Opuscula logica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
8.1.1
Περὶ φυσικῶν καὶ ἐπικτήτων ποιοτήτων καὶ περὶ ἕξεως καὶ διαθέσεως Τῶν ποιοτήτων, περὶ ὧν μαθεῖν ἀκριβέστερον ἐδεήθης, αἱ μέν εἰσι φυσικαί, αἱ δὲ ἐπίκτητοι, φυσικαὶ μὲν αἱ κατὰ φύσιν ἐγγενόμεναι καὶ ἀεὶ ἐνοῦσαι, ἐπίκτητοι δὲ αἱ ἔξωθεν ἀποτελούμεναι καὶ δυνάμεναι ἀποβάλλεσθαι. καὶ τούτων μὲν ἔστωσαν αἱ ἕξεις καὶ διαθέσεις τῷ πολυχρονιωτέρῳ καὶ ὀλιγοχρονιωτέρῳ καὶ δυσαποβλήτῳ καὶ εὐαποβλήτῳ διαφέρουσαι· τῶν δὲ φυσικῶν ποιοτήτων αἱ μὲν ἔστωσαν κατὰ τὸ δυνάμει, αἱ δὲ κατὰ τὸ ἐνεργείᾳ. αἱ μὲν κατὰ τὸ δυνάμει καθ' ἃς ἐπιτήδειοι πρός τι λεγόμεθα, τῶν δὲ κατ' ἐνέργειαν τὸ μὲν διὰ βάθους, ὅπερ κατὰ τὰς παθητικὰς ποιότητας ὑπάρχει, τὸ δὲ ἐπιπολῆς ἔσται. παθητικὴ δὲ ποιότης διχῶς λέγεται, ἢ ἀπὸ τοῦ πάθος ἐμποιεῖν τοῖς αἰσθανομένοις ἢ ἀπὸ τοῦ αὐτὰς ἀπὸ πάθους ἐγγίνεσθαι, οἷον γλυκύτης καὶ θερμότης καὶ λευκότης καὶ τὰ τούτοις συγγενῆ· ἀπὸ πάθους δέ φημι ἐγγίνεσθαι, καθὸ «αἰσχυνθείς τις ἐρυθρὸς ἐγένετο καὶ φοβηθεὶς ὠχρός». Τῶν δὲ ἕξεων καὶ διαθέσεων οὐχ ὡς δύο εἰδῶν ἀκούειν χρὴ διαφοραῖς εἰδοποιοῖς διωρισμένων, ἀλλ' ὡς ὁ ἀρτίτοκος πρὸς τὸν ἀκμάζοντα διενήνοχεν. ὁ γὰρ λόγος εἷς ἐπ' ἀμφοτέρων, ὅτι τὸ λευκὸν χρῶμά ἐστι διακριτικὸν ὄψεως, κἄν τε κατὰ ἕξιν ᾖ κἄν τε κατὰ διάθεσιν. ἀλλ' οὐδὲ ἀριθμῷ διαφέρει ἀλλήλων, ὥσπερ Σωκράτης Πλάτωνος· οὐδὲ γὰρ ἰδιάζον πλῆθος συνδραμὸν τὴν κατὰ ἀριθμὸν διάστασιν ἀπειργάσατο· ἀλλὰ χρόνῳ διαφέρει καὶ τῷ μονιμωτέρῳ ἢ μή. καὶ ἕξεως μὲν παράδειγμα αἱ τέχναι καὶ ἐπιστῆμαι καὶ μᾶλλον αἱ ἀρεταί, διότι κατὰ πᾶσαν ἐνέργειαν ταύταις χρώμεθα. «τῶν δυσκινήτων» δέ φησιν ὁ Ἀριστοτέλης «τὴν ἐπιστήμην, ἐὰν καὶ μετρίως τις ἐπιστήμην λάβῃ», τοῦ «μετρίως» οὐ τὸ ἐπιπόλαιον δηλοῦντος, ἀλλ' εἴη ἂν τὸ «μετρίως» ἶσον τῷ «μετρίαν οὖσαν ἐπιστήμην». διαθέσεως δὲ παράδειγμα τίθησιν ὁ φιλόσοφος τὴν ἐπίκτητον θερμότητα, ὡσαύτως καὶ ψῦξιν. καὶ ἡ νόσος δὲ καὶ ἡ ὑγεία εὐκίνητα· ταχὺ γὰρ καὶ ταῦτα μεταβάλλει ἐπὶ τὸ ἐναντίον, εἰ μή τις διὰ χρόνου πλῆθος φυσιωθείη ἐν τούτοις, τῆς τε νόσου ἀνιάτου γενομένης καὶ τῆς ὑγείας δυσαποβλήτου. ὅλως δὲ αἱ μόνιμοι ποιότητες ἕξεις εἰσίν. Εἰπὼν δὲ «ἓν εἶδος ποιότητος» ὁ φιλόσοφος οὐχ ἓν ἐπήγαγεν, ἀλλὰ δύο, τήν τε ἕξιν καὶ τὴν διάθεσιν, ὅτι τὸ ἓν εἶδος τὴν διάθεσιν λαμβάνει, ὑφ' ὃ τάττει τὴν ἕξιν καὶ τὴν διάθεσιν τὴν ὁμώνυμον τῷ κοινῷ, ὥσπερ ὑπὸ τὴν κοινὴν δικαιοσύνην ἥ τε μερικωτέρα δικαιοσύνη τέτακται καὶ ἡ ὁσιότης. Τινὲς δὲ τῶν ἐξηγητῶν οὕτω διωρίκασι τὰς φωνάς, ὡς τῶν ἐν τοῖς σώμασι τὰ μὲν εὐκίνητα πάθη εἶναι, τὰ δὲ δυσκίνητα παθητικὰς ποιότητας, τῶν δὲ ἐν τῇ ψυχῇ ἐπικτήτων ποιοτήτων τὰ μὲν εὐκίνητα διαθέσεις, ἕξεις δὲ εἶναι τὰ δυσκίνητα. μᾶλλον δὲ οὕτω χρὴ διορίζειν, ὅτι κινήσει καὶ ἀλλοιώσει καὶ ἐκστάσει τοῦ ὑποκειμένου τὸ πάθος χαρακτηρίζεται, καὶ ἡ παθητικὴ ποιότης παραπλησίως, ὅταν ἡ κίνησις ἡ παθητικὴ δυσαπάλλακτος ὑπάρχῃ· εἰ μέντοι ὅρῳ καὶ πέρατι τοῦ εἴδους ἤδη κατέχεται καὶ τῆς κατὰ κίνησιν ἀνωμαλίας καὶ ἑτεροιώσεως πάντῃ κεχώρισται, διάθεσίς ἐστιν. ὁδὸς μὲν γάρ ἐστιν ἐπὶ τὸν λόγον εἴ τις ἄλλη κίνησις καὶ ἡ παθητική· ἐπειδὰν δὲ ἔλθῃ εἰς τὸ εἶδος, ἵσταται καὶ παύεται πάσχον τε καὶ ἀλλοιούμενον. οὕτως οὖν ἡ αὐτὴ θερμότης, ὅταν μὲν ἐν τῷ ἀλλοιοῦσθαι μεταβάλῃ, φανεῖται πάθος ἢ παθητικὴ ποιότης· ὅταν δὲ στῇ κατὰ τὸ εἶδος τῆς θερμότητος καὶ ψύξεως, ὁρίζεται ἐν τῷ τῆς διαθέσεως εἴδει. καὶ τῶν ἐν τῇ ψυχῇ φυσικῶν παθῶν τὰ μὲν πάθη, τὰ δὲ παθητικαὶ ποιότητες· καὶ οὐ δεῖ τῆς ψυχῆς ἐξοικίζειν ταύτας. ὥστε αἱ μὲν θερμάνσεις καὶ καταψύξεις, ὡς ἐν κινήσει φερόμεναι, πάθη καὶ παθητικαὶ ποιότητες, τὸ δὲ θερμὸν καὶ ψυχρὸν τὰ ἐπίκτητα ἕξεις καὶ διαθέσεις. ὁ δέ γε Πορφύριος τοῦ μὲν ἔχοντος σώματος τὴν θερμότητα καὶ ἐπάγοντος ἄλλῳ τὸ θερμαίνεσθαι αὐτὸ δὴ τοῦτο, τὸ θερμόν, διάθεσιν ὀνομάζει, τοῦ δὲ θερμαινομένου ὡς μὴ δύνασθαι ἄλλο θερμᾶναι πάθος. ὥστε πάθους μέν ἐστιν ἐπίτασις ἡ διάθεσις, ἐπίτασις δὲ διαθέσεως ἡ ἕξις. Ἔστι δὲ ἡ μὲν γενικὴ διάθεσις, ἡ δὲ εἰδική, καὶ ἡ μὲν εὐκίνητος, ἡ κατὰ τὸ εἶδος θεωρουμένη, ἡ δὲ γενικὴ καὶ ταῖς δυσκινήτοις ὑπάρχει καὶ ταῖς εὐκινήτοις. δυσκίνητος δὲ ἀρετὴ λέγεται νῦν ἡ τελεία καὶ ἀπηρτισμένη τοῖς ὅλοις. καὶ τῆς θερμότητος διχῶς λεγομένης, τῆς μὲν συμφύτου, τῆς δὲ ἐπικτήτου, εὐκίνητον θερμότητα ὁ Ἀριστοτέλης τὴν ἐπίκτητον καλεῖ. ὁμοίως δὲ καὶ ἐπὶ τῆς ψύξεως. οὔτε γὰρ τὴν τοῦ πυρὸς θερμότητα οὔτε τὴν τῆς χιόνος ψυχρότητα ὑποληψόμεθα ἐνταῦθα, ἀλλὰ τὴν τοῦ ὕδατος ἢ ἄλλου σώματος μεταβολὴν εἰς ἀμφότερα ταῦτα. Ἡ τοίνυν ἕξις οὐκ ἄλλη τίς ἐστι τῆς διαθέσεως πλὴν τῷ προσειληφέναι τὸ μόνιμον καὶ δυσκίνητον. ἡ δὲ φυσικὴ ἐπιτηδειότης διττή ἐστιν, ἡ μὲν ἁπλῆ, ἡ δὲ κατὰ προκοπήν τινα θεωρουμένη, ἣν ἐν τῷ λόγῳ ὁ Ἀριστοτέλης παρέλαβεν. εἰπὼν δὲ ὁ φιλόσοφος ἐν τῷ λόγῳ τῆς ποιότητος «ἢ ὁπωσοῦν ἄλλως ἀπ' αὐτῶν», τοῦτό φησιν, ὅτι μὴ κεῖνται πάσαις ταῖς ποιότησιν ὀνόματα ὡς ἐπὶ τῶν φυσικῶν δυνάμεων, καὶ ἐπὶ τῆς συνηθείας μὴ ἐχούσης ἐν χρήσει τὸ ἕτερον, ὡς ἐπὶ τῆς ἀρετῆς καὶ τοῦ ἐναρέτου. ἔστι δὲ ὅπου τῇ μὲν ἕξει κεῖται ὄνομα, ὡς τῇ ἀρετῇ, τῷ κατ' αὐτὴν ποιῷ οὐκέτι. ἐπὶ ἐνίων δὲ καὶ παραλλάττουσιν αἱ τῶν ὀνομάτων σημασίαι· ὁ γὰρ δίκαιος κατὰ μὲν τὸ ὄνομα ἀπὸ τῆς δίκης παρωνόμασται, κατὰ δὲ τὰ πράγματα ἀπὸ τῆς δικαιοσύνης.