Opuscula logica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
9.1.1
Περὶ τῶν πρός τι καὶ σχήματος καὶ χρώματος καὶ μορφῆς καὶ περὶ δυνάμεως καὶ ἀδυναμίας. Τοῦ Πλάτωνος ὁρισαμένου τὰ πρός τι καὶ εἰρηκότος ὅτι «αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται», ἐρωτᾷς τίς ὁ ἀντεπενεχθεὶς περὶ τούτων ὅρος τοῦ Ἀριστοτέλους, ὅτι «ἐστὶ τὰ πρός τι οἷς τὸ εἶναι ταὐτόν ἐστι τῷ πρός τί πως ἔχειν», καὶ τίς ἡ διαφορὰ τοῖν δυοῖν τούτοιν ὅροιν, καὶ διὰ τί τοῦ πρώτου ὁρισμοῦ καλῶς ἔχοντος τὸν δεύτερον ὁ φιλόσοφος ἀντεπήνεγκε. Φημὶ γοῦν ὅτι πολὺ τὸ διάφορον τοῦ λέγεσθαι καὶ τοῦ εἶναι. ὁ μὲν οὖν Πλάτων «αὐτά» φησιν «ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται», ὁ δὲ Ἀριστοτέλης «οἷς τὸ εἶναι» φησί «ταὐτόν ἐστι τῷ πρός τί πως ἔχειν», οὐκέτι τὸ λέγεσθαι πρὸς ἕτερον, ἀλλὰ τὸ εἶναι τοῖς πρός τι ἀποδιδούς. τὸ μὲν γὰρ λέγεσθαι τὴν οὐσίαν αὐτῶν οὐ δηλοῖ, τὸ δὲ εἶναι πρὸς ἕτερον αὐτὴν τὴν οὐσίαν παρίστησι· καὶ τὸ μὲν λέγεσθαι καὶ μέρεσί τισι τῶν οὐσιῶν συμβέβηκε, τὸ δὲ εἶναι τοῖς πρός τι μόνοις. διὸ ἡ κεφαλὴ λέγεται μέν τινος, ἐπεὶ δὲ οὐκ ἔστι τὸ εἶναι αὐτῆς ἐν σχέσει τοῦ πρὸς ὃ λέγεται, οὐκ ἂν εἴη τῶν πρός τι ἡ κεφαλή. εἰ γὰρ καὶ ἄλλων λέγεται, ἀλλὰ πρῶτόν ἐστι καθ' ἑαυτήν· τὰ δὲ πρός τι οὐκ ὄντα τι ἄλλο καθ' αὑτά, ἔπειτα πρός τι λέγεται, ἀλλ' αὐτὸ τὸ εἶναι ἐν τούτῳ ἔχει, ἐν τῷ πρὸς ἕτερόν πως ἔχειν. ἡ δὲ κεφαλὴ ὡς μὲν οὐσία καθ' αὑτὴν οὐκ ἔστι τῶν πρός τι, ὡς δὲ μέρος πρὸς ὅλον ἔχει τὸ εἶναι· τὸ γὰρ μέρος ὅλου μέρος καὶ τὸ ὅλον μερῶν ὅλον. ἡ μὲν γὰρ οὐσία ὡς καθ' αὑτὸ οὖσα ἀποδέδοται, τὰ δὲ πρός τι κατὰ τὴν πρὸς ἕτερον ἀπόνευσιν τὸ εἶναι ἔχει. οὐδεμία ἄρα οὐσία τῶν πρός τι εἴη. ἀπορίαν οὖν εἶχε, πῶς τινες οὐσίαι δοκοῦσι τῶν πρός τι· ἡ γὰρ χεὶρ οὐσία οὖσα τινὸς λέγεται χείρ, καὶ ὁ ποὺς τινὸς πούς, τὰ δὲ τινὸς λεγόμενα τῶν πρός τι ἐδόκει. ἀνάγκη οὖν ἦν ἢ τὰ μέρη τῶν οὐσιῶν μὴ λέγειν οὐσίας, ὅπερ ἄτοπον, ἢ τὸν ἀποδεδομένον τῶν πρός τι λόγον ἐπανορθῶσαι τὸν «ὅσα ἑτέρων εἶναι λέγεται, ταῦτα» εἰπόντα «πρός τι». Αὐτὸς δὲ καθολικώτερον ποιῶν τὸν λόγον περὶ πάσης οὐσίας ζητεῖ εἰ ἔστι τῶν πρός τι, τῆς τε πρώτης καὶ τῆς δευτέρας καὶ τῶν ἐν ταύταις μερῶν. καὶ τὴν μὲν πρώτην καὶ ἄτομον οὐσίαν καὶ τὰ ταύτης μέρη ἐναργῶς φησι μὴ λέγεσθαι τῶν πρός τι κατὰ τὸν ἀποδοθέντα ἤδη τῶν πρός τι ὁρισμόν. «ὁ γὰρ ἄτομός» φησιν «ἄνθρωπος, ἤτοι ὁ τὶς ἄνθρωπος, οὐ λέγεται τινός τις ἄνθρωπος.» τί ἔστι τὸ «οὐ λέγεται τινός τις ἄνθρωπος»; μᾶλλον γὰρ εἰ τῶν πρός τι ἦν ὁ τὶς ἄνθρωπος, οὕτως ἔμελλε λέγεσθαι «ὁ τὶς ἄνθρωπος τινός τις ἄνθρωπος». ἀλλ' ἦν ἀδολεσχία ἐν τῇ περιόδῳ δὶς τοῦ «τὶς» προκειμένου· τὸ γοῦν «οὐ λέγεται» ἀντὶ τοῦ μὴ προσηκόντως λέγεσθαι λέγεται. εἰ γοῦν ἦν τῶν πρός τι ἡ ἄτομος οὐσία, οὕτως ἂν ἀπεδόθη· ἐπεὶ δὲ οὐ χρὴ οὕτως ἀποδίδοσθαι διὰ τὴν παλιλλογίαν, οὐκ ἔστι τῶν πρός τι. τὰ γὰρ ἄτομα ταύτῃ διαφέρει τῶν κοινῶν ἐν τῇ κατηγορίᾳ, καθ' ὅσον προστίθεται αὐτοῖς τὸ τὶ, τὸ ἓν ἀριθμῷ. κατὰ τὸν αὐτὸν λόγον οὐδὲ τὸ μέρος τῆς πρώτης οὐσίας λεχθείη τινός· οὕτως γὰρ κἀνταῦθα ὀφείλει εἰρῆσθαι «ἡ τὶς χεὶρ τινός τις χείρ», καὶ ἔστιν αὖθις παλιλλογία καὶ σολοικοφανὴς ἡ περίοδος. ἐπὶ δὲ τῶν δευτέρων οὐσιῶν, ἐπὶ μὲν τῶν ὅλων πάλιν διαφαίνεται τὸ μὴ εἶναι πρός τι. ὁ γὰρ ἄνθρωπος οὐ λέγεται τινὸς ἄνθρωπος· οὐσίαν γὰρ ἔχει καθ' ἑαυτόν· ὣς δὲ καὶ ὁ βοῦς καὶ τὸ ξύλον. εἰ μέντοι τὸν ἀγρὸν οὐσίαν ὄντα τινὸς εἶναι φαμέν, οὐ καθὸ ἔστιν ἀποδίδομεν, ἀλλὰ καθὸ συμβέβηκεν αὐτῷ κτήματι εἶναι. «ἐπ' ἐνίων δέ» φησι «τῶν δευτέρων οὐσιῶν», τουτέστιν ἐπὶ τῶν μερῶν, «ἔχει ἀμφισβήτησιν.» τὰ μὲν γὰρ ἄτομα μέρη ἀπέδειξε μὴ ὄντα πρός τι διὰ τὸ μὴ λέγεσθαι «τινός τις κεφαλή», ἐπὶ δὲ τῶν κοινῶν ἐνδέδωκεν, ὅτι ταῦτα διὰ τὸ ἕκαστον αὐτῶν ὅπερ ἐστὶν ἑτέρου λέγεσθαι– μέρη γὰρ ὄντα τῶν ὅλων ἐστί– δοκεῖ πρός τι εἶναι. οὐ γὰρ ἦν ἐπὶ τούτων εἰπεῖν, ὅπερ ἐπὶ τῶν ἀτόμων οὐσιῶν ἐκώλυεν εἶναι πρός τι ἐκείνας. διὰ ταῦτα τοιγαροῦν τὸν ὁρισμὸν διωρθώσατο, καὶ ἵνα μὴ εὑρεθῇ τις οὐσία τῶν πρός τι οὖσα ἕτερον ἀντεπήνεγκε. καὶ ἡ διαφορὰ ἐν τούτῳ ἐστί, καὶ καθ' ὅσον ἐκεῖνος μὲν ἀπὸ τοῦ λέγεσθαι τὸ εἶναι ἐνεδείξατο, ὡς ἀπὸ ἐναργεστέρου, οὗτος δὲ ἀπὸ τοῦ εἶναι καὶ τὸ λέγεσθαι, ὡς ἀπὸ αἰτιωδεστέρου. Ἐπὶ δὲ τοῖς εἰρημένοις ὥσπερ πόρισμά τι ἀναφαινόμενον παραδίδωσιν ὁ φιλόσοφος, ὅτι «ἄν τις εἰδῇ τι τῶν πρός τι ὡρισμένως, κἀκεῖνο πρὸς ὃ λέγεται ὡρισμένως εἴσεται»· εἰ γὰρ οἶδέ τις τὸ κάλλιον, καὶ ὅτου κάλλιόν ἐστιν οἶδε. τούτῳ δὲ ἑπόμενον δείκνυσι τὸ τὴν κεφαλὴν καὶ τὴν χεῖρα μὴ εἶναι τῶν πρός τι. τοῦ γὰρ τὸ ἄλλο σῶμα ἐγκεκαλυμμένου γινώσκειν μὲν εἶναι καὶ τὴν κεφαλὴν καὶ τὴν χεῖρα, ὅτου δέ ἐστιν οὐκ ἔστιν εἰδέναι· καίτοιγε εἰ ἦν πρός τι, πάντως ἂν ἔγνωμεν. Ἠρώτησας δὲ καὶ τοῦτο ἐν τῷ γράμματι, τίς ἡ διαφορὰ μορφῆς καὶ σχήματος καὶ χρώματος. φημὶ γοῦν ὅτι ἡ μορφὴ περιεκτική ἐστι καὶ τοῦ σχήματος καὶ τοῦ χρώματος. εἰ γὰρ κατὰ τὴν ἀποτελεύτησιν καὶ τὴν ἐπιφάνειαν τοῦ εἴδους θεωρεῖται, τὸ δὲ εἶδος πάντων ἦν περιεκτικὸν καθ' ἕνα λόγον, καὶ τὸ πέρας ἂν αὐτοῦ τὰ πάντων πέρατα περιέχοι, καὶ συμπληροῦσθαι οὖν ὑπὸ τῶν ἄλλων λέγοιτο ἡ μορφή, οἷον κοινὴ σύλληψις οὖσα πάντων. σχήματος δὲ καὶ χρώματος αὕτη ἡ διαφορά, ὅτι σχῆμα μὲν λέγεται ἡ τοιάδε διατύπωσις καὶ διάπλασις, χρῶμα δὲ ἡ ἁπλῶς ἐπικεχυμένη ποιότης τῷ σώματι. ἔνιοι δὲ τὸ μὲν σχῆμα ἐπὶ τῶν ἀψύχων τάττουσι, τὴν δὲ μορφὴν ἐπὶ τῶν ἐμψύχων, τὸ δὲ χρῶμα τὴν ἐξ ἐπιπολῆς φασιν ἐπιφάνειαν. Καὶ ἵνα σοι πάλιν ἐπιδρομάδην περὶ τῶν εἰδῶν εἴποιμι τῆς ποιότητος, ἡ μὲν ἕξις ἐστὶν ἐπίτασις διαθέσεως, λέγεται δὲ καὶ ἐπὶ τῶν κατὰ φύσιν ἡμῖν προσόντων καὶ μὴ ἀπὸ διαθέσεως καὶ προκοπῆς ἐγγινομένων, ὡς ὄψεως καὶ τῶν λοιπῶν αἰσθήσεων. ἡ δὲ παθητικὴ ποιότης τοῦ πάθους ἐστὶν αὔξησις καὶ ἐπίτασις. δοκεῖ δὲ ὁ Ἀριστοτέλης τὴν μὲν ἕξιν καὶ τὴν διάθεσιν ἐπὶ τῶν ἀρετῶν ἐκλαμβάνειν καὶ μαθημάτων καὶ γνωστικῶν θεωρημάτων, τὸ δὲ πάθος καὶ τὴν παθητικὴν ποιότητα ἐπὶ ὀργῆς καὶ μίσους καὶ τῶν τοιούτων. θερμότητας δὲ καὶ ψυχρότητας νῦν μὲν ἐπὶ τῆς ἕξεως καὶ διαθέσεως τίθησι, νῦν δὲ ἐπὶ τῆς παθητικῆς ποιότητος· καὶ τοῦ πάθους καθὸ μὲν μεθεκτά, ἕξεις αὐτὰ προσηγόρευσε, καθὸ δὲ πάθος ἐμποιεῖ, παθητικὰς ποιότητας. καὶ δύναμις μέν ἐστιν ἡ ἐπιτηδειότης, ἀδυναμία δὲ ἡ ἀνεπιτηδειότης.