραιῶσθαι} ἐπηρεῖσθαι τὴν ὄψιν· ἐὰν δὲ ὑψόθεν, πρὶν ἂν ἐπηρείσασθαι κινῆται, καὶ τὸ ἄκρον κινεῖται· ἄνω δὲ ποῦ† οἰσῶσα† φέρεται. Ὁ πταρμὸς νυκτὸς οὐ γίνεται, ὅτι ὑπὸ θερμοῦ γίνεταί τινος κινήσαντος τὸν τόπον ἀφ' οὗ γίνεται· διὸ καὶ ἀνακύπτομεν πρὸς ἥλιον ὅταν βουλώμεθα πταρῆναι. Τρίψαντες τὸν ὀφθαλμὸν παυόμεθα τοῦ πταρμοῦ, ὅτι τὸ ἔλαττον θερμὸν τοῦ πταρμοῦ φθείρεται ὑπὸ τοῦ πλείονος τοῦ ἐν τῷ ὀφθαλμῷ· τὸ αὐτὸ τοῦτο καὶ ῥῖνα. Οἱ εἰς ταὐτὸ βλέποντες ἰλιγγιῶσιν, ὅτι συνηθροισμένα εἰς ταὐτὸ τὰ βαρέα βαρύνεσθαι ποιεῖ τὸν ἴλιγγον. καὶ ἡ δί ησις δέ, ὅτι τὰ βαρέα καὶ τὰ κοῦφα διίστησι, τὰ μὲν εἰς τὸ μέσον, τὰ δὲ εἰς τὸ ἔσχατον. διὰ τοῦτο καὶ τὸ κύπτειν ἰλίγγους ποιεῖ. Διὰ ἔνδειαν ἰλιγγιῶσί τινες, ὅτι σύμπηξις γίνεται εἰς τὰ κενά· διὰ πλήρωσιν, διὰ τὴν ὑπερβολὴν τοῦ περιττώματος εἰς πλήρεις τόπους. Τὸ σκορδινᾶσθαι ἡδύ, ὅτι ἐξ ὕπνου πνεῦμα τῇ διατάσει καὶ τῇ κινήσει ὁμαλῶς διὰ τῶν ἄρθρων κινούμενον ἡδονὴν ποιεῖ. ὅτι δὲ πνεῦμα, δῆλον· χάσμην γὰρ ποειῖ. Ἐν χειμῶνι ἀναπνέομεν ἐλαττονάκις, ὅτι ἐν τῷ θέρει ὁ ἀὴρ διὰ τὴν ἀλέαν οὐχ ἱκανῶς καταψύχει καὶ πάλιν δεῖται τοῦ καταψύχοντος. ἐν δὲ τῷ χειμῶνι τοὐναντίον· ἡ γὰρ ὥρα συγκαταψύχει. Ἀνισταμένοις ἴλιγγος γίνεται μᾶλλον ἢ καθίζουσιν, ὅτι ἠρεμ [οῦσι] τὸ ὑγρὸν συνίσταται ἐν τῇ κεφαλῇ, κινουμένοις δὲ γίγνεται δῆλον καὶ ποιεῖ ἴλιγγον εἰς ἓν μόριον ἀποκλῖναν. Διὰ τί τῶν ἄλλων πνευμάτων, φύσης καὶ ἐρυγῆς, ἱερὸς ὁ πταρμός; ὅτι ἡ φῦσα τῆς κάτω κοιλίας, ἐρευγμὸς δὲ τῆς ἄνω, πταρμὸς δὲ τῆς κεφαλῆς, ἣ θειότατόν ἐστι· καθὸ καὶ τὸ πνεῦμα ὡς ἱερὸν προσκυνοῦσιν. ἢ ὅτι, ὅταν κρατήσῃ ἡ ἐν τῇ κεφαλῇ θερμότης τὴν ὑγρότητα, τότε τὸ πνεῦμα γίνεται πταρμός· διὸ καὶ τοὺς ἔξω θνῄσκοντας κρίνουσι πταρμικῷ. ὡς ἂν οὖν μὴ τοῦτο πάθωσι, σώους εἶναι εὔχονται. Ὁ ἄνθρωπος μᾶλλον πτάρνυται, ὅτι τοὺς πόρους εὐρεῖς ἔχει δι' ὧν τὸ πνεῦμα εἰσέρχεται· οἷς πληρουμένοις πνεύματος πτάρνυται. ὅτι δὲ εὐρεῖς, δῆλον· ὀσφραντικὸν γὰρ τῶν ἄλλων ζῴων ὁ ἄνθρωπος. Οἱ πρεσβῦται χαλεπῶς πτάρνυνται, ὅτι οἱ πόροι συμπεπτώκασι καθ' οὓς τὸ πνεῦμα ἐκκρίνεται, ἢ τῷ ἀδυνατεῖν ἄνω βλέπειν ῥᾳδίως βίᾳ ἀφιᾶσι κάτω. Ἐν τῷ ἀποπνευματίζειν ἡ λὺγξ παύεται, ὅτι ἡ λὺγξ ὑπὸ καταψύξεως· διὸ καὶ οἱ φοβούμενοι καὶ οἱ ῥιγοῦντες λύζουσι· κατεχόμενον δὲ τὸ πνεῦμα θερμαίνει τὸν ἐκτὸς τόπον. Αἱ ἐν τῷ πώγωνι τρίχες βραδύτερον πολλάκις φύουσαι θᾶττον φθείρονται, ὅτι αἱ ἐν τῷ πώγωνι τρίχες πυρρότεραι τῶν τῆς κεφαλῆς καὶ εὐκόλως νεύουσι πρὸς λευκότητα ἢ αἱ μέλαιναι· ἢ ὅτι τὰ ἐκ τῆς κεφαλῆς ῥεύματα εἰς τὸ στόμα πλέον φέρεται καὶ εἰς τὸν πώγωνα. διὸ καὶ ἀσθενεστέρα ἡ θρὶξ γίνεται καὶ δι' αὐτὸ πολιοῦται. Ὕστερον πολιοῦται ὁ πώγων τῆς κεφαλῆς, ὅτι ἡ πολιὰ δι' ἀσθένειαν γίνεται ποτοῦ καὶ τροφῆς. ὁ τόπος οὖν οὗτος τοιοῦτος καὶ διὰ τοῦτο πλέον πολιοῦται. σημεῖον δὲ καὶ τὸ θῆλυ, ἐνταῦθα μόνον τρίχας μὴ ἔχον. Αἱ ἐν τῇ ἥβῃ τρίχες ἐν ὑγροτέρῳ τόπῳ οὖσαι ἧττον αὔξουσι τῶν τοῦ πώγωνος, πρότερον γιγνόμεναι, ὅτι ὁ τόπος τῆς ἥβης ἀραιότερος καὶ ὑγρότερος καὶ ἀεὶ ἔχων τροφὴν ἢ ὁ τοῦ πώγωνος· δῆλον δὲ ἐκ τοῦ ὄγκου τῶν αἰδοίων. Ἐν τοῖς ποδίοις ὄνυξι τὰ λευκὰ σημεῖα, ἃ καλοῦσί τινες ἐραστὰς ἢ ψεύδη, οὐκ ἐγγίνεται ὡς ἐπὶ τῶν χειρῶν, ἢ ὅτι βραδέως αὐξάνεται πρὶν κινηθῆναι καὶ αὐξηθῆναι. Τῶν γερόντων οἱ ὄνυχες σκληρότεροι, ὅτι καὶ πάντα τὰ γεώδη αὐτῶν σκληρότερα διὰ τὸ ἐξανηλῶσθαι τὸ ὑγρόν. αὐξάνεται δὲ θᾶττον, ὅτι πολὺ ἔχει τὸ περίττωμα ἐξ οὗ τρέφονται τρίχες καὶ ὄνυχες. Οἱ τοῦ ἀνθρώπου ὄνυχες μαλακώτατοι, ὅτι καὶ τὸ δέρμα αὐτῶν τοιοῦτον, ἢ ὅτι τοῖς ἔχουσι σκληροὺς ὄνυχας οἱ τοιοῦτοι χρήσιμοι. Οἱ ἐκ γενετῆς τυφλοὶ οὐ φαλακροί, ὅτι μεθέστηκεν ἡ θερμότης πηρωθέντων τῶν ὀμμάτων εἰς τὸν πλησίον τόπον καὶ ὃς οὐ καταψύχεται, ἀλλ' ἀεὶ ἔχει τροφήν· ἡ δὲ φαλακρότης ἐκ ψύξεως. ἢ διότι ὁ τόπος ἔχει θερμότητα ἀναλίσκειν τὸ περίττωμα. Ὁ πώγων γίνεται πυρρὸς ἄνευ τῆς κεφαλῆς, οὐ μὴν δὲ τὸ ἀνάπλιν, ὅτι αἱ πυρραὶ δι' ἀσθένειαν γίνονται· ὁ πώγων δὲ ἀσθενέστερος τῆς κεφαλῆς. εἰ οὖν ἐν τῷ στερεωτέρῳ γίνεται, ἀνάγκη καὶ ἐν τῷ ἀσθενεῖ, οὐ μὴν τὸ ἀνάπαλιν. Αἱ μακραὶ τρίχες ῥέουσιν, ὅτι μοχλὸς ἡ θρίξ, ὑπομόχλιον δὲ τὸ δέρμα, εὐκίνητα δὲ τὰ πλέον ἀπέχοντα τοῦ ὑπομοχλίου, ὡς δῆλον ἐν τοῖς Μηχανικοῖς. Αἱ βλεφαρίδες οὐ πολιοῦνται, ὅτι πίων ἡ ἐκεῖσε σὰρξ καὶ διὰ τοῦτο οὐκ ἐπὶ λὺ αὔξεται ἡ θρὶξ οὔτε πολιοῦται· φθορᾷ γάρ τινι καὶ φαυλότητι τῆς τροφῆς πολιοῦσθαι συμβαίνει. Οἱ ἐπὶ τῶν χειρῶν ὄνυχες μᾶλλον αὔξουσιν ἢ τῶν ποδῶν, ὅτι ἡ αὔξησις ἐπὶ τὰ ἄνω χωρεῖ, ὡς αἱ τρίχες πώγωνος καὶ ἥβης· ἢ ὅτι ἐν ἀλέᾳ, ὡς χεῖρες, οἱ δὲ ἐν ψύξει. Αἱ τρίχες οὖλαι γίνονται, ὅτι δύο φορὰς φέρονται κρατουμένης τῆς ἔσωθεν φορᾶς τῇ ἐν τῷ περιέχοντι θερμότητι· διὸ καὶ οἱ Αἰθίοπες τοιοῦτοι. Ἐν τοῖς πυρικαύστοις οὐ φύεται θρίξ, ὅτι πυκνοῦνται οἱ πόροι σφόδρα. Αἱ παχεῖαι τρίχες οὐ γίνονται μακραί, ὅτι ἡ εἰς αὔξησιν δύναμις ἀναλίσκεται εἰς τὸ πάχος, ἢ ὅτι ὡς παχεῖαι σκληραὶ καὶ διὰ τοῦτο δυσκίνητοι εἰς αὔξησιν. Πυκνότεραι αἱ παχεῖαι κατὰ φαντασίαν ἢ τὸ βραδέως εἰς μῆκος αὔξεσθαι κατὰ πλείους τόπους ἡ τροφὴ ἀνατέλλει ἐπιβιαζομένη ἐντός, οὐ ταχὺ ὑπεξ [αγ] ούσης τῆς ἕξεως εἰς τὸ ἄνω. Ἐν τοῖς ὀστώδεσι παχύτεραι αἱ τρίχες, ὅτι καὶ παχὺ τὸ δέρμα. Αἱ πυρραὶ τρίχες μελάντεραι γίνονται, διότι πέττεται μᾶλλον ἐν ὀλίγῳ τὸ ὑγρὸν γινόμενον ὑπὸ τῆς ἐνούσης ἐν τῇ ἀρχῇ θερμότητος. ἐκ νοσούσης τροφῆς πυρρὰ θρίξ, ἐξ ὑγιοῦς μέλαινα. Οἱ Αἰθίοπες οὐλότριχες, ὅτι ξηραινομένη ἡ θρὶξ ὑπὸ τοῦ ἡλίου συγκάμπτεται. οἱ Σκύθαι δ' οὐ τοιοῦτοι ὡς ἐν ψυχρῷ τόπῳ οἰκοῦντες, ὅτι τὸ ὑγρὸν τὸ ἐν ταῖς θριξὶν οὐκ ἐξατμίζει ὁ ἥλιος, καὶ διὰ τοῦτο εὐθεῖαι. Ὁ πταρμὸς λυγμὸν παύει, οὐ μὴν καὶ ἐρυγήν, ὅτι διάφοροι οἱ τούτων τόποι· ἡ γὰρ ἐρυγὴ κοιλίας, ὁ λυγμὸς πνεύμονος ἐξ ἀπεψίας πνεύματος καὶ ὑγροῦ· κοινωνοῦσι δὲ οἱ περὶ τὸν ἐκγέφαλον τόποι τῷ πνεύμονι. ἰστέον δὲ ὡς ὄξος παύει λυγμόν· ἐκθερμαίνων δὲ καὶ ἀναπνευστισμὸς τὸ πνεῦμα τὸ κατεχόμενον παύει καὶ αὐτός. Χασμησαμένου τινὸς ἀντιχασμῶνται διὰ τὴν μνήμην· ὅταν γὰρ μνησθῇ, κινεῖται τοῦτο τὸ μέρος. τοῖς οὖν ἀνθρώποις ὡς εὐαισθητοτέροις εὐθὺς ἰδοῦσι συμβαίνει ἀναμιμνήσκεσθαι, τοῖς δὲ ὑποζυγίοις οὐκ αὔταρκες, ἀλλὰ προσδέονται καὶ ἑτέρας αἰσθήσεως. ὅθεν καὶ ὀσφραίνοντα τῶν οὐρησάντων οὐροῦσι καὶ αὐτὰ εἰς τὸν αὐτὸν τόπον. Τοῖς ἀσθενοῦσι καὶ γέρουσιν ὄνυχες καὶ τρίχες αὔξουσι, τὸ δὲ λοιπὸν σῶμα φθίνει, ὅτι ἐν τοῖς ὑγιέσιν ἡ τροφὴ εἰς σάρκας καὶ νεῦρα διαδίδοται τὰ δεόμενα στερεώσεως, ἐν δὲ τοῖς ἀσθενέσιν εἰς τὰ μὴ δεόμενα οἷον ὄνυχας, τρίχας. λέγουσι καὶ τοὺς Ἰλλυριοὺς ξυρᾶσθαι ἐν μάχαις, καὶ μετὰ θάνατον αὔξειν τρίχας, ὡς φθίνοντες τὰ σώματα εἰς ταῦτα τὴν τροφὴν δέδωκεν. Αἱ τῶν ποδῶν τρίχες μόλις πολιοῦνται, ὅτι τὸ θερμὸν ὑπονοστεῖ κατὰ τὸ γῆρας ἐν τοῖς τοιούτοις τόποις. δῆλον δὴ ὅτι τοῖς τῶν γερόντων ποσὶν αἱμορροΐδες γίνονται. ὅταν δὲ καὶ ἐκ τῶν ποδῶν ἐξικμασθῇ ἡ τοιαύτη θερμότης, λευκαίνονται καὶ αἱ τούτων τρίχες. Τὰ ἔρια δι' ἐλαίου λευκότερα γίνεται, αἱ δὲ τρίχες μελάντεραι, ὅτι ἐκεῖνα μὲν ὡς ῥυπαρὰ ξανθότερα, αἱ δὲ τρίχες ξηρότεραι οὖσαι λευκαίνονται· τὸ οὖν ἔλαιον κωλύει. Τιλλόμεναι αἱ τρίχες τῶν προβάτων ἀναφύουσι μαλακώτεραι, τῶν δ' ἀνθρώπων σκληρότεραι, ὅτι αἱ μὲν παχύνονται ὅσῳ ἂν μακρότεραι γίνωνται· ἀποψύχει γὰρ δι' ἀσθένειαν τοῦ θερμοῦ τοῦ ἐν αὐταῖς ἀὴρ ὁ κύκλῳ καὶ μᾶλλον ὅσον ἂν πορρωτέρω τοῦ θερμοῦ γίνηται. αὐξανόμεναι δὲ διὰ μὲν παχύτητα πλέον ἔχουσι τὸ θερμόν, διὰ τὸ ἀποξηραίνεσθαι ῥέοντα. Τοὺς κροτάφους πολιοῦνται τάχιστα, φαλακροὶ δὲ ἥκιστα γίνονται, ὅτι ἡ πολιὰ γίνεται τῷ ποιάν τινα εἶναι τὴν τροφὴν τὴν εἰς τρίχας διδομένην, ἡ δὲ φαλακρότης τῷ ποσήν· ὅταν γὰρ ψυχθῇ ἡ τροφή, οὐκ αὔξεται, ὥσπερ τὰ δένδρα χειμῶνος φυλλορροεῖ, ψυχρᾶς γινομένης τῆς τροφῆς. καὶ ἡ πολιὰ δὲ ἐκ σαπρᾶς τροφῆς ἐστιν. οἱ δὲ κρόταφοι ἐπὶ φλεβῶν εἰσι πυκνῶν καὶ ἔχουσι θερμότητα. ὁ κωμῳδοποιός· «εὕρω τὸ γῆρας τὰς τρίχας βεβαμμένας». Τῆς κεφαλῆς τὸ ἔμπροσθεν φαλακρόν, ὅτι τὰ ὄπισθεν ξηρότερα, τὸ δὲ ἔμπροσθεν πλῆρες περιττωμάτων διὰ τὸν ἐγκέφαλον. Αἱ τῆς κεφαλῆς τρίχες μᾶλλον τῶν ἄλλων αὔξονται διὰ τὴν γειτνίασιν τῆς τροφῆς τῆς ἐκ τῆς κεφαλῆς. Ζῷα πέφυκε γίνεσθαι οὗ ἂν περίττωμα εἴη ὑγρότητος καὶ θερμότητος. ἐν γοῦν τῇ κεφαλῇ τοῦ νέου φθεῖρες ὡς θερμοτέρᾳ καὶ εὐρυπορωτέρᾳ, ὅθεν καὶ αἱ τρίχες παχύταται. Ἐκ τῶν ποτῶν καὶ τῶν ἐμέτων ἐν τοῖς ψύχεσι φθέγγονται βαρύτερον διὰ τὴν ἔκφριξιν τοῦ λάρυγγος ὑπὸ τοῦ φλέγματος· ἐπικατασπᾷ γὰρ ῥευμάτιον καὶ γίνεται βαρυτέρα ἡ φωνή. Ἐγγύθεν τῆς βαρυτέρας φωνῆς ἀκούομεν ὡς πλείω ἀέρα κινούσης, πόρρωθεν δὲ ἧττον, ὅτι καὶ ἐλάττονα ἀέρα κινεῖ. Ἐν τῷ χειμῶνι ὀξύτερον φθέγγονται, ὅτι στενοῦται ἡ τραχεῖα ἀρτηρία καὶ συμπιλεῖται, ἐν τῷ θέρει βαρύτερον, ὅτι αἱ ἀλέαι διαλύουσι τὰ σώματα. Τὰ ἐννεάμηνα οὐ φθέγγεται ἀλλὰ τὰ δεκάμηνα, ὅτι ὀψιαίτατα τελειοῦται ἡ φωνὴ τοῖς ἀνθρώποις. καὶ διὰ τοῦτο τοῖς ἀτελέσιν οὐχ οἷον ὑπάρχει ὡς ἐπὶ τὸ πολύ. τὰ δὲ ἑπτάμηνα ἥττονα διὰ τὴν αὐτὴν αἰτίαν. Ὀψιαίτερον τελειοῦται ἡ τῶν ἀνθρώπων φωνὴ ἢ τῶν ἄλλων ζῴων, ὅτι πλείστας ἔχει διαφορὰς καὶ εἴδη καὶ διὰ τοῦτ' ἀνάγκη ἐν πλείστῳ χρόνῳ διατελεῖσθαι. Ἐν τῇ αὐτῇ φωνῇ πάντες διαλέγονται, ὅτι ἀπὸ τῆς μιμήσεως τῶν ἀλλόγων αἱ φωναὶ εὑρέθησαν, οἷον τὰ παιδία βοῦν ἀπὸ τοῦ μυκᾶσθαι καὶ κύνα ἀπὸ τοῦ ὑλακτεῖν. Οἱ ἀγωνιῶντες βαρὺ φθέγγονται, ὅτι ἄνω φέρεται τούτοις τὸ θερμόν, ὡς καὶ τοῖς αἰσχυνομένοις, διὸ καὶ ἐξέρυθροι γίνονται. τοῖς δὲ φοβουμένοις καταψύχεται περὶ τὴν καρδίαν ὁρμῶντος τοῦ θερμοῦ. Ἡ φωνὴ ῥύσις τίς ἐστι καὶ φύσιν ἔχει ἄνω φέρεσθαι. πῶς οὖν εὐήκοα μᾶλλον τὰ ἄνωθεν κάτω; ὅτι ἡ φωνὴ ἀήρ ἐστι μεθ' ὑγροῦ καὶ βαρὺς ὢν φέρεται κάτω. ἡ φωνὴ ἀνωφερὴς οὖσα προσκόψασα τῷ ἐξ ἐναντίας ἀέρι βιάζεσθαι μὲν οὐ δύναται βαρύτερον ὄντα, ἀνακλασθεὶς δὲ ὁ κινηθεὶς ἀὴρ ἠνέχθη κάτω. τοιοῦτόν τι καὶ τὸ περὶ τὴν ἠχώ, ἥτις ἐστὶν ἀνάκλασις τῆς φωνῆς ἐπὶ τοὐναντίον. Οἱ μεθύοντες ἀπορρήγνυνται τὰς φωνάς, ὅτι πληρέστεροι ὄντες ἀπορρήγνυνται αὐτάς. Ἡ σῦριγξ καὶ ἡ ὀξεῖα φωνὴ ποιεῖ φαίνεσθαι ὥσπερ ἐρημίαν ὡς μακρὰν βαδίζουσαν καὶ οὐκ ἐπὶ πολὺ διαχεομένην. Τοῖς μακρότερον ἱσταμένοις ἡ φωνὴ ὀξυτέρα φαίνεται. πῶς; ἐπεὶ τὸ μακρότερον βραδύτερον κινεῖται, ἡ ὀξύτης οὔκ ἐστιν ἐν ταχείᾳ κινήσει, ἀλλὰ καὶ ἐν τῷ ἐλάττονι ψόφῳ. τοῖς γοῦν μακρότερον ἱσταμένοις ἐλάττων ἡ φωνὴ ἀφικνεῖται διὰ τὴν ὀλιγότητα τοῦ ἀέρος. Ἠχὼ γίνεται πληγείσης τῆς φωνῆς πρός τι στερεὸν καὶ μὴ διαλυθείσης. Χειμῶνι αἱ φωναὶ βαρύτεραι, ὅτι ὁ ἀὴρ παχύτερος καὶ βραδυτέρα ἡ κίνησις καὶ ἡ φωνή· ἢ ὅτι διὰ τῶν στενῶν βραδύτερον χωρεῖ ὁ ἀήρ, συμφράττονται τὰ περὶ τὸν φάρυγγα τῷ ψύχει καὶ τῷ φλέγματι. Μεγαλόφωνοι οἱ θερμοί, ὅτι καὶ ἀέρα ἀνάγκῃ πολὺ ψυχρὸν ἔχουσιν· ἡ γὰρ μεγάλη φωνὴ ἐν τῷ πάλιν ἀέρα κινεῖν. Ἀκούουσι μᾶλλον οἱ κατέχοντες τὸ πνεῦμα ἢ οἱ ἐκπνέοντες, ὅτι τὸ αἰσθητικὸν ἄνω φέρεται τῶν φλεβῶν ἀραιουμένων, καθευδόντων δὲ κάτω, διὸ καὶ μᾶλλον ἐκπνέουσιν, ὥστε κενοῦται τὰ ἄνω, ἀκούουσι δὲ τῷ κενῷ. ἢ ὅτι ἀτμὸς ψόφος· οὗτος οὖν ἐν τῷ πνεῖν γενόμενος κωλύει ἀκούειν. οἱ τοῦ γράσου ὄζοντες δυσωδέστεροί εἰσι μύρῳ ἀλειψάμενοι, ὅτι τοῦτο θερμαντικόν ἐστι καὶ ἱδρῶτας παρασκευάζει, οὗτοι δὲ ποιοῦσιν ἀποφοράν. Ἡ μασχάλη δυσωδίαν ἔχει διὰ τὴν σῆψιν τῆς ὑγρότητος καὶ τὸ ἀπνούστατον καὶ ἀγύμναστον. Τὰ δυσώδη ἧττον δοκεῖ τοῖς ἐδηδοκόσι διὰ τὸ συντετρῆσθαι τὴν ὄσφρησιν τῷ στόματι κατὰ τὸν οὐρανόν· πλήρης οὖν ἡ αἴσθησις γίνεται καὶ τῆς δυσωδίας οὐκέτι {δυσωδίας} ὁμοίως αἰσθάνεται· τὸ γὰρ πρῶτον αἰσθάνονται πάντες, ὅταν δὲ ἅψηται, οὐκέτι, ὥσπερ συμφύουσα καὶ ἡ ἔξωθεν ὁμοία ἀφανίζεται ὑπὸ τῆς ἔσω. Ἧττον ὀσφραινόμεθα τῷ χειμῶνι, ὅτι τότε ὁ ἀὴρ ἀκινητότερος. Διὰ τί αἱ κύνες οὐκ ὀσφραίνονται τῶν ἰχνῶν τῶν τεθνεώτων; διὰ τὸ ἄλλην ὀσμὴν γίνεσθαι τούτοις καὶ χρῶμα καὶ χυμόν· ἢ ὅτι τῶν τεθνηκότων πέπαυται ὀσμὴ ῥέουσα. Αἱ ὀδμαὶ ἐγγύθεν ἧττον εὐώδεις, ὅτι ἡ ὀδμὴ θερμότης ἐστί, τὸ θερμὸν κοῦφον καὶ πόρρω φερόμενον. ὅθεν καὶ τὰ ἄνθη συντριβόμενα καὶ θερμαινόμενα πλείονα ἀποφορὰν ἀφιᾶσιν. Τὰ ὄζοντα κινούμενα μᾶλλον ὄζει, ὅτι ἀναπίμπλησι τὸν ἀέρα καὶ ἀναφέρεται πρὸς τὴν αἴσθησιν. Ὁ ναυτιασμὸς πλήρωσις· τῶς γοῦν μετ' αὐτὸν πεῖνα; ὅτι ὥσπερ ἐπὶ ἀφόδου κενοὶ γίνονται οἱ τόποι, πρὸ δὲ τοῦ ναυτιασμοῦ πλήρεις εἰσιν. Ἐν τοῖς πλοίοις ἡ ναυτία χολώδης, ἄλλοις δὲ φλεγματώδης, ὅτι ἐν τοῖς ἄλλοις ἔμπονος, ἐνταῦθα δὲ μετὰ φόβου, ὃς συγκινητικὸς τῶν συμφύτων, σύμφυτον δὲ ἡ χολή, τὸ δὲ πνεῦμα ἐπιπολάζον. Ὑπέρινοι γίνονται οἱ μάλα καθαρθέντες, ὅτι εὐροωτέρα ἐστὶν ἡ κάτω κάθαρσις καὶ κατὰ φύσιν, ἡ δ' ἄνω παρὰ φύσιν, ὅτι καὶ τὰ περιττώματα κάτω ῥέπουσιν. Οἱ μέλανες καὶ λεῖοι ἢ λευκοὶ καὶ δασεῖς [γίνονται ὑπ] έρινοι, ὅτι ὑγρότεροι οἱ λεῖοι τῶν δασέων, ὡς καὶ γυναῖκες, καὶ οἱ μέανες τῶν λευκῶν ψυχρότεροι. γίνονται οὖν ὑπέρινοι μὴ μόνον ἀφαιρουμένου τοῦ περιττώματος, ἀλλὰ συντηκομένου τοῦ σώματος. Μέλαιναν χολὴν καθαιρόμενοι καὶ φλέγμα πολὺ οὐ γίνονται ὑπέρινοι, ὀλίγην δὲ ξανθήν, ὅτι ἡ μέλαινα καθαίρεται ῥᾳδίως, ἀλλ' οὐχ ἡ τρυγώδης. τὸ δὲ φλέγμα περίττωμά ἐστιν ὃ οὐδεμίαν ἀφῄρηται ἰσχύν. ἡ δὲ ξανθὴ ἐκ συστήματος τῆς κακῶς ᾠκοδομημένης σαρκός, ὥστε οὐδὲν διαφέρει πολλὴν ἀφελεῖν χολὴν καὶ σάρκος καὶ αἷμα. Λυγμὸς συμβαίνει καὶ ὑπερκαθαιρομένης καὶ πληρουμένης, ὅτι ἡ ὑπερκάθαρσις ἀφελοῦσα τὸ ὑπέκκαυμα ψύχει, καὶ ἐὰν πλείων εἰσέλθῃ τροφή, μαραίνει τὴν οἱκείαν θερμότητα. ὁ δὲ λυγμός ἐστιν, ὄταν πνεῦμα ἐναπολαμβάνηται διὰ τὸ ψυχρὸν τὸ ὑγρὸν ἐν τῷ πνευματικῷ τόπῳ. Τὰ παιδία καὶ οἱ γέροντες ἐν ἐναντίαις τροφαῖς διάρροιαν πάσχουσι, τὰ παιδία ὅτι ὑγρὰ τὰ σώματα αὐτῶν καὶ πυκνὰ καὶ περιττωματικά, οἱ δὲ ὅτι ψυχροί. Καὶ τὸ πολὺ ποτὸν καὶ ὀλίγον τὰς διαρροίας ἴσχει, τὸ μὲν διὰ τὸ καταξηραίνειν ἅτε μικρόν, τὸ δὲ διὰ τὸ πλῆθος εἰς τὴν οὐρήθραν χωροῦν συνεπισπᾶται καὶ τὸ ἐκ τῆς κοιλίας ὑγρόν· αἷμα γὰρ κατ' ἄμφω οὐκ εἴωθεν ὁποχωρεῖν, ἀλλ' ἐὰν ἡ κοιλία ὑποχωρῇ, ἡ οὐρήθρα ἀποξηραίνεται καὶ ἀνάπαλιν. Οἱ πίνοντες εὐτραφεῖς ὄντες ὑγρὰς τὰς κοιλίας ἔχουσιν ἢ σκληράς, διὸ διαρροίαις ἀποθνῄσκουσι μᾶλλον τῶν τεθραμμένων· ἔδει δ' εὐτρόφους ὄντας ἐκλαμβάνειν μᾶλλον τὸ τρόφιμον, τούτου δὲ γινομένου ξηραίνεσθαι τὰς κοιλίας αὐτῶν· ἢ ὅτι τὸ εὐτραφές ἐστιν οὐκ ἐν τῷ πολὺ λαμβάνειν, σκληρύνεται δὲ ἡ περίττωσις, ὅταν μόλις τὰ βρώσιμα καταβαίνωσιν εἰς τὴν κοιλίαν διὰ τὸ μὴ ταχὺ ἀπολαύειν τὸ σῶμα καὶ μὴ ἐκκρίνεσθαι τὸ χρήσιμον ἐξ αὐτῶν. Οἱ γλυκεῖς καὶ ἁλμυροὶ τῶν χυμῶν διαχωρητικώτεροι, ὅτι βαρεῖς καὶ κατωφερεῖς τῷ μὴ κρατεῖσθαι ὑπὸ τῆς ἐν ἡμῖν θερμότητος, ἢ ὅτι οἱ μὲν ἄλλοι ἔξω τοῦ ἐλαίου εὐδιάφοροι καὶ εὔληπτοι· τοῦτο γὰρ διὰ κουφότητα ἄνω ἐπιπολάζει καὶ οὐ διαχωρητικόν ἐστιν. Ἅλμη καὶ ὀρὸς τὴν κοιλίαν λύουσιν, οὐ μὴν καὶ οἶνος πολύς, ὅτι τῶν μὲν ἡ ὑπόστασις εἰς κοιλίαν ἔρχεται· οὐ γὰρ εὔπεπτα ὡς ὁ οἶνος ὃς ταχὺ πεφθεὶς διουρεῖται. τοῦ οἴνου οὖν ἡ ὑπερβολία ταὐτὸν ποιεῖ εἰς τὴν κύστιν ὅπερ ἐκεῖνα εἰς τὴν κοιλίαν, ἀλλ' οὐκ ἄγει ὑπόστασιν εἰς κύστιν· οὐ γὰρ ἔχει· τὰ δὲ μετὰ περιττωμάτων ἐξερχόμενα ἑπομένης καὶ τῆς παχείας ὑποστάσεως αὐτῆς ποιεῖ διάρροιαν. Ἐν τῇ κάτω καθάρσει ἢ ἐν τῇ ἄνω ὑπέρινοι γίνονται, ὅτι ἐν τῇ κάτω ἐξ ἅπαντος σώματος συρρεῖ τὰ ὑποστήματα, εἰς δὲ τὴν ἄνω ἀπὸ [τῶν] πλησίον χωρῶν καὶ τὸ ἐπιπολάζον τούτοις. Τοῖς ὑγιεινοῖς καὶ γέρουσιν αἱ κάτω καθάρσεις οὐ συμφέρουσιν, ὅτι ὑπέρινοι γίνονται, ὅτι τοῖς νοσεροῖς περίττωμά ἐστι τὰ ὑπιόντα, τοῖς δὲ ὑγιεινοῖς [αὐτῶν τῶν εὖ] ᾠκοδομημένων γίνεται ἡ ἀφαίρεσις. Τοῦ θέρους αἱ διάρροιαι ἢ παρὸ χειμῶνος τοῦ ὄντος ψυχροῦ, ὅτι πρὸς τὸ ἔξω ἐναντίως ἔχει τὸ ἐντός. ἐν γοῦν τῷ χειμῶνι θερμοτέρα οὖσα ἡ κοιλία πέττει ἱκανῶς, ἐν δὲ τῷ θέρει ψυχροτέρα οὖσα οὐ πέττει, ἡ δὲ διάρροια ἀπεψία ἐστίν. Ἐν δὲ τῇ νυκτὶ ἀπ' ἐλάττονος καθαίρει τὰ φάρμακα ἢ ἐν τῇ ἡμέρᾳ· ἡ γὰρ σκαμωνία καθαίρει ἀπὸ ὀγδοημορίου, ἐλατήριον δὲ ἀπὸ τεταρτημορίου, διὰ τρία ταῦτα, ὑγρότητα, θερμότητα καὶ πολὺν χρόνον. ὅτι τε οἱ ὑγρότεροι μᾶλλον καθαίρονται· ὑγρὰ γὰρ ἡ κάθαρσις· τὸ γὰρ περίττωμα ἐν πλείονι χρόνῳ μᾶλλον καθαίρει. ἐν δὲ ταῖς νυξὶ πλεῖον, διότι πέττει ὁ ὕπνος, ὥστε θᾶττον καὶ μᾶλλον αἰσθάνεται τὸ σῶμα τοῦ φαρμάκου. Ἡ κάθαρσις φλέγμα καὶ χολὴν ἐκ τῶν φλεβῶν ἄγει εἰς τὴν κοιλίαν, αἷμα δ' οὔ, ὅτι τὸ ἀλλότριον ἄγει ἤγουν τὸ περίττωμα, τὸ αἷμα δ' οὔ, ὅτι παχύτερον, ὅταν ψυχθῇ καὶ παγῇ. Μετὰ τὰ γυμνάσια καὶ φάρμακα οὐ προσφέρομεν παραυτίκα τροφήν, ὅτι ἡ μεταβολὴ ἡ ἀθρόα ἀσύμφορον, ἤγουν μετὰ κένωσιν πλήρωσις. Τοῦ θέρους γίνεται μᾶλλον χολὴ τῶν περιττωμάτων ἐλαττόνων ὄντων, ὅτι τὸ θερμὸν σηπτικόν, ἡ δὲ χολὴ ἐκ σήψεως. Οἱ χυλοὶ διαφορητικώτεροι ἢ μετὰ τῶν φύλλων καὶ ῥιζῶν καὶ καρπῶν, ὅτι ἐξῆκται δι' αὐτῶν τὸ θερμὸν εἰς τὸ ὑγρόν· διὸ οἱ μὲν ἰσχυροὶ καθαίρουσι τὰς κοιλίας, οἱ δ' ἀσθενεῖς λύουσι, καὶ οἱ ὀποὶ τῶν φαρμάκων μᾶλλον καθαίρουσι τῶν ῥιζῶν καὶ καρπῶν. Ὁ λευκὸς καὶ μέλας ἑλλέβορος καθαίρει ἐναντίως, ὅτι θερμὰ τὰ καθαίροντα. βαρὺς οὖν καὶ πυκνὸς ὁ μέλας καὶ καθαίρει κάτω, ὁ δὲ λευκὸς τοὐναντίον καὶ καθαίρει ἄνω. Τῶν τετραπόδων οὐδὲν ἀπὸ ὑστέρας πνίγεται ζωοτοκοῦντα, ὅτι μεγάλων ὄντων τῶν ἄνω πρὸς τοῖς αἰδοίοις ἡ ὑστέρα ἐστὶ πᾶσι· διὰ δὲ τὸ πολὺ ἀπέχειν οὐκ ἀναβαίνουσιν ἄνω καὶ διὰ τοῦτο οὐκ ἀπολαμβάνουσι πνεῦμα. Τὰ πιαινόμενα τῶν αἰρῶν ὠμῇ λύσει μᾶλλον πιαίνεται διὰ τὸ τὴν μίξιν ἔχειν τινὰ λόγον, ἢ διότι αἱ αἶραι βαρὺ ἔδεσμα καρωτικὸν καὶ ὑπνοποιόν, ὁ δὲ ὕπνος πιαίνει μάλιστα. Τῶν βοῶν ἡ κόπρος ἥκιστα δυσώδης ὡς μὴ χρονίζουσα τῇ κοιλίᾳ, ὅτι πέττει βοῦς μάλιστα ὡς μάλιστα μηρυκάζων ἢ ὅτι ἁπλῆ ἡ τροφή, ἄχυρα γάρ. Τὰ Λιβυκὰ θηρία θέρους οὐ πίνει, ὅτι οὐκ ἔχει ὕδωρ, τοῦ δὲ χειμῶνος ἔχει· ὃ οὖν εἴθισται καὶ ποιεῖ. Τὰ ἄγρια θηρία μονόχροα ὡς ἁπλοδίαιτα· αἱ γὰρ ταραχώδεις διαθέσεις χρωματίζουσι τὰ σώματα. Τοῖς τετράποσιν οἱ πυροὶ δυσδιαχωρητότεροι τῶν κριθῶν διὰ τοὺς ἐχίνους· ταχὺ γὰρ λεπτυνόμενον τὸ ἄχυρον αὐτῶν ἔχεται ἐν τοῖς ἐχίνοις διὰ τὴν τραχύτητα αὐτῶν, τῶν δὲ κριθῶν ἅμα συμπέττεται διὰ τὸ χρονίζειν. Τὰ μονόνυχα γηράσκοντα αὔξει τοὺς ὀδόντας διὰ τὸ μὴ ἔχειν κέρατα καὶ ὅτι ἡ χρῆσις ὀλίγη ὑφ' ἧς τρέφονται καὶ παραλλάσσουσι τὰς σιαγόνας. Τὰ δὲ τοιαῦτα οὔτε δασυπώγωνα οὔτε δασυβλέφαρα, ὅτι ὑγρότης καταναλίσκεται τῇ χαίτῃ. Τὰ μονόνυχα οὐκ αὐξάνονται τὸ ἀπὸ τῆς ὁπλῆς ἄνωθεν, ἀλλὰ μένει ἕως τοῦ γόνατος τοῦ ὀπισθίου καὶ τοῦ ἐμπροσθίου σκέλους. οἱ δ' ἄνθρωποι τοὐναντίον ἐπὶ τὰ κάτω αὐξάνονται, ὅτι τοῖς μὲν δι' ὀρθοῦ πορευομένοις τὰ κάτω αὐξάνειν ἀνάγκη· τὰ δὲ τετράποδα τοὐναντίον ὄντα ἄνω αὐξάνεσθαι ἀνάγκη. Τὰ μονόνυχα τὸ ῥέον ὕδωρ πίνει ὡς τὸ γλυκὺ ἀγαπῶντα, τὰ δὲ δίχηλα, ὡς οἱ βόες, τὰ ὑφιστάμενα ὡς χαίροντα τοῖς ἁλμυροῖς. Ὕες πιαινόμενοι δυσριγότεροι, ὅτι καὶ οἱ ἄνθρωποι πόρρω γινόμενοι τοῦ οἰκείου θερμοῦ, τὰ δὲ εὔψυκτα ταχὺ αἰσθάνονται τοῦ ψύχους. Ὃ χαλάζησις τοῖς χοίροις, τοῦτο ἴονθοι τοῖς ἀνθρώποις, τοῖς μὲν ἀνθρώποις διὰ τὴν λεπτότητα τοῦ αἵματος, τοῖς δὲ ὑσὶ διὰ τὴν εὐτροφίαν. χαλαζώδεις δέ εἰσι οἱ ὑγρόσαρκοι. χαλάζωσις δὲ οὔτε παιδίοις οὐδὲ γέρουσιν, ἀλλὰ νέοις· τὸ αὐτὸ καὶ ἐπὶ τοῖς χοίροις. Οἱ ὕες μᾶλλον ἀφρίζουσιν, ὅτι στενοί εἰσι τὸν βρόγχον– δῆλον ἐκ τῆς φωνῆς– καὶ πίονες, καὶ πυκνὸν οὖν τὸ πνεῦμα ὂν καὶ πολὺ δι' ὀλίγου ἐρχόμενον ὡς ὑγρῷ σιάλῳ θερμαινόμενον διὰ τὸ στενόπορον ἀσθμαίνει. ἀφρὸς δέ ἐστι πνεύματος πυκνοῦ ἄνοδος ἐν ὑγρῷ, καὶ ἐν τοῖς ἐπιληπτικοῖς κατεχόμενον τὸ πνεῦμα ἐν τῷ πνεύμονι πνιγόμενον ἀνάγει βίᾳ τὸ ὑγρόν, ὅθεν τὸ πνεῦμα γίνεται πυκνόν, τὸ πάχος διὰ τὴν στενότητα ποιεῖ πνιγμόν, οὗτος ἀφρόν. Ἐάν τις προχέῃ ὄξος εἰς τὰ αἰδοῖα τῶν ὑηνῶν, λήγουσι μικρὸν τῆς κάπρης, ὅτι ὁ δάκνων πόνος ἐκκόπτει τὴν ἐπιθυμίαν ἢ τὴν θερμότητα· ψυχρὸν γὰρ ὂν τὸ ὄξος κόπτει καὶ σβέννυσι. Τὰ ἄλλα τετράποδα ἐκβάλλουσιν ὀδόντας καὶ ἄνθρωπος περὶ ἑπτάμηνον, ὗς δὲ οὔ, ὅτι πλατὺ ῥύγχος ἔχει καὶ ἰσχυρόν, τοὺς ἐμπροσθίους δὲ ὀδόντας οὐ πονεῖ, ὅτι τῷ ῥύγχει ἐργάζεται. Ἡ ὗς ὀχευθεῖσα ἀφρίζει, ὅτι στενὸν τὸν φάρυγγα καὶ τὰς σύριγγας ἔχει, διὸ καὶ ὥσπερ πνιγομένης αὐτῆς ἡ φωνή ἐστιν. ἐν γοῦν τῇ ὀχείᾳ διὰ στενῶν ἐπανίησι τῶν πόρων καὶ μεθ' ὑγρότητος ἀφρὸς γίνεται. Αἱ ἄγριαι ὕες ἔλαττον τίκτουσι τῶν ἡμέρων, ἤγουν ἐκεῖναι μὲν ἑπτά, αἱ δὲ τρισκαίδεκα διὰ τὴν εὐπορίαν τῆς τροφῆς αἱ ἥμεροι καὶ τὴν ἀλέαν τῶν τόπων. Ἄρρενες ὕες ἄγριοι πολλοί, κάπροι δ' ὀλίγοι, ὅτι κνησμὸς νέοις οὖσιν ἐμπίπτει εἰς τοὺς ὄρχεις διὰ μέγεθος· ξυόμενοι γοῦν πρὸς τὰ δένδρα ἐκφεύγουσι καὶ γίνονται οὓς καλοῦσι χλούνας. Αἱ ὕες πιαινόμεναι λειποτριχοῦσιν, ὅτι σαρκοῦνται καὶ πέττουσι πλέον καὶ ἔλαττον ἔχουσι περίττωμα κἀντεῦθεν λειποτριχοῦσιν. Οἱ ἄγριοι πάντως ὕες μέλανες ὡς ἐπὶ τὸ πλεῖστον διὰ τὸ ἐν τοῖς ἕλεσιν εἶναι καὶ ὑπὸ τοῦ βορβόρου μελαίνεσθαι· ὅτι δὲ βάπτει ὁ βόρβορος, δῆλον· καὶ γὰρ καὶ βακτηρίαι λευκαὶ οὖσαι κατορυττόμεναι εἰς αὐτὸν μελαίνονται. Αἱ ὕες ἐὰν μὴ φθέγγωνται θηλαζόμεναι οὐ προΐενται γάλα, ὅτι ἀποβιάζονται τῷ πνεύματι πάντα καὶ φθέγγεται κατέχοντα τὸ πνεῦμα· τὸ δὲ τῆς ὑὸς γάλα οὐ ῥᾳδίως ἐκκρίνεται· ὀλίγον γὰρ ὂν εἰς πολλοὺς διέσπασται μαστούς, καὶ κατὰ τὴν ἔξοδον δεῖται βίας. Τῆς ὑὸς οἱ πρῶτοι μαστοὶ εὔκρατοι καὶ ὁ γεννηθεὶς εἰς τὸν πρῶτον ὁρμᾷ, ὅτι θερμότατος ὁ τόπος περὶ τὰ στήθη καὶ ἕλκεται πλείστην τροφὴν καὶ πλεῖον γεννᾷ γάλα, ἢ ὅτι οὗτος ὁ τόπος καθαρώτερον αἷμα ἔχει· ἐνταῦθα γὰρ αὐτοῦ ἡ ἀρχή, ὅθεν καὶ τὸ γάλα ἄριστον. Ἡ ὗς χαίρει τοῖς δυσώδεσι διὰ τὸ πλατύρυγχον καὶ οὐκ αἰσθητικὸν τῆς ὀσφρήσεως· τοῦτο δὲ πάσχουσι καὶ σκυτοδέψαι καὶ κοπρολόγοι. Αἱ θήλειαι τῶν ἀρρένων δειλότεροι ἐκτὸς ἄρκτου καὶ παρδάλεως. Χαλαζωθεῖσαι ὕες οὐ παχύνονται, ὅτι περίττωμα γίνεται αὐταῖς πολύ· αἱ γὰρ χάλαζαι ἐκ περιττωμάτων, πιαίνεται δὲ τὸ ἀπολαῦον μᾶλλον τροφῆς. Αἱ ὕες ὕπτιαι φερόμεναι σιγῶσιν, ὅτι οὐκ ἰσχύουσιν οὕτω φερόμεναι φθέγγεσθαι μετ' ἰσχύος· φύσει δέ τινες τούτων καὶ ἄφωνοι. Αἱ ὕες ἀφοδεύουσι πρότερον, εἶτα οὐροῦσιν, ὅτι πεπτικαὶ αἱ κοιλίαι αὐτῶν· τοῦτο καὶ ἐπὶ ἀνθρώπων. Αἱ ἄγριαι ὕες ἅπαξ τίκτουσιν, αἱ δὲ ἥμεραι δὶς διὰ τὴν καλὴν δίαιταν· διὰ τοῦτο πλεονάκις καὶ τὰ πρόβατα τίκτουσιν. Οἱ ἄτμητοι τῶν τομιῶν μείζους ἔχουσι τοὺς χαυλιόδοντας, ὅτι μεταβάλλουσιν εἰς τὸ θῆλυ τὴν φύσιν οἱ τομίαι. Τοῖς ὑσὶν οἱ χαυλιόδοντες γίνονται μεγάλοι, ὅτι οὐ τριβόμενοι αὐξάνονται ἢ ὅτι ὡς τοῖς ἄλλοις κέρας, ἑτέροις δ' ὄνυχας, τούτοις ἡ φύσις ὀδόντας δέδωκε. σημεῖον δ' ὅτι οἱ χαυλιόδοντες ἀντὶ κεράτων εἰσί· καὶ γὰρ οἱ τῶν ἐλεφάντων λεγόμενοι ὀδόντες οὔκ εἰσιν ὀδόντες, ἀλλὰ κέρατα. Φρίττουσί ποτε ὕες ὅταν θηρῶνται, ὅτι τῶν ἀγωνιώντων τὸ σῶμα συστέλλεται βοηθεῖν αὗται. Τῶν προβάτων τὰ λεπτότερα λεπτοτριχώτερα, τῶν δὲ ὑῶν λεπτότεραι τοὐναντίον, ὅτι διὰ τὸ φύσει εἶναι παχὺ ἐμπίπλαται τοὺς πόρους δι' ὧν ἐκπίπτουσιν αἱ τρίχες· τὰ δὲ πρόβατα διὰ πλείονα τροφὴν ἔχειν, ὅταν ᾖ παχέα, καὶ πλείονα τρίχα ἔχουσι καὶ παχυτέραν, ὅταν λεπτά, λεπτάς· ἡ γὰρ θρὶξ περίττωμά ἐστι. Τὸ μέλι τοῖς ἰκτεριῶσι πικρὸν διὰ τὴν πλεονάζουσαν αὐτοῖς χολὴν ἐν παντὶ τῷ σώματι καὶ ἐν τῇ γλώττῃ. τὸ οὖν μέλι ἐσθιόμενον τὸν ἡσυχάζοντα χυμὸν κινεῖ, οὗ ἡ γεῦσις ἀντιλαμβανομένη φαντασίαν ποιεῖ τοῦ νομίζεσθαι τὸ μέλι πικρόν. Ἐπὶ τῶν ὀργιζομένων πολλάκις οἱ ὀφθαλμοὶ πυρροὶ διὰ τὴν κίνησιν τοῦ αἵματος λεπτομεροῦς καὶ θερμοῦ πνεύματος, ἃ ἀνώφορα γίνονται καὶ πυροῦσιν ὀφθαλμούς τε καὶ πρόσωπα. Τὸ ὕδωρ ἐπιρραινόμενον τοῖς ὄφεσιν ἐκδιώκει αὐτούς, ὅτι νευρώδεις εἰσὶ καὶ ψυχροὶ καὶ φεύγου [σι τὸ] πολὺ ψῦχος. ὅθεν κατὰ μὲν τὸν χειμῶνα τὰ βάθη τῆς γῆς ζητοῦσιν ὡς θερμότερα, τῷ δὲ θέρει τοῦ τῆς γῆς βάθους ψυχροῦ γενομένου μετιέναι τοὺς θερμοὺς τόπους. Τὰ ᾠὰ ὀπτώμενα ῥήγνυνται διὰ τὴν ἄκραν ἔκκαυσιν, ἥτις ἐξατμίζει τὴν τοῦ ᾠοῦ ὑγρότητα σπεύδουσαν πρὸς διέξοδον κἀντεῦθεν τὸ ᾠὸν ῥηγνύουσαν, ἢ διὰ τὴν ὑπερόπτησιν, ὥσπερ δὴ συμβαίνει καὶ εἰς τοὺς ὑπεροπτωμένους κεράμους. τὰ ᾠὰ ἐκζεννύμενα οὐ ῥήγνυνται, διότι τὸ θερμὸν ὕδωρ κατ' ὀλίγον διαφορεῖ τὰ ὑγρά. Ἐν τῇ συναφῇ τινες μύουσι τοὺς ὀφθαλμούς, ὅτι νικῶνται ὑπὸ τοῦ πάθους καὶ πλείονα ἀντίληψιν τούτου ἐργάζονται τῶν ὀφθαλμῶν μὴ μετεωριζομένων ἔξω. Ἔνια τῶν μονοειδῶν ἔχει τὰ ἐναντία, ὡς ὄξος θερμαίνει καὶ ψύχει καὶ ἡ μαστίχη ῥύπτει καὶ διαφορεῖ καὶ τονοῖ. τὰ ἄτομα τῆς μαστίχης κατὰ παράθεσιν καὶ οὐ κρᾶσιν, ὡς ψάμμος πολλὴ οὖσα τῷ ὕδατι οἷον ἓν γίνεται. οὐ ξένον οὖν, ἐὰν ἄλλοις καὶ ἄλλοις μέρεσι τὰ ἐναντία κρύπτεται καὶ οὐ κεραννύονται πρὸς ἑαυτάς, τῆς φύσεως ἐπὶ τούτων τῶν σωμάτων τοιοῦτον νόμον ὑποθεμένης. Ἰστέον ὡς ἡ φύσις προνοουμένη τοῦ σώματος εἴωθε προστρέχειν τοῖς ὀδυνωμένοις μορίοις, συνεργῷ χρωμένη τῷ αἵματι. ἐὰν γοῦν προσπαίσῃ ὁ δάκτυλος τοῦ ποδός, βουβὼν τούτῳ ἀνίσταται τῇ συνδρομῇ τοῦ αἵματος. Τὰ ὄρνεα οὐκ οὐροῦσιν οὐδὲ νεφροὺς ἔχουσιν, ὅτι τὸ ὑγρὸν ἀναλίσκουσι τῇ τε πτήσει καὶ τῇ τῶν πτερῶν ἐκφύσει· ἔκτοτε καὶ ἡ κόπρος σὺν ὑγρότητι ἐξέρχεται. Τὰ παιδία ἐν τῇ οὐρηδόχῳ κύστει τίκτει τοὺς λίθους ὡς μικροὺς ἔχοντα τοὺς νεφροὺς καὶ μὴ δυναμένους δέξασθαι τὸν γεώδη λιθοποιὸν χυμόν, ἐπὶ δὲ τῶν γερόντων ἀραιόποροι ὄντες οἱ νεφροὶ παρέχουσι χώραν καὶ τῷ οὔρῳ πρὸς ἔξοδον καὶ τῷ γεώδει χυμῷ πρὸς ὑφίζησιν τῆς πήξεως τοῦ λίθου. Ὁ λίθος ἐν μὲν τοῖς παιδίοις γεννᾶται διὰ θερμότητα, ἐν δὲ τοῖς γέρουσι διὰ ψυχρότητα· τῇ ἄγαν ἐκκαύσει καιόμενος ὁ λίθος συντριβόμενος εἰς ψαμμία ἀποτελεῖται, ὡς ἐπὶ τῶν κεράμων ὧν τῇ ἐκκαύσει ἀπογεννᾶται ψαμμία. ἔστιν ὅτε ψυχροῦ πόσει ὁ λίθος εὐχερῶς ἐξουρεῖται τῶν νεφρῶν τονωθέντων τῇ ἄγαν ῥώσει. Τὰ ἐν νεφροῖς καὶ κύστει ἕλκη δυσίατα, διότι τὸ οὖρον δριμὺ ὂν ἀναξαίνει τὴν ἀπὸ τῶν βοηθημάτων ἀπούλωσιν γινομένην. καὶ μᾶλλον τὰ ἐν κύστει ἀνίατα διὰ τὸ καὶ παραμένειν αὐτόθι τὸ οὖρον, ἐν δὲ τοῖς νεφροῖς διαβαίνειν. πάντα τὰ ἐν γενέσει ποιοῦντα καὶ πάσχει. Εἰ πᾶν τὸ κινούμενον θερμότερον ἑαυτοῦ γίνεται, ὁ ἀὴρ τῷ θέρει κινούμενος διὰ ῥιπίδος πῶς ψύχεται; ὁ ἀὴρ τῷ θέρει θερμαίνων ἡμᾶς πλειόνως ἀντιθερμαίνεται, ὡς τὰ λινᾶ ἱμάτια καὶ λεπτὰ θερμαινόμενα ἀντιθερμαίνουσι. δῆλον τοίνυν ὡς ἐν τῇ ῥιπίσει μετακινούμενος ὁ ὑφ' ἡμῶν θερμανθεὶς ἀὴρ ψυχρὸς φαίνεται. Τὰ γινόμενα ἐν τῇ κόρῃ τοῦ ὀφθαλμοῦ καὶ ἀπουλούμενα ἕλκη λευκὰ φαίνονται, τὰ δὲ ἐκτὸς ἐν τῷ μέλανι οὐκέτι, ὅτι διὰ τῆς κόρης μόνης ἔξεισι τὸ ὀπτικὸν πνεῦμα διαυγέστατον ὂν καὶ φωτοειδές. ἐν οὖν τοῖς λευκώμασι τῆς οὐλῆς πυκνωσάσης τοὺς πόρους τοῦ κερατοειδοῦς χιτῶνος οὐκέτι τὸ ὀπτικὸν πνεῦμα διέξεισι καὶ λοιπὸν συναγόμενον τῷ πλήθει καὶ καταλάμπον τὴν οὐλὴν λευκὴν ἀποδείκνυσι. τῷ δὲ μὴ ἐξιέναι κατὰ τὴν πύκνωσιν τῆς ὄψεως τὸ πνεῦμα οὐδὲ ὁρῶσι. Τὰ ἄχυρα καὶ θερμὸν ὕδωρ φυλάττουσι καὶ χιόνα, διότι ἡ φύσις τῶν ἀχύρων ἄποιός ἐστι καὶ συμμεταβάλλεται οἷς ἂν ὁμιλήσῃ. θερμανθέντα τοίνυν ὑπὸ τοῦ θερμοῦ ἀντιθερμαίνουσιν αὐτὸ καὶ ψυγέντα ἀντιψύχουσιν, ὥσπερ καὶ ὁ κηρὸς καὶ τὸ ἔλαιον ἄποια τυγχάνοντα συμμεταβάλλεται τῇ ποιότητι τῶν σὺν αὐτοῖς μιγνυμένων. Ἐν χειμῶνι τοῦ ὑετοῦ παυσαμένου τὰ ἄστρα ἡμῖν φαιδρότερα φαίνονται, ὅτι ὁ περιέχων ἡμᾶς ἀὴρ ἀπὸ τῆς κινήσεως λεπτυνόμενος καὶ σμηχόμενος καθαρωτέραν ἀντίληψιν τῶν ἀστρῴων σωμάτων ἡμῖν δίδωσιν, ὅτι καὶ ἐν διαυγέσιν ὕδασι φαιδρότερα ἡμῖν φαίνεται τὰ ὑποκείμενα σώματα ἢ ἐν παχέσιν. Ἐν τῷ οὐρεῖν φρίκη γίνεται πολλάκις, ὅτι χολὴ δριμεῖα συρρέουσα δάκνει τὴν οὐρηδόχον κύστιν καὶ πᾶν τὸ σῶμα διεγείρει πρὸς συμπάθειαν τοῦ μορίου. τοῦτο δὲ πάσχουσι παῖδες ὡς διὰ τὴν ἀδηφαγίαν περιττωματικώτεροι. Διὰ τοῦτο ἐν νυκτὶ αἱ ὀδύναι σφοδρύνονται, ὅτι ἡ ψυχὴ πνοῇ καὶ λογισμῷ μόνῳ σχολάζει κατὰ τὴν νύκτα, ταῖς δ' ἄλλαις ἀργεῖ. ὅθεν καὶ μὴ ἔχουσα ἔξωθέν τι μᾶλλον παρακινεῖται πρὸς τὰς τοῦ σώματος ὀδύνας. δῆλον δὲ τοῦτο ὅτι καὶ φίλων παραστάσει ᾗ ἀσχολεῖται ψυχὴ ὀδύνη ἀναπαύεται, ὡσαύτως καὶ ἐπὶ διηγήσει καὶ ἄλλῃ ὁμιλίᾳ. ἰστέον ὡς ἡ φύσις τὰς ἐνεργείας αὐτῆς ἐλάττους ποιεῖ κατὰ τὴν ἡμέραν, ἤγουν πέψιν, ἐξαιμάτωσιν, θρέψιν, ὁμοίωσιν, ἡ δὲ ψυχὴ τὰς εʹ αἰσθήσεις καὶ κινήσεις καὶ φαντασίαν καὶ λογισμὸν καὶ μνήμην μείζονας, ἐν δὲ τῇ νυκτὶ τοὐναντίον. Τὰ βρέφη πίπτοντα κατὰ γῆς οὐ κλᾶται διὰ τὸ εἴ [κ] ειν τῷ ἐδάφει τῆς γῆς, ἐπεὶ καὶ σπόγγος οὐ ῥήγνυται, ἀλλ' ὄστρακον, καὶ κάλαμος ἀνέμου βίᾳ οὐ πίπτει, ἀλλὰ δρῦς. Τὰ βρέφη μέλους ἀκούοντα κλαυθμυρίζοντα ἡσυχάζει, εἶτα καὶ καθεύδει. συνουσίωται καὶ ἡ μουσικὴ ὡς καὶ πᾶσα τέχνη καὶ ἐπιστήμη τῇ ψυχῇ, ἐπειδὴ καὶ Πλάτων τὰς ἐπιστήμας ἀναμνήσεις εἶπε ψυχῆς. ἀκού σα τοίνυν ἡ ψυχὴ τοῦ μέλους, ἀμόλυντος οὖσα καὶ τὰς ἐπιστήμας εἰλικρινεῖς ἔχουσα, δέχεται τοῦτο, μολυνθεῖσα δὲ ἐν τῷ σώματι εἰς λήθην τούτων ἔρχεται. Τὰ βρέφη περὶ τῶν τροφῶν κινούμενα ὑπνοῖ τῶν χυμῶν χεομένων ἐπὶ τὸν ἐγκέφαλον. τέλειοι τοῦτο οὐκ ἀνέχονται. Τινὲς τῶν μεθυόντων διπλᾶ βλέπουσιν· οἱ μύες ὀφθαλμῶν ὑπὸ τῆς πολλῆς ὑγρότητος πληρούμενοι καὶ χαλαροὶ γινόμενοι διαστρέφουσι τοὺς ὀφθαλμούς, τὸν μὲν ἄνω, τὸν δὲ κάτω· καὶ οὕτως αἱ ἀκτῖνες αὐτῶν οὐ τῷ αὐτῷ τόπῳ βάλλουσι, ἀλλ' ἐν διαφόροις σώμασι, διὸ καὶ διπλῆν ὄψιν ἀπεργάζεται. δῆλον δὲ τοῦτο καὶ ἐκ τῶν τῷ δακτύλῳ τὸν ἕτερον τῶν ὀφθαλμῶν θλιβόντων καὶ ὠθούντων ἐπὶ τὰ ἄνω καὶ διπλᾶ αὐτῶν ἀναγκαζόντων ὁρᾶν. Οἱ ἐκ φύσεως στραβοὶ οὐχ ὁρῶσι διττῶς, ὅτι οὐκ ἔχουσι παρατροπὴν ἄνω καὶ κάτω, ἀλλ' ἢ δεξιὰ ἢ ἀριστερὰ καὶ ἐπ' εὐθείᾳ θέσει, καὶ οὕτως αἱ δύο ἀκτῖνες εἰς μίαν σώματος ἀντίληψιν πίπτουσι. Τὰ ἡβάσκοντα παιδία τραγᾷ περὶ τεσσαρεσκαιδέκατον ἔτος– τραγᾶν δέ ἐστι τὸ τραχέως φωνεῖν ὡς οἱ τράγοι–, ὅτι ἐς τὴν τοιαύτην ἡλικίαν ἀθρόα γίνεται αὔξησις τῆς ἡλ ίας τῶν ἀνθρώπων· γυναιξὶ μὲν μαστοὶ πρὸς ὑποδοχὴν γάλακτος, ἰσχία δι' ὑποδοχὴν παιδός, τοῖς ἀνδράσιν στῆθος καὶ ὦμοι διὰ τὰ βάρη καὶ ἐντεῦθεν καὶ τραχείας ἀρτηρίας εὐρύτης, κἀκ ταύτης τὸ τραγᾶν. οἱ ῥευματισθέντες τὴν φωνὴν ἀνώμαλον ἔχουσι διὰ τὴν ῥεύσασαν ὑγρότητα τῷ λείῳ ὑμένι τῆς ἀρτηρίας καὶ πληρώσασαν αὐτόν. Τὸ ἔλαιον ἔμετον πινόμενον κινεῖ καὶ μᾶλλον τοῖς ξανθοχολικοῖς ὡς ἀνωφερὲς καὶ μετεωρίζον τὰς τροφὰς ἐπὶ τὸν στόμαχον· ὃς βαρυνόμενος ἐπεγείρει τὴν ἀποκριτικὴν δύναμιν εἰς ἔμετον, μάλιστα δὲ τῇ ξανθῇ χολῇ ὡς λεπτομερεῖ καὶ ἐπὶ τὰ ἄνω νευούσῃ. Τὸ ἔλαιον οὐ μίγνυταί τισιν ὡς ἡνωμένον καὶ μὴ δυνάμενον τέμνεσθαι εἰς ἄτομα, ὅθεν οὐδὲ χεομένου θᾶττον εἰσδῦναι τῇ γῇ. Τὸ ἔλαιον ἄποιον ὂν καὶ μάλα εὔκρατον ταχέως ψύχεται καὶ οὕτως ὡς καὶ ψύχεσθαι τῇ ἄκρᾳ ψύξει, τὸ ὕδωρ ὡς αὐτόθεν ψυχρόν, ὁ γάρος δὲ οὐχὶ ὡς λεπτομερὴς καὶ θερμὸς καὶ ὁ οἶνος, τὸ δὲ ὄξος ὡς λεπτομερέστερον οὐχ ὑπομένει ψῦξιν. Πῶς τὰ ἐναντία τὸ αὐτὸ δρῶσι; ψύχει γὰρ καὶ ψυχρότης καὶ θέρμη, ἀλλὰ κατὰ ἄλλο καὶ ἄλλο· τὸ γὰρ θερμὸν ὡς ἐπὶ τῶν λίθων κύστιδος τῷ δαπανᾶν {πᾶν} τὴν πολλὴν ὑγρότητα, τῷ τῇ πυκνότητι πιλοῦν καὶ ἐκθλίβειν τὴν αὐχμώδη ὑγρότητα, ὡς σπόγγος θλιβόμενος τὸ ἐν τοῖς σπόγγοις ὕδωρ ἀποβάλλει. Διὰ τί πολλάκις ῥῖγος ἐπαύσατο κ ύπου γινομένου; διότι πολλάκις τῶν χυμῶν χρόνῳ πεφθέντων καὶ λεπτυνθέντων ἡ φυσικὴ θερμότης ἀθρόως διὰ τὸν κτύπον ἐς βάθος φεύγουσα τὸν νοσώδη χυμὸν ἀναλίσκει· τοῦτο ποιεῖ καὶ θηριακὴ καὶ ἄλλα θερμὰ εὐκαίρως καὶ μετὰ πέψιν διδόμενα. Τὰ ὑέλινα κάτοπτρα σφόδρα λάμπουσιν, ὅτι ἔνδοθεν αὐτὰ χρίουσι κασσιτέρῳ, ᾧ ὁ ὕελος πλέον διαυγάζεται· ὁ κασσίτερος γὰρ τὰς ἰδίας ἀκτῖνας διὰ τῶν πόρων τῆς ὑέλου παραπέμπουσα διπλασιάζει τὸ ἐπιπολῆς. Ὁρῶμεν ἑαυτοὺς ἐν τοῖς κατόπτροις καὶ διαφανέσιν, ὅτι ἡ τῆς ὄψεως ποιότης ἀπιοῦσα πρὸς τὰ λαμπρὰ σώματα πάλιν ἀντανάκλασιν ἔρχεται διὰ τῶν ἀκτίνων τῶν ὀφθαλμῶν πρὸς τὴν αὐτῆς θέαν· ὅτι δὲ ποιότη ς ἀπιᾶσι τοῦ προσώπου, δῆλον ἐκ τοῦ τοὺς παραμένοντας δένδρεσιν ὠχρὰν ὄψιν ἔχειν τῷ τὴν ὠχρὰν ὄψιν τῶν φύλλων ἀπ [ιέ] ναι πρὸς τὸ πρόσωπον· ὁμοίως καὶ τὸ ῥέον ὕδωρ ἀπιοῦσα χλωρὸν αὐτὸ δείκνυσιν. Ἠχὼ γίνεται κατὰ ἀντανάκλασιν τῆς πληγῆς· ἡ γὰρ φωνὴ πλήττει τὸν ἀέρα, ὁ ἀὴρ τὸν τόπον, καὶ κατὰ τὴν πληγὴν γίνεται καὶ ἡ ἠχώ, οὐκ ἐν διύγροις δὲ τόποις– οὗτοι ὑπείκουσι σχεδὸν καὶ ἐκδιδόασι πρὸς τὴν φωνήν–, ἀλλ' ἐν ξηροῖς καὶ ὑπάντροις δυναμένοις ποιεῖν ἀντανάκλασιν. ὁ δὲ μῦθος ὁ περὶ Ἠχὼ οὕτω λύεται· Πάν τις σοφὸς ἐζήτει τὴν αἰτίαν τῆς ἠχοῦς,† ὀφείλει† τὴν εὕρεσιν μὴ εὑρίσκων ἐδυσχέραινεν, εὑρὼν ἐχάρη, ὡς καὶ Ἐνδυμίων φιλόσοφος ζητῶν τῆς σελήνης τὴν κίνησιν ἡμέρας ἐκάθευδεν, νύκτας δ' οὔ. ποιμὴν ἐμυθεύθη ὅτι τὰ ὑψηλότερα τῶν ὀρέων ἐζήτει, πηκτίδα ἐκράτει διὰ τὴν ἁρμονίαν, ὡς καὶ Προμηθεὺς ἐζήτει περὶ τοῦ ἀστρῴου ἀετοῦ· μὴ δυνάμενος εὑρεῖν τοῦτο ἐδαπανᾶτο φροντίσι· φιλόσοφός τις ἔλυσε τὸ ζητούμενον καὶ Προμηθεῖ θεραπείαν δέδωκε. Διὰ τί τὸ ἱστάμενον ὕδωρ λίθου ῥιπτομένου κύκλους ποιεῖ; ὁ λίθος τῇ τάσει τῆς βολῆς ἀποδιώκει τὸ ὕδωρ πόρρωθεν διὰ τὸ ἰσοδύναμον εἶναι τὴν τάσιν γίνεται κύκλος. καταβαίνων δὲ ἄχρι τῆς γῆς καὶ διασπῶν τὰ σώματα τοῦ εἴδους πολλοὺς ἐργάζεται κύκλους· πρῶτον γὰρ τὸ ἐπιπολῆς κινεῖ, εἶτα τὸ βάθος. ὁ δὲ μεταγενέστερος κύκλος τοῦ πρὸ αὐτοῦ μιρότερος διὰ τὸ καὶ ὑπὸ τοῦ λίθου μὴ ὁμοίως διίστασθαι κατὰ τὴν πληγὴν τὸ ὕδωρ. Τὸν σπλῆνά τινές φασιν αἴτιον τοῦ γέλωτος καὶ διὰ τοῦτο ἐπὶ τῶν σκιρρουμένων σπληνῶν τοὺς πάσχοντας μὴ γελᾶν, ἀλλὰ μᾶλλον κατηφεῖς εἶναι. κατὰ συμβεβηκὸς ὁ σπλὴν αἴτιον τοῦ γέλωτος· ἀπὸ γὰρ τοῦ ἥπατος τὸν τρυγώδη καὶ μελαγχολικὸν χυμὸν ἐρρωμένως ἔχων καθαίρει καὶ διάχυσις ἐντεῦθεν γέλωτος γίνεται. εἰ δὲ νοσερῶς ἔχει τοῦτο, οὐ ποιεῖ, καὶ διὰ τοῦτο δοκεῖ εἶναι αἴτιον τοῦ πράγματος. Αἱ ἡμίονοι οὐ τίκτουσιν, ὅτι ἐκ διαφόρων συνεστήκασι ζῴων, τὰ δὲ ἐκ διαφόρων ἄλλο τι ποιεῖ, ὡς ἐπὶ λευκοῦ καὶ μέλανος τὸ φαιόν. ἡ γεννητικὴ τοίνυν κρᾶσις ἠφάνισται καὶ τῶν εἰδῶν ἡ ἐπιτηδειότης. Οἱ ἐκ γενετῆς κωφοὶ ἄλαλοι, ὅτι ἃ οὐκ ἤκουσαν οὐ δύνανται λαλεῖν ἤ, ὡς οἱ ἰατροὶ λέγουσιν, ὅτι μία συζυγία νεύρων ἐστὶ γλώττης καὶ ὤτων καὶ συμπάσχουσιν ἄμφω. οἱ μέντοι ἐκ πάθους κωφοὶ οὐκ ἄλαλοι, ὅτι τοπικὴ γίνεται τότε ἡ πῆσις. Νηστεύσαντες πολλοὶ μετὰ τροφὴν ῥιγοῦσιν, ὅτι τῇ βραδυτῆτι ἐκχολούμενοι δριμὺν γεννῶσι χυμόν· μετὰ τὴν τροφὴν οὖν τῶν μορίων τῆς χολῆς ἀποδιωκομένης εἰς τὸ δέρμα γίνεται τὸ ῥῖγος. Αἱ ὕες ἄνω βλέπουσαι βασταζόμεναι σιγῶσιν, ὅτι πρὸς τὴν γῆν μᾶλλον τῶν ἄλλων νεύουσι τῆς δυσωδίας ἀντεχόμενα· τῇ οὖν ἀθρόᾳ μεταβολῇ ξενιζόμενα τοῦ φωτὸς σιγῶσιν. Τέρπονται τῇ κόπ ῳ κατὰ μὲν ἰατροὺς φυσικῶς ὡς μέγιστον ἧπαρ ἔχουσαι, κατὰ δὲ Ἀριστοτέλην ὡς παχύρρυγχοι καὶ δυσωδίας μὴ αἰσθανόμεναι. Διὰ τί τῶν ἑλκῶν ὑγιαζομένων κνησμοὶ γίνονται; ὅτι τῶν μορίων ὑγιασθέντων ἀποδιώκεται τὸ λείψανον τοῦ παρὰ φύσιν χυμοῦ τοῦ ποιήσαντος τὸ ἕλκος, ὃ καὶ εἰς τὸ δέρμα διαφορούμενον ποιεῖ τὸν κνησμόν. Αἱ μονοπάθειαι τῶν ὀφθαλμῶν χείρους γίνονται, ὅτι τὸ μεριζόμενον πάθος ἀσθενέστερον γίνεται, τὸ δὲ μονομερὲς ἰσχυρόν· ἢ ὅτι θάτερος κινούμενος παρακινεῖ καὶ τὸν ἕτερον καὶ ἐντεῦθεν ὁ πάσχων πλεῖον πάσχει, παντὸς δὲ πάσχοντος μέρους μέγα ἴαμα ἡ ἀκινησία. Ὁ ἄνθρωπος πλεῖον παρὰ τὰ ἄλλα ζῷα πτάρνυται, ὅτι πλείονι τοῦ κόρου κέχρηται καὶ τροφῇ καὶ πόσει, ὧν μὴ πεττομένων πολὺ συνάγεται πνεῦμα, ὃ καὶ ὡς λεπτομερὲς πρὸς τὸν ἐγκέφαλον ἀνιὸν ἀναγκάζει αὐτὸν πρὸς ἀπόκρισιν καὶ ποιεῖ τὸν πταρμόν. ψόφος δὲ γίνεται διὰ τὸ στενόπορον τῆς ῥινός, ὡς καὶ ἀποπάρδησις δι' ἕδρας καὶ ἐρυγὴ διὰ στομάχου καὶ φωνὴ καὶ ἦχος. Αἱ τρίχες καὶ οἱ ὄνυχες τῶν τεθνηκότων οὐκ αὔξονται, ὥς τινες λέγουσιν, ἀλλὰ φαντασίαν ποιοῦσι τῆς περικαλυπτούσης αὐτοὺς σαρκὸς μαραινομένης. ἄλλοι λέγουσιν ὡς ἀληθῶς· περιττωματικοὶ γὰρ οἱ νεκροὶ διὰ τὴν σῆψιν, καὶ ταῦτα δὲ ἐκ περιττώματος. Αἱ λεγόμεναι λεῦκαι γίνονται ἐν παισὶ μᾶλλον ὡς ἀδηφάγοις καὶ ἀργοτέροις ἢ ἐν τοῖς γέρουσιν, ἐν δὲ τοῖς τῶν ποδῶν ὄνυξιν, ὅτι πόδες τῷ περιπάτῳ διαφοροῦσι τὰ περιττώματα. Ἐν τοῖς ποσὶν αἱ τρίχες πολιοῦνται διὰ τὴν αὐτὴν αἰτίαν, ἐν τῇ ἥβῃ βραδέως, ὅτι θερμοτέρα καὶ τῇ συνουσίᾳ διαφοροῦσα τὸ φλέγμα. Τοῖς ἀνθρώποις ἡ φωνὴ βραδέως τελειοῦται ἢ τοῖς ἀλόγοις ὡς ποικιλωτέρα καὶ τεχνικωτέρα καὶ διδαχῆς δεομένη. Τὰ πλεῖστα τῶν ζῴων τὰς οὐρὰς κινεῖ διὰ τοὺς συνήθεις ὡς ἔχοντα τὸν νωτιαῖον μυελὸν μέχρι αὐτῆς· τῆς οὖν ψυχῆς αἰσθανομένης τὸν συνήθη ὅσα καὶ χεῖρα κινεῖ τὴν οὐράν. λέων δὲ καὶ ταῦρος ἐν θυμῷ πλήττουσι δι' αὐτῶν τὰς πλευράς, ὅτι θυμῷ κινουμένη ἡ ψυχὴ καὶ μὴ ἔχουσα δρᾶσαί τι πρὸς τὸν λυποῦντα ἑτέρῳ τρόπῳ σοφίζονται τὴν παραμυθίαν, ὡς καὶ ἄνθρωποι λυπούμενοι τρίβουσι τοὺς ὀδόντας. Αἱ κεκαυμέναι κριθαὶ ξηραὶ ἐπιπασσόμεναι τοῖς ἕλκεσι τῶν ἵππων οὐ λευκὰς τρίχας φύουσιν, ὅτι ῥυπτικῆς οὔσης φύσεως ἀποσμήχουσι τὸ φλεγματῶδες περίττωμα. Διὰ τί οὐ καὶ ἐπὶ τῶν ἀνθρώπων ὡς τῶν ἀλόγων αἱ οὐλαὶ τρίχας φύουσιν; ὅτι τὸ δέρμα τοῦ ἀνθρώπου πυκνότερον καὶ ἡ οὐλὴ γοῦν τοὺς πόρους ἀποτυφλώττει, τῶν δὲ ἀλόγων ἀραιοπορώτερον. Ἐπὶ τῶν ὑπὸ διψάδος δηχθέντων καὶ δίψει συνεχομένων ἡ θηριακὴ ξηρὰ καὶ θερμὴ οὖσα παύει αὐτό. λύσις· οὐ λόγῳ κράσεως, ἀλλ' ἀντιπαθείᾳ καὶ φυσικῷ λόγῳ. ἡ ἀντίδοτος ἐκ πολλῶν σύγκειται βοτανῶν ἐχουσῶν τινα συμπάθειαν πρὸς ἕκαστον μέρος· οἷον τὸ δίκταμνον ῥώννυσι καρδίαν, ἠπατόριον ἧπαρ, σκολοπένδριον σπλῆνα, τὸ πετροσέλινον στόμα τῆς κοιλίας, ἑλένιον νεφρούς, τὸ πήγανον τὸ κόλον, γεντιανὴ ἐγκέφαλον, σέσελι κύστιν. αἱ οὖν τῶν ἔχεων σάρκες ἀναμιγνύμεναι καὶ προσπάθειαν ἔχουσαι πρὸς ἕκαστον ἰοβόλον ἐν ἅπασι μορίοις κατακερματιζόμεναι τὸ φθορὰν ἀπειλοῦν πάθος οὐκ ἐῶσιν ἐνεργεῖν τὰ ἀντιμαχόμενα. Αἱ ἵπποι δυσουριῶσιν, ὅτι οἱ τὴν ξηρὰν ὑπόστασιν εὐχερῶς προϊέμενοι τὴν ὑγρὰν χαλεπῶς καὶ ἀνάπαλιν· ὁ δὲ κύων ἄμφω χαλεπῶς. Τὰς ἵππους ἐν τοῖς ἱπποφορβίοις ἀποκείρουσι πρὸς τὴν χαίτην, ἵνα ταπεινωθεῖσαι ὑπομείνωσι τὴν ὄνων· κομῶσαι γὰρ οὐ θέλουσι· τότε δὲ ὡς ὅμοιαι οὐκ ἀτιμάζουσιν. {Ὅπερ ἡ ψυχὴ ἀφῆκε διὰ τὴν νόσον, τοῦτο πληροῖ ἡ καρδία.} Οἱ νεφριτικοὶ μεγάλην ἔχουσι τὴν ἀναπνοήν. ὅτι μὲν ψυχῆς ἐνέργεια διὰ μέσων νεύρων καὶ μυῶν δῆλον· κινεῖται οὖν ὁ θώραξ διὰ τῶν προρρηθέντων. ἀραιὰ δὲ γίνεται ἡ πνοὴ βλαβείσης δυνάμεως ψυχικῆς, μεγάλη δὲ διὰ τῶν ῥιπισμῶν τῆς καρδίας· ἐξαναστᾶσα γὰρ ἡ ζωτικὴ δύναμις νύττει τὴν ψυχήν, ἀπειλοῦσαν αὐτῇ τὴν ἀπώλειαν. ὅπερ οὖν ἡ ψυχὴ ἀφῆκε διὰ τὴν νόσον, τοῦτο ἀναπληροῖ τῷ μεγέθει ἡ καρδία διὰ τὴν ἰδίαν χρείαν. Οἱ περιπνευμονικοὶ κωματώδεις, ὅτι ὑγρότητα ἔχον τὸ μόριον δέχεται τῇ ἀεικινησίᾳ ἐπίκτητον θερμότητα· κἀντεῦθεν γεννῶνται ἀτμοὶ καὶ ἀνέρχονται εἰς τὸ κρανίον, πήγνυνται ὡς ἐπὶ λεβήτων σκεπομένων, ἀπολύουσι τὴν θερμότητα καὶ γίνονται ψυχροί, καὶ διπλασιασθὲν τὸ ψυχρὸν διὰ τὸ κρανίον ναρκοῖ τὸ ἡγεμονικὸν καὶ ποιεῖ πάθος. Οἱ ἀποτμηθέντες τὴν κιονίδα ἤγουν τὸν γαργαρεῶνα φθισικοί, ὅτι αὕτη ἐστὶν ὡς πῶμα τῷ ἀέρι, ἧς καὶ ἀποτμηθείσης εἰσενεχθεὶς ὁ ἀὴρ ἀμετάβλητος καὶ ὁμιλεῖ τῷ πνεύμονι καὶ ψύχει τὸ ἐν τοῖς ἀγγείοις αἷμα καὶ δυσκίνητον ποιεῖ· βιαζομένου δὲ πρὸς κίνησιν πάσχει τὰ ἀγγεῖα, καὶ ἔστι τὸ πάθος ἡ κιονίς· ὅταν φλεγμάνῃ ὡς ῥώξ, καλεῖται ἢ σταφυλὴ ἢ χοάνη ὥσπερ χωνεῖον. Τῶν περιπνευμονικῶν τὰ μῆλα ἐρυθρά, ὅτι τὸ αἷμα ὀπτώμενον τῷ πνεύμονι ἀτμὸν γεννᾷ· ἀεὶ γὰρ ὁμοιοῦται τῷ ποιοῦντι τὸ γιγνόμενον· ὃς ἀναγόμενος εἰς τὰ μῆλα διὰ τὴν κουφότητα ἐκεῖ ἵσταται καὶ ὡς δι' ὑέλου φαίνει τὸ ἄνθος. Πῶς τῷ χειμῶνι θερμοτέρων ἡμῶν ὄντων γεννᾶται φλέγμα; διὰ τὰς πολλὰς τροφὰς ἃς οὐ δύναται πέψαι ὁ στόμαχος, δι' ἃς τοῦ ἐμφύτου θερμοῦ σβεσθέντος ψῦξις τὸ φλέγμα γεννᾷ, καὶ ἡμιτελὲς αἷμα ὤφθη τὸ φλέγμα. Ἐν Αἰγύπτῳ θερμοτάτῃ οὔσῃ ψυχρὸς οἶνος γίνεται, ὅτι ἀραιοῦται ἡ γῆ τῇ καύσει τοῦ ἡλίου καὶ ἐξέρχεται τὸ θερμὸν καὶ ἀπομένει ἡ φυσικὴ ψυχρότης. ἐν δὲ Σκυθίᾳ ψυχρᾷ οὔσῃ οἶνος θερμός, ὅτι οὐκ ἀραιοῦται ἡ γῆ· διὰ τοῦτο καὶ ἀνδρειότεροι Σκύθαι Αἰγυπτίων. Ἐν τῷ θέρει ψυχρά, ἐν δὲ τῷ χειμῶνι θερμὰ τὰ λάχανα, ὅτι ἡ τοῦ ἡλίου φορὰ πολεύουσα τὸν κύκλον ἐναλλάττει τὰς θέσεις· ἐν γὰρ τῷ θέρει τὴν ἄνω ζώνην κατείληφεν, ὡς τὸ μῆκος δηλοῖ τῆς ἡμέρας· θάλπονται οὖν τὰ ὑπὲρ γῆν καὶ ψύχονται τὰ φυτά. ἐν δὲ τῷ χειμῶνι τὸ ὑπὸ τὸ ἡμισφαίριον ὁ ἥλιος διατρέχων, τῆς γῆς τὰ βάθη θάλπων, θερμότερα ποιεῖ τὰ φυτά. Διὰ τί ἐκ καύσου περιπνευμονίαι, οὐ μὴν καὶ ἀνάπαλιν; ὁ καῦσος ἐκ ξανθῆς χολῆς ἣ ἐξ ὅλων τῶν ἀγγείων φέρεται πρὸς κύτος τῆς γαστρὸς καὶ ἐπάγει τὸ σύμπτωμα. ἡ οὖν φύσις πειρᾶται ἐκμοχλεύειν τὸν χυμόν· ἂν γοῦν ἡ δύναμις ᾖ ἰσχυρὰ καὶ ὁ καιρὸς θερμός, δι' ἱδρώτων ἀπάγεται ἡ νοσοποιὸς αἰτία, ἂν δὲ τοὐναντίον, διὰ γαστρὸς κατάγεται. ὁ οὖν χυμὸς εἰς τὰ βρόγχια ἐνεχθεὶς τοῦ πνεύμονος καὶ πληρώσας αὐτὸν γεννᾷ τὸ πάθος. ἐκ δὲ περιπνευμονίας καῦσος οὐκέτι· φθάνει γὰρ ἐκτεφρωθῆναι ὁ χυμὸς πρὶν γεννῆσαι τὴν διάθεσιν. Διὰ τί ἐπὶ τῇ ἀκμῇ τῶν πυρετῶν Ἱπποκράτης φεύγει τὴν τροφήν, οὐ μὴν καὶ ἐπὶ τῶν πλευ τικῶν καὶ περιπνευμονικῶν; ὅτι ἐπὶ μὲν τῶν ἄλλων ἡ φύσις πέττει τοὺς χυμοὺς καὶ ἀπελαύνει τὰς αἰτίας δι' οὔρων καὶ διαχωρημάτων, καὶ οὐ δεῖ παραλαμβάνειν τροφήν, ἵνα μὴ καταλείψῃ τὰς αἰτίας ἡ φύσις καὶ πρὸς ταύτην ἐνστῇ, ἐπὶ δὲ τῶν πλευριτικῶν ἡ φύσις πέττει μὲν τὸν χυμόν, ψυχὴ δὲ κενοῖ τὴν οὐσίαν προσχρωμένη μυσίν. εἰκότως οὖν δεῖ τρέφειν, ἵνα ῥώσαντες τοὺς μῦς ἐξαναστήσωμεν πρὸς ἄμυναν τοῦ λυποῦντος. Διὰ τί ὁ μὲν τριταῖος ἐκ θερμοῦ χυμοῦ γενόμενος καὶ κατελαύνουσαν τὴν χολὴν ἔχων παρὰ μίαν κινεῖται, ὁ δὲ ἀμφημερινὸς ἔχων τὸ βαρὺ καὶ ψυχρὸν φλέγμα καθ' ἡμέραν, ὁ δὲ τεταρταῖος διὰ δύο; ὅτι ὁ μὲν τεταρταῖος ὀλίγον ἔχων τὸν χυμὸν διαφορεῖται διὰ ἱδρώτων, καὶ τῇ κενώσει ἵσταται ὁ παροξυσμὸς μένων εἰς δευτέραν κίνησιν. ὁ ἀμφημερινὸς πλουτῶν ὕλην παχεῖαν καὶ ὑγρὰν ἐπιτείνεται· ὁ σύνοχος ἐξ αἵματος ἔχων τὴν ὕλην ἀδιάλειπτος, ὁ ἀμφημερινὸς ὅσῳ ἐμειώθη κατὰ ποσότητα χυμοῦ ἐμφαίνει αἰσθητὸν διάλειμμα. ὁ τριταῖος χυμὸν θερμὸν ἔχων καὶ λεπτομερῆ ἐπλάτυνεν αὐτόν. γίνωσκε δὲ ὡς τὸ αἷμα τρέφον τὸ σῶμα πλουτεῖ τὸ ποσόν, εἶτα τὸ φλέγμα, ὃ καὶ ἐν λιμῷ τρέφει· μεμείωται ἡ ξανθὴ ὡς μὴ τρέφουσα· καὶ δριμεῖα ἐλάττων ἡ μέλαινα ὡς ἐχθρὰ τῆς φύσεως καὶ διαβρωτικὴ τῶν μορίων. εἰ μὲν οὖν εἷς τῶν ἄλλων χυμῶν αὐξηθῇ, κακοχυμία λέγεται τοῦτο, εἰ δὲ οἱ δʹ κατὰ ἀνάλογον τῆς οἰκείας ποσότητος, πληθώρα. Ἐπὶ τῆς παραλυθείσης γνάθου οὐ τῇ νοσούσῃ, ἀλλὰ τῇ ἑτέρᾳ προσφέρομεν τὸ βοήθημα, ὅτι δύο μυῶν ὑπαρχόντων ἀντι ταγμένων ἀλλήλοις, καθ' ἑκάστην γνάθον ποιουμένων τὴν κίνησιν, ἐὰν συμβῇ θάτερον παραλυθῆναι, ὁ ἕτερος ἔχει τὴν οἰκείαν κίνησιν ἰσχυρὰν καὶ ἕλκει πρὸς ἑαυτὸν τὸν ἀσθενῆ. ῥωννύομεν οὖν διὰ ταῦτα τὸν ὑγιαίνοντα, ἵνα δι' αὐτοῦ τὸν νοσοῦντα θεραπεύσωμεν. Οἱ ἀδένες σώματά εἰσι σμικρά, σφαιροειδῆ, χαῦνα, μεταξὺ τῶν μεγάλων φλεβῶν καὶ ἀρτηριῶν δίκην σφηνίσκων, ἵνα μὴ ὁμιλίᾳ σήπωνται τὰ ἀγγεῖα ὑγρὰ ὄντα τῇ περιουσίᾳ τοῦ αἵματος. οὗτοι φλεγμαίνοντες βουβῶνας ποιοῦσιν, ἰσχυρούμενοι δὲ χοιράδας. Οἱ φαλακροὶ τὸ βρέγμα ψιλοί, τοὺς κροτάφους δασεῖς, ὅτι τὰ μετέωρα ἐκτὸς ὄντα ὑγρότητος οὐ τριχοῦνται, τὰ δὲ κάτω δεχόμενα τὴν ἐκ τῶν ἄνω τροφὴν φύουσι τρίχας, ὡς τὰ ὑψηλότερα καὶ πετρώδη τῶν χωρίων οὐ καρπογονεῖ, τὰ δὲ χθαμαλὰ καὶ νοτιώδη. Ἐκ δʹ στοιχείων γεννηθέντες πῶς τρία ἔχομεν, ὑγρά, στερεά, πνεύματα; ὅτι τοῦ πυρὸς ἡ οὐσία ὡς λεπτ ερὴς εἰς ἀέρα περιίσταται. Διὰ τί ἐν ταῖς ὀδύναις τῶν ἀποστημάτων προηγεῖται ῥῖγος, εἶτα πυρετός; ὅτι ἡ φύσις ἀνιωμένη καὶ ἀηδιζομένη ὑποδύνει τῷ βάθει, ψύχεται ἡ ἐπιφάνεια, πήγνυσι τὰ ἀγγεῖα τοῦ αἵματος· χρονίσαντος δὲ τοῦ πάθους οἷον καταγινώσκει τούτου ἡ φύσις καὶ χέει τὸ αἷμα, πληροῖ τὰ ἀγγεῖα καὶ πυρετὸν γεννᾷ. διὰ γοῦν τὴν τοῦ αἵματος στάσιν ἐπεγείρεται ἡ ἀποκριτικὴ δύναμις καὶ ποιεῖ τὸ ῥῖγος, ἡ δὲ σῆψις τὸν πυρετόν. Τινὲς τῶν ὀπωρῶν ἔχουσι τὸ ἀρχεῖον ἔνδον, τινὲς τοὐναντίον, ὅτι ἡ φύσις διὰ τὴν τοῦ γένους διαδοχὴν κατέκρυψε τὰ πρὸς τὴν χρείαν ἔνδον, ἐπὶ δὲ τῶν μοσχευμάτων καὶ φυτῶν οὐ κατέκρυψεν ὡς ἀχρεῖα. Οἱ τὰ βόεια πέττοντες ἰχθῦς πετραίους οὐ πέττουσι διὰ τὴν ἄμετρον θερμότητα τῆς γαστρός· ὡς γὰρ εἰς σίδηρον μὲν χρώμεθα πυρὶ ἐκ στερεᾶς ὕλης, εἰς χρυσὸν δ' ἢ ἄργυρον ἀχύρῳ, οὕτω καὶ ἐνταῦθα σίδηρος τὰ βόεια κρέα, χρυσὸς οἱ πετραῖοι ἰχθύες. ἐὰν οὖν εὑρεθῇ γαστὴρ θερμή, ὑπεροπτώμενος ὁ ἰχθὺς κνισσοῦται καὶ ἀφανίζεται καὶ ἀπεψίαν μιμεῖται. Ἐπὶ τῶν φθισικῶν γρυποῦνται οἱ ὄνυχες, ὅτι τὰ στερεὰ δυσπαθῆ ὄντα ἐκκλίνουσι τὸ πάθος καὶ φαντάζουσι τῷ σχήματι διὰ τὴν τῶν σαρκῶν σύντηξιν. τὸ δὲ ἕλκος γίνεται διὰ τὸ ἀεικίνητον τοῦ πνεύμονος καὶ τῆς καρδίας καὶ διὰ τὸν βῆχα ἀνακαθαιρόμενον τῷ πτύῳ. Τῶν πυρετῶν μειουμένων αὔξουσι τρίχες καὶ ὄνυχες, ἐν δὲ ταῖς ἀναλήψεσιν ἀπορρέουσιν αἱ τρίχες, αὔξει δὲ τὸ σῶμα. ἡ θρὶξ ἐκ περιττωμάτων· καιομένων οὖν τῶν χυμῶν γεννῶνται τὰ περιττώματα· ἐπὶ δὲ τῶν ἀναλήψεων ἐκτεφρωθέντων τῶν χυμῶν ἵσταται καὶ οὐ τρέφεται. τὸ δὲ σῶμα ἐκ τῆς κενώσεως ἅπαν τὸ γεννώμενον εἰς αὐτὸ ἐφέλκεται διὰ τὴν τοῦ φθάσαντος δαπάνην. Ἡ λευκὴ ὑπόστασις τῶν οὔρων ἀγαθὴ διὰ τὴν τῶν στερεῶν καὶ ἀρχῶν ὁμοιότητα· δηλοῖ γὰρ φιλίαν τῆς δυνάμεως καὶ τὸ γνώρισμα φέρει τῷ χρώματι. ἐν γὰρ τοῖς στερεοῖς ὡς ἑδραίοις ἡ φύσις θέλει μᾶλλον οἰκεῖν ἤγουν νεύροις, ὀστοῖς, φλεψίν, ἀρτηρίαις. λευκὴ τὴν χροίαν καὶ δι' ἄλλο, ὅτι κατὰ βραχὺ ἡ δύναμις ἀσθενοῦσα πέττει τὸν χυμὸν ἐξ ἀρχῆς ὀλίγον κινούμενον σὺν τοῖς οὔροις καὶ διὰ κουφότητα ἀνωφερὲς ποιεῖ τὸ ἐναιώρημα τὸ ἐπιπολάζον τῷ ποτηρίῳ τῶν οὔρων. πλέον δὲ πέττουσα πλέον κινεῖ καὶ ποιεῖ τὸ νεφέλιον κατὰ μέσον ἱστάμενον· ὅσον γὰρ πλέον, τοσοῦτον βαρύτερον. ὅταν δὲ τελείως ἐκρῇ τὸ οὖρον βαρὺ γινόμενον, ἱζάνει περὶ τὸν πυθμένα καὶ ποιεῖ τὴν λεγομένην ὑπόστασιν ἐν τελείᾳ ὑγείᾳ. λευκὸν οὖν τὸ οὖρον διὰ τὴν ὁμοιότητα τῶν μορίων, πλεῖον διὰ τὴν τοῦ πεφθέντος χυμοῦ ὁμοτιμίαν. τὸ ὁμαλὸν τῆς ὑποστάσεως δηλοῖ δυνάμεως τελείαν ἐνέργειαν. ἀναλογεῖ δὲ τὸ ἐν φλεγμοναῖς πύον τῇ ὑποστάσει. καὶ τὸ μὲν πύον δυσῶδες ὡς μὴ διαπνεόμενον, ἀλλὰ ἐκτὸς ὂν περὶ τὸ δέρμα, ἡ δὲ ὑπόστασις τὰ ἐναντία ἔχουσα οὔκ ἐστι δυσώδης. Ἀπὸ χολῆς γίνεται πυρετός, ὅταν κινηθεῖσα ἐπὶ τὸ δριμύτερον τραπῇ καὶ σαπῇ· λύεται δὲ διὰ χολῆς, ὅταν ὁρμαίνῃ τὸ ζῷον πρὸς ἄμυναν τοῦ λυποῦντος καὶ διαφορούμενος ὁ χυμὸς λύεται. Τῶν λυπουμένων κοῖλοι ὀφθαλμοί, ὅτι συνιζάνει ἡ ψυχὴ ἔνδον, ἀτονοῦται τὸ σῶμα. ἐπὶ δὲ τῶν ὀργιζομένων τοὐναντίον· ὅπου γὰρ νεῦμα, ἐκεῖ ὀργάνων καὶ χυμῶν ῥοπή. Τὰ ὀστέα ὡς στερεώτερα ἄγνυται διὰ τὴ ἀντιτυπίαν, ἡ δὲ σὰρξ οὒ διὰ τὸ εὔεικτον. Οἱ εὐνοῦχοι μακροὶ καὶ βλαισοί, ὅτι ὑγρότητα ἔχοντες πλουτοῦσι πρὸς σῶμα. διὰ δὲ τὴν ἀσθένειαν γίνεται διάστροφα τὰ μόρια, ὡς ἐπὶ τῶν οἰκιῶν τῶν μὴ ἐχουσῶν ἀνάλογα θέμεθλα. Τὰ ἄκρα ῥιγοῦμεν ὡς λεπτά, νευρώδη καὶ ὀλίγαιμα καὶ ψυχρά. Ἐν φόβῳ ὀρθαὶ ἵστανται αἱ τρίχες, ὅτι ἡ ψῦξις πύκνωσιν ποιεῖ τῶν πόρων· ἡ θρὶξ οὖν περισφιγγομένη ὀρθοῦται. Οἱ πυρέττοντες διψῶσι μᾶλλον, οὐ πεινῶσι δέ, οἱ δὲ ἀναλαμβάνοντες τοὐναντίον, ὅτι ἡ δίψα δι' ὑπερβολὴν θερμότητος καὶ ξηρότητος ἐκ τοῦ πυρετοῦ γινομένης, οὐ πεινῶσι δὲ διὰ τὴν πολλὴν ὑγρότητα τῶν ἐν τῷ στομάχῳ χυμῶν κακῶν· οἱ ἀναλαμβάνοντες πεινῶσι διὰ τὴν πολλὴν κένωσιν τῶν ὑγρῶν, οὐ διψῶσι διὰ τὸ κατεψῦχθαι τὸ σῶμα τῇ ἀπουσίᾳ τοῦ πυρετοῦ. Οἱ φθεῖρες τῶν νεκρῶν φεύγουσι τῇ λείψει τοῦ αἵματος, ὅθεν αὐτοῖς τροφὴ καὶ θάλψις, καὶ ζητοῦσιν ἀλλαχοῦ ἐπελθεῖν. Τὰ σφαζόμενα λακτίζει συνεχῶς διὰ τὴν ἀπὸ τῆς πληγῆς ὀδύνην ἢ διὰ τὸ σπᾶσθαι. Ἐπί τινων ζῴων αἱ κέρκοι πλέον κινοῦνται μετὰ ἀποκοπήν, ὅτι στενότεροι οὖσαι πλέον φυλάττουσι τὴν φυσικὴν θερμότητα, ἥτις κινήσεώς ἐστιν αἰτία. Σημεῖον τῶν καθαρθέντων ἀκριβῶς εἰ μετροῦσι τὰς δοκούς, ὅτι τὸ ὀπτικὸν πνεῦμα καὶ τὸ φρονοῦν σῶον ἔχουσι καὶ καθαρὸν καὶ ἀτάραχον μὴ ὄντος γνόφου χυμώδους. Οἱ ἐμπυικοὶ πολλάκις καὶ φθισικοὶ φθειριῶσιν, ὅτι τὸ πύον φθείρει τὰ ὑγρὰ καὶ σήπει. ζωοποιούμενα δὲ ἐκ τῆς φυσικῆς θερμότητος τίκτει φθεῖρας, ὡς ἐν κόπρῳ σκώληκες, ἐν τοῖς ἐ τέροις ἕλμινθες. Ἀλγοῦμεν ἐν τοῖς ὄρχεσι πολλά, ὅτι πλείονα αἴσθησιν ἔχουσιν, ἐπειδὴ καὶ πλείονα ἡδονήν. ἔνθα γὰρ τὸ ἕν, τὸ ἕτρεον, καὶ ὅπου ταῦτα, καὶ ὀδύνη σφοδρά. τὰ δὲ συμπάσχοντα συμπάσχει τριχῶς· καὶ διὰ συγγένειαν ὡς ἐγκέφαλος καὶ στόμα κοιλίας τῇ κοινωνίᾳ τῶν πλείστων νεύρων, ἢ διὰ γειτνίασιν ὡς καρδία στομάχῳ, ὅταν δριμέων χυμῶν δακνομένων μεταλαμβάνει καρδιώττουσα πρὸς ἄμυναν τοῦ λυποῦντος, ἢ δι' ἀσθένειαν καὶ κατὰ πάροδον ὡς ἐπὶ προσπταίσματι δακτύλου ποδὸς βουβών· προστ εχούσης γὰρ τῆς φύσεως μετὰ τοῦ αἵματος πληροῦνται οἱ ἀδένες τοῦ βουβῶνος. καὶ ἡ τοῦ βίου συμπάθεια τριττή· ἐπὶ νεκρῷ συγγενεῖς καὶ γείτονες συναλγοῦσιν ἢ κατὰ πάροδον ἀκούοντες ἢ ἐρωτῶντες τὸ πάθος λόγῳ ἀσθενείας ψυχικῆς. Ἐπὶ ὀφθαλμίᾳ ξύρησις ὠφέλιμος, ὅτι διαπνεομένη ἡ κεφαλὴ διαφορεῖ τὰ περιττώματα. Αἰφνιδίως ἐκ τοῦ φωτὸς εἰς σκότος καὶ ἀνάπαλιν οὐ βλέπομεν καθαρῶς, ὅτι ἡ ἀθρόα μεταβολὴ ξενίζειν ἡμᾶς ποιεῖ ἢ ὅτι τὸ σκότος παχὺ καὶ ψυχρὸν ὂν πυκνοῖ τὸ ὀπτικὸν πνεῦμα, τὸ δὲ φῶς λαμπρὸν ὂν καὶ λευκὸν διαφορεῖ αὐτό· τοῦτο δὲ γίνεται διὰ τὸ αἰφνίδιον. Ἐπὶ τῶν ἀλόγων οἱ πυρετοὶ καὶ τὰ κρυπτὰ πάθη δυσιατότερα καὶ κινδυνώδη, ὅτι τὴν φύσιν ἔχουσι βεβαπτισμένην τῷ βάθει τοῦ σώματος καὶ μὴ περιελκομένην ὑπὸ τῆς λογιστικῆς ψυχῆς ἐπὶ τὰ ἐκτὸς ὡς ἐπὶ ἀνθρώπων. ἡ οὖν αἴσθησις ἀντιλαμβανομένη πολλῆς ὀδύνης καὶ τὴν φύσιν καταβαπτίζει καὶ τὰς δυνάμεις· ἢ ὅτι δυσπαθέστατα ὄντα τοῖς μεγάλοις ἀπόλλυνται. Ἐν ὑετῷ πομφόλυγες σφοδρὸν ὑετὸν δηλοῦσιν, ὅτι τὴν φῦσαν πολὺ ὕδωρ καὶ πολὺ πνεῦμα ποιεῖ, κυρτοῦντος τοῦ πνεύματος τὸ ὕδωρ ὡς ἐπὶ τῆς ὑάλου καὶ λοιπῶν. σφαιρικὴ ἡ φῦσα ὅτι οἷον τὸ ὅλον τοῦ ὕδατος καὶ τὸ μέρος, ὕδωρ δὲ καὶ ἐπὶ φυτὸν βαλλόμενον σφαιρικόν. Οὐκ ἀλγοῦμεν τὴν κεφαλὴν διαιρούμενοι ὡς κατὰ τἆλλα, ὅτι σάρκα οὐκ ἔχει πολλὴν μυώδη. Οἱ ἐκ τῶν νόσων λυθέντες πῶς μᾶλλον ἐκ τῶν ποδῶν λεπίδας ἀποβάλλουσιν ἢ τῶν χειρῶν; ὅτι ἡ ὕλη κατωφερὴς καὶ ὅτι οἱ πόδες ψυχρότεροι καὶ περιττωματικώτεροι. Διαδίδωσιν ὀφθαλμίαν, ὅτι ἐκ τοῦ ὀφθαλμοῦ ἀκτῖνες μετὰ πνεύματος ἐξιοῦσαι νοσώδεις μεταδιδόασι τῷ εὐπαθεῖ τοῦ πάθους. ἡ φθίσις ἀναπέμπουσα ἀέρα σεσηπότα μεταδίδωσι τῷ ὑγιαίνοντι πνεύμονι. ἡ ψώρα εὐχερὴς οὖσα καὶ γλίσχρον ἔχουσα τὸ ἀπορρέον μεταδίδωσιν. ὕδρωπες καὶ ἀποπληξία μεταδιδόασιν ὡς μὴ ἀναπέμποντα ἀπόρροιαν. τὸ μὴ μεταδιδόναι, εἰ μὲν ἐξ ἐπιπολῆς, διὰ γλισχρότητα, παχύτητα, ξηρότητα, ὡς λεύκη καὶ λέπρα, εἰ δὲ κατὰ βάθος, μὴ ἀπορρέοντά τινα λοιμικὴν καὶ σηπτικὴν ἀπόρροιαν, οἱ πυρετοί. Τινὲς ἐν τοῖς πυρετοῖς σπλῆνας αὔξονται ἢ διὰ τὸ πίνειν πολὺ ὕδωρ ἢ ὅτι ἀραιόπορος ὢν ὁ σπλὴν δέχεται χεομένας τὰς ὕλας. Οἱ γέροντες καὶ παῖδες λιθιῶσι μᾶλλον τῶν νέων διὰ τὰ περιττώματα· ἐκείνων μὲν ἐκ ψυχρότητος, τῶν δὲ παίδων ἐξ ἀδηφαγίας. Γαργαλισμὸς καὶ κνησμὸς πελμάτων ὑπνοποιεῖ, ὅτι διὰ τῶν νεύρων μετρία κίνησις ἀνιοῦσα τῷ ἐγκεφάλῳ ἥδει τὴν ψυχὴν καὶ εἰς ἠρεμίαν ἕλκει καὶ ὕπνον, ἢ ὅτι περιττωματικῶν ὄντων τῶν πελμάτων ἡ μετρία κίνησις διαφορεῖ τὰ περιττὰ καὶ ἀνάγει πρὸς ἐγκέφαλον καὶ πληροῖ αὐτὸν καὶ ἐντεῦθεν ὕπνος. Αἱ σεληνιακαὶ ἐκλείψεις πλείονες τῶν ἡλιακῶν, ὅτι ἡ σελήνη πίπτει καὶ εἰς τοὺς ὅρους τῶν ἐκλειπτικῶν συνδέσμων καὶ εἰς τὸν κῶνον τῆς γῆς τὸν ἐκ σκιᾶς γινόμενον διὰ τὴν ὀξύρροπον κίνησιν αὐτῆς, ὁ δὲ ἥλιος μόνον ἐν τοῖς ἐκλειπτικοῖς σκιάζεται. ἐλάττων δὲ τυγχάνουσα τῷ μεγέθει τὸν δίσκον πάντα κρύπτειν οὐ σθένει. κινοῦσι δὲ τότε χαλκὸν καὶ σίδηρον πάντες ἄνθρωποι ἀπελαύνοντες τοὺς δαίμονας, ὅτι οὐκ ἐπιπέμπουσι τότε οἱ φωστῆρες ἀπορροίας ἀγαθὰς κωλυτικὰς τῶν δαιμόνων. Τὰ ἑπταμηνιαῖα βρέφη ζῶσι, τὰ δ' ὀκταμηνιαῖα οὔ, ὅτι ὁ ἑπτὰ τέλειος καὶ τὰ ἐκ τούτου τέλεια, ὁ δ' ὀκτὼ ἀτελὴς καὶ τὰ ἐκ τούτου ἀτελῆ καὶ ἑτερόμορφα καὶ οὐ παραμόνιμα. ἑπταμηνιαῖα γεννῶνται διὰ τὴν ἐξ αἵματος χρηστοῦ δύναμιν τῆς μήτρας, εἰ δὲ τοὐναντίον, δεκαμηνιαῖα. τέλειος ὁ ἑπτὰ ὅτι ὁ περίγειος κόσμος ἓξ ἄστροις διοικεῖται. ἑπταμηνιαῖα τὰ βρέφη ὀδοντοφυεῖ, ἑπταετῆ ἀποβάλλει, δὶς ἑπτὰ ἡβάσκει, τρὶς ἑπτὰ ἀνδρειοῦται· ὁ ἑπτὰ κρίσιμος, τούτῳ ἡ σελήνη σχηματίζεται, ἑβδομάσι μὴν διατυποῦται, ἑπτὰ τὰ φωνήεντα. ὁ δέκα τέλειος ὁ συμπεριλαμβάνων τὰ ἐν γενέσει καὶ φθορᾷ καὶ πάντα ἀριθμὸν εἰς ἑαυτὸν συνάγων· ἐφ' ᾧ καὶ οἱ παλαιοὶ τὰς δεξιὰς παρεῖχον, τὸ τέλειον τοῦ ἀριθμοῦ προβαλλόμενοι. Ἐπὶ τῶν ἠχούντων ὤτων τὸν δάκτυλον ἐμβάλλομεν, ὅτι κινουμένου τοῦ ἀκουστικοῦ πόρου διαφορεῖται τὸ πνεῦμα. Αἱ θήλειαι βραδέως λιθιῶσι διὰ τὸ εὐρύπορον τοῦ τραχήλου τῆς κύστεως. Τὰ ἄγρια φυτὰ εὔκομα καὶ ἰσχυρὰ ὡς ἐκ τῆς φυσικῆς δυνάμεως τελεσιουργούμενα καὶ οὐκ ἀπὸ τέχνης καὶ ὑδάτων ὑγρότητος ἃ θηλύνουσι, οἷον τὸ δένδρον· ἢ ὅτι τῶν μὲν μήτηρ ἐστί, τῶν δὲ μητρυιά. Οἱ μύες εὑρέθησαν παρὰ τῆς φύσεως εἰς σύνδεσμον τῶν ἄρθρων· ὅθεν ἔνθα μόριον ἰσχυρόν, ἐκεῖ σφαιροειδὴς ὁ μῦς, ἔνθα δ' οὔ, ὑμενοειδής τις. αἱ ἐγκάρσιαι τομαὶ τῶν μυῶν δυσίατοι, ὅτι πολλαὶ ἶνες τέμνονται νευρώδεις· ἡ γὰρ φύσις τὸ νεῦρον διαξάνασα εἰς πολλὰς ἶνας παρενύφανεν καὶ τὴν σάρκα ἔθετο, ὥσπερ κρόκην στήμονι, καὶ πεποίηκε τὸν μῦν ἐοικότα τῷ ζῴῳ. Βασκαίνονται οἱ παῖδες μᾶλλον ὡς εὐπαθέστεροι. γίνεται βασκανία, ὅτι ἐκ τῶν ὀφθαλμῶν τοῦ φθονοῦντος ἐξέρχεται ἰώδης τις ἀκτὶς καὶ εἰσέρχεται εἰς τοὺς ὀφθαλμοὺς τοῦ φθονουμένου καὶ τρέπει τοὺς χυμοὺς εἰς δυσκρασίαν καὶ τοὺς χυμοὺς εἰς σῆψιν. διὰ τοῦτο καί τινες εὐλαβοῦνται βλέπειν νεκρούς, ὅτι ἀντιλαμβάνεται ἡ ὅρασις μολυσμοῦ τῶν νεκριμαίων τινός. Ἐπὶ τῶν σφόδρα βηχόντων ἢ ἐμούντων οἷον ἀστέρες πρὸ ὀφθαλμῶν φαίνονται, ὅτι ἡ σύντονος θλῖψις τοῦ θώρακος ἀνωθεῖται τὰ ὑγρὰ σὺν τοῖς πνεύμασιν ἐπὶ τὰ ἄνω πρὸς τοὺς ὀφθαλμοὺς καὶ ἐπιθολοῖ τὸ πνεῦμα τὸ ὀπτικόν. εἰ μὲν οὖν ὁ ἀτμὸς ἐπιμήκης, μακρὰ ὁρῶσιν, εἰ λεκιθώδης, χρυσίζοντα, εἰ καπνώδης, ἀπὸ φλέγματος λευκά, καὶ καθόλου πρὸς τὸ σχῆμα καὶ τὴν χρόαν τὰ φαινόμενα. ἐπὶ φρενιτικῶν ἐξ αὐτοῦ τοῦ ἐγκεφάλου ἐπὶ τὸ ὀπτικὸν οἱ ἀτμοὶ παρέρχονται. καὶ οἱ ὑποχύσει πειραζόμενοι τὰ αὐτὰ ὁρῶσιν. Οἱ ὑδροποτοῦντες ὀξυωπέστεροι, ὅτι ὁ οἶνος πνεύματα ἐγείρει θολοῦντα τὸ ὀπτικόν. Οἱ γλαυκόφθαλμοι ἐν ταῖς ὀφθαλμίαις ὀδυνῶνται πλέον καὶ οὔτε στύψιν φέρουσιν, ὅτι τὸ κρυσταλλοειδὲς καὶ τὰ ὑγρὰ τῶν ὀφθαλμῶν ἔχουσι προπετέστερα ἐπὶ τὰ ἔξω, καὶ διὰ τὴν εὐπάθειαν αἰσθητικώτερον. οἱ μελανόφθαλμοι τὸ ἐναντίον καὶ ἧττον εὐαίσθητοι. Ὡς ἐπὶ τὸ πλεῖστον οἱ ἁπλῶς ἐμοῦντες φλέγμα κενοῦσιν, οἱ δ' ἐπὶ πλέον χολήν, εἶτα δ' αἷμα. τὸ φλέγμα παχὺ ὂν καὶ ὀλίγῳ ἐρεθισμῷ κινεῖται· εἰ δὲ καὶ χολὴ ἐπιπολάζει, ταχύτερον κινεῖται τοῦ φλέγματος. ἡ φύσις προειδυῖα ὡς ἐκ κακοχυμίας ἐδεῖτο καθάρσεως τὸ σῶμα, τὰς φλέβας ἀπετελεύτησεν εἰς τὸ κύτος τῆς κοιλίας καὶ ἐπὶ μήτρας καὶ ἐπὶ ῥινὸς καὶ ἕδρας. ταῦτα οὖν ἐν τοῖς ὀξέσι πυρετοῖς ἀπὸ τῆς ἐκκριτικῆς δυνάμεως ἀνοίγεται, ἐν δὲ τοῖς καθαρτηρίοις βίᾳ εὐρύνεται, τὸ αἷμα ὕστερον χέεται ὡς οἰκείως τῇ φύσει κατεχόμενον. Τὰ βάρη εὐφορώτερον τοῖς ἀριστεροῖς ἀσθενέσιν οὖσι φέρονται, ὅτι τὰ δεξιὰ ὀχυρώτερα καὶ τὸ βάρος ἐπικουφίζει συμπάσχοντα. Πῶς τῷ σίφωνι ἕλξιν οἴνου καὶ ἑτέρου εἴδους ποιοῦμεν; οὐχ ἡ ἕλξις τῶν χειλέων ἐπισπᾶται τὸ ὑγρόν, ἀλλ' ἡ βία τοῦ κενοῦ· πᾶν γὰρ πλῆρες ὡς ἀληθές ἐστι. διὰ τοῦ σίφωνος οὖν τὸν ἀέρα τὸν λεπτὸν ἀνάγομεν καὶ τῇ ἀπειλῇ τοῦ κενοῦ συνανέλκεται καὶ τὸ ὕδωρ τῷ ἀέρι. καὶ ἡ σικύα διὰ τοῦτον ἕλκει τὸν τρόπον. ἕλκεταί τι καὶ ὑπὸ θερμότητος ὡς κακίας κατάχρησις, καὶ ὑπὸ ἰσχυροῦ τὸ ἀσθενές, καὶ ἰδιότητι ὡς ὑπὸ μάγνητος σίδηρος, καὶ τὸ αἷμα ὑπὸ τῶν μορίων. Αἱ φυσικαὶ δυνάμεις, ἤγουν ἑλκτικὴ καὶ αἱ λοιπαί, σύμφυτοι οὖσαι πρὸς αὐτὸ τὸ ζῆν τὸ ἀναγκαῖον ἔχουσιν, αἱ ψυχικαὶ ἐπίρρυτοι, ἤγουν κινητικαὶ καὶ θρεπτικαί, τὸ χρήσιμον. δʹ εἰσὶν αἱ φυσικαὶ δυνάμεις. πρώτη ἡ ἑλκτική, ἀναγκαία οὖσα διὰ τὴν πρώτην λῆψιν τῆς τροφῆς. ἐπεὶ δὲ ἔμελλε γίνεσθαι ἀλλοίωσις, πᾶσα δὲ δρᾶσις πρὸς τὸ δρώμενον χωρίον γίνεται, ἐφευρέθη ἡ καθεκτικὴ ἡ χρονίζουσα τὴν τροφήν. ἔχει οὖν γʹ. ἐπεὶ δὲ τὸ μὲν χρηστὸν ἀπὸ τῆς ἀλλοιώσεως διαδίδοται, τὸ δὲ περιττὸν ἀπομένει, ἵνα μὴ πληροῖ τὰ ἀγγεῖα, ἐκκρίνεται καὶ ἐντεῦθέν εἰσι δʹ, αἳ ἔν τισι μὲν μρίοις ἐπίσης εἰσίν, ἔν τισι δ' ἔχουσι τὸ πλεῖον δυνάμει καὶ ἐνεργείᾳ· ἐν κοιλίᾳ καὶ ἥπατι ἀλλοιωτική, ἐν σπ ηνί, στομάχῳ, χοληδόχῳ κύστει καὶ νεφροῖς ἑλκτική, ἐν ἐντέροις καὶ οὐρηδόχῳ κύστει ἀποκριτική, ἐν μήτρᾳ ἡ καθεκτική· ὡς ἐν κυνὶ ἡ ὀσφρητικὴ μᾶλλον, ἐν ἀετῷ ὀπτική, ἐν τῷ πρωτογεύστῃ Ἰνδικῷ ζῴῳ γευστική, ἐν ὄφεσι καί τισιν ὀρνέοις ἁπτική, ἐν χησὶν ἀκουστική. Εʹ αἰσθήσεις, ὅτι κατὰ τὸν ἀριθμὸν τῶν αἰσθητῶν καὶ τὰ αἰσθητήρια. ἡ ἁφὴ δοκιμάζει τραχέα, λεῖα, σκληρά, μαλακά, ἅπερ εἰσὶν ἐν τοῖς στερεοῖς, γεῦσις γλυκύ, πικρόν, ἁλμυρόν, ἅπερ ἐν ὑγροῖς, ὄσφρησις δυσώδη, εὐώδη, ἅπερ ἐν ἀτμοῖς, ἡ ἀκοὴ ψόφων καὶ ἤχων γνωστική, ἃ περὶ πληγὴν ἀέρος, ἡ ὄψις περὶ τὰ πνεύματα, ἃ ἐν τῷ λεπτοτάτῳ καὶ αἰθεροειδεῖ πνεύματι. τὸ γὰρ στερεὸν χεόμενον ὑγρὸν γίνεται καὶ τοῦτο ἀτμός, ὁ δ' ἀήρ, ὁ δὲ αἰθὴρ καὶ πνεῦμα λεπτὸν καὶ ὥσπερ σειρὰ ἀπὸ γῆς εἰς οὐρανὸν φθάνει. Ἐπὶ τῇ τοῦ ὀστέου φθορᾷ ἡ ἐπικειμένη σὰρξ πλαδαρὰ καὶ βρυώδης εὑρίσκεται. ἡ φθορὰ γίνεται κατὰ δυσκρασίαν τοῦ μορίου, ἡ δυσκρασία φθείρει τὴν ἀλλοιωτικὴν δύναμιν καὶ τὸ αἷμα κατὰ φύσιν οὐ μεταβάλλεται, ὥστε γνησίαν καὶ ῥοδίζουσαν γεννῆσαι σάρκα. Τὸ ὄξος τῇ μήτρᾳ πολέμιον, ὅτι αἰσθητική ἐστι λίαν διὰ τὴν ἄμετρον ἡδονήν. γέγονε δὲ καὶ ἄγαν νευρώδης διὰ τὸ ἐκτείνεσθαι ἀμέτρως ἐν τῇ κυοφορίᾳ, ὡς καὶ ὁ θώραξ ὑμενώδης καὶ μυώδης. φασί τινες περί τινος ἰατρίνης ὡς διὰ μισθὸν πλείονα ἐτίθει τῇ μήτρᾳ ὄξος, εἶτα τὴν ὀδύνην θεραπεύουσα ἐζήτει πλείονα μισθόν, καὶ φωραθεῖσα ἐκολάσθη. ἐν ταῖς ὑστερικαῖς πνιξὶ τὰ εὐώδη προσφέρουσι τῇ μήτρᾳ, τὰ δὲ δυσώδη τῇ ῥινί, ὅτι τὰ εὐώδη λεπτομερῆ καὶ θερμὰ ὄντα τέμνει τὸ γλίσχρον τοῦ χυμοῦ τοῦ νοσοποιοῦ, τὰ δὲ δυσώδη ὡς παχυμερῆ ἐμφράττει τοὺς πόρους. ἐν τοῖς ἐπιληπτικοῖς κατάπτωσιν ποιεῖ τὰ δυσώδη ὡς πτερά, κέρας, λίθος γαγάτης, Θρᾳκίας ὕδατι ἁπτόμενος ἐλαίῳ σβεννύμενος· ὁ γὰρ διὰ τῶν ῥινῶν ἀναφερόμενος παχὺς [ἀτμὸς] παχύνει τὸ πνεῦμα τὸ ψυχικὸν καὶ ἀνεπιτήδειον ποιεῖ τῇ ψυχῇ πρὸς ἐνέργειαν· μὴ ὀχούμενον οὖν ὑπὸ τῆς ψυχῆς [τὸ σῶ] μα πίπτει. Τὰ ἐναντία τὸ αὐτὸ ποιεῖ πάθος, ὡς θερμότης καὶ ψυχρότης ῥῖγος, κατ' ἄλλην καὶ ἄλλην αἰτίαν· γίνεται γὰρ ἀπὸ ξανθῆς χολῆς ῥῖγος δριμείας οὔσης τῷ δακνόμενα τὰ μόρια ἐπεγείρεσθαι πρὸς ἀπόκρισιν. καὶ τούτου συνεχῶς γινομένου καὶ τῆς μὲν κεντούσης, τῶν δὲ μορίων ἐγειρομένων γίνεται τὸ ῥῖγος. γίνεται δὲ καὶ ἀπὸ ψύξεως, τῇ ἀμέτρῳ μεταβολῇ ξενιζομένης τῆς φύσεως τῶν μορίων καὶ πάλιν συνεχῶς ἐπανισταμένων πρὸς ἀπόκρισιν· τὸ γὰρ σύμμετρον φίλον τῇ φύσει, τὸ δὲ ἄμετρον ἀλλότριον. γίνεται δὲ πρῶτον περίψυξις ἐξ ἧς φρίκη καὶ μετὰ ταῦτα ῥῖγος. Ἄρτον καὶ οἶνον ἐν πυρετῷ διδόντες πῶς οὐκ ἀνάπτομεν αὐτόν; ὅτι βραχὺν διδόαμεν, ὃς καὶ τῇ θέρμᾳ εὐκόλως ἀναδίδοται καὶ τρέφει τὰ μόρια καὶ διεγείρει πρὸς πέψιν τοῦ νοσοποιοῦ χυμοῦ. ἰστέον δὲ ὡς ταῦτα τὰ δύο πρὸς θρέψιν καὶ ῥῶσιν ἰσοδύναμά εἰσι. καὶ Ὅμηρος· «σίτου καὶ οἴνοιο· τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή». προτάττεται ὁ σῖτος ὡς μόνος καὶ δι' ἑαυτοῦ τρέφων. ταῦτα καὶ ὀσφραινόμενα δύνανται ῥωννύειν, ὁμοίως καὶ τὸ μῆλον τῇ ὀσφρήσει ῥώννυσιν, ἐσθιόμενον δὲ ὡς ἄρτος καὶ οὐ διὰ ποιότητα. ὄξος ἀνακτᾶται λειποθυμίαν τῷ τέμνειν τὸν ἐν τῷ στομάχῳ χυμόν. καὶ ἕλικες ἀμπέλων καὶ ῥόδα καὶ τὰ ὅμοια ἐπὶ τῶν πυρετῶν δύνανται καὶ ἐμψύχειν καὶ τονοῦν. Τὸ ἔλαιον οὐδενὶ τῶν ὑγρῶν μίγνυται διὰ τὸ παχυμερὲς καὶ γλίσχρον καὶ ἄτμητον καὶ τὸ μὴ διδόναι χώραν ἑτέρῳ ὑγρῷ καταβληθῆναι εἰς αὐτό. τὰ ὁμιλοῦντα ἑαυτοῖς ὁμιλεῖ κατὰ κρᾶσιν ὡς τὰ στοιχεῖα, κατὰ παράθεσιν ὡς ὑδρέλαιον, κατὰ μῖξιν αἱ κριθαὶ πυροῖς, κατὰ κόλλησιν ὡς λίθος λίθῳ, κατὰ πρόσφυσιν ὡς αἷμα σαρκὶ ἢ μυελῷ, κατὰ γόμφωσιν ὡς τὰ ξύλα διὰ τῶν γόμφων, κατὰ ἀντοχὴν καὶ περιπλοκὴν ὡς κρίκη, κατ' ἐπιτηδειότητα ὡς ψυχὴ σώματι διὰ μέσου τινός, ὅπερ ἀμφοτέρων ἀναδεχόμενον τὴν φύσιν μίγνυσι τὸ σῶμα καὶ τὸ ἀσώματον, τὸ θεῖον καὶ τὸ γήινον. ἐν γὰρ τῷ ἥπατι τοῦ αἵματος πεττομένου ὑπὸ τῆς συμμέτρου θερμότητος καὶ ὑγρότητος γεννᾶται πνεῦμα· τοῦτο διὰ τῆς κοίλης φλεβὸς μετὰ τοῦ αἵματος ἀνιὸν πρὸς καρδίαν καὶ λεπτυνόμενον γίνεται ἀεροειδές· καὶ πάλιν ἀνπεμπόμενον διὰ τῶν καρωτίδων ἀρτηριῶν πρὸς τὴν βάσιν τοῦ ἐγκεφάλου κἀκ τῆς τούτου ψυχρότητος τὴν ἄμετρον ζέσιν ἀποβαλὸν γίνεται αἰθεροειδές, ὅπερ ὄργανόν ἐστι ψυχῆς πρὸς ἐνέργειαν, ὥσπερ ἄγριος ἵππος ὑπὸ χαλινῶν σωφρονιζόμενος, οὕτω καὶ τοῦτο χαλιναγωγούμενον ὑπό τινος ἀρρήτου φυσικῆς δυνάμεως· ἔτι γε μὴν καὶ διὰ τῆς ἀναπνοῆς ὁ εἰσιὼν ἀὴρ ἐν τῇ καρδίᾳ λεπτυνόμενος καὶ ἀνιὼν διὰ τῶν ἀρτηριῶν πρὸς ἐγκέφαλον καὶ αὐτὸ τροφὴ καθίσταται τοῦ αἰθεροειδοῦς καὶ ψυχικοῦ πνεύματος· ὅπερ εἰ μὲν σῶμα τυγχάνει, προσῳκείωται τῷ σώματι, εἰ δὲ λεπτότατον καὶ καθαρώτατον καὶ διαυγέστατον, φιλιοῦται ψυχῇ λογικῇ, σῶμα ἀσώματόν πως ὑπάρχον, καὶ δεσμὸς ἔμμεσος τυγχάνει τῶν ἄκρων ἐναντίαν οὐσίαν ἐχόντων· τοῦτο τὸ πνεῦμα καλῶς μὲν εὐσταθοῦν δίδωσι ψυχῇ πάντα κατὰ λόγον ἐνεργεῖν, ἀμέτρως δὲ ψυχόμενον καὶ πιλούμενον καὶ παχυνόμενον καὶ ἀνεπιτήδειον γιγνόμενον πρὸς σύντονον ἐνέργειαν ψυχῆς ποιεῖ τὰς πράξεις ἀργοτέρας καὶ νωθροτέρας· ἀμετρότατα δὲ ψυγὲν καὶ παχυνθὲν καὶ σῶμα γενόμενον παρασκευάζει ταύτην ἀφίστασθαι διὰ τὸ ἀνεπιτήδειον τῆς οὐσίας, ὡς ἐπὶ ληθάργου καὶ κάρου καὶ πόσεως ψυχρῶν δηλητηρίων· πάλιν δὲ θερμανθὲν ἀμέτρως καὶ πλέον τοῦ δέοντος κινούμενον παρασκευάζει ψυχὴν ἀμετρότερον ἐνεργεῖν κατὰ τὰς ἐκστάσεις τῆς ψυχῆς ἐν ταῖς φρενίτισιν· ἔτι δὲ πλέον τοῦτο παθὸν καὶ ἐκδαπανηθὲν ποιήσει πάλιν ψυχὴν ἀφίστασθαι τῷ μὴ εὐπορεῖν τοῦ δεσμοῦντος ἀμφότερα. θεώρει δέ μοι καὶ ἕτερον ἔργον θεοῦ· ἐπειδὴ γὰρ ταύτην ἔμελλεν ἀπὸ σώματος οὐρανίου καὶ θείου κατακλείειν σώματι γηίνῳ, σοφίζεται τὴν κάθοδον σχήματι, κατασκευῇ, χρώματι. αὐτὴν μὲν γὰρ τὴν κεφαλὴν σφαιροειδῆ διετύπωσε καθάπερ μικρὸν οὐρανόν, τὸν δὲ ἐγκέφαλον λαμπρὸν καὶ ἀπέριττον ἔταξε δεδωκὼς αὐτῷ πόρους ζʹ τῶν κινουμένων ἀστέρων τὸν ἀριθμὸν διατυπώσας, ὑπερέχειν δὲ τοῦ παντὸς σώματος· καὶ γὰρ ὁ οὐρανὸς ὑπερέχει πάντας τῶν ἐν γενέσει καὶ φθορᾷ. Τῶν ζῴων ὅσα ὀλιγοχρόνια πολυτόκα, ὅσα δὲ πολυχρόνια ὀλιγοτόκα, ὡς ἐλέφας, ὄφις, τὰ δὲ μέσα μέσα. ὁ πυρὸς πολύσπορος ὡς ὀλιγοχρόνιος, τὰ δὲ φυτὰ ἀνάπαλιν. Εὔτακτος ἡ κίνησις τῶν παροξυσμῶν, ὅτι τόσον σήπει ἡ φύσις τοῦ νοσοποιοῦ χυμοῦ ὅσον δύναται καὶ πέψαι. ὁριζομένου οὖν τοῦ πεττομένου ἐξ ἀνάγκης καὶ ἡ δύναμις καὶ ὁ χρόνος, ἀπὸ τοῦ αἵματος ἀτμὸς γεννᾶται ὑγρὸς καὶ θερμός, ὡς ἐν τῷ πόματι τοῦ λέβητος θερμὸν ὕδωρ ἔχοντος· ὃς πηγνύμενος αἷμα γίνεται ὡς ἀπὸ τοῦ ὕδατος νέφος καὶ πάλιν ὕδωρ. ἀπὸ τῆς χολῆς λιγνὺς θερμὴ καὶ ξηρά, ὡς ἐπὶ λύχνων καιομένων, ἀπὸ τῆς μελαίνης αἰθάλη, ὡς ἐπὶ ξύλων, ἀπὸ φλέγματος καπνός, ὡς ἐπὶ ξύλων χλωρῶν. Τὸ μέλι παλαιούμενον καὶ ὑπερεψόμενον πικροῦται διὰ τὴν ἀποβολὴν τοῦ ὑγροῦ, οἱονεὶ τοῦ ἄνθους ἀπολλυμένου καὶ τῆς τρυγὸς ἀπομενούσης, ὡς ἐπὶ οἴνων ἡ γλ ύτης ἐκ θερμότητος πλείονος καὶ ξηρότητος, ἡ ἁλμυρότης ἐκ ξηρότητος πλείονος καὶ ψυχρότητος, ἡ ὀξύτης ἐκ ψυχρότητος πλείονος καὶ ὑγρότητος, ἡ αὐστηρότης ἐξ ἐπιτεταμένης πλείονος ξηρότητος καὶ ψυχρότητος, ἡ πικρότης ἐκ ξηρότητος πλείονος καὶ θερμότητος, τὸ λιπῶδες ἐξ ὑγρότητος πλείονος καὶ βραχείας θερμότητος. Οἱ μεθύοντες πάντα στρεφόμενα ὁρῶσιν, ὅτι πολλῆς ἀναθυμιάσεως τικτομένης καὶ μὴ δυναμένης ἐξελθεῖν διὰ τῆς κόρης τῶν ὀμμάτων πληροῦται καὶ περιδινεῖται ὁ ἐγκέφαλος. ὅθεν καὶ ἰλιγγιῶσι κατὰ μεταφορὰν τῶν ὑδάτων. τὸ σκότωμα δὲ γίνεται ἀπὸ χυμῶν πολλῶν γεννώντων ἀτμοὺς καὶ πληρούντων τὸν ἐγκέφαλον. Εἰ τὰ νεῦρα παρ' ἐγκεφάλου καὶ τοῦ νωτιαίου μυελοῦ πέμπονται, πῶς διάφορον ἔχει ἐνέργειαν; διὰ τὴν τοιάνδε κατασκευήν· τὸ γὰρ ὀπτικὸν τέτρηται νεῦρον, τὸ ἀκουστικὸν ἐξήπλωται, τὸ τοῦ στόματος τῆς κοιλίας περιειλεῖται, τὸ δὲ τῆς κοιλίας σφαιροῦται. τὸ αὐτὸ δὲ καὶ ἐπὶ κιθάρας, ἥτις τῷ διαφόρῳ τῶν νευρῶν ποιεῖ τόνον. Αἱ κυοφοροῦσαι περὶ δεύτερον καὶ τρίτον κιττῶσιν, ὅτι ἡ φύσις διὰ τὴν τοῦ ἐμβρύου διάπλασιν συνάγει τὸ καταμήνιον ἐν τῇ μήτρᾳ. τοῦτο δ' ἂν εὑρεθῇ κακόχυμον, πληροῖ τὸ στόμα τῆς γαστρός, κινούμενον δὲ ἐπεγείρει ὀρέξεις ἀλλοκότων τροφῶν, εἰ μὲν εἴη μελαγχολικός, ἀσβόλης καὶ ὀστράκων, εἰ φλέγμα, ὀξωδῶν, εἰ λεκιθώδης, κνισσωδῶν, εἰ μῖξις, ποικίλη ἡ ὄρεξις. μετὰ δὲ τρίμηνον παύεται τὸ τὸ πλασθὲν ἀναλίσκειν τὸ πλεονάζον τοῦ σώματος καὶ μηκέτι ἀναπέμπεσθαι πρὸς τὸν στόμαχον. τοῦτο πάσχουσι καὶ βουλιμιοῦντες καὶ κολικευόμενοι διὰ τὸ πληροῦσθαι τὸ στόμα τῆς γαστρὸς χυμῶν, οὓς τὸ καθαρτήριον ὠφελεῖ. «κιττῶ» λέγεται ἀπὸ τῆς κίττης τοῦ ζῴου ἀεὶ βώλους ἐσθιούσης ἢ ἀπὸ τοῦ ποικίλου τῆς θέας καὶ τοῦ ποικίλου τῶν ὀρέξεων. Διὰ τί τὸ φθινόπωρον ἀνώμαλον ἔχει θάλπος καὶ κρύος; ὅτι φύσιν ἔχει ἄρρητον μοχθηράν, ἢ ὅτι ὁ ἥλιος τὴν ζώνην κινούμενος ταύτην τοῦ ζῳδιακοῦ τὴν γῆν οὕτω τρέπει, ἢ διὰ τοὺς διαφόρως πνέοντας ἀνέμους, ἢ ὅτι ἡ γῆ ὑπεκκαεῖσα ἀπὸ τοῦ θέρους εἰς ψυχρότητα μετέβαλε καὶ τοιαύτην αὖραν ἀναπέμπει· ἄλλοι κἂν καὶ ψευδῶς ὅτι μέσον ἐστὶ θέρους καὶ χειμῶνος. τὸ ἀπὸ τῆς ἕω μέχρι καὶ τοῦ γεύματος ἔοικε τῷ ἔαρι, ἡ μεσημβρία τῷ θέρει, τὸ μέχρι ἑσπέρας φθινοπώρῳ, ἡ νὺξ χειμῶνι. Ὁ κόπος ξηραίνει καὶ πῶς ποιεῖ ὕπνον, εἴ γε ἡ ξηρότης αἰτία ἀγρυπνίας; οὐ κυρίως ὁ κόπος ὕπνον ποιεῖ, ἀλλὰ διὰ τῆς ψυχρότητος· ὁ γὰρ κόπος ξηρότητα ποιεῖ· ἡ δὲ τῆς ὑγρότητος ἀπώλεια καθαιρεῖ τὴν θερμότητα· αὕτη δὲ αὔξει τὴν ψυχρότητα· ἡ οὖν φύσις ἀναπαύεται πρὸς τὸ πάλιν συνάξαι ὑγρότητα. Βάρος τι πῶς καθ' αὑτὸ μὲν βυθίζεται, ὑπὸ δὲ σανίσι βασταζόμενον οὔ; ὅτι ὁ ἀὴρ διεισδύνων εἰς τοὺς πόρους τῶν σανίδων ἐπινήχεσθαι ποιεῖ τὰ βάρη. ὁ δὲ κίων καὶ ὁ σίδηρος πυκνότερα ὄντα καὶ μὴ δεχόμενα πνεῦμα οὐ νήχεται. οὕτω καὶ οἱ ἐν θαλάσσῃ βυθιζόμενοι μεθ' ἡμέρας, ἅτε τῇ σήψει τοῦ σώματος πνεύματος γεννηθέντος τοῖς βρογχίοις καὶ τῷ πνεύμονι κοῦφον γίνεται καὶ ἐπινήχεται. ὅθεν καὶ πειράτης τις κτείνων ἄνδρας ἀνελάμβανε τὸν πνεύμονα. καὶ τὰ ἀπαθῆ τῶν ᾠῶν εἰς ὕδωρ βυθίζεται, τὰ δὲ ἐμπνευματωθέντα τῇ ἐξυδαρώσει τοῦ ὑγροῦ ἐπινήχεται. Ὕες καὶ κύνες τυπτόμενοι τῶν βοῶν μᾶλλον βοῶσιν, ὅτι καὶ πλεῖον λυποῦντα καὶ θυμοῦντα· δηλοῖ δὲ ἥ τε τῶν ἀγρίων ὁρμὴ καὶ ἡ τῶν κυνῶν ὑλάκτισις. Οἱ μὲν πλεῖστοι τῶν παλαιοτέρων ἰατρῶν σποράδην ἐξεῦρόν τινα τῆς ἰατρικῆς ἐκ κληδόνων ἢ τριόδων συνάγοντες καὶ ἀπὸ τύχης ἢ μαντείας ἢ κλήσεως δαιμόνων ἢ ἄλλων τινῶν τρόπων, Ἱπποκράτης δὲ ὁ τῶν Ἀσκληπιαδῶν ἡγεμὼν ταύτην, ὡς ἂν εἴποι τις, πλαζομένην καὶ συνάξας καὶ τελείως ὑφάνας πλήρη καὶ ἀρτίαν εἰργάσατο κεφαλὴν ἐπιθείς. καὶ οὐκ ἄν τις ἁμάρτοι λέγων ὡς ὁ προνοητικὸς θεὸς ἐλεήσας τὸ ἀνθρώπινον γένος ἀλλεπαλλήλοις νόσοις ἀπολλύμενον αὐτὴν τὴν φύσιν σαρκώσας Ἱπποκράτην κατήγαγεν πρὸς ἀρτίαν ταύτης παράδοσιν. ἴσως γὰρ καὶ τοῦτο αἰνίττεται κατὰ τὸ προοίμιον τῶν Ἀφορισμῶν λέγων ὡς «ἐπειδὴ κατὰ τὴν πεῖραν ἰατρικὴ σχεδὸν ἀκατάληπτός ἐστιν– οὔτε γὰρ ὅτε βουλόμεθα τοῖς πάθεσι τῶν ἀνθρώπων ἐντυγχάνουσιν οἱ ἰατροί· τύχῃ γὰρ καὶ τῷ σπανίῳ τῆς γενέσεως δουλεύει ταῦτα–, ἔτι μὴν καὶ ἐπικίνδυνος τῷ ἐν σώματι, ῥευστῷ μὲν διὰ τὴν ὕλην καὶ ἀβεβαίῳ, κεκτημένῳ δὲ καὶ θείαν δύναμιν ψυχικήν, γυμνάζεσθαι τὴν ἰατρικὴν τέχνην καὶ οὐκ ἀψύχῳ καὶ ἀτίμῳ καθάπερ τὰς ἄλλας τέχνας· πρὸς δὲ τούτοις καὶ τὰ πάθη ὑπὸ πολλῶν αἰτίων γεννᾶσθαί τε καὶ αὐξάνεσθαι καὶ διὰ τοῦτο δυσχεραίνειν τὴν πεῖραν ἐν τῷ διακρίνειν τὸ ποιητικὸν αἴτιον· φέρε τῷ λόγῳ ψιλῷ χωρὶς ὑποκειμένης ὕλης ἀσωμάτως πᾶσαν περιλαβὼν ἐν ὀλίγῳ χρόνῳ διδάξω καὶ διὰ τοῦτο καὶ ἐπιστημονικὸν λόγον ποιήσω καὶ τὰς αἰτίας πάσας ὑποθήσομαι σὺν ταῖς διαγνώσεσι πρὸς τὸ σὲ λοιπὸν τῇ πείρᾳ γυμνάζειν τὸν λόγον, [τότε δ'] ἄν σοι κατὰ τύχην περιπέσῃ τι πάθος, ἐφαρμόζων τὸν λόγον καὶ γυμνάζων καὶ ἀληθῆ τοῦτον εὑρίσκων.» τὸ δὲ μέγιστον τοῦ ἀνδρὸς ὅτι οἱ παρ' αὐτοῦ λεγόμενοι Ἀφορισμοὶ [οὐχ] ἁρμόζουσι μόνῃ ἰατρικῇ ἀλλὰ καὶ κοινῶς παντὶ τῷ βίῳ· νόμοι γάρ εἰσι καθολικοὶ θεσπίζοντες καὶ κανονίζοντες τὰ γινόμενα. ὅταν λέγῃ «ἐν τοῖσι γυμναστικοῖσιν ἐπ' ἄκρον εὐεξίαι σφαλεραί» καὶ «πᾶν τὸ πολὺ τῇ φύσει πολέμιον» καὶ «ὕπνος ἀγρυπνίη μᾶλλον γιγνόμενα τοῦ μετρίου κακόν», καθολικὸν δίδωσιν ἡμῖν κανόνα καὶ νόμον ἐπὶ παντὸς πράγματος, ὡς πᾶν μέτρον ἄριστον, καὶ πάλιν «τὰ μὴ καθαρὰ σώματα ὅσα ἂν θρέψῃς μᾶλλον βλάψῃς», ὃ δύναται καὶ περὶ ψυχὴν μεταφέρεσθαι· οὕτω γὰρ ὁ θεῖος Πλάτων ἔφη· «τὰς μὴ καθαρὰς ψυχὰς ὅσῳ ἂν παιδεύσῃς μᾶλλον βλάψῃς»· τῆς γὰρ ἀσωμάτου ψυχῆς ἀσώματος τροφὴ παίδευσις. καὶ ἐπὶ ἄλλων δὲ ἀφορισμῶν τὸ εἰρημένον κρίνων εὑρήσεις. ἔχουσι δὲ καὶ τὸ διωρισμένον καὶ τὸ συνεχές, ὃ καὶ αὐτὸ τελείας ἀρετῆς ἐστι σύμβολον· ὡς γὰρ ἐπὶ τῶν γραμμικῶν καὶ ἐπ' αὐτῶν, εἰ οὕτως ἔτυχεν, ὁ πέμπτος τὸν τέταρτον σαφηνίζει καὶ ὁ τέταρτος τὸν τρίτον καὶ ὁ τρίτος τὸν δεύτερον καὶ ὁ ἐφεξῆς ὡσαύτως, καὶ προβαίνων σαφῶς τοῦτο ποιεῖται τὴν τάξιν φυλάττων τοῦ λόγου καὶ τὸ ἀκόλουθον τῆς αἰτίας ἐπὶ ἡλικιῶν ἢ ὡρῶν καὶ παθῶν καὶ τῶν παραπλησίων. Οἱ ἵπποι ὅταν ἐκφεύγωσιν οὐ κινοῦσι τὰς οὐράς, ἀλλ' ὅταν γυμνάζωνται, ὅτι ἡ κίνησις τῆς οὐρᾶς διὰ πόνον ἢ διὰ κακίαν τῆς ψυχῆς. συμβαίνει δὲ τοῦτο τοῖς μαλακοῖς· οἱ γὰρ εὐγενεῖς εὐκινήτους καὶ ὀρθὰς ἔχουσιν αὐτάς. Διὰ τί οἱ μακρὰν ἔχοντες τὴν οὐρὰν ἀσθενῆ καὶ μὴ δασεῖαν κακοὶ τὰς ψυχὰς ὡς ἐπὶ τὸ πολύ; ὅτι σημαντικὸν ἡ οὐρὰ ἀρετῆς καὶ κακίας, ὀρθὴ οὖσα ἢ ἀνέσιμος ἢ κινουμένη ἢ ἑστῶσα· τῶν θαρρούντων γὰρ ὀρθή, τῶν φοβουμένων καὶ ἀπεστραμμένων ὑπειλημμένη. αἴτιον δὲ ὅτι συνέχειά τις ἀπὸ τῶν κυρίων τόπων τοῦ ζῆν, ἐν οἷς ὁ θυμός, εἰς ταύτην συνάπτει. Ἡ ἵππος ὀλιγοχρόνιος οὖσα πλείω χρόνον φέρει ἐν γαστρί, ὅτι πολὺ λείπεται τῶν μακροβίων καὶ ὅτι ἀτονώτατον· μονοτόκον γάρ. Τῶν ἵππων οἱ ἄρρενες μᾶλλον χρεμετίζουσι, τῶν δὲ προβάτων καὶ αἰγῶν τὰ θήλεα μᾶλλον βληχᾶται, ὅτι τῶν φωνῶν αἱ μὲν θυμικαί, αἱ δὲ ἄθυμοι· τὰς μὲν οὖν θυμικὰς οἱ ἄρρενες ἀφιᾶσι, τὰς δ' ἀθυμοτέρας τὰ θήλεα. ὁ οὖν χρεμετισμὸς θυμοῦ, ἡ δὲ βλήχησις ἀσθενείας. Τῶν ἵππων ἐὰν μίαν ἢ δύο σπάσῃ τρίχας, πονοῦσιν, ὅτι οὐκ ἀκολουθεῖ τῇ ἀντισπάσει τὸ δέρμα. ἐὰν δὲ ἀθρόας ἑλκύσῃ τις, οὐ γίνεται σπασμός· τὸ γὰρ δέρμα συνακολουθεῖ. Αἱ ἵπποι ὅταν σκυζῶσιν ἐκτομάζουσαι πρὸς ἄρκτον καὶ πρὸς μεσημβρίαν θέουσιν, ὅτι δέονται καταψύξεως· ἐκ θερμότητος γὰρ τὸ πάθος, βορρᾶς δὲ καὶ νότος ὡς ἐπὶ τὸ πλεῖστον πνέουσιν. Αἱ ἵπποι ἐὰν ὀχευθεῖσαι βρεχθῶσιν ἀνοχεύονται, ὅτι ψύχονται τὰ σώματα καὶ κωλύονται συλλαμβάνειν τὸ σπέρμα. διὰ τοῦτο καὶ πάλιν δεῖται ὀχείας. Τοῖς ἵπποις ἐκ τῶν οὐλῶν φύονται τρίχες, τοῖς δ' ἀνθρώποις οὔ, τοῖς μὲν διὰ τὴν ἀσθένειαν τῆς τριχός, τοῖς δ' ἵπποις οὐ κεώλυκεν ἀλλ' ἔφθειρε· διὸ καὶ λευκαὶ φύονται τούτοις· διὰ τὸ δέρμα ἀσθενέστερον γεγονέναι καὶ ἡ λευκὴ θρὶξ ἀσθενεστέρα. Οἱ ὄνοι δύσριγοι καὶ ψυχροὶ καὶ διὰ τοῦτο οὐ γίνονται ἐν τῇ Σκυθίᾳ. Τῶν ἵππων οἱ ὀρθὰ τὰ σκέλη ἔχοντες καὶ ἐπισκύνιον μέγα λίαν χωλοὶ γίνονται ταχέως, εἰ δὲ μέσον, ἀσφαλέστατοι· ἢ ὅτι μικρὸς μὲν ὢν οὐ παρέχει ἔνδοσιν, ἀλλ' οἷον πληγὴ γίνεται. ὅταν δὲ σύμμετροι, ἐνδίδωσι καὶ γίνεται βάσις, οὐ πληγή. ἐὰν δ' αὖ μείζω τοῦ καιροῦ, καταρρήγνυται πλείονος τοῦ βάρους ἐμπίπτοντος διὰ τὴν ἔνδοσιν. διὸ καὶ αἱ χελῶναι ἀνόμοιοι· τῶν μὲν γὰρ μικρὸν ἐχόντων παραπίμπλανται τὰ σκέλη καὶ ἀνοιδεῖ, τῶν δὲ μέγα καταρρήγνυται καὶ ἀφελκοῦται ὁ τόπος. Ἵππος ἐὰν ἐμέσῃ, θνῄσκει, ὅτι παρὰ φύσιν· ἢ οὐ τούτου αἴτιον, ἀλλὰ σημεῖον ἑτέρου μείζονος, ὅτι ἐν τοῖς εἰλεοῖς ἂν ἐμῶσι κόπρον. Ἐὰν διαρροίᾳ πέσωσι, θνῄσκουσιν, ὅτι μανὴ καὶ πυκνὴ ἡ σὰρξ αὐτῶν· σημεῖον δὲ τὸ εὐίδρωτα καὶ εὐκίνητα εἶναι. Οἱ γηραίτεροι τὸ κάτω χεῖλος προτείνουσι, ὅτι ἀνίεται αὐτῶν ἡ φύσις, τὸ δὲ κάτω χεῖλος μεῖζον καὶ σαρκωδέστερον καὶ ἧττον πρὸς τῷ ὀστῷ. Θᾶττον οὐροῦσιν ἐν τοῖς μαλακοῖς χωρίοις ἢ τοῖς στερεοῖς, ὅτι ῥαίνονται ἧττον· φεύγει δὲ τοῦτο σφόδρα. καὶ ὅταν ὑποστρωννύωνται ἐπὶ τῷ καθεύδειν οὐροῦσιν· ἡ ἄνεσις δὲ τοῦ σώματος αἰτία ἐστί. τὸ δὲ στερεὸν ἀντίτυπον ὂν συντονίαν τινά. ἡ διαγωγὴ τῶν σκελῶν καὶ ἡ πρόσνευσις τῆς ὀσφύος εἰς τὴν πρόθεσιν. Ἵπποι καὶ ὄρνεις ἥκιστα δύνανται πεινᾶν, ὅτι ἔχουσι θηρίδια ἐν τῇ ἄνω κοιλίᾳ παραπλήσια πρὸς τοὺς ἕλμινθας, ἃ ἐξαναλίσκει τὴν τροφήν. Αἱ ἵπποι ῥᾷον φέρουσιν ἐν τῇ κυήσει ἡμιόνων καθάπερ καὶ αἱ γυναῖκες τὰ ἄρρενα τῶν θηλείων· ἰσχυρότερα γὰρ ὄντα μᾶλλον ἐξαναλίσκει τὰ περιττώματα. Ἐκτιτρώσκει ῥᾳδίως ἵππος, ὅτι σφοδρότατον καὶ συντονώτατον. Οἱ ποικίλοι ἵπποι ὡς ἐπίπαν ἀγεννεῖς, τῶν δὲ φαλίων καί τινες γενναῖοι, καίτοι ἡ φαλιότης ποικιλότης, ὅτι ἐπ' ἔλαττον ἡ ἐξαλλαγὴ τοῦ φαλίου· ἡ ποικιλία δὲ διὰ τὸ ἀνώμαλον ἀγεννεῖς ποιεῖ. Οἱ πῶλοι κατακλίνονται μᾶλλον τῶν γηραιοτέρων, ὅτι τοῖς μὲν πολὺ τὸ βάρος, τοῖς δὲ ὀλίγον· τὰ μὲν γὰρ κῶλα οὐκ ἐπαυξάνεται τοῖς ἵπποις, τὸ δὲ σῶμα. Τοῖς ἵπποις τὸ περίττωμα ἐν γυμνασίᾳ δυσωδέστερον, ὅτι καὶ τοῖς καθαιρομένοις κάτω ὑπὸ φαρμάκων, ἢ ὅτι τότε ἧττον πέττουσι, τὰ δὲ ἄπεπτα δυσωδέστερα. Ἵππος καὶ ὄνος οὐρεῖ μετὰ τὴν ὀχείαν, ὅτι πονοῦσι διὰ τὸ μέγεθος, βοῦς δὲ διὰ τὴν συντονίαν. Ἵππος καὶ ὄνος ἐξουρεῖ τὸ σπέρμα, βοῦς δὲ οὔ, ὅτι τοῖς μὲν πόρρω ἐξακοντίζεται τὸ σπέρμα διὰ τὴν συντονίαν, τοῖς δὲ ἐγγύς. Ἐπὶ τὰ τῶν ἵππων ἕλκη κριθὰς κεκαυμένας ἐπιπάττοντες οὐ λευκαὶ φαίνονται αἱ οὐλαί, ἀλλ' ὁμοῖαι τῷ λοιπῷ δέρματι, ὅτι τὸ τῆς κριθῆς κατάκαυμα ξηρὸν ὂν ἀναλαμβάνει τὴν ὑγρότητα καὶ ἐξομοιοῖ τὸ δέρμα τῷ ἄλλῳ. Οἱ ἵπποι κατὰ τὴν ἕδραν ποταμοῖς ἀποπνίγονται, ὅτι εὐρὺ τὸ ἔντερον ἔχουσιν, ἐπεὶ καὶ εὐμαρῶς ἀφοδεύουσιν. Τὰς ἵππους καὶ τὰς ὄνους, ὅταν ὀχευθῶσι, μετὰ τὴν ὀχείαν διώκουσιν, ὅτι οὐροῦσι καὶ συνεξουροῦσι τὴν γονήν. Τὰ στρογγύλα ἕλκη δυσαχθέστερα τῶν ἄλλων, ὅτι τὰ κυκλικὰ σχήματα κἂν καὶ μικρὰ τῇ περιοχῇ μείζονα τῷ ἐμβαδῷ. Ἡρόφιλος λέγει ὅτι ἐν πᾶσι τῷ μέσῳ πλεῖον κίνησις, ὡς ἐν ποταμῷ καὶ πυρί· ἐπεὶ οὖν τὰ στρογγύλα ἕλκη συνῆκται εἰς τὸ μέσον κατὰ πᾶν μέρος, σφοδροτέρα γίνεται ἡ κίνησις. ἢ ὅτι ἐν τοῖς ἄλλοις σχήμασι τῶν ἑλκῶν συμβαίνει ἡ ἐπούλωσις θᾶττον διὰ τὸ τὰ ὑγιῆ σώματα συμβαίνειν εἶναι πλησίον, ἐπὶ δὲ τῶν στρογγύλων ἐπίσης ἀφέστηκε τῶν ἑλκῶν. Τὰ ἄκρα τοῦ σώματος ἐπιτήδεια πρὸς σῆψιν ὡς ἐμπερίψυκτα, καὶ πλέον τὰ κοῖλα διὰ τὸ πλεονάζειν τῆς σηψοποιοῦ ὑγρότητος. Μετὰ ὑγείαν ἑλκῶν καὶ φλεγμονῶν κνησμοὶ γίνονται, ὅτι ἐπικρατοῦντος τοῦ οἰκείου ἀπελαύνεται ἐκ βάθους τὸ ἀλλότριον. Οἱ ὑδρωπικοὶ διψῶσιν ὡς ζητοῦντες τοῦ παρὰ φύσιν ὑγροῦ τὸ κατὰ φύσιν, ἢ ὅτι οὐκ εἰς τοὺς δεομένους πόρους τὸ κατὰ φύσιν ὑγρὸν μερίζεται, ἀλλ' ἔξω διωθεῖται. διψῶσιν οὖν ὡς μὴ πίνοντες. Εἰ διψῶντες παραβάλοιμεν εἰς τὸ λοετρόν, τὸ σῶμα οἱονεὶ ἐπισπᾶται διὰ τῶν τῆς ἐπιφανείας πόρων τὸ ὑγρὸν καὶ γίνεται ἄδιψον, ἐπὶ δὲ τῶν μὴ διψώντων διψητικόν, ὅτι τὸ μὴ προκείμενον ὑγρὸν ἐν τῷ σώματι προΐεται διὰ τῶν ἱδρώτων. Ἧπαρ ἢ σπλῆνα ἢ πνεύμονα πασχόντων ἐπὶ τῶν πεπονθότων ῥᾴων ἡ κατάκλισις, ἐπὶ δὲ τῶν πεπονθότων δύσκολος, ὅτι ἐκκρεμασμός τις γίνεται τῶν πασχόντων μορίων. Ἐν τοῖς παροξυσμοῖς τὰ ἄκρα περιψύχεται, ὅτι ὅπου ἡ ἀρχὴ τῆς κινήσεως, ἐκεῖ καὶ ἡ ὕλη· ἡ δὲ ἀρχὴ ἐν τῷ βάθει, ἐν τούτῳ καὶ ἡ ὕλη· καὶ διὰ τοῦτο τὰ ἄκρα ψυχρά. Ἡ δίψα κατὰ ξηρότητα γίνεται, ἥτις πύκνωσιν ποιεῖ. διψῶντες οὖν εἰ προσενέγκοιμεν ὕδωρ ψυχρόν, ἡδόμεθα, καίτοι τῆς πυκνότητος ἐπιτεινομένης τῷ ψυχρῷ. καὶ ὥσπερ τὸν ὕπνον οὐ λέγομεν χαλαστικὸν ἐν τοῖς σώμασιν, οὕτως οὐδὲ τὸ ὕδωρ, ἐπειδὴ ἡδονῆς παρεκτικόν ἐστιν. ἡ διὰ τοῦ σκάφους αἰώρα διαφορητικὴ τῶν παχυμερῶν σωμάτων, τοῦ δὲ αἰσθητικοῦ πνεύματος πυκνωτικὴ καὶ διὰ τοῦτο ὕπνου ποιητική. Ἐπὶ τὴν μήνιγγα εἰ γένηται ἕλκος, θανάσιμον διὰ τὸ τὴν συλλεχθεῖσαν ἐκ τῆς ἑλκώσεως ὕλην ἐπὶ τὰ κύρια μέρη τοῦ ἐγκεφάλου θλῖψιν ἀπεργάζεσθαι καὶ σπασμόν, μὴ δυνηθεισῶν τῶν ὑλῶν διαπνεῦσαι. Ἰστέον ὅτι κυριώτατα τὰ περὶ τὸ βρέγμα μέρη ὄντα λεπτὴν ἔχει τὴν ὑποκειμένην μήνιγγα καὶ διὰ τοῦτο ἐπικίνδυνον. πρὸς δὲ τὴν συνούλωσιν ἐλθόντα εὐιατότερα, ὅτι σφοδροτέρα γίνεται ἡ συνέργεια τῶν κυριωτέρων μερῶν. τὰ περὶ τὸ ἰνίον ἀκινδυνωδέστερα διὰ τὸ τὴν μήνιγγα αὐτῶν σαρκώδη εἶναι, δυσιατότερα διὰ τὸ μὴ ἔχειν συνέργειαν πολλήν. Ἐφ' ὧν τοιαῦτα τραύματα περὶ τὴν κεφαλήν ἐστιν, εἰ αὐτομάτως λυθείη ἡ κοιλία, θάνατος, εἰ δ' οὖν, σωτηρίαν ὑποφαίνει· ὅτι, εἰ ἡ γαστὴρ λυθῇ ἐκ τῆς κεφαλῆς τὴν ὑπόστασιν ἔχουσα, κίνδυνον ἀπειλεῖ, εἰ δὲ τῷ λόγῳ τῆς διαίτης ἐξυγρανθεῖσα τὴν λεπτοποιηθεῖσαν ὕλην ἐπὶ τὰ κάτω μέρη δίδωσι, τὴν κεφαλὴν ἀνενόχλητον ποιεῖ. Ἡ ἐκ τῆς ἀνθρακιᾶς θέρμη κεφαλαργική {δέ}, ὅτι πολλή ἐστι καὶ πυκνωτική, ἡ δ' ἐκ τῶν ξύλων ἔχει καὶ ἰκμάδα καὶ δῆλον ἐκ τοῦ καπνοῦ. δεῖ δὲ τοὺς ἄνθρακας σβεννύειν οἴνῳ ὀλίγῳ, ἵνα μὴ παρακολουθήσῃ ἐξ αὐτῶν βλάβη. Τοῖς θαλαττουργοῖς ἐπιπολάζει τὰ πτερύγια, ὅτι ἐκ τῶν θαλαττίων ἀτμῶν δριμυτέρων ὄντων ἀναβιβρωσκόμενα τύλωσιν μετὰ φλεγμονῆς ἀναδέχεται. δύο δὲ εἴδη τούτων, τὰ μὲν προσηρτημένα, τὰ δὲ συμφυῆ. Ὁ πυρετὸς πολλάκις λύει τὴν ὀφθαλμίαν, πολλάκις ἀπεργάζεται, ὅτι ὁ πυρετὸς λόγῳ τινὶ μετασυγκρίσεως· καὶ εἰ μὲν ᾖ μέτριος, ὠφελεῖ, εἰ δὲ σφοδρός, βλάπτει. καὶ ὅτε ξηραντικός ἐστιν, ὠφελεῖ, ὅταν δὲ ἐναποσκηπτικός, ὡς ἀνάπαλιν. Ἐν τῷ θέρει μᾶλλον αἱ ὀφθαλμίαι ἐκ τοῦ ξηροῦ καὶ θερμοῦ ὄντος. τοῦτο δὲ ἀπὸ ῥεύματος, ὅτι τὸ φαιδρὸν πολὺ ὂν βλάπτει τὰς ὄψεις· τὸ γὰρ ὑπὲρ τὸ δέον λευκὸν συγχυτικόν. ἐν γοῦν τῷ θέρει αἴτιον τῆς ὀφθαλμίας τὸ φαιδρὸν τοῦ ἡλίου. Ὁμοιότης ἐστὶν ὀφθαλμῶν καὶ ὤτων· πῶς γοῦν συμπάσχοντος ὀφθαλμοῦ συμπάσχει καὶ ὁ ἕτερος, οὐ μὴν καὶ ἐπὶ τῶν ὤτων; ὅτι ἐπὶ τῶν ὀφθαλμῶν πολλὴ ἐγγύτης καὶ ὅτι τὰ ἐπὶ τῶν ὀφθαλμῶν συγκινητικὰ ἔνδοθεν, τὰ δὲ τῶν ἀκοῶν ἔξωθεν. Τινὲς ὀφθαλμιάσαντες ὀξύτερον ὁρῶσιν, ὅτι καθαίρονται τῇ ἀποδακρύσει ὡς ἀπό τινων διακρουστικῶν κολλυρίων.

Intertext edge

Open linked passage

Note