Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Opuscula logica
Michael PsellusLogi 7 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.1.1
Εἰς τὸ «οὐσία πρᾶγμα αὐθύπαρκτον» «Οὐσία ἐστὶ πρᾶγμα αὐθύπαρκτον.» εἶτα δὴ ἀποροῦσιν οἵ γε σπουδαιότεροι τῶν φιλοσόφων καὶ γενναιότατοι, πῶς δὴ αὐθύπαρκτος αὕτη, ᾗ γε τὸ εἶναι οὐ παρ' ἑαυτῆς, ἀλλὰ παρὰ τοῦ συστησαμένου; αὐθύπαρκτον δὲ ἐκεῖνό φασιν εἶναι, ὃ παρ' ἑαυτοῦ εἴληφε τὴν ὑπόστασιν καὶ οὐ κρείττονος αἰτίας ἤρτηται, ὥστε, τῶν ἐν τοῖς οὖσιν ἄλλων πρὸς ἄλλα ἀνηρτημένων καὶ τῶν ὑποδεεστέρων παρὰ τῶν ὑπερτέρων γενῶν ἐχόντων τὴν ὕπαρξιν, μόνος αὐθύπαρκτος, φασίν, ὁ θεός, ὡς μὴ προηγουμένην ἔχων αἰτίαν τῆς ἰδίας συστάσεως. διαιροῦσι δὲ καὶ τὴν οὐσίαν εἰς πρώτην καὶ δευτέραν, καὶ τὴν πρώτην εἰς ὕλην καὶ εἶδος. καὶ οὐδ' οὕτως ἡμῖν φανεῖται τὸ αὐθύπαρκτον εὔλογον· τὰ μὲν γὰρ εἴδη ἐξῆπται τῶν γενῶν– ὥστε πῶς αὐθύπαρκτα τὰ παρ' ἑτέρων γεννώμενα;–, τὰ δὲ γένη τῶν ἰδεῶν κατὰ τὸν Πλάτωνα. τὸ δ' ἀπὸ τῆς ὕλης καὶ τοῦ εἴδους τὴν σύστασιν εἰληχὸς ἄτομον πῶς αὐθύπαρκτον; ᾧ γε δὴ μήτηρ ὕλη καὶ τιθηνός, ὅρος δὲ τὸ εἶδος, μεταβάλλον καὶ ἐν διηνεκεῖ ῥύσει τυγχάνον δεῖται ἀεὶ τῆς συνιστώσης αἰτίας καὶ τὸ ἀπορρέον ἀνυφαινούσης. μή τί γε οὖν τὸ εἶδος αὐθύπαρκτον, ἀλλὰ καὶ τοῦτο ἔνυλον ὂν δεῖταί τινος ἕδρας εἰς ὕπαρξιν; καὶ οὐκ ἀγνοῶ ὡς τῶν φιλοσόφων ἔνιοι ἀπόλυτον τοῦτο τιθέασι· πλήν, ὅπως ἂν ἔχοι, νοῦν ἐκληρώσατο τὸν γεννήτορα· εἰδῶν γὰρ ὑποστάτης ὁ νοῦς. πῶς οὖν ἡ οὐσία πρᾶγμα αὐθύπαρκτον; πῶς δὲ ὁ πρώτως αὐτὴν ὁρισάμενος, εἴτε Πλάτων εἴτ' Ἀριστοτέλης εἴτε τις Ἀκαδημαϊκὸς ἢ Στωικὸς ἀνήρ, οὐκ εὐθὺς συνεῖδεν ὡς οὐδὲν τῶν ὄντων αὐτὸ ἑαυτῷ αἴτιον τῆς ὑπάρξεως γίνεται, ἀλλ' εἰς ἑτέρας αἰτίας τὴν ἀναφορὰν ἔχει, αἳ δὴ ἄλλη ἐπ' ἄλλῃ προκόπτουσαι εἰς τὸν θεὸν ἀποτελευτῶσι; πρῶτον γὰρ πάντων ὁ θεός, μεθ' ὃν ἄλλα ἄλλοις εἰς αἰτιῶν λόγον ἀποκεκλήρωται. Ὁ μὲν οὖν ἀπορῶν περὶ τοῦ αὐθυπάρκτου τῆς οὐσίας ταῦτ' ἴσως ἐρεῖ, καὶ τὰ πλείω παρῆκεν ὁ λόγος. πῶς δ' ἂν ἡμεῖς πρὸς τοῦτο ἐνσταίημεν καὶ κινδυνεύοντι τῷ ὅρῳ συμπαρασταίημεν; κινδυνεύει δὲ οὐ διὰ τὸν ὁρισάμενον– μάλα γὰρ καλῶς τοῦτον ὡρίσατο–, ἀλλ' ὅτι τοῦ πατρὸς αὐτῷ τελευτήσαντος ὡς ὀρφανὸς οὗτος προπηλακίζεται, οἱ δ' ἐπιτροπεύοντες, δέον αὐτῷ συμμαχεῖν καὶ συνηγορεῖν, οἱ δὲ καὶ διεφθάρκασιν αὐτοῦ τὴν οὐσίαν, εἰς τὴν ἀνυπόστατον κενότητα τοῦτον καταποντώσαντες. τῷ μὲν οὖν Πρωταγορείῳ λόγῳ τῷ περὶ τοῦ μέτρου Θεαίτητος βεβοήθηκε πρὸς τὸν Σωκράτην νεανικῶς ἀντιστάς, τῷ δὲ Πλατωνικῷ τούτῳ εἴτ' Ἀριστοτελικῷ αὐτοὶ τό γε εἰς δύναμιν ἧκον συνεργοὶ φανησόμεθα, τοῦτο πρῶτον τοῖς μεμψαμένοις αἰτιασάμενοι, ὅτι πρὶν ἢ γνῶναι τοῦ αὐθυπάρκτου τὴν σημασίαν, ἔπειτα ἐπέβησαν τῷ ὀνόματι, καὶ ὅτι συμβαῖνον τοῦτ' οὐχ εὑρήκασι τοῖς οἰκείοις ἀναπλασμοῖς, διέγραψαν ὡς μὴ στοιχῆσαν τῷ τῆς φιλοσοφίας κανόνι· αὐθύπαρκτον γὰρ οὗτοι ᾠήθησαν εἶναι ὅ ποτε μὴ ὂν εἶτα γέγονεν ἐφ' ἑαυτοῦ καὶ μὴ παρ' αἰτίας παρήχθη κρείττονος. ἡμεῖς δὲ οὔ φαμεν εἶναι ταύτην τὴν σημασίαν τοῦ ὀνόματος, ἀλλ' ὃ παρὰ κρείττονος μὲν γένους τὴν ὑπόστασιν εἴληχεν, ἀμέσως δὲ τῆς πρώτης ἀπολαῦσαν αἰτίας ὅλην ἅπαξ τὴν ἐκεῖθεν ἐκλάμπουσαν δύναμιν ἐν ἑαυτῷ συνείληφεν, ὥστε αὐτὸ ἑαυτῷ πρὸς σύστασιν ἐξαρκεῖν. Καὶ ἵνα γε καθ' ὁδὸν ἡμῖν ὁ λόγος προΐῃ, μᾶλλον δὲ ἵνα μὴ λόγος κενὸς τὸ εἰρημένον ᾖ, ἀλλὰ πράγματι καὶ ἀληθείᾳ δεικνύμενον, ἀρκτέον ἄνωθεν καὶ διαιρετέον μὲν τὴν φύσιν τῶν ὄντων, δεικτέον δὲ ὅπως αἱ κατὰ μικρὸν τῶν πρώτων ὑποβάσεις τὰς φύσεις τῶν γεγονότων ἠλλοίωσαν. εἰ δέ τισι καὶ τῶν Ἑλληνικῶν ὀνομάτων καὶ τῶν παρὰ τοῖς φιλοσοφωτέροις δοξῶν ἐπὶ τοὺς ἡμετέρους λόγους συγκαταχρησόμεθα, κακίζειν οὐ χρή· οὐ γὰρ πᾶσα Ἑλληνὶς δόξα διαβέβληται πρὸς ἡμῶν, τινὲς δὲ καὶ συνεργοὶ τοῦ ἡμετέρου τυγχάνουσι δόγματος. ὃ γοῦν ὁ λόγος προδιῳκήσατο, τοῦτο ἐντεῦθεν ἐρῶ. Θεὸν ἡμεῖς ἁπάντων φαμὲν δημιουργόν. τοῦτον οὖν Ἑλληνικοὶ λόγοι ἓν καὶ τἀγαθὸν ὀνομάζουσιν· ἓν μὲν ὅτι μόνον τῶν ὄντων ἀπόλυτον καὶ ἀσύμπλοκον, ἀγαθὸν δὲ ὅτι τοῦτο τελικώτατον αἴτιον· πάντα γὰρ τἀγαθοῦ δεῖται καὶ οὐδὲν τῆς ἀγαθότητος κρεῖττον εἰς ἡμᾶς ἥκει. οὗτος οὖν ὁ παρ' ἡμῖν μὲν θεὸς ὀνομαζόμενος, παρὰ δὲ τοῖς Ἕλλησιν ἓν λεγόμενος, ἐπὶ τὴν δημιουργίαν τῶν ὄντων ἐλθών, οὐκ εὐθὺς τὰ πλήθη δεδημιούργηκεν οὐδὲ τὰ σώματα ὑπεστήσατο οὐδὲ τὰ ῥέοντα κατεσκεύασεν, ἀλλ' ὅσα συγγενῆ πως τῇ ἑνοειδεῖ φύσει αὐτοῦ καθέστηκε. τὸ δὲ συγγενὲς θεῷ καί τινα πρὸς ἐκεῖνον ὁμοιότητα κεκτημένον τὸ ὄν. ὂν δέ φημι τὸ κυρίως, οὐ τὸ μεταβαλλόμενον καὶ ἐν ῥοῇ καὶ ἀπορροῇ τὴν ὕπαρξιν ἔχον, οὐδὲ τὸ διεστηκὸς καὶ τῇ τοῦ χρόνου τριμερείᾳ συμμεριζόμενον, ἀλλὰ τὸ μετέχον αἰῶνος καὶ κατὰ τὸ εἶναι ἀεὶ καὶ ὁμοῦ γνωριζόμενον καὶ διὰ ταῦτα αἰώνιον ὀνομαζόμενον· οὐ γὰρ δὴ αἰώνιον ὁ θεός, εἰ καὶ ἡ θεολόγος φωνὴ ἐπὶ τῆς ἐκείνου φύσεως κατεχρήσατο τῷ ὀνόματι, ἀλλὰ προαιώνιον, μεθ' ὃν ὁ αἰών, εἶτα δὴ τὸ αἰώνιον· αἰώνιον γὰρ τὸ μετέχον αἰῶνός ἐστι, τὸ δὲ μετέχον τοῦ μετεχομένου καταδεέστερον. πῶς οὖν αἰώνιον ὁ θεός; οὐ γὰρ ὑπέρκειται αὐτοῦ ὁ αἰών. ἀλλ' ἡμεῖς καταχρώμενοι λέγομεν τὰ κάλλιστα τῶν ὀνομάτων ἐκείνῳ ἀνατιθέντες, ὅς γε δὴ καὶ πολυώνυμός ἐστι δι' ἡμᾶς καὶ διὰ τὴν οἰκείαν φύσιν ἀνώνυμος, καὶ τὸ θαυμαστόν, ὅπου γε καὶ αὐτὸς ἑαυτῷ τὰ χθαμαλώτατα τῶν ὀνομάτων προσμαρτυρεῖ, μετρῶν τοὺς λόγους πρὸς τὴν τῶν ἀκουόντων ἀσθένειαν· «ἐγὼ» γάρ «εἰμι» φησίν «ἡ ζωὴ καὶ τὸ φῶς». καὶ τῷ Μωυσῇ δὲ ἐντελλόμενος τὴν τοῦ Ἰσραὴλ δημαγωγίαν «ἐρεῖς», φησί, «ὅτι ἀπέσταλκέ με ὁ ὤν». ἀλλ' ὢν ὁ θεός; ἄπαγε τοῦ λόγου· ὑπερβέβηκε γὰρ τοῦτο. ἐκεῖνος δὲ ἕν ἐστι μόνος, ἓν δὲ οὐχ ὡς ἄτομον οὐδὲ ὡς εἶδος ἢ γένος, ἀλλ' ὡς πάντα ἓν καὶ πρὸ πάντων ἓν καί, ὥς πού τις ἔφησε τῶν φιλοσόφων τολμηρῶς ἴσως φθεγξάμενος, «αὐτός ἐστιν ἡ καταπιοῦσα τὰ πάντα ἁπλότης». ἀφ' οὗ δὴ πρόεισι πρώτως τὸ ὄν, ὃ δὴ ἀμέσως ἐντυγχάνον τῷ ἑνὶ ὂν μέν ἐστι κατὰ οὐσίαν, ἓν δὲ κατὰ μετοχήν. τοῦτο δὲ καὶ αὐθυπόστατόν ἐστιν, ὅτι μὴ δεῖται διηνεκῶς τῆς ὑφιστώσης αὐτὸ χειρός· ἐκορέσθη δὲ ἅπαξ τῆς ποιητικῆς αἰτίας καὶ ὅλης αὐτῆς καταπολαῦσαν ἀρκεῖ ἑαυτῷ πρὸς τὴν ὕπαρξιν. διὸ καὶ ἀκίνητόν ἐστιν, ὅτι πρώτως τοῦ ἀκινήτου μετέσχεν. Ὁ μὲν οὖν θεὸς ἤτοι τὸ ἓν οὐκ αὐθυπόστατον· οὐ γάρ φαμεν τὸν θεὸν ἀρκεῖν ἑαυτῷ πρὸς ὑπόστασιν· τὸ γὰρ ἀρκοῦν ἑαυτῷ αὔταρκες μόνον· τὸ δὲ αὔταρκες ἐλλεῖπον πρὸς τὴν μετάδοσιν· ὁ δὲ θεὸς οὐκ αὐτάρκης οὐδὲ πλήρης, ἀλλ' ὑπερπλήρης, καὶ ἀπορρέουσιν ἐξ αὐτοῦ ὥσπερ ἀπὸ κρατῆρος πλησθέντος οἱ τῆς ἀγαθότητος ὀχετοί. οἷς οὖν ὑπερβαίνει τὸ αὔταρκες, ὑπερεκπίπτει καὶ τὸ αὐθύπαρκτον. ἓν οὖν πρῶτον, εἶτα ὄν, ὃ δὴ καὶ αὐθύπαρκτον ὁ λόγος ἐγνώρισε, μεθ' ἃ τρίτον τὸ αὐτοκίνητον. ὅρα μοι δὲ τὴν ὑπόβασιν καὶ θαυμάσεις τοὺς λόγους τῶν γεγονότων· ὥσπερ γὰρ τὸ ὂν ὑποβεβηκὸς τὸ ἓν ἄλλο τι παρ' ἐκεῖνο γέγονεν, οὕτω δὴ τὸ αὐτοκίνητον μετὰ τὸ ὂν γεγονὸς οὐκέτι μεμένηκεν ὥσπερ ἐκεῖνο ἀκίνητον, ἀλλ' ὑπέμεινε κίνησιν, ἐπειδὴ ἐν ἑαυτῷ ὡσανεὶ τὴν πηγὴν τοῦ κινεῖσθαι εἴληχε, καὶ ἅπαξ κινηθὲν οὐ δεῖται ἐς ἀεὶ τοῦ κινοῦντος. διὰ ταῦτα αὐτοκίνητον τοῦτο λέγεται, οἷον τὸ ἐν ἑαυτῷ ἔχον τὴν ἀρχὴν τῆς ὑποστάσεως. ὁ δὲ Πλάτων ἑτέρως ἐφερμηνεύει τὸ αὐτοκίνητον τῇ ψυχῇ· οὗτος γὰρ ὁ ἀνὴρ προσρήματά τινα ἐτίθει τοῖς ἀιδίοις, τὸ ὡσαύτως ἔχον καὶ τὸ αὐτὸ καὶ τὸ αὐτοόν· τὴν γὰρ ἰδέαν τοῦ καλοῦ καὶ τὴν ὑπὲρ ταύτην ἰδέαν τοῦ ἀγαθοῦ ὡσαύτως ἔχοντα ἐκάλει καὶ αὐτὰ καὶ αὐτοόντα, ὥσπερ Ἀριστοτέλης τὸ οὕτως ἔχον ὅπερ ὂν ὠνόμασεν. ἐπεὶ οὖν Πλάτων μέσην ἐτίθετο τὴν ψυχὴν τοῦ ταὐτοῦ καὶ θατέρου καὶ τῶν μὲν πρώτων εἰδῶν δευτέραν, τῶν δὲ μεριστῶν ὑπερκειμένην, αὐτοκίνητον ταύτην ὠνόμασε· καθὸ μὲν γὰρ ὅλως κινεῖται, τοῖς μεριστοῖς ἀπείκασται, καθὸ δὲ οὐ πάντῃ μεμέρισται καὶ διέστηκε, τοῖς αὐτοοῦσιν ᾠκείωται. μετὰ δὲ τὴν ψυχὴν ὁ σύμπας κόσμος, ὃν οὐρανὸν Ἑλλήνων παῖδές φασιν. ὅρα δὲ κἀνταῦθά μοι τὴν ὑπόβασιν· οὗτος γὰρ καὶ μεριστὸς πάντῃ καὶ διάστατος καὶ κινητὸς μόνον, ἐπεὶ δὲ προσεχής ἐστι τῇ ψυχῇ, καὶ αὐτοκίνητος. Ταῦτα δὲ πάντα διηριθμησάμην ὁμοῦ μὲν ὑμᾶς εἰς πολυμάθειαν ἄγων, ὁμοῦ δὲ καὶ ταῖς Ἑλληνικαῖς δόξαις ποιούμενος ἐντριβεῖς. καὶ οἶδα ὡς ἐνίαις γε τούτων ἀντιπεσεῖται τὰ ἡμέτερα δόγματα. ἐγὼ γὰρ οὐχ ὥστε τούτων ἐκεῖνα ἀνταλλάξασθαι διεσπούδασα πρὸς ὑμᾶς– μαινοίμην γὰρ ἄν–, ἀλλ' ἵνα τούτοις μὲν ἦτε προσκείμενοι, ἐκείνων δὲ μόνον τὴν εἴδησιν ἔχητε. εἰ δέ πῃ καὶ συνεργοῖεν ὑμῖν πρὸς τὸν ἀληθῆ λόγον διακινδυνεύοντα, καὶ χρήσασθε. ἀλλ' ὁ μὲν περὶ τῆς ἀληθείας λόγος ἀναμεινάτω καὶ ὅπῃ οὗτος τῷ θύραθεν βεβοήθηται. ἀλλὰ μὴ ἐλαίῳ Ἑλληνικῷ λιπανθείημεν μηδ' ὥσπερ ὁ Ἡρακλῆς σύμμαχον τὸν Ἰόλεων σχοίημεν ἐν οἷς ἐκεῖνος πρὸς τὸν καρκίνον διηγωνίζετο. Τῷ δὲ περὶ τοῦ αὐθυπάρκτου ἔτι προσδιατρίψωμεν· τῶν γὰρ φιλοσόφων ἄλλων ἄλλως κατατεμόντων τὰ ὄντα, καὶ τῶν μὲν πέντε γένεσιν ἀφορισάντων, τῶν δὲ ἐλάττοσι τούτων, τῶν δὲ τριπλασίοσιν, ὁ φιλόσοφος Ἀριστοτέλης τῷ Πυθαγορείῳ Ἀρχύτᾳ ἑπόμενος δέκα γένη τῶν ὄντων θεωρήσας ἐδίδαξεν, οὔτε ὡς ἀπὸ γένους εἰς εἴδη διελόμενος– πῶς γὰρ ἂν εἶεν γενικώτατα, εἰ γένος ἔχοιεν ὑπερκείμενον;– οὔτε κατὰ ψιλὴν ἀπαρίθμησιν ἀπ' ἀλλήλων ποιησάμενος, ἀλλὰ κατὰ στρατηγικὴν τέχνην διαλαβὼν ταῦτα καὶ καταστήσας. ἐκείνη γὰρ ἐν τοῖς πολέμοις ὃν μὲν σατράπην τίθεται, ὃν δὲ ἑκατοντάρχην ἢ δεκάρχην ἢ μοιρηγέτην ἢ ἰλάρχην, ἄλλον δὲ τοῦ ἱππικοῦ προηγούμενον καὶ ἕτερον δὲ τοῦ πεζοῦ προϊστάμενον· εἶτα τούτους τάξασα ὡς πρώτας ἀρχάς, ὑφ' ἑκάστῃ τῶν ἀρχῶν πρώτας καὶ δευτέρας δυνάμεις τίθησι πελταστάς, αἰχμοφόρους, ξιφηφόρους, ἀσπιδηφόρους, καὶ καθ' ἕκαστον ὑποβαίνουσα εἰς αὐτὸν καταλήγει τὸν ὑδροφόρον ἢ ξυλοφόρον, οὓς δὴ νῦν τῇ Λατίνων γλώττῃ κούρσωρας ὀνομάζουσι. κατὰ γοῦν ταύτην τὴν τέχνην καὶ Ἀριστοτέλης τὰ μὲν δέκα γένη τῶν ὄντων ὡς ἀρχὰς δέκα διετυπώσατο· ὑφ' ἕκαστον δὲ γένος γένη τινὰ καὶ εἴδη καὶ ἄτομα ὥσπερ τινὰς δυνάμεις ὑπέταξε. πλὴν ἐπὶ μὲν τῶν πολέμων αἱ πρῶται ἀρχαὶ οὐ λόγῳ μόνῳ, ἀλλὰ καὶ πράγματι ἀπ' ἀλλήλων διῄρηνται, καὶ ὁ μὲν στρατοπεδάρχης ταύτας ἔχων τὰς δυνάμεις τόνδε τὸν λόφον περιπολεῖ, ὁ δὲ στρατηλάτης ἐπὶ τοῦ δεξιοῦ, εἰ τύχοι, κέρους ἐφέστηκε, καὶ πρὸς τὸ πονοῦν μέρος ὁ στρατάρχης ἐπιδεδράμηκε, καὶ ἄλλος ἀλλαχόσε οἱ παραγίνεται ὡς ἡ χρεία καλεῖ. τὰ δὲ δέκα γένη οὐχ οὕτως ἀπ' ἀλλήλων διεστήκασιν, οὐδ' ἐνταῦθα μὲν ἡ οὐσία ἐστὶ γυμνὴ ποσότητος καὶ ποιότητος καὶ τῶν ἄλλων γενῶν, ἐκεῖσε δὲ τὸ ποσὸν ἄτερ οὐσίας, κἀκεῖ τὸ ποιὸν καὶ τἆλλα καθ' ἑαυτὸ ἕκαστον, ἀλλ' ὁ μὲν λόγος κατ' ἐπίνοιαν καθ' ἑαυτὴν μὲν ὁρᾷ τὴν οὐσίαν, καθ' ἑαυτὸ δὲ ὥσπερ τῶν ἄλλων ἕκαστον· οὐ μὴν οὕτως ἔχει ἐπὶ τοῦ πράγματος, ἀλλὰ τὰ ἐννέα γένη καθ' ἑαυτὰ εἶναι μὴ δυνάμενα τῇ οὐσίᾳ ὑποβεβήκασι, μόνη δὲ αὕτη ἑτέρων οὐκ ἐπιδεῖται εἰς ὕπαρξιν. ἐπειδὴ γὰρ ἡ οὐσία ἀπὸ τοῦ ὀνόματος μετεσχημάτισται καὶ τὰ ἐνταῦθα ὄντα, ἅπερ οὐσίαν φαμέν, ἰνδάλματα τοῦ πρώτου ὄντος ἐστί, τὸ δὲ πρώτως ὂν αὐθυπόστατον ὁ λόγος ἐγνώρισε, διὰ τοῦτο καὶ τὰ πρὸς ἐκεῖνο ἀπεικασμένα αὐθυπόστατά εἰσι τρόπον τινά. ἀλλ' ὅσα μὲν συνεγγίζει αὐτῷ, οἷον νόες, ψυχαί, ἐκεῖνα δὴ καὶ εἰς τὸ παντελὲς ἑαυτοῖς ἐξαρκεῖ· ὅσα δὲ πλέον ἀφέστηκεν, ὥσπερ τὰ σώματα ταῦτα, ἔστ' ἂν μένῃ, ἑαυτοῖς ἐξαρκοῦσι πρὸς ὕπαρξιν, ἐπεὶ δὲ πόρρω τυγχάνει τοῦ ὄντος, ἀμενηνά πώς εἰσι καὶ ταχὺ διαπίπτει καὶ ἀπόλλυται. εἰ μὲν οὖν τὸ αὐθυπόστατον ἐπὶ ταύτης λήψῃ τῆς σημασίας, ὥσπερ ἐγὼ ἐθεώρησα, ἀνεπίληπτος ὁ ὅρος ἐστίν, εἰ δ' ὥσπερ ἐπὶ τῆς παραγωγῆς καὶ τῆς ἀπογεννήσεως, πολὺ τούτῳ τὸ ἐπιλήψιμον· οὐδὲν γὰρ τῶν ὄντων αίτιον, ἀλλ' ἀτμοὶ μὲν ἀπὸ γῆς ὑγρανθείσης εἶτα θαλφθείσης ὑπὸ ἡλίου, νέφη δὲ ἐξ ἀτμῶν, ὑετοὶ δὲ ἀπὸ νεφῶν, καὶ τὸ εἶδος ἀπὸ τοῦ σπέρματος, τὸ δὲ σπέρμα ἀπὸ τοῦ γεννήσαντος, ὁ δὲ γεννήσας ἐκ τοῦ πατρός, καὶ οὕτως ἀφ' ἑτέρου χωρῶν πρὸς ἕτερον οὐκ ἂν σταίης πρὶν ἂν εἰς τὴν προτέραν ἀρχὴν ἀναβῇς. οὐδὲν οὖν τῶν ὄντων αὐθυπόστατον ὡς ἀφ' ἑαυτοῦ τὴν γέννησιν ἔχον. αὐθυποστάτους δέ φαμεν τὰς οὐσίας οὐχ ὅτι μὴ παρ' ἑτέρου παρήχθησαν, ἀλλ' ὅτι ἀπὸ κρειττόνων αἰτίων παραχθεῖσαι ἀρκοῦσιν ἑαυταῖς πρὸς τὴν ὕπαρξιν. ἐβουλόμην καὶ τὸν λόγον τῆς προσθήκης εἰπεῖν· «πρᾶγμα» γάρ φησιν «αὐθύπαρκτον μὴ δεόμενον ἑτέρου πρὸς σύστασιν». δοκεῖ γὰρ ἐκ περιττοῦ τοῖς πολλοῖς προσκεῖσθαι ὡς ἀρκοῦντος τοῦ «αὐθυπάρκτου». ἐπεὶ δὲ πολὺ ἐντεῦθεν ὁρῶ τὸ ῥεῦμα τοῦ λόγου, ὑμῖν δὲ ἡ δύναμις πρὸς τὸ ἀντιβαίνειν ἀπώκνησε, μικρόν τι ἐπὶ τῆς ᾐόνος ἀναπαυσάμενοι, αὖθις ἐπαφήσομεν εἰς τὸ πέλαγος.

Intertext edge

Open linked passage

Note