Opuscula logica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
5.1.1
Εἰς τὸν δρουγγάριον τῆς βίγλης κῦριν Κωνσταντῖνον τὸν Ξιφιλῖνον, ἀξιώσαντα αὐτὸν μεταβαλεῖν τὸ τοῦ Ἀριστοτέλους λογικὸν Ὄργανον ἀπὸ τοῦ ἀσαφοῦς ἐπὶ τὸ σαφές. Δεύτερον τοῦτον ἆθλον ἐπιτάττεις βαρύτατον, φίλτατε πάντων ἐμοὶ καὶ σοφώτατε, τὴν τῶν Ἀριστοτελικῶν συγγραμμάτων ἐπὶ τὸ σαφέστερον μεταποίησιν, οὐκ οἶδ' ὁπόθεν τῆς ἡμετέρας περὶ τὸ λέγειν δυνάμεως στοχασάμενος ἢ ἐξ οἵων πρώτων λογικῶν γεννημάτων οὐδὲ τὸ πρὸς τοσοῦτον τὸν τόκον ἀπογινώσκων ἡμᾶς, ὃν αὐτὸς μόνος Ἀριστοτέλης κυήσας ἂν καὶ ἀπέτεκεν. εἰ μὲν γὰρ ἐξ ὧν πολλάκις ὁμοῦ συλλαμβάνομέν τε καὶ ἀποτίκτομεν τὰς γονὰς σχεδιάζοντες τὴν γεννητικὴν ἡμῶν ἐχαρακτήρισας δύναμιν, τῷ κώνωπι, φασίν, ἀπεικάζεις τὸν λέοντα, καὶ τάχα ἂν καὶ τὸν πίθηκον ἐλέφαντα γεννῆσαι καταναγκάσειας. εἰ δ' ἀπό τινος φυσιογνωμονικῆς ἐπιστήμης, ἀπὸ σωμάτων φερούσης ἐπὶ ψυχάς, τὸν ἡμέτερον κατείληφας νοῦν οὕτω ποριμώτατον ἐπὶ τὴν λογικὴν γένναν καὶ εὔτονον, ὡς πρὸς μηδοτιοῦν ἀποστερεῖσθαι ὥστε ἀνεμιαῖον ἀποτεκεῖν, τοῦτο μὲν τῆς σῆς ἔστω ἀγχινοίας τε καὶ ὀξύτητος καὶ τοῦ λεπτοτάτου νοός, ᾧ μηδέν ἐστιν ἐμποδὼν σῶμα κείμενον πρὸ ψυχῆς, εἰ μή γε μᾶλλον καὶ ὁδηγὸν πρὸς τὰ ἐναντία τούτων καὶ ἄδυτα. ἡμεῖς δὲ ἐν μὲν σαπφείρῳ πολλάκις ἀνεστήσαμεν κολοσσὸν καὶ ἐν ὄνυχι πυραμίδα ἠγείραμεν, πρὸς ἐνίους τὴν τέχνην ἐπιδεικνύντες, οὔπω δὲ ἐν πανελλήνῳ θεάτρῳ τοιοῦτόν τι διωργανώσαμεν, οὐδὲ ἐν ὕλῃ χωρούσῃ τῆς τέχνης τὸ μέγεθος, ὥστε καθαρώτατα φανῆναι καὶ τὰς ἀρχὰς καὶ τὰ σχήματα, καὶ θεῖναι μὲν τὰ ἔργα πρὸς ἥλιον, μὴ πεσεῖν δὲ ἐκτὸς τὴν σκιάν, ἀλλ' ἀπανασωθῆναι ταύτην τῷ ἐφεδράσματι. Οὐκ οἶσθα δὲ ὡς πολὺ χαλεπώτερον τοῦ τίκτοντος λόγον τὸ τὸν ἑτέρου τόκον ἀφ' ἑτέρου εἰς ἕτερον ἀλλοιῶσαι εἶδος, ὥσπερ τοῦ κύκλον ποιοῦντος τὸ τὸν πεποιημένον τετραγωνίσαι, ὡς τὰς πλευρὰς ἰσάζειν τῇ περιμέτρῳ, καὶ τοῦ κύνα γλύψαντος λίθῳ τὸ εἰς Ἑρμῆν μεταβαλεῖν τὸ γεγλυμμένον κυνίδιον; εἰ οὖν τὰ τοῦ φιλοσόφου συγγράμματα καὶ κατὰ τὴν ἐξ οὐκ ὄντος γέννησιν ἀπαράμιλλα μεταμείψομεν, ποῦ τὴν μεταποίησιν θήσομεν ἢ ποίας τάξεως ἀξιώσομεν; πολὺ γὰρ ταύτην ἐκείνης ὁ λόγος ἐργωδεστέραν παρέστησεν. Ὁρᾷς εἰς οἵους ἄθλους ὁ Εὐρυσθεὺς σὺ τὸν πολλοστὸν Ἡρακλέα καταναγκάζεις ἐμέ, οὐχὶ τῆς Αὐγέου αὐλῆς τὴν κόπρον ἀποφορτίσασθαι, ἀλλὰ τὴν τοῦ τῆς φιλοσοφίας μύρου ἱερὰν ὀσμὴν εἰς ἑτέραν μεταλλάξαι ποιότητα, καὶ τὰ χρυσᾶ τῶν Ἑσπερίδων μῆλα, τὸν τῆς θυραίας φιλοσοφίας καρπόν– εἰς τοῦτο γὰρ ἐμοὶ τείνει τὸ τῶν Ἑσπερίδων ὄνομα ὡς πρὸς τὴν ἡμετέραν τῶν λόγων ἀνατολήν–, εἰς ὕλην μεταμεῖψαι καλλίονα, καὶ ἀναστῆσαι τὴν Ἄλκηστιν, τὴν φιλόσοφον ἔννοιαν τῇ τῆς ἀληθείας κεκαλυμμένην σκιᾷ; ἀλλὰ τίς ἀποκινήσει τὸν λίθον, εἰ μή τις θειοτέρας εἴη τυγχάνων φύσεως; τίς δὲ ἐμπνεύσει τοῖς ἀπεψυγμένοις ὀστέοις ψυχὴν ἢ τῷ ἀρτιθανεῖ τῆς Σαραφθίας υἱεῖ τὸ μετριώτατον; ἄλλος μὲν οὖν εἴη περὶ ταῦτα καὶ ὁρμητίας καὶ τολμηρός, ἐμοὶ δὲ ὁ ἐγκρυφίας ἄρτος ἀρκείτω καὶ τὸ παρ' ἑτέρας τραφῆναι χειρός· τῶν δὲ θαυμάτων ἀγγέλῳ καὶ Ἠλίᾳ παραχωρῶ καὶ τῇ σῇ– ἀλλὰ μὴ βάλοι σε φθόνου βέλος– περὶ τὸ λέγειν δυνάμει καὶ φύσει. Οἷμαι δὲ καὶ τὸν Ἀλκμήνης υἱὸν τοιαῦτα πολλὰ λέγειν πρὸς τὸν Εὐρυσθέα κελεύοντα, καὶ μάλιστα ὅτε κατὰ τῆς ὕδρας ἐπέμπετο· δεινὸν γὰρ ἦν καὶ δυσμεταχείριστον τὸ θηρίον τῷ τε κύκλῳ φῦναι τὰς κεφαλὰς καὶ τῷ μὴ νεκροῦσθαι τὰς ἄλλας τῆς μιᾶς τεμνομένης, ἀλλὰ κἀκείνας ἐνεργεῖν καὶ τὴν τμηθεῖσαν αὖθις ἀναβλαστάνειν. ἀλλ' ὅμως οὐκ ἔφυγε τὸν ἀγῶνα, ἀλλ' ἐποίει κατὰ τὸ ἐπίταγμα. ἀλλὰ τῷ μὲν κυνὶ καὶ τῷ κάπρῳ μόνος προσέβαλεν, ἐπὶ δὲ τὴν ὕδραν τὸν Ἰόλεων παρεκάλεσε, καὶ τοῦ μὲν τέμνοντος, τοῦ δ' ἐπικαίοντος τὸ θηρίον ἀνῄρηται. Ἐπεὶ οὖν καὶ Ἀριστοτέλης κατ' οὐδὲν τῆς παλιμφυοῦς ὕδρας ἐλάττων ἐστίν, εἰ μὴ καὶ μείζων τὴν δύναμιν καὶ χείρων τὴν μεταχείρισιν– ἐκείνῃ μὲν γὰρ ἶσαι πᾶσαι αἱ κεφαλαί, τούτῳ δὲ καὶ πλείους αἱ δόξαι τοῦ αὐτοῦ πράγματος καὶ ἀνόμοιαι–, ἐπεὶ οὖν καὶ ἶσος καὶ κρείττων καὶ χείρων, τὸ μὲν τῷ πλήθει τῶν δοξῶν, τὸ δὲ τῇ δυνάμει, τὸ δὲ τῇ δοκούσῃ, ἔν τισι δὲ καὶ οὔσῃ διαφορότητι, καὶ οὐδὲν ἧττον ἀληθεύομεν περὶ τῶν αὐτοῦ ἐναντίως φθεγγόμενοι, δεῖ κἀμοὶ συνεργοῦ ἐπὶ τὸ ὑδραῖον τοῦτο κακόν· τῆς ῥεούσης γὰρ καὶ αὐτὸς φύσεως «τί μ' ἀθανάτοισιν ἐίσκεις»; ὁ μὲν Ἡρακλῆς πρὸς τὸν Εὐρυσθέα οὐκ εἶχε καταφυγεῖν· οὔτε γὰρ ἐκεῖνος τοιοῦτος τὴν δύναμιν, οὔτε οὗτος μικρᾶς τῆς προσθήκης ἐδεῖτο, καὶ διὰ τοῦτο παρελαμβάνετο ὁ Ἰόλεως. ἐγὼ δὲ σοὶ τῷ ἐμῷ δυνάστῃ καὶ ἐπιτάττοντι πείθομαι καὶ μόνον ἀρκεῖν ἡγοῦμαι περὶ τὴν σύλληψιν· εἰ δ' οὐ φιλοκίνδυνος, οὐδὲ αὐτὸς ἀναγκάσω ὥστε καὶ χεῖρας ἐπιβαλεῖν τῷ θηρίῳ. Οἶσθ' οὖν ὃ ποιήσεις; ὅ φασι πολλάκις τὸν Δαίδαλον. ἐκεῖνος μὲν γάρ, ἐπειδὴ τὴν τέχνην εἰς ἄκρον ἠκρίβωσεν, ἀποτόμοις λίθοις οὐκ ἐπεχείρει, ἀλλ' ἑτέροις τοῦτο παρεκελεύετο· ἐπὰν δὲ ἐκεῖνοι ἔκοψαν τὸν λίθον καὶ ἐσχημάτισαν, οὗτος παραλαμβάνων μετεχειρίζετο. ἐγὼ μὲν οὖν σοὶ ἀπὸ τοῦ ἀκροτόμου ὄρους ἀπορρήξας τὴν πέτραν λαξεύσω τε καὶ διατυπώσομαι, σὺ δὲ τοὐντεῦθεν παραλαμβάνων ὁ Δαίδαλος ἐπιτεχνῶ καὶ περίγλυφε· πάντως γὰρ οὐ χείρων εἶ τοῦ τῶν Ἑλλήνων θεοῦ· κἀκεῖνος γὰρ τὸν Διόνυσον ἀμβλωθρίδιον τῷ μηρῷ ἐρραψάμενος ἐμόρφωσε καὶ ὡραῖον ἀπέτεκεν. 6 Πρὸς τὸν λογοθέτην τοῦ δρόμου τὸν Ἀλωπὸν ἐρωτήσαντα· οἱ δύο Βασίλειοι ἢ οἱ δύο Γρηγόριοι ὁμώνυμοι ἢ συνώνυμοι; Τοῖς μὲν ἄλλοις, πάντων ἀνδρῶν ἐμοὶ λογιώτατε, περί τινος τῶν κατὰ φιλοσοφίαν διαπορουμένων πυνθανομένοις εὐθὺς τὰς ἀποκρίσεις ἀποδίδωμι, μηδὲν ἀναβαλλόμενος ἐς τὴν αὔριον· οἴομαι γὰρ τὰ πολλὰ τῶν αὐτοματιζομένων ἐμοὶ τὴν ἐκείνων ὑπερβάλλειν διάσκεψίν τε καὶ σύνεσιν. σοῦ δὲ καὶ περὶ τῶν ἁπλουστέρων διερωτῶντος ἐπέχω τὴν γλῶτταν καὶ οὐ ταχύς εἰμι πρὸς τὰς διαρθρώσεις τῶν ἐρωτήσεων. τοῦτο οὖν μοι πεποίηκε τὸ μὴ διελέσθαι σοι ἐρωτήσαντι εὐθὺς τὰ ὁμώνυμα. ἐπεὶ πῶς ἂν ἐμαυτοῦ ἐπελαθόμην, οὗ μηδὲ κατὰ βραχὺ ἀπολέλειμμαι; τοιοῦτον γάρ σε ὁρίζομαι καὶ τὴν ἐν ἀλλήλοις φιλίαν μὴ ἕνωσιν ἀμφοῖν πεποιηκέναι λογίζομαι, ἀλλὰ ταὐτότητα. Περὶ οὗ δὲ ἠρώτησας, μὴ οἴου φαῦλον εἶναι τὸ διαπόρημα, ἐπεὶ κἀμοὶ πολλάκις περὶ τούτου διαπορῆσαι συμβέβηκε καὶ πολλοὺς ἀνελιξάμενος λογισμοὺς μόλις που τὸ σύμφωνον τῆς δοκούσης διαφωνίας κατέλαβον. τῶν γὰρ ὁμωνύμων πρὸς τὰ συνώνυμα κατὰ μὲν τὴν τοῦ ὀνόματος κοινωνίαν συνημμένων, κατὰ δὲ τὴν τῶν ὁρισμῶν διαφορὰν διερρηγμένων, οἱ πλείους τῶν παρ' Ἕλλησι καὶ παρ' ἡμῖν ἐπὶ λόγοις εὐδοκιμησάντων ἐναλλὰξ ἐχρήσαντο τοῖς ὀνόμασι· Πλάτων τε γὰρ τοὺς Σωκράτεις ὁμωνύμους ἐκάλεσε, καὶ τοὺς Γρηγορίους ὡσαύτως ὁ μέγας τὴν θεολογίαν Γρηγόριος. καὶ οὐδ' ὡς καταχρώμενοι τῷ ὀνόματι ἅπαξ εἰπόντες ἐπὶ τὴν κυριολογίαν μετέθεσαν, ἀλλ' ὥσπερ κανόνι τούτῳ τιθέμενοι τὴν ἐπὶ τούτῳ συνωνυμίαν ἐς τὸ εἶδος τῆς ὁμωνυμίας μετήνεγκαν. τοῦτον τὸν λόγον γενναίως μὲν οἱ πλείους τῶν φιλοσοφησάντων διηπορήκασι, ἀσθενέστερον δὲ ὡς διηπορήκασιν ἐπελύσαντο. ἐπεὶ δέ σοι τῶν πολλῶν λόγων οὐ δεῖ, ἀλλὰ τῆς ἀκριβοῦς περὶ αὐτῶν διαλήψεως, ἐρῶ σαφέστατά τε καὶ συντομώτατα, ὅπως ὁμωνύμους δεῖ καλεῖν μᾶλλον ἢ συνωνύμους τοὺς κοινοῦ μετεσχηκότας ὀνόματος. Ἔστω δέ σοι πρὸ τῆς τοῦ διαπορήματος ἐπιλύσεως ὁμολογήματα ταῦτα. ἕκαστον τῶν ὑπὸ τὸ εἶδος καὶ γένος τελούντων τριττοῦ τετύχηκεν ὁρισμοῦ, τοῦ μὲν κατὰ τὴν τῆς οἰκείας φύσεως ὕπαρξίν τε καὶ ἰδιότητα, τῶν δὲ καθὸ τοῦ εἴδους καὶ τοῦ ἐπαναβεβηκότος γένους μετέσχηκε. δεύτερον τοῦτό σοι κείσθω λῆμμα, ὅτι μήτε τὰ γένη μήτε τὰ ἄτομα ὁρισμῷ ὑποβάλλεται, ἐκεῖνα μέν, ὅτι μὴ γένος ἔχουσιν ἑαυτῶν ὑψηλότερον, ταῦτα δέ, ὅτι μὴ διαφοραῖς διῄρηνται οὐσιώδεσι, τοῖς δὲ ὅροις τὸ εἶναι ἐκ γένους ἐστὶ καὶ διαφορῶν. λαβὲ πρὸς τούτοις καὶ ἑτέραν προσαγωγὴν λήμματος· τὰ ἄτομα ταῖς ἰδιότησι τῶν περὶ αὐτὰ συμβεβηκότων γνωρίζεται, ἀλλ' οὐ τῷ ὁρισμῷ τοῦ εἴδους οὗ μετεσχήκασιν. ἃ μὲν δεῖ προϋποθέσθαι τοῦ παντὸς λόγου, ταῦτά ἐστιν, ὅπως δὲ διὰ τούτων τὸ διαπόρημα αὔξεται, ὁ λόγος κατὰ τάξιν ἐρεῖ. Οἱ Σωκράτεις ἢ οἱ Γρηγόριοι Σωκράτεις τέ εἰσι καὶ Γρηγόριοι καὶ ἄνθρωποι καὶ ζῷα. κατὰ γοῦν τὸν ἀριθμὸν τῶν ὀνομάτων ἔχουσι καὶ τοὺς ὁρισμούς. τρία δὲ αὐτῶν τὰ ὀνόματα, τρεῖς ἄρα καὶ οἱ ὁρισμοί. καὶ κείσθω τῷ λόγῳ ὁ Σωκράτης τριχῶς ὁριζόμενος· Σωκράτης γάρ ἐστι καὶ ἄνθρωπος καὶ ζῷον. κατὰ μὲν τὸ Σωκράτους ὄνομα ὑπογραφήσεται Ἀθηναῖος, Σωφρονίσκου υἱός, προγάστωρ, ἐξόφθαλμος ἢ ὅ τι ἄλλο τύχῃ τῶν συμβεβηκότων αὐτῷ· ὡς δὲ ἄνθρωπος ζῷον ἐστὶ λογικόν, θνητὸν καὶ νοῦ δεκτικόν· ὡς δὲ ζῷον ἔμψυχος οὐσία αἴσθησιν ἔχουσα. ὁ τοίνυν ἕτερος Σωκράτης κατὰ μὲν τὸν τοῦ εἴδους λόγον καὶ τοῦ ζῴου συνώνυμος ἔσται αὐτῷ· μετέχει γὰρ τοῦ ὀνόματος καὶ λογικόν ἐστι ζῷον καὶ οὐσία αἰσθητική τε καὶ ἔμψυχος, κατὰ δὲ τὴν ὑπογραφὴν τοῦ ὀνόματος ὁμώνυμος πρὸς ἐκεῖνον φανήσεται, τοῦ μὲν αὐτοῦ ἐκείνῳ τυχὼν ὀνόματος– Σωκράτης γὰρ ἄμφω–, διαλλάττων δὲ πρὸς ἃ ἐκείνῳ συμβέβηκεν· ὁ μὲν γὰρ ἴσως τετανόθριξ, ὁ δὲ οὐλόθριξ, καὶ ὁ μὲν τὴν ῥῖνα ἐπίγρυπος, ὁ δὲ κοίλην ταύτην προβεβλημένος, καὶ ὁ μὲν μέλας, ὁ δὲ λευκός. εἰ δὲ κἀν τούτοις κοινωνία τίς ἐστιν ἐν ἀμφοῖν, ἀλλ' οὐκ ἐν ἅπασιν· ἀδύνατον γὰρ τοὺς αὐτοὺς καὶ ὁμοπατρίους εἶναι καὶ ὁμοφυεῖς καὶ ἰσήλικας, τὴν γνῶσιν ἴσους, ὁμοίους τὴν παίδευσιν, κατὰ μηδὲν διαφέροντας. ᾗ οὖν παραλλάσσουσι, διαπεφωνήκασιν, ᾗ δὲ διαφέρετον, τὴν ὁμωνυμίαν ἐκτήσαντο. Κατὰ τοῦτον τὸν λόγον καὶ τῷ μεγάλῳ Γρηγορίῳ ὁμώνυμος ὁ λοιπὸς Γρηγόριος πέφυκεν, εἴτε ὁ Νύσσης ἐστίν, ὥς τινες οἴονται, εἴθ' ἕτερός τις ὕλη ταῖς συκοφαντίαις γενόμενος. οὗτοι γὰρ οἱ Γρηγόριοι τοῦ μὲν ὀνόματος τοῦ αὐτοῦ μετεσχήκασι, τῆς δὲ ἐπὶ τῷ ὀνόματι ὑπογραφῆς διαφόρως κεκοινωνήκασι. τὸν μὲ γὰρ θεολόγον ὑπογράφων ἐρεῖς, ὅτι Καππαδόκης, ὅτι Γρηγορίου καὶ Νόννης υἱός, ὅτι τὴν θεολογίαν πολύς, λευκὸς τὴν τρίχα, μέτριος τὴν ἡλικίαν, τὸ χρῶμα τοιόσδε, τὴν φύσιν ὀξὺς ἢ καθεστηκώς. ὁ δ' ἄλλος οὐ πάντως πάντων αὐτῷ τούτῳ συγκεκοινώνηκεν, ἀλλὰ κατά τι παρήλλακται. ὁμώνυμοι μὲν οὖν εἰκότως εἰσί, Γρηγόριοι ἄμφω κατονομαζόμενοι, διαφόρου δὲ τῆς ἐπὶ τῷ ὀνόματι τυχόντες ὑπογραφῆς. Ἀλλ' ἐρεῖς ὅτι «διὰ τί μὴ συνωνύμους, ἀλλ' ὁμωνύμους τούτους φαμέν, οἷον ἐπὶ τῶν Γρηγορίων, ὅτι Γρηγόριοι ἄμφω καὶ λογικὰ ζῷα καὶ δεκτικὰ ἐπιστήμης καὶ νοῦ; εἰ οὖν κοινὸν αὐτοῖς καὶ τὸ ὄνομα, κοινὸς δὲ καὶ ὁ ὁρισμός, πῶς οὐ συνώνυμοι μᾶλλον εἶεν, ἀλλὰ ὁμώνυμοι;» ὅτι τὸ εἶναι τοῖς αὐτοῖς ζῴοις λογικοῖς καὶ θνητοῖς οὐχ ὡς Γρηγορίοις οὖσίν ἐστιν, ἀλλ' ὡς ἀνθρώποις, ὥσπερ καὶ τὸ εἶναι οὐσίαις ἐμψύχοις αἰσθητικαῖς οὐχ ὡς ἀνθρώποις οὖσιν, ἀλλ' ὡς ζῴοις. ζητοῦμεν δὲ τοὺς τῶν ὑπάρξεων ὅρους, οὐ τῶν μετεχομένων εἰδῶν καὶ γενῶν. ὁ τοίνυν καθ' ἕνα ἡμῶν, ᾗ μὲν ἀπὸ συνδρομῆς συμβεβηκότων συνέστηκε, τὴν ἰδίαν δεικνύει ὕπαρξίν τε καὶ ἰδιότητα, ᾗ δὲ ἄνθρωπος λέγεται, τῇ μετοχῇ τοῦ εἴδους προσαγορεύεται. ὁ γοῦν ὁριζόμενος τὸν Γρηγόριον ζῷον λογικὸν καὶ θνητὸν οὐχ ὡς Γρηγόριον ὁρίζεται, ἀλλ' ὡς ἄνθρωπον. ὡς μὲν γὰρ Γρηγόριος Καππαδόκης τυχόν ἐστι καὶ τῷ μεγάλῳ Βασιλείῳ συμφοιτητής, ζῷον δὲ λογικὸν λέγεται, ὅτι τοῦ ἀνθρωπείου εἴδους μετέσχηκε. καὶ τοῦτο θαυμάζω τῶν φιλοσοφησάντων ἐγώ, ὅτι δέον τοὺς ἀνθρώπους ποτὲ καὶ συνωνύμους εἰπεῖν, ἐν οὐδενὶ τῶν λόγων αὐτῶν τὴν ὁμωνυμίαν εἰς τὴν συνωνυμίαν μετήλλαξαν, διότι οἱ ὅροι γνωριστικοὶ τῶν ὁριζομένων πεφύκασιν. Ἆρα γοῦν ὁ τὸν Γρηγόριον ὁριζόμενος ζῷον λογικὸν καὶ θνητὸν ἐγνώρισε τοῦτον τοῖς ἐρωτήσασιν, ὅστις ἐστίν; ὁ γὰρ ὅρος οὗτος ἀνθρώπου φύσιν, ἀλλ' οὐ Σωκράτους ὑπόστασιν ἢ Γρηγορίου δηλοῖ. ἐπεὶ οὖν πάντα τὰ ὄντα καὶ ὑπάρχει κατ' ἰδίαν ὑπόστασιν καὶ μετέχει τινός, οἱ τὰς ὑπάρξεις τῶν ὄντων ὁριζόμενοι κατορθοῦσι μᾶλλον ἢ οἱ τὰς φύσεις ὧν μετεσχήκασιν. ὁ τοίνυν τοὺς Γρηγορίους καὶ τοὺς Σωκράτεις ἀπὸ τῶν συμβεβηκότων αὐτοῖς ὁριζόμενος, ἐξ ὧν διηρίθμηνται καὶ συνεστήκασιν, μᾶλλον ἂν εὐδοκιμοίη ἢ ὁ τὸ εἶδος αὐτοῖς διεξοδεύων καὶ οὐ τὸν λόγον τοῦ ζητουμένου ἀποκρινόμενος, ἀλλὰ οὗ μετέσχηκε τὸ ζητούμενον. Εἰ δέ τινες τοὺς αὐτοὺς συνωνύμους ἐνιαχοῦ τῶν ἰδίων συγγραμμάτων εἰρήκασι, πόρρω τοῦ τῆς ἀληθείας μεγέθους ἀποπεπτώκασιν, ἐκεῖ φοβούμενοι φόβον, οὗ μὴ ἔστι φόβος, καὶ διὰ τὴν τῆς φύσεως τῶν ἀτόμων ἄγνοιαν ἐπὶ τὴν τοῦ εἴδους κοινωνίαν καταφυγόντες. οἱ τοιοῦτοι φορτικῶς τῇ φιλοσοφίᾳ ὡμίλησαν, μᾶλλον δὲ τῆς τελεωτέρας μὴ ἐφαψάμενοι γνώσεως ἐπὶ τὰ κοινὰ ταῦτα καὶ συνήθη καὶ τοὺς πολλοὺς περισαίνοντα συνηλάθησαν. ἀλλ' ὅ γε κατὰ φιλοσοφίαν διελόμενος, τίς μὲν ἡ τῶν ὄντων ὕπαρξις, τίς δὲ ἡ τούτων αἰτία, τίνα δὲ οἷς αὐτὰ τῆς οἰκείας μεταδιδόασι φύσεως, οὐκ ἀπὸ τῶν αἰτίων τὰ ὄντα μόνον ὁρίσαιτο, ἀλλ' ἀφ' ὧν καὶ αὐτὰ συνεστήκασιν. οὕτω καὶ Ἀριστοτέλης ὁ φιλόσοφος τὴν ψυχὴν νῦν μὲν νοερὰν οὐσίαν ὁρίζεται, νῦν δὲ πρώτην ἐντελέχειαν, νῦν δὲ φύσιν τοιάνδε· ἀλλ' ἡ μὲν φύσις ἀπὸ τῶν ὑστέρων, τὸ δὲ νοερὸν αὐτῇ ἀπὸ τῶν πρώτων γενῶν, ἡ δὲ ἐντελέχεια καθὸ ψυχὴ πέφυκε καὶ ὑπάρξεως ἔγνωσται ἰδιότητι. Σὺ μὲν ἴσως ἐρεῖς φιλοσόφως ἡμᾶς πρὸς τὸ ἐρώτημα ἀποκρίνασθαι, ἔστι δὲ ὁ λόγος πολλοστημόριον τοῦ ὀφείλοντος ῥηθῆναι τεμάχιον. περὶ γάρ τοι συνωνυμίας καὶ ὁμωνυμίας πολύστιχοι πραγματεῖαι τοῖς ἄγαν φιλοσοφήσασιν ὑπεμνηματίσθησαν. ἀλλ' ἡμεῖς, ὅσον εἰκός, τὰ ἐκείνων ὑποτεμόμενοι σύντομόν σοι καὶ πληρεστάτην τοῦ ἀπορήματος ἐπίλυσιν διηρθρώσαμεν. ὁμώνυμα, συνώνυμα, παρώνυμα, πολυώνυμα καὶ ἑτερώνυμα. ταὐτότης ὀνόματος καὶ διαφορὰ πράγματος {ὁρισμός· ὁ γὰρ ὁρισμὸς τὸ πρᾶγμα σημαίνει} ποιεῖ τὰ ὁμώνυμα, οἷον Πέτρος καὶ Πέτρος τὸ μὲν ὄνομα ἔχουσι κοινόν, τὸν δὲ ὁρισμὸν ἄλλον, καθὸ ὁ μὲν υἱὸς Παύλου, γρυπός, φαλακρός, τοιόσδε ἢ τοιόσδε, ὁ δὲ υἱὸς Σωκράτους, σιμός, προγάστωρ, τοιόσδε ἢ τοιόσδε. ταὐτότης πράγματος καὶ διαφορὰ ὀνόματος ποιεῖ τὰ πολυώνυμα, οἷον ἄορ, ξίφος, σπάθη, φάσγανον, μάχαιρα· διαφόρων γὰρ ὄντων τῶν ὀνομάτων ἓν πρᾶγμα τὰ ὅλα σημαίνει, ἅτινα καὶ συνώνυμα παρὰ γραμματικοῖς καλοῦνται· συνώνυμον γὰρ λέγουσι τὸ ἐν διαφόροις ὀνόμασι τὸ αὐτὸ δηλοῦν, οἷον ἄορ, ξίφος καὶ τὰ λοιπά. πάλιν ταὐτότης ὀνόματος καὶ ταὐτότης πράγματος ποιεῖ τὰ συνώνυμα, οἷον οὐσία ὅ τε ἄνθρωπος καὶ ὁ ἵππος· ἐν γὰρ τῷ κεκλῆσθαι καὶ τῷ εἶναι καὶ τὸν ἄνθρωπον καὶ τὸν ἵππον οὐσίαν καὶ τὸν αὐτὸν ὅρον ἔχουσιν οἱ δύο τῆς οὐσίας· οὐσίας γὰρ ὅρος «πρᾶγμα αὐθύπαρκτον μὴ δεόμενον ἑτέρου πρὸς σύστασιν», ὅστις δὴ ὅρος καὶ ἐπὶ τῶν δύο λαμβάνεται. ἑτερότης δὲ ὀνόματος καὶ ἑτερότης πράγματος ποιεῖ τὰ ἑτερώνυμα, τὰ ἐναντία τοῖς συνωνύμοις, οἷον λίθος καὶ ἵππος. λεκτέον δὲ καὶ περὶ τῶν παρωνύμων. φησὶν ὁ μέγας διδάσκαλος Ἀριστοτέλης ὅτι τέσσαρα δεῖ συνδραμεῖν εἰς τὴν παράδοσιν τῶν παρωνύμων, ταὐτότης ὀνόματος καὶ διαφορὰ ὀνόματος, ταὐτότης πράγματος καὶ διαφορὰ πράγματος. «παρώνυμα δὲ λέγεται ὅσα ἀπό τινος διαφέρουσι τῇ πτώσει.» πτῶσιν δὲ εἴωθεν Ἀριστοτέλης καλεῖν τὴν τελευταίαν κατάληξιν τοῦ λόγου. ἀπὸ τῆς γραμματικῆς γραμματικός. ἰδοὺ ἡ μὲν πρώτη καὶ δευτέρα καὶ τρίτη συλλαβὴ ταὐτότητα ἔχει ὀνόματος, ἡ δὲ τελευταία διαφοράν· ἡ μὲν γὰρ λήγει εἰς τὴν κη, ἡ δὲ εἰς τὴν κος. καὶ ἀνεφάνη ταὐτότης ὀνόματος καὶ διαφορὰ ὀνόματος ἀπὸ τοῦ γραμματικὴ καὶ γραμματικός, ταὐτότης δὲ πράγματος καὶ διαφορὰ πράγματος, ἐπειδὴ ἡ μὲν γραμματικὴ ποιότης ἐστίν, ὁ δὲ γραμματικὸς οὐσία, καὶ ὅτι ἡ μὲν γραμματικὴ περιέχεται, ὁ δὲ γραμματικὸς περιέχει. συναναφαίνεται οὖν ταῖς δυσὶ ταύταις φωναῖς, τῇ γραμματικὸς καὶ τῇ γραμματική, τὰ τέσσαρα, ταὐτότης ὀνόματος καὶ διαφορὰ ὀνόματος, ταὐτότης πράγματος καὶ διαφορὰ πράγματος.