Opuscula psychologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
111.1
τοῦ πρὸς ὃ βλέπει ἀπαθὲς ὂν τὴν φύσιν. τοῦ δὲ τετάρτου εἴδους τῶν ἀρετῶν τοῦ παραδειγματικοῦ ἡ μὲν φρόνησις ἐπιστήμη ἐστὶ τοῦ ἀγαθοῦ, τὸ δὲ πρὸς αὐτὸ βλέπειν ἡ σωφροσύνη, τὸ δὲ οἰκεῖον ἔργον ἡ δικαιοσύνη, ἡ δὲ ἀνδρεία ἡ ταυτότης καὶ τὸ ἐφ' ἑαυτοῦ μένειν καθαρὸν διὰ δυνάμεως περιουσίαν. αὗταί εἰσιν αἱ ἀνάλογοι ἀρεταὶ ἐν ταῖς τρίταις καὶ τετάρταις τετρακτύσι. Καὶ ἔργον τῶν μὲν πολιτικῶν ἀρετῶν μέτρον ἐπιθεῖναι τοῖς πάθεσι πρὸς τὰς ἐν τοῖς κατὰ φύσιν ἐνεργείας, τῶν δὲ καθαρτικῶν ἀπόστασις τοῦ θνητοῦ σώματος, τῶν δὲ νοερῶν ἡ πρὸς τὸν θεὸν ἀφομοίωσις, τῶν δὲ παραδειγματικῶν ἡ πρὸς τὸ ἀγαθὸν ἀναδρομή· δεύτερος γὰρ ὁ νοῦς τοῦ ἀγαθοῦ. καὶ τὸν μὲν πολιτικὸν ἄνδρα σπουδαῖον ἡ θύραθεν ὀνομάζει σοφία, τὸν δὲ καθαρτικὸν δαιμόνιον, τὸν δὲ νοερὸν θεόν, τὸν δὲ κατὰ τὰς παραδειγματικὰς ἐνεργοῦντα θεῶν πατέρα. καὶ ἡ μὲν κατὰ τὰς πολιτικὰς ἀρετὰς διάθεσις ἐν μετριοπαθείᾳ θεωρεῖται, τέλος ἔχουσα τὸ ζῆν ὡς ἄνθρωπον κατὰ φύσιν, ἡ δὲ κατὰ τὰς θεωρητικὰς ἐν ἀπαθείᾳ, ἧς τέλος ἡ πρὸς τὸν θεὸν ὁμοίωσις. Ἐπιλέλυται γοῦν σοι τὸ ζήτημα καὶ εἰς δύναμιν ἐμὴν σεσαφήνισται. ἅμα δέ σοι ἀνεπτύχθη καὶ πᾶς ὁ περὶ ἀρετῶν λόγος. ὁ μέντοι γε Ἰάμβλιχος πλείονα κατάλογον ἀρετῶν ποιεῖται· τὰς δὲ πλείους αὐτῶν καὶ ἐν μέρει οὐσιῶν τίθεται, ὅπερ ἐμοὶ ὀνειροκριτικὸν ἐνομίσθη· οὐ γὰρ εἴωθα ταῖς ὑψηλολογίαις ἁλίσκεσθαι. ὁ δέ γε Ἀριστοτέλης ἐν τῇ τῶν ἠθικῶν πραγματείᾳ ἑτέρως ταύτας θεωρεῖ καὶ οἰκείως εἰς ἣν ἐνεστήσατο πραγματείαν. Περὶ τῶν ἰδεῶν ἃς ὁ Πλάτων λέγει Αἱ τῶν ὄντων ἰδέαι ἃς ὁ Πλάτων τίθεται, τιμία μοι καὶ τριπόθητε κεφαλή, ἢ παρ' ἄλλου του ἀκηκοὼς ἢ πρῶτος εὑρηκὼς καὶ ἐπονομάσας, ὁ νοητός ἐστι κόσμος ὃν αὐτὸς αὐτοζῷον καλεῖν εἴωθε. καὶ περὶ τούτου πάντες ἐξαίσιοι σοφοὶ συμφέρονται· τί ποτε δέ ἐστιν οὗτος, ὀλίγοι μοι 112 δοκοῦσι κατανενοηκέναι. ἐνέτυχον γὰρ ἐγὼ βίβλοις ἀνδρῶν εὐδοκιμησάντων ἐπὶ σοφίᾳ, οἳ δὴ ἐνθυμήματα τὰς ἰδέας τοῦ δημιουργοῦ ἐτόπασαν εἶναι οἷον νοητάς τινας οὐσίας· ὧν ἐκκειμένων δίκην παραδειγμάτων τὸν σωματικὸν πρὸς αὐτὰς δεδημιουργῆσθαι κόσμον, ὡς εἶναι ταύτας ὥσπερ ἀπὸ κέντρου τοῦ δημιουργοῦ προϊούσας νοητὰς γραμμάς, αἷς ἀφωμοιώσατο καὶ τὸν τῇδε κόσμον ὁ ἐκείνων πατήρ· εἶναι γὰρ {καὶ} παρὰ τῷ θεῷ καὶ τὰ ἐνθυμήματα οὐ τύπους τινὰς ἢ ἀνυποστάτους ἀρχάς, ἀλλ' ὑπάρξεις καὶ οὐσίας· οὐδὲν γὰρ ἐκεῖ φασι συμβεβηκὸς εἶναι καὶ ἐπεισοδιῶδες. Οἱ οὖν οὕτως λέγοντες ταῦτα πρῶτον μὲν τιθέασι τὸν δημιουργὸν τοῦ παντός, ἔπειτα τὰς ἰδέας, τὰ ἐκείνου πρωτουργὰ ἐνθυμήματα, καὶ μετὰ ταύτας τὸν τῇδε κόσμον, τὸ ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν μέσῳ σύστημά τε καὶ σύγκριμα· ἐκεῖ μὲν γὰρ ἁπλᾶ τὰ ἐκκείμενα καὶ ὄντως ἀρχέτυπα, ἐνταῦθα δὲ σύνθετα καὶ μιμήματα. καὶ λέγουσι μέντοι καὶ οὕτω τὴν Πλατωνικὴν γνώμην ἐφερμηνεύοντες, οὔ μοι δὲ δοκοῦσι κατειληφέναι τῆς ἐκείνου δόξης τὸ ἀκριβές. ἐγὼ δὲ εἴ τι πλέον σοι τῶν εἰρημένων ἐξακριβώσομαι, οὐ δοκοῦν ἐμοὶ ἐπέξειμί σοι, ἀλλ' ὥσπερ τῆς ψυχῆς τοῦ πρώτως εἰρηκότος καταμαντευόμενος ἀκριβεστέραν παρὰ τοὺς ἄλλους ποιοῦμαι τὴν ἐπεξήγησιν. Ὁ γάρ τοι Πλάτων τὰς ἐνταῦθα μορφὰς τῶν σωμάτων ἐπικτήτους εἶναι. τοῦτο καλῶς οἰηθεὶς ἐζήτησε, τίς ὁ παραγαγὼν καὶ τοῖς ὑποκειμένοις ἐντυπωσάμενος. οἷον ὥσπερ ἐπὶ τῶν τεχνητῶν εἰδῶν τὸ τῆς κλίνης εἶδος ἐπίκτητον ἡγησάμενος εὗρεν, ὅτι τὸ μὲν ἡ τέχνη, τὸ δὲ ὁ τεχνίτης τῇ κλίνῃ ἐντέθεικε καὶ ὅτι ἡ τέχνη παρὰ τῆς ψυχῆς τοὺς λόγους εὕρατο, ἡ δὲ ψυχὴ οὐκ ἀφ' ἑαυτῆς, ἀλλὰ καὶ αὐτὴ παρ' ἑτέρου τινός, οὕτω δὴ καὶ ἐπὶ τῶν φυσικῶν τὰ μὲν ἡ φύσις προσεχῶς εἰδοποίησε, τὰ δὲ ἡ ψυχὴ τῇ φύσει τοὺς λόγους ἐνδοῦσα, τὰ δὲ ὁ νοῦς τῇ ψυχῇ πρῶτος χορηγήσας τοῦ εἴδους τὰς ἀφορμάς. καὶ οὐ χρὴ περαιτέρω προϊέναι, ἵνα 113 μὴ ἀρχῶν ἀρχὰς ζητῶμεν ἐπ' ἄπειρον. τὸ γὰρ ἐπὶ τοῦ σώματος εἶδος οὐχ οἷον αὐτὸ τὸ εἶδος τὸ νοητόν, ἀλλ' ἐπίκτητον καὶ παρ' ἄλλου ἐφῆκον τῷ σώματι· ὅθεν καὶ εἰς εὐμορφίαν μεθίσταται καὶ τελευταῖον εἰς τὸ ἀνείδεον. οὔκουν καθαρὸν εἶδος τὸ ἐπὶ τοῦ σώματος· οὐ γὰρ ἂν μετέβαλλεν οὐδ' εἰς τὸ ἐναντίον μεθίστατο. ἀλλ' οὐδὲ ἡ ψυχὴ αὐτὸ τοῦτο εἶδος καὶ μηδὲν ἕτερον· ἦν γὰρ ἂν πᾶσα ψυχὴ χρῆμά τι σταθηρὸν καὶ μὴ μεταβαλλόμενον· ὁρῶμεν δ' ἐνίας εἰς τὸ ἄνουν μεταβαλλομένας. ἄλλο οὖν παρὰ ταύτας τὸ ἀμετάθετον εἶδος καὶ καθαρώτατον. Τί ποτε οὖν τοῦτο ἢ ὁ ἄυλος καὶ δημιουργικὸς νοῦς; διττὸς γὰρ ὁ νοῦς, ὁ μὲν οἷον τὸ τῆς ψυχῆς εἶδος ἐξ ἀιδίου ταύτην εἰδοποιοῦν, ὁ δὲ ὁ παντάπασι χωριστὸς καὶ τῶν ἄλλων νόων ὑπερκείμενος, ὃς ὁμοῦ καὶ τὴν οὐσίαν καὶ τὴν ἐνέργειαν νοῦς ἐστι καθαρός, ἐν προθύροις ἐκκείμενος τἀγαθοῦ καὶ αὐτὸς ὢν τὸ νοητὸν κάλλος. οὗτος τοιγαροῦν καὶ τὰ πρῶτά ἐστι καὶ πρῶτος αὐτὰ ἐνόησεν οὐκ ἄλλος ὢν παρ' ἐκεῖνα. αἱ οὖν ἰδέαι αἱ πρῶται ἐκείνου ἔννοιαι καὶ ἁπλαῖ τῶν ὄντων ὑπάρξεις. καὶ ἅπερ αὐτός ἐστιν ὁ πρῶτος ἐνθυμηθείς, ταῦτα καὶ τὰ κυρίως ὄντα ἐκεῖνα τὰ ἐνθυμήματα· αὐτὰ γὰρ ἑαυτῶν εἰσι καὶ οὐκ ἄλλων γεγόνασι, τὰ δὲ δεύτερα εἴδη καὶ τρίτα ἐκείνων μορφώματα καὶ τυπώματα. καὶ τρόπον μέν τινα τὸ αὐτό εἰσιν ὄντα καὶ ἰδέαι· ἡ γὰρ ἐκεῖσε ἰδέα αὐτὸ δὴ τὸ πρώτως ὂν καὶ κυρίως καὶ ἀρχέτυπον ὄν, ἰδέα δημιουργική. δοκεῖ δὲ τὰ ὄντα πρῶτα τῶν ἰδεῶν εἶναι. μερίζομεν γὰρ ἡμεῖς ταῦτα καὶ ὡς ἐκκείμενα τῷ νῷ παρὰ τοῦ ἀγαθοῦ ἀναδείκνυμεν διὰ τῆς τοῦ νοητοῦ ποιήσεως· τὰ μὲν γὰρ αἰσθητὰ μεθέξει ἐστίν, ἃ λέγεται τῆς ὑποκειμένης φύσεως μορφὴν ἰσχούσης ἄνωθεν, διὰ εἰδώλου τῆς τέχνης εἰς αὐτὰ εἰσιούσης, τῆς τέχνης αὐτῆς ἔξω ὕλης ἐν ταυτότητι μενούσης καὶ τὸν ἀληθῆ ἀνδριάντα ἐχούσης. ὁ δὲ νοῦς αὐτά ἐστι τὰ ὄντα καὶ πάντα ἐν αὑτῷ οὐχ ὡς ἐν τόπῳ, ἀλλ' ὡς αὐτὸς ἔχων· καὶ πάντα ὁμοῦ ἐκεῖ καὶ οὐδὲν ἧττον διακεκριμένα καὶ αὖ οὐχ ὁμοῦ, ὅτι ἕκαστον δύναμις ἰδία. εἰκόνα δὲ φέρουσι τοῦ λόγου αἱ τῶν 114 σπερμάτων δυνάμεις· ἐν γὰρ τῷ ὅλῳ ἀδιάκριτα πάντα καὶ ὥσπερ ἐν ἑνὶ κέντρῳ. καὶ ψυχὴ μὲν ἐπιβάλλει ὡς οὐκ ἔχουσα ἢ ἐπικτᾶται ἢ διεξοδεύει, ὁ δὲ νοῦς ἕστηκεν ἐν ἑαυτῷ ὁμοῦ πάντα ὤν. καὶ ὅλος μὲν ὁ νοῦς πάντα τὰ εἴδη, ἕκαστον δὲ εἶδος νοῦς ἕκαστος, ὡς ἡ ὅλη ἐπιστήμη τὰ πάντα θεωρήματα, ἕκαστον δὲ μέρος τῆς ὅλης, οὐχ ὡς διακεκριμένον τόπῳ, ἔχον δὲ δύναμιν ἕκαστον ἐν τῷ ὅλῳ. προεπινοεῖν δὲ δεῖ τοῦ νοῦ τὸ ὄν, ὅτι δεῖ τίθεσθαι ἐν νῷ νοοῦντι τὰ ὄντα, μία δὲ ἀμφοῖν ἡ ἐνέργεια. ἕτερος δὲ ὁ μερίζων νοῦς· ὁ δὲ ἀμέριστος καὶ μὴ μερίζων τὸ ἓν καὶ τὰ πάντα. Ἀναγκαῖον δὲ ἐν τῷ νῷ τὸ ἀρχέτυπον εἶναι, καὶ κόσμον νοητὸν τοῦτον ὑπολαβεῖν τὸν νοῦν παράδειγμα τοῦ ὁρατοῦ. ὡς γὰρ ὄντος λόγου ζῴου τινός, οὔσης δὲ καὶ ὕλης τῆς τὸν λόγον σπερματικὸν δεξαμένης, ἀνάγκη ζῷον γενέσθαι, τὸν αὐτὸν τρόπον καὶ φύσεως νοερᾶς καὶ παντοδυνάμου οὔσης καὶ μηδενὸς διείργοντος ἀναγκαῖον τὸ μὲν κοσμηθῆναι, τὸ δὲ κοσμῆσαι· καὶ τὸ μὲν κοσμηθὲν ἔχει τὸ εἶδος μεμερισμένον, ἀλλαχοῦ ἄνθρωπον καὶ ἀλλαχοῦ ἥλιον, τὸ δὲ ἐν ἑνὶ πάντα. ὅσα μὲν οὖν ὡς εἴδη ἐν τῷ αἰσθητῷ ἐστι, ταῦτα ἐκεῖθεν, ὅσα δὲ μή, οὔ. ἀντὶ δὲ τοῦ ἐνταῦθα χρόνου ὁ αἰὼν ἐκεῖσε, καὶ ὅ τι ἂν τῶν ὄντων λάβῃς, οὐσία· καὶ οὐδὲ κακοῦ λόγος ἐκεῖσε· τὸ γὰρ κακὸν ἐνταῦθα ἐξ ἐνδείας καὶ ἐλλείψεως καὶ στερήσεως. οὐδὲ τῶν μιμητικῶν τεχνῶν ἐκεῖ παραδείγματα. αἱ δὲ ποιητικαί, καθόσον συμμετρίαις προσχρῶνται, ἀρχὰς ἂν ἐκεῖθεν ἔχοιεν, καὶ τῶν καθόλου μόνων ἐκεῖσε τὰ εἴδη, αἱ δὲ διαφοραὶ τῶν καθέκαστα παρὰ τῆς ὕλης. καὶ οὐ πάντα, ὅσα ἐνταῦθα εἴδωλα, χρὴ νομίζειν ἀρχέτυπα. Τοιαύτη τίς ἐστι καὶ ἡ περὶ τῶν Πλατωνικῶν ἰδεῶν θεωρία, διὰ πολλῶν μὲν ἐκείνῳ ἀκριβολογηθεῖσα, δι' ὀλίγων δέ σοι παρ' ἡμῶν καὶ σαφέστερον συνοψισθεῖσα.