Opuscula psychologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
115.1
Τοῦ αὐτοῦ· περὶ νοητοῦ κάλλους Τὸ πρῶτον καὶ νοητὸν κάλλος ὁ θεῖός ἐστι καὶ πολύτιμος νοῦς, καὶ ψυχὴ μὲν ἐκεῖθεν καλή, φύσις δὲ ἐκ ψυχῆς τοιαύτη, καὶ τέχνη ἀπὸ φύσεως. καὶ τὸ ὁρώμενον καλὸν εἶδος ἢ ἀπὸ τέχνης ἢ ἀπὸ τοῦ ἐννοήσαντος ἢ ἀπὸ τοῦ ἀσωμάτως γεννήσαντος. καὶ ὅλως τὸ ὁρώμενον κάλλος εἶδός ἐστι ἐλθὸν ἐπὶ τὸ γενόμενον ἐκ τοῦ ποιήσαντος. εἰ γὰρ καλὰ τὰ ποιήματα καὶ ὁ ἐπὶ τῆς ὕλης λόγος, ὁ μὴ ἐν ὕλῃ ἀλλ' ἐν τῷ ποιοῦντι ὁ πρῶτος καὶ ἄυλος οὐ καλλίων; ἔστι δὲ καὶ ἡ φύσις ἡ τὰ καλὰ δημιουργοῦσα τῶν ἐν τῇ ὕλῃ πολὺ πρότερον κρείττων. ἀπὸ μέντοι τοῦ ὁρατοῦ κάλλους ἀνατρέχειν δεῖ εἰς τὸ ἐν τοῖς μαθήμασι κάλλος καὶ εἰς τὸ ἐν αὐτοῖς ἐπιτήδευμα καὶ ἀπὸ τούτου εἰς τὸ ἐν ταῖς ψυχαῖς. ἔστι γὰρ καὶ ἐν τῇ φύσει λόγος κάλλους ἀρχέτυπον τοῦ ἐν σώματι, τοῦ δὲ ἐν τῇ φύσει ὁ ἐν τῇ ψυχῇ καλλίων, παρ' οὗ καὶ ὁ ἐν τῇ φύσει· ἐναργέστερός γε μὴν ὁ ἐν τῇ σπουδαίᾳ ψυχῇ καὶ συλλογίζεσθαι ποιεῖ αὐτὸς ὁ ἐν ψυχῇ, οἷός ἐστιν ὁ πρὸ αὐτοῦ ὁ οὐκέτι ἐγγιγνόμενος οὐδὲ ἐν ἄλλῳ ὤν, ἀλλ' ἐν ἑαυτῷ. διὸ οὐδὲ λόγος οὗτος ἀλλὰ ποιητὴς τοῦ πρώτου λόγου. νοῦς δὲ οὗτος καὶ ἀεὶ νοῦς καὶ οὐ ποτὲ νοῦς ὅτι μὴ ἐπακτὸς αὐτῷ. καὶ εἴ τι δὲ τῶν κρειττόνων ἡμῶν καὶ μετὰ θεὸν εὐθὺς τεταγμένων καλόν ἐστι καὶ ὑπερφυές, νοῦ παρουσίᾳ τοῦ πρώτου καλοῦ καλόν ἐστι καὶ διὰ νοῦ. καὶ οἶδε πάντα καὶ γινώσκει οὐ τὰ ἀνθρώπινα μόνον, ἀλλ' ὅσα καὶ ὑπὲρ φύσιν, καὶ ὁρᾷ οὐ μόνον οἷς γένεσις, ἀλλὰ καὶ οἷς οὐσία· διαφανῆ γὰρ πάντα καὶ οὐδὲν σκοτεινὸν οὐδὲ ἀντίτυπον ἐκεῖ. καὶ ἔχει πᾶς τῶν κρειττόνων πάντα ἐν αὐτῷ, καὶ αὖ ὁρᾷ ἐν ἄλλῳ πάντα, καὶ ἄπειρος ἡ ἐκείνων αἴγλη. ἔστι δὲ καὶ ἡ κίνησις καθαρὰ καὶ ἡ στάσις οὐ παρακινουμένη. καὶ τὸ καλὸν ἐκεῖνο κυρίως καλόν, ὅτι μὴ ἐν τῷ καλῷ· λέγω δὲ τὸ πρῶτον καλὸν καὶ οἷόν ἐστιν αὐτὸς ὁ νοῦς, ὃς οὐδὲ ἐν τῷ καλῷ ἐστιν, ἀλλ' αὐτὸς πρῶτος καλός. τῆς δὲ ἐκεῖ θέας καὶ τοῦ ἀφράστου κάλλους καὶ τῆς ἀκηράτου ἡδονῆς οὔτε κάματός ἐστιν οὔτε πλήρωσις. ἀλλ' οὐδὲ τὸ μὲν ἄλλο, τὸ δὲ ἄλλο, ἵνα ἑτέρῳ τῶν ἐν αὐτῷ τὰ τοῦ ἑτέρου μὴ