Opuscula psychologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
116.1
ἀρέσκοντα εἴη. ἀλλ' ἔστι τὸ ἀπλήρωτον τῷ μὴ τὴν πλήρωσιν καταφρονεῖν ποιεῖν τοῦ πεπληρωκότος· ὁρῶν γὰρ μᾶλλον ὁρᾷ καὶ καθορῶν ἄπειρον αὐτὸν καὶ τὰ ὁρώμενα τῇ ἑαυτοῦ συνέπεται φύσει. καὶ ἡ ζωὴ μὲν οὐδενὶ κάματον ἔχει ὅταν ᾖ καθαρά· τὸ δὲ ἄριστα ζῶν πῶς ἂν κάμοι; ἡ δὲ ἐκεῖσε ζωὴ γνῶσίς ἐστιν οὐ ποριζομένη λογισμοῖς· ἀνελλιπὴς γὰρ καὶ οὐ χρῄζει ζητήσεως, ἀλλ' ἔστιν ἡ πρώτη καὶ οὐκ ἀπ' ἄλλης. καὶ τὸ ἐκεῖ θέαμα ὑπερευδαιμόνων θεατόν, οὗπερ ἡμεῖς οὔπω εἰς σύνεσιν ἤλθομεν. καὶ οὐ διανόησις ἐκεῖ οὐδὲ βούλησις. Ταῦτα μὲν οὖν Ἕλλησι πρώτως εἴρηται, κἀμοὶ οὐ πάνυ ἀπᾴδοντα, καὶ ὅτι δ' ἂν ἐν ἐκείνοις σκληρὸν καὶ ἀντίτυπον, διωμάλισται παρ' ἐμοί. τὰ δὲ ἐντεῦθεν ἐκείνοις μόνοις ἀναθετέον· περὶ γὰρ τῆς τοῦ ὁρωμένου κόσμου δημιουργίας εἰπεῖν προθέμενοι καὶ ἀξιοῦντες εἰκόνα τοῦτον εἶναι τοῦ νοητοῦ κόσμου, φημὶ δὴ τῶν παρ' αὐτοῖς ἰδεῶν καὶ τοῦ αὐτοζῴου (λέγουσι γὰρ ἀμφότερα κατὰ τοῦ αὐτοῦ), ἄναρχον καὶ τὸν σύνθετον τοῦτον κόσμον κατὰ τὰς ἑαυτῶν ὑποθέσεις ἀναπλάττουσιν. εἶναι γάρ φασι πάντα ἐν ἄλλῳ, ἤτοι τὰ πρωτότυπα παραδείγματα τοῦ ὁρατοῦ κόσμου προεστάναι ἐν τῷ νῷ παρὰ τοῦ πρώτου θεοῦ, ὃν τἀγαθόν τε φημίζουσι καὶ ἐπέκεινα τοῦ ὄντος, ἔστι δ' ὅτε καὶ τοῦ ἑνός, ἄρρητόν τε καὶ ἀκατονόμαστον. οὐδενὸς δέ φασι μεταξὺ ὄντος ἐξαίφνης ἀναφανῆναι ἴνδαλμα καὶ εἰκόνισμα ἐκείνου. καὶ κατέσχηται πρῶτον μὲν ἡ ὕλη τοῖς τῶν στοιχείων εἴδεσιν, εἶτ' ἐπὶ εἴδεσιν εἴδη ἄλλα, εἶτα πάλιν ἕτερα· ὅθεν καὶ χαλεπόν ἐστιν εὑρεῖν τὴν ὕλην ὑπὸ πολλοῖς εἴδεσι κρυβεῖσαν, καὶ αὐτὴ γὰρ εἶδός τι ἔσχατον. διὰ τοῦτο γάρ, φησι, καὶ ἄπονος ἡ τοιαύτη δημιουργία. κἀνταῦθα μὲν ἔχει τις αἰτίαν εἰπεῖν δι' ἣν ἐν μέσῳ ἡ γῆ, καὶ διὰ τί στρογγύλη, καὶ ὁ λοξὸς διὰ τοῦτο διότι ὡδί· ἐκεῖ δὲ οὐδὲ ὅτι οὕτως ἐχρῆν, διὰ τοῦτο οὕτως βεβούλευται, ἀλλ' ὅτι οὕτως ἔχει ὡς ἔστι, διὰ τοῦτο καὶ ταῦτα ἔχει καλῶς. εἰ γὰρ τὸ συμπέρασμα πρὸ τῆς αἰτίας τοῦ συλλογισμοῦ ἐστιν, οὐ παρὰ τὰς προτάσεις συμπεπέρανται· οὐ γὰρ ἐξ ἀκολουθίας οὐδὲ ἐξ ἐπινοίας, ἀλλὰ πρὸ ἀκολουθίας καὶ πρὸ ἐπινοίας· ὕστερον γὰρ ταῦτα πάντα, λόγος καὶ ἀπόδειξις καὶ πίστις.