Opuscula psychologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
101.1
[δε ιλλυμινατιονε] Ἀπαράδεκτόν σε ἀεὶ τοῦ τοιούτου κατανοῶ θεωρήματος περὶ οὗ καὶ αὖθις ἠπόρησας. τὰς γὰρ οὐσίας τῶν ὄντων δεχόμενος ἐλλάμψεις αὐτῶν καὶ ἰνδάλματα οὐ προσίεσαι. ἀλλ' ἴσθι ὡς οὐδεμία τῶν οὐσιῶν προσφυὴς ἑτέρᾳ ἂν ἐγεγόνει οὐσίᾳ, εἰ μή τις ἀφ' ἑκάστης πρόδρομος προϊοῦσα ἔλλαμψις ὑποδοχή τις ὥσπερ τῇ καταπεμψάσῃ φύσει ἐγίνετο. οὔτε οὖν ὁ νοῦς θεόν ποτε ἐδέξατο, εἰ μὴ μετεσχήκει θεότητος, οὔτε τὸν οὐσιώδη νοῦν ἐχώρησεν ἡ ψυχή, εἰ μὴ μετειλήφει νοερᾶς ἰδιότητος, οὔτε τὸ μεριστὸν σῶμα καὶ σκεδαστὸν καὶ γῆς κατὰ τὸ πλεῖστον ἀναπεπλησμένον δεκτικὸν ἂν ἐγεγόνει τῆς ἀύλου καὶ ἀσωμάτου ψυχῆς, εἰ μή τι ἐκείνης ἴνδαλμα εἰς αὐτὸ καταβεβηκὸς ὑπεδέξατο, οὔτε τῆς πρώτης ἑνάδος αἱ δεύτεραι μετ' ἐκείνην καὶ τρίται τὴν ἄρρητον ἐδέξαντο δύναμιν, εἰ μή τινος ἑνώσεως θειοτέρας κατηξιώθησαν. ἄλλο γοῦν ἐστι τὸ μετασχεῖν τὴν ψυχὴν τοῦ παντελείου καὶ ὑπερουσίου νοῦ καὶ ἄλλο τὸ κοινωνῆσαι νοερᾶς ἰδιότητος· καὶ κατὰ μὲν ταύτην οὐδεμία τῶν λογικῶν ψυχῶν ἄνους ἐστί (πᾶσαι γὰρ ἀπὸ θεοῦ μετὰ νοῦ γεννηθεῖσαι ἐλλάμψεις τινὰς ἐκεῖθεν εἰς ἑαυτὰς νοερὰς κατεδέξαντο), κατὰ δὲ τὸν παντέλειον καὶ ὑπερούσιον νοῦν πολλαὶ τούτων καθεστᾶσιν ἔρημοι νοῦ. ὅ τε γοῦν πᾶσαν ψυχὴν λογικὴν ἔννουν εἰπὼν καὶ ὁ ἀντιθέτως τούτῳ ἄνουν ἀντειρηκὼς ἀληθεύετον ἄμφω, ὁ μὲν περὶ τῆς νοερᾶς ἐλλάμψεως, ὁ δὲ περὶ τῆς οὐσιώδους ἀποφηναμένω νοήσεως. μὴ οὖν ἀμφίβαλλε περὶ τοῦ δόγματος, ἀκολουθίαν ἢ ἀναγκαστικὴν δύναμιν εἰς παραδοχὴν ἔχοντος. Περὶ τοῦ κακοῦ Ἠρώτησας ἐν τίσιν ὑφέστηκε τὸ κακόν. ἄλλος μὲν οὖν εὐθὺς ἂν ἀπεκρίθη σοι ὡς ἐν τοῖς ἀλόγοις ἐν ἡμῖν πάθεσιν, οἷον θυμῷ καὶ ἐπιθυμίᾳ· ἐγὼ δὲ οὐδὲν τέως προχείρως ἐρῶ, πρὶν ἄν σοι τὸ βάθος ἀναπτύξω τῆς 102 ψυχικῆς οὐσίας ἡμῶν. ἔσται γάρ σοι ἴσως αὐτόθεν σαφὲς ὅπερ ἐρεῖν βούλομαι. εἰ μὲν οὖν βούλει, δύο γένη ψυχῶν ἡμῖν ὁμολόγησον, τὸ μὲν λογικόν, τὸ δὲ ἄλογον. εἰ δ' ὡς Ἑλληνικὴν ἀποπτύεις τὴν δόξαν, ἀλλὰ τῆς γε καθ' ἡμᾶς ψυχῆς δώσεις πάντως τὸ μὲν κατὰ λόγον, τὸ δὲ παρὰ λόγον κινούμενον· ὧν οὐδέτερον κακόν. τὸ μὲν γὰρ κατὰ λόγον, αὐτόθεν καὶ ἡ γνῶσις πρόχειρος, τὸ δὲ παρὰ λόγον, ὅτι τοιαύτην ἔλαχε φύσιν· οὔτε γοῦν τῷ θυμικῷ μέρει τῆς ψυχῆς κακὸν τὸ θυμοῦσθαι οὔτε τῷ ἐπιθυμητικῷ τὸ ἐπιθυμεῖν καὶ τῶν γε χειρόνων, ἄλογοι γὰρ ἀπὸ φύσεως αὐτῶν αἱ ὁρμαί. ποῦ τοίνυν τὸ κακὸν τάξομεν; ἐν τῇ πρὸς ἄμφω συγκράσει· καθ' ἑαυτὰ μὲν γὰρ εἴ τις διέλοι, κακίας ἀμέτοχα, σὺν ἀλλήλοις δὲ οὖσι παρυφίσταται τὸ κακόν, ὁπηνίκα τὸ ἄλογον τῆς ψυχῆς μέρος μὴ ὑπακούῃ τῷ λόγῳ. ἐπεὶ καὶ ἡ νόσος, ὣς δὲ καὶ τὸ αἶσχος, οὔτε ἐν τῇ ὕλῃ οὔτε μὴν ἐν τῷ εἴδει συνίστασθαι πέφυκεν, ἀλλ' ἐν τῇ πρὸς ἄλληλα μίξει, ὅταν ἀκρατὴς ἡ ὕλη τῷ εἴδει γένηται. οὐ τοίνυν παρὰ τῷ δημιουργῷ ἡ κακία, ἀλλὰ παρὰ τὰς τῆς ψυχῆς ἡμῶν αἱρέσεις τὴν ἀνύπαρκτον, ἵν' οὕτως εἴποιμι, ὕπαρξιν εἴληχε. Περὶ ψυχῆσ Ἠπάτησαι καὶ αὐτὸς μετὰ τῶν πολλῶν οἰόμενος τὴν ψυχὴν ἐν τῇ τοῦ συνθέτου λύσει κατὰ βραχὺ τοῦ σώματος ὑπαναχωρεῖν, μαρτυρόμενος τῷ κατεψῦχθαι τὰ ἄκρα καὶ παντάπασιν ἀναισθητεῖν τῶν μὴ ἐξάπινα τελευτώντων, ὥσπερ ἀπὸ τῶν περάτων τοῦ σώματος ἀρχομένης αὐτῆς συστέλλεσθαι καὶ κατὰ μέρος ἑλίττεσθαι, ἵν' ἐπειδὰν ὅλη πρὸς τὴν καρδίαν συσπειραθῇ καὶ οἷον εἰπεῖν συνουσιωθῇ, ἀθρόον ἀποπνευσθείη. τὸ δ' οὐχ οὕτως ἔχει· ἀλλ' ὥσπερ ἀχρόνως ἐπιλάμπει τῷ σώματι δίκην 103 ἡλίου ἐξάπινα τὸν ἀέρα καταφωτίζοντος, κατὰ τὸν αὐτὸν λόγον ἐκεῖθεν ἀφίπταται. ἀμερὴς δὲ οὖσα καὶ ἀδιάστατος, ἀμερῶς καὶ ἀδιαστάτως καὶ τῷ σώματι σύνεστιν. οὔκουν ἐκτείνεται τούτῳ οὐδὲ διίσταται, ἀλλὰ καὶ ὅλον δι' ὅλου ψυχοῦσα οὐδὲν ἧττον ἐφ' ἑαυτῆς ἕστηκε. Τί ποτ' οὖν τὸ συνεκτεταμένον τῷ σώματι καὶ ζωοῦν αὐτό; ἡ φύσις καὶ ἡ ἄλογος ζωὴ καί, ὥς τισι τῶν φιλοσόφων ἔδοξεν, ἡ τελειότης καὶ συνοχὴ τοῦ σώματος, ἣν ἐμψυχίαν καὶ ἐντελέχειαν οἱ περὶ τὸν Ἀριστοτέλην κατωνομάκασιν. αὗται γὰρ αἱ δεύτεραι καὶ θνηταὶ ζωαὶ καὶ τῷ σώματι διιστάμεναι ἐν τούτῳ κατασπαρεῖσαι, ἀθρόον τὴν ψυχὴν ἐπιλάμψασαν ὑποδέχονται· οὐ γὰρ ἦν εὐπρεπὲς ἄνευ τινὸς προσφυοῦς τοῖς ἄκροις μεσότητος προσομιλῆσαι τῷ παχεῖ σώματι. ἡ τοίνυν φύσις διὰ παντὸς ἐκταθεῖσα τοῦ σώματος, ἐπειδὴ συναπολήγει τῷ ἰδίῳ ὀχήματι, πρὸ τῆς παντελοῦς ἀποπνεύσεως τοῦ συνθέτου τοῖς ἀκρωτηρίοις ἐναποσβέννυται. οὐ γὰρ ἐκεῖθεν ὑποχωρεῖ, ἦν γὰρ ἂν ἀθάνατος ἐπανερχομένη πρὸς ἑαυτήν. ἡ δέ γε ψυχὴ τοῦ μέσου τούτου διαλυθέντος δεσμοῦ ὥσπερ «ἐν ἀτόμῳ ἢ ῥιπῇ ὀφθαλμοῦ», ὅ φησιν ὁ ἀπόστολος, ἔξεισι τοῦ σώματος. Εἰ ἄρα μετὰ τῶν οἰκείων σωμάτων ἤγουν τῆς αὐτῆς ὕλης ἀναστησόμεθα Ἐπεὶ πᾶσα οὐσία σωματικὴ ἐξ ὕλης [τέ] ἐστι καὶ εἴδους, ὧν τὸ μὲν κρεῖττόν ἐστι, τὸ δὲ χεῖρον, καὶ κρεῖττον μέν ἐστι τὸ εἶδος, χεῖρον δὲ ἡ ὕλη, καὶ ᾧ διαφέρει τῶν ἄλλων τοῦτό ἐστιν αὐτό (οὐδὲ γὰρ ἄνθρωπος ἐκ τῆς ὕλης ἄνθρωπος ὀνομάζεται, οὔτε βοὸς ἵππου διαφέρει κατὰ τὴν ὕλην), ἀλλὰ καὶ ἡ ὕλη μὴ ὄν τι λέγεται τοῖς πρώτοις φιλοσόφοις, ὃ δὲ μὴ 104 ὄν ἐστιν ὕλη, ὡς δέδεικται, ὂν δὲ τὸ εἶδός ἐστιν, ἔσται ὁ ἄνθρωπος ἀληθῶς τὸ εἶδος. καὶ τοῦτο μὲν ἐκ τῆς πρώτης γενέσεως μέχρι τῆς παντελοῦς φθορᾶς ἐν ἡμῖν ὑπάρχει ἀμεταβλήτως καὶ ἀμεταθέτως· ἡ δὲ ὕλη οὐκ ἀεί ἐστιν ἐν ἡμῖν ἡ αὐτή, ὥσπερ οὐδὲ ὄνυχες οἱ αὐτοὶ ἢ τρίχες. ἀλλὰ οὐ διὰ τοῦτο οὐκ ἐσμὲν οἱ αὐτοί, ὅτι τὴν πρώτην ἀποβαλλόμεθα ὕλην· ἀεὶ γὰρ ἡ ὕλη φθείρεται, καὶ ἡμεῖς οὐ φθειρόμεθα ὡς μένοντος τοῦ εἴδους μέχρι τινός. ἐπὰν δὲ τούτου γένηται φθορά, τότε καὶ ἡμῶν ἔσται φθορὰ ὡσαύτως· τὸ γὰρ εἶδος ἡμεῖς. Τοῦτό μοι νόει καὶ ἐπὶ τῆς ῥηθείσης ἀπορίας· οὐ γὰρ τὸ ἡμέτερον εἶδος εἰς λέοντα ἢ κύνα μεταβάλλειν δυνατὸν ἢ εἰς ἕτερόν τι τῶν ἄλλων θηρίων, ἀλλ' ἡ ὕλη ἴσως ἣν οὐκ ὂν ὁ λόγος ἀπέδειξεν. ἀναστήσεται οὖν τὰ ἡμέτερα σώματα καὶ οὐδὲν ἔσται τὸ κωλῦον διὰ τὸ μὴ ὡρισμένην τὴν ἐν αὐτοῖς ὕλην ὑπάρχειν. Τοῦ αὐτοῦ· τίνα τρόπον ὁ Πλάτων οἴεται εἰσοικίζεσθαι τὰς ψυχὰς τοῖς τῶν ἀλόγων ζῴων σώμασι, πρὸς τὸν εὐσεβέστατον βασιλέα κῦρ Ἀνδρόνικον {τὸν Παλαιολόγον} Τίνες ποτέ εἰσιν οἱ τολμῶντες νῦν ἑρμηνεύειν τὸν Πλάτωνα καὶ τὰς περιόδους αὐτῷ τῶν ψυχῶν ἐξηγεῖσθαι τάς τε καθόδους καὶ τὰς ἀνόδους, καὶ πῇ μὲν τὰς τοῦ αἰθέρος ἀναγωγάς, πῇ δὲ τὰς διὰ τοῦ ᾅδου 105 περιαγωγάς, καὶ ὁπόσα ἐκεῖνος διάφορα ἐν τοῖς διαφόροις λόγοις περὶ τῶν ψυχῶν ὑποτίθεται, καὶ μάλιστα ἅπερ ἐν τῷ Τιμαίῳ, ἵν' οὕτως εἴπω, διαμυθολογεῖ, Κωκυτοὺς καὶ Ἀχέροντας ῥεύματά τε θολερὰ καὶ δύσβατα καὶ ἕτερ' ἄττα τὰς ψυχὰς τῶν ἀνθρώπων καταδειμαίνοντα ἐν τούτῳ τῷ λόγῳ τερατευόμενος; κἂν αὐτός τι περὶ τἀνδρὸς ἐρῶ, οὐκ ἂν οὐδ' ἐμαυτὸν συμπείσαιμι ὡς συννενόηκα τὰ ἀπόρρητα τοῦ ἀνδρός, εἰ μὴ ὅτι καταμαντεύομαι τῶν ἐκείνου δογμάτων. Οὔτε οὖν τὸ στόμιον τοῦ ᾅδου παρ' αὐτῷ ἀληθεύεται οὔτε ἡ ἐν ᾅδου διατριβὴ τῶν ψυχῶν οὔτε ἄλλο τι τῶν ὅσα σωματικὰ ἐκείνῳ καὶ ἔνυλα περὶ ἀσωμάτου καὶ ἀύλου φύσεως. ἀλλ' ἐπειδὴ διττὸν παρ' ἐκείνῳ γένος τῶν ψυχῶν, τὸ μὲν λογικόν τε καὶ νοερόν, τὸ δ' ὑποτεταγμένον τούτοις, ἑτεροειδὲς δὲ παρὰ τὰς τῶν ἑτέρων ζῴων ψυχάς, καὶ τὸ μὲν ἄνωθεν ἀπὸ τοῦ δημιουργοῦ κάτεισι, τὰ δὲ ἀπὸ τῆς ἀστρῴας τάξεως καὶ δυνάμεως καὶ τῶν ὡς ἐκεῖνός φησι «νέων θεῶν», σχίζεται περὶ ἄμφω τὼ γένει, καὶ τοὺς μὲν τῷ λόγῳ προσαλλήλους καθαρμόζει τῇ γενναίᾳ ψυχῇ, τοὺς δὲ τῇ ἀπὸ τῶν δευτέρων ὑποστάσει δημιουργῶν. καὶ ἐπειδὴ ἡ μὲν πρώτη ψυχὴ νοερά ἐστι μόνως καὶ λογική, ἡ δὲ ἑτέρα ἐκ τῶν τεττάρων τούτων στοιχείων συνήρτηται, δόξης, φαντασίας, αἰσθήσεως, φύσεως, αἵτινες δὴ τῶν δυνάμεων οὐκ εὐθεῖαν περαίνουσιν, ἀλλὰ κλάσεις τινὰς καὶ στροφὰς ποιοῦνται περὶ αὐτάς, περὶ μὲν τῆς πρώτης οὐδέν τι καινοτομεῖ, τὴν δέ γε δευτέραν ψυχήν, ἅτε δοξαστικῇ χρωμένην τροφῇ καὶ τὸ τῆς φαντασίας εἶδος προβεβλημένην κατὰ τὴν ἐλάττονα πρότασιν καὶ τὰ πολλὰ αἰσθήσεσι χαίρουσαν καὶ οἷον ὑγρὰν καὶ πλαδαρὰν οὖσαν, εἰς τοὺς μυχοὺς κατάγει τῆς γῆς καὶ στομίῳ τινὶ διαπεραιοῦται καὶ διαταράττει ῥεύμασι καὶ δεδίττεται κυμαίνουσι ποταμοῖς καὶ ὁπόσα ἐκεῖνος περὶ αὐτὴν πραγματεύεται. ταύτην μέντοι γε τὴν ψυχήν, μὴ συμπορευθεῖσαν τῇ πρώτῃ, ἀλλ' ἢ φιληδόνως ἢ φιλοχρημάτως ἔχουσαν ἢ ἄλλῳ τῳ τῶν παθῶν καταθελχθεῖσαν, καὶ ἀλόγοις ἐφιστάνει σώμασιν· ἀλογωθεῖσαν γὰρ τρόπον τινὰ ὑπὸ τῶν παθῶν εἰκότως καὶ τῷ ἀλογωτέρῳ συμβεβλῆσθαι 106 μέρει. ἡ δέ γε λογικὴ κἂν τῇ ἀλόγῳ συνακολουθήσῃ ψυχῇ, ἐπειδὴ οὐ μεθίσταται πρὸς ἐκείνην τὴν φύσιν, πῶς ἂν ἀλόγου προσταίη σώματος; εἰ γὰρ τὸ ὄργανον οἰκεῖον δεῖ εἶναι τῇ ἐφεστηκυίᾳ ψυχῇ, πῶς ἂν τὸ ἄλογον σῶμα τῇ λογικῇ ψυχῇ προσαρμόσειεν; Εἰ δέ τις καταμωκᾶσθαι βούλεται Πλάτωνα, τοῦτον μὲν οὐκ ἂν μεμψαίμην ἐγώ· τί γάρ μοι καὶ Πλάτωνι ἢ ἑτέρῳ φιλοσόφῳ Ἕλληνι τὴν ἀλήθειαν διαψευδομένῳ; τοσοῦτον δὲ ὑπεραγωνισαίμην τἀνδρός, ὅτι καὶ τὴν λογικὴν ψυχὴν τοῖς πάθεσι διαμορφωθεῖσαν ἰδὼν ὁ σοφός, ὡς τὴν μὲν λεοντώδη γενέσθαι διὰ τὸν θυμόν, τὴν δὲ ἄλλῳ τῶν ζῴων οἰκειωθεῖσαν διὰ τὰς ἐμφύτους ἐκείνῳ ἐπιθυμίας, τὴν δὲ διὰ τὴν τῶν κρειττόνων ἀμελετησίαν ἀργὴν καὶ ἄγονον γενομένην καὶ οἷον ἀποδενδρωθεῖσαν, ὥσπερ ἐκεῖνος εἰώθει ἀποκρύπτεσθαι τὰ πολλά, τὴν μὲν εἰς ὄνους κατάγει, τὴν δὲ εἰς ἵππους θυμοειδεῖς, τὴν δὲ εἰς ταύρους ὑβρίζοντας, καὶ ἄλλην εἰς δένδρα κατασπείρει καὶ αὖθις ἑτέραν εἰς θάμνον, πρὸς ὃ ἑκάστη οἰκείως ἔχει ἢ τοῖς πάθεσιν ἢ ταῖς ἀπραξίαις, πρὸς ἐκεῖνο συναρμόττων καὶ συγκολλῶν διὰ τῆς καταλλήλου ἀναλογίας, οὐκ ἐμβιβάζων εἰς οὐδὲν τῶν ζῴων τὴν λογικὴν οὐσίαν καὶ νοεράν· οὐ γὰρ οὗτος ὁ τοῦ Πλάτωνος νοῦς. πῶς γὰρ εἰκός, ἣν ἀπὸ τοῦ πρώτου θεοῦ κατήνεγκε καὶ ὡς ἐκεῖνός φησι «τῆς ἀρρητοτάτης ἑνάδος», καὶ ἣν ἀνακηρύττει ἀφορμὰς ἐκεῖθεν λαβεῖν ἐπιστροφῆς τε καὶ ἀναμνήσεως, ταύτην εἰς τὴν ἐσχάτην φύσιν κατενεγκεῖν καὶ μύρμηκα καὶ θάμνον ποιεῖν τὴν ἀναμαξαμένην τὰς τοῦ πατρὸς δυνάμεις ἁπάσας καὶ μέσην ἱσταμένην τῶν τε ἀμερίστων καὶ μεριστῶν φύσεων καὶ τῶν μὲν οὖσαν εἰκόνα καὶ ἄγαλμα καὶ ἀφομοίωμα, τῶν δὲ παράδειγμα; μάτην γὰρ ἐν αὐτῇ γένοιντο ἢ γεγόνασιν αἱ παρὰ τοῦ πατρὸς ἐμφάσεις, πάντῃ ἀλογωθείσῃ καὶ ἀποδενδρωθείσῃ κατὰ τὸν θαυμάσιον Πλωτῖνον. Οὐ δεῖ οὖν, κάλλιστέ μοι βασιλέων Ἀνδρόνικε, ἀνίπτοις χερσὶν ὅ φασι τὰ Πλάτωνος βιβλία μεταχειρίζεσθαι μηδὲ πρότερον τοὺς τῆς γλώττης ὀχετοὺς λεάναντας ἀποστοματίζειν τι τῶν ἐκείνου ἢ ἐκ τοῦ παρατυχόντος φθέγγεσθαι. τοῦ γὰρ Ἀριστοτέλους τὴν δεινότητα τῆς οἰκείας φιλοσοφίας προβεβλημένου, οὗτος τὰς ἀλληγορίας καὶ τὰς 107 ἐμφάσεις προβάλλεται. τῶν γὰρ Μωσαϊκῶν βιβλίων μετεσχηκὼς καὶ ὅσα τῷ Σολομῶντι πεποίηται, ἐκεῖθεν καὶ τὸ ἐμφατικὸν σχῆμα τοῦ λόγου διαμεμελέτηκεν. Τοῦ αὐτοῦ· τίνος χάριν τριμερῆ τὴν ψυχὴν οἱ περὶ Πλάτωνα καὶ Ἀριστοτέλην εἰρήκασι Δύο σοι τὰ ἠπορημένα καὶ ἄμφω γενναῖα καὶ τὸ βάθος τῆς σῆς ψυχῆς ἑρμηνεύοντα. ζητεῖς γὰρ ὅτου χάριν τριμερῆ τὴν ψυχὴν οἱ περὶ Πλάτωνα καὶ Ἀριστοτέλην εἰρήκασιν, ὄντων αὐτῇ καὶ ἑτέρων μερῶν· καὶ εἰ οὕτω καλεῖν βούλονται, διὰ τί μὴ τριδύναμον μᾶλλον αὐτήν, ἀλλὰ τριμερῆ προσηγορεύκασιν· εἰ γὰρ ἀμερὴς αὐτῆς ἡ φύσις, πῶς εἰς μέρη ταύτην οἱ φιλόσοφοι διῃρήκασι; καὶ σὺ μὲν οὕτως ἠπόρηκας, ἡμεῖς δὲ τὸ δεύτερόν σοι τῶν ἐζητημένων πρότερον ὂν καλῶς διηκριβηκότες ὕστερον ἐπὶ τὸ πρότερον ὡς ῥᾷστον ἀναβησόμεθα. Τὴν ψυχὴν οἱ φιλόσοφοι νῦν μὲν ὡς ἀπόλυτον σώματος θεωροῦσι, καὶ ταύτην πολυειδῶς· αὖθις δὲ μετὰ σώματος ἐξετάζουσι, καὶ οὐδὲ οὕτως ἁπλῶς, ἀλλὰ πρὸς τὰ μέτρα τῆς καθόδου καὶ τῆς βαθύτητος, καὶ οὐ τὰς αὐτὰς ἀπολείπουσι δόξας αὐτῇ ἐλευθέρᾳ τε σώματος καὶ μετὰ τῆς τούτου φύσεως ζώσῃ, ἀλλὰ κατὰ τὸν ζωῆς τρόπον συνεξαλλάττουσι ταύτῃ τὰς ἰδιότητας. ἀπόλυτος μὲν οὖν οὖσα τοῦ σώματος συνέστραπταί τε πρὸς ἑαυτὴν ἢ μᾶλλον ἐπέστραπται, καὶ παντάπασίν ἐστιν ἀμέριστος· δῦσα δὲ κατὰ τῆς σωματικῆς παχύτητός τε καὶ διαστάσεως τρόπον τινὰ διέστη καὶ ἐμερίσθη καὶ τὰς δυνάμεις αὐτῆς εἰς μέρη κατέταξε, καὶ ἐφίδρυσεν ἐγκεφάλῳ μὲν τὸ λογικόν, καρδίᾳ δὲ τὸν θυμὸν καὶ ἥπατι τὴν ἐπιθυμίαν. ἀκριβέστερον δὲ εἰπεῖν, τὸ σῶμα μᾶλλον περὶ αὐτὴν πολυμερῶς ἐμερίσθη, μὴ δυνάμενον ἀμερῶς τὴν ἐκείνης φύσιν περιλαβεῖν· ὅθεν ἀφειμένη μὲν τοῦ σώματος τριδύναμός ἐστιν, οὐ περιγραφομένων μέρεσί τισι τῶν δυνάμεων, 108 ἀλλὰ δι' ἀλλήλων αὐτῶν ἡκουσῶν, συγκραθεῖσα δὲ σώματι καὶ διαστᾶσα τριμερὴς ὠνομάσθη διὰ τὴν κατάλληλον ἑαυτῆς πρὸς τὰ τοῦ σώματος μέρη κατάταξιν. τούτῳ γὰρ διενήνοχε μέρος δυνάμεως, ὅτι τοῦτο μὲν ποσότητός ἐστι μέτρον καὶ περιγέγραπται, ἐκεῖνο δὲ ποιότητος εἶδος καὶ διὰ τὴν ἀσώματον φύσιν ἀσυγχύτως διὰ τῶν ἑτέρων ἥκει δυνάμεων. οὕτω μὲν οὖν τριμερὴς καὶ οὕτω τριδύναμος παρὰ τοῖς φιλοσόφοις ὠνόμασται· εἰ δὲ μὴ κατὰ τὸ μέτρον ὧν ἔχει μερῶν ἢ δυνάμεων κἀκεῖνοι ταύτην διηριθμήσαντο, ἀλλὰ τὸ φανταστικὸν ἀφέντες, τὸ διανοητικόν, τὸ φυτικόν, τὴν προσοχήν, τὴν συνείδησιν, τἄλλα, τῷ λογιστικῷ ταύτην καὶ θυμικῷ καὶ ἐπιθυμητικῷ διῃρήκασι, θαυμάζειν οὐ χρή. οὐ γὰρ αὐτὸ τοῦτο προθέμενοι, τὰς δυνάμεις ταύτης ἀπαριθμήσασθαι, ἔπειτα ἐλλιπεστέραν τὴν ἀπαρίθμησιν πεποιήκασιν, ἀλλὰ βουλόμενοι ἐνδείξασθαι, ὅθεν αἱ ἠθικαὶ ἀρεταὶ τὴν γένεσιν ἔχουσιν, ἐπειδὴ ἀπὸ τῶν τριῶν τούτων μόνων ἀπογεννῶνται δυνάμεων, διὰ ταῦτα τὰς ἄλλας ἀφέντες εἰς ταύτας μόνον τὴν τῆς ψυχῆς οὐσίαν διεῖλον. Εἰ δὲ ἐπιζητεῖς εἰ καὶ ἀπολυθεῖσα ψυχὴ τοῦ σώματος μετὰ τοῦ λόγου ἔχει καὶ τὴν ἐπιθυμίαν καὶ τὸν θυμόν, σμῆνος ἀνεγείρεις λόγων. τὸ δ' ὅσον εἰς ἀκροτελεύτιον ἐπιστολῆς, εἰ μὲν ἀπολυθείη παντάπασι τῆς ἀλόγου ἡ λογικὴ ψυχή (ἀπολύεται δὲ καθαρεῖσα), μετὰ τοῦ λόγου μόνον καὶ τοῦ περισχόντος αὐτὴν προσεχῶς νοῦ εἰς τὸν παντέλειον ἄνεισι νοῦν· εἰ δὲ μὴ ἀποσκυβαλίσῃ οἷον εἰπεῖν πᾶν τὸ ἀλλότριον, ἀλλὰ συμπεφυρμένη τούτῳ τοῦ σώματος ἀποπτῇ, τριμερής ἐστι καὶ ἀπόλυτος, τῶν τῆς ἀλογίας οὐκ ἀλλοτριωθεῖσα δυνάμεων. [δε ῃολυνταριο ετ ινῃολυνταριο] Ἠρώτησας καὶ περὶ ἑκουσίου καὶ ἀκουσίου. καὶ ἴσθι ὅτι τοῦ ἀκουσίου τὸ μὲν κατὰ βίαν, τὸ δὲ δι' ἄγνοιάν ἐστι· καὶ τῶν κατὰ βίαν ἀκουσίων ἡ ποιητικὴ ἀρχὴ ἔξωθέν ἐστι. τὸ δὲ ἑκούσιον ἀμφοτέροις ἀντίκειται· ἔστι 109 γὰρ τὸ μήτε βίᾳ μήτε δι' ἄγνοιαν γινόμενον. καὶ πᾶσα μὲν προαίρεσις ἑκούσιος, οὐ πᾶν δὲ τὸ ἑκούσιον ἐκ προαιρέσεως· καὶ γὰρ τὰ παιδία καὶ τὰ ἄλογα ζῷα ἑκουσίως μὲν ποιεῖ, οὐ μὴν προαιρούμενα. ἔστι δὲ ἡ προαίρεσις μικτόν τι χρῆμα ἐκ βουλῆς καὶ κρίσεως καὶ ὀρέξεως. βουλόμεθα δὲ περὶ τῶν ἐφ' ἡμῖν καὶ ἄδηλον ἐχόντων τὸ τέλος. Περὶ ἀρετῶν Τὴν πρὸς Ἑρκουλιανὸν ἀνεγνωκὼς ἐπιστολὴν Συνεσίου ἐπιζητεῖς τί ποτέ ἐστι τὸ ἐν ταύτῃ κείμενον ῥησίδιον τὸ βούλεσθαι αὐτὸν «μεταθεῖναι τὴν τοῦ σώματος ἰσχὺν ἐπὶ τὴν τῆς ψυχῆς ἀνδρείαν, οὐ τὴν ἐκ τῆς πρώτης καὶ περιγείου τετρακτύος τῶν ἀρετῶν». ἐν ταύτῃ μὲν τῇ τετρακτύι, ἢ μᾶλλον, ὥσπερ ἐπὶ κλίμακος, ἐν ταύτῃ μὲν τῇ βαθμίδι, κυρίως ὅπερ εἰσὶ λέγονται· ἐν δέ γε ταῖς ἄλλαις οὐ κυριολεκτοῦνται, ἀλλ' ἀνάλογον ὀνομάζονται. Ἴσθι τοιγαροῦν ὡς αἱ μὲν τῶν ἀρετῶν πολιτικαὶ τοῖς τῶν Ἑλλήνων σοφοῖς ὠνομάσθησαν, ἃς ἡμεῖς πρακτικὰς φαμέν, ἀπὸ τοῦ συναγελασμοῦ καὶ τῆς κοινωνίας καὶ τῆς ἀβλαβοῦς τῶν πλησίον συναναστροφῆς λαβοῦσαι τὸ ὄνομα, αἱ δὲ θεωρητικαὶ ἐν ἀποστάσει κείμεναι τῶν ἐντεῦθεν· διὸ καὶ καθάρσεσιν αὗται ἐοικυῖαι καθαρτικαὶ ὀνομάζονται, ἐν ἀποχῇ θεωρούμεναι τῶν μετὰ τοῦ σώματος πράξεων καὶ συμπαθειῶν τῶν πρὸς αὐτό. αἱ μὲν γὰρ πολιτικαὶ τὸν θνητὸν κατακοσμοῦσιν ἄνθρωπον, αἱ δὲ θεωρητικαὶ ἤτοι καθαρτικαὶ τὴν ψυχὴν ἀφιστῶσιν ἀπὸ τοῦ σώματος πρὸς τὸ ὄντως ὄν. ἔστι δὲ καὶ ἄλλο γένος τρίτον ἀρετῶν μετὰ τὰς καθαρτικὰς καὶ πολιτικὰς αἱ καλούμεναι νοεραί, ἐν αἷς καὶ ἡ ψυχὴ νοερῶς ἐνεργεῖ. τέταρτον δὲ εἶδος ἀρετῶν τὸ τῶν παραδειγματικῶν, κρείττους οὖσαι τῶν ψυχικῶν. αἱ δὲ παραδειγματικαὶ ἀρεταὶ τοῦ νοῦ εἰσί, σύνδρομοι οὖσαι αὐτοῦ τῇ οὐσίᾳ· αἱ δὲ νοεραὶ ψυχῆς πρὸς νοῦν ἐνορώσης ἤδη καὶ πληρουμένης 110 ἀπ' αὐτοῦ· αἱ δὲ καθαρτικαὶ ψυχῆς ἀνθρώπου καθαιρομένης τε καὶ καθαρθείσης ἀπὸ σώματος καὶ τῶν ἀλόγων παθῶν· αἱ δὲ πολιτικαὶ ψυχῆς ἀνθρώπου κατακοσμούσης τὸν ἄνθρωπον διὰ τὸ μέτρον τῇ ἀλογίᾳ ἀφορίζειν καὶ μετριοπάθειαν ἐργάζεσθαι. Ὅρα γοῦν· τέτταρας βαθμοὺς τῶν ἀρετῶν ἀπηριθμησάμεθα, ὧν πρῶτος ὡς πρὸς ἡμᾶς ὁ πολιτικός, μετὰ δὲ τοῦτον ἀνιοῦσιν ἡμῖν ὁ θεωρητικὸς ἤτοι καθαρτικός, εἶτ' ἐφεξῆς ὁ νοερὸς καὶ τέταρτος, πρῶτος δὲ τῷ ἀξιώματι, ὁ παραδειγματικός. ἐν ἑκάστῳ δὲ τῶν τοιούτων βαθμῶν αἱ τέτταρες γενικαὶ ἐμφαίνονται ἀρεταί, ἡ ἀνδρεία, ἡ σωφροσύνη, ἡ φρόνησις καὶ ἡ δικαιοσύνη. αὕτη γοῦν ἔστιν ἡ παρὰ τῷ Συνεσίῳ λεγομένη τῶν ἀρετῶν τετρακτύς. Περίγειος δὲ αὐτῷ ὠνομάσθη ἡ τοῦ πολιτικοῦ βαθμοῦ, διότι ἔσχατος οὗτός ἐστι ὡς εἰρήκαμεν καὶ πρῶτος ἡμῖν ἀναβαίνουσιν. ὁρῶνται δὲ ἐν αὐτῷ αἱ γενικαὶ ἀρεταὶ οὕτως· ἡ μὲν φρόνησις περὶ τὸ λογιζόμενον, ἡ δὲ ἀνδρεία περὶ τὸ θυμούμενον, ἡ δὲ σωφροσύνη ἐν ὁμολογίᾳ καὶ συμφωνίᾳ ἐπιθυμητικοῦ πρὸς λογισμόν, δικαιοσύνη δέ ἐστιν ἡ ἑκάστων τούτων ὁμοῦ οἰκειοπραγία ἀρχῆς πέρι καὶ τοῦ ἄρχεσθαι. καὶ ἡ μὲν περίγειος τετρακτὺς αὕτη τῶν ἀρετῶν, ἡ δὲ ἀνάλογος ἐν τρίταις καὶ τετάρταις ἐστίν, ὅταν τις ταύτας καὶ ἐν τῇ τρίτῃ τάξει θεωροίη τῶν νοερῶν ἀρετῶν καὶ ἐν τῇ τετάρτῃ τῶν παραδειγματικῶν, εἴποι μοι δ' ἂν αὐτὸς καὶ ἐν τῇ δευτέρᾳ τῶν θεωρητικῶν. τότε γὰρ ἡ τετρακτὺς τῶν τεττάρων γενικῶν ἀρετῶν ἐν ταῖς τρίταις καὶ τετάρταις τάξεσι τοῦ νοεροῦ βαθμοῦ καὶ τοῦ παραδειγματικοῦ κατὰ ἀναλογίαν ἐμφαίνονται. οἷόν τι λέγω· ἀναλογοῦσιν αἱ τέτταρες ἀρεταὶ τοῦ θεωρητικοῦ καὶ αἱ τέτταρες τοῦ παραδειγματικοῦ ταῖς τέτταρσι τοῦ νοεροῦ. παλιλλογῶ γὰρ καὶ πολλάκις τὰ αὐτὰ φθέγγομαι, ἵνα σοι σαφέστατον παραστήσω τὸ νόημα. φρόνησις οὖν τῶν καθαρτικῶν ἀρετῶν τὸ μὴ συνδυάζειν τῷ σώματι, σωφροσύνη δὲ τὸ μὴ ὁμοιοπαθεῖν, ἀνδρεία δὲ τὸ μὴ φοβεῖσθαι τὴν ψυχὴν ἀφισταμένην τοῦ σώματος, ἡγουμένου δὲ λόγου καὶ νοῦ καὶ μηδενὸς ἀντιτείνοντος ἡ δικαιοσύνη συνίσταται. πάλιν τοῦ νοεροῦ βαθμοῦ τῶν ἀρετῶν σοφία μὲν καὶ φρόνησις ἡ θεωρία ὧν ὁ νοῦς ἔχει, δικαιοσύνη τὸ πρὸ τοῦ νοῦ ἐνεργεῖν, σωφροσύνη δὲ εἴσω πρὸς νοῦν στροφή, ἀνδρεία δὲ ἀπάθεια καθ' ὁμοίωσιν