Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Opuscula psychologica
Michael PsellusPsyc 117 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
117.1
Περὶ τοῦ καλοῦ δὲ «εἰ μὴ ἐκεῖνο» φησίν «ἦν τὸ ὑπέρκαλλον κάλλει ἀμηχάνῳ, τί ἂν τούτου τοῦ ὁρωμένου ἦν κάλλιον;» οἱ δὲ μεμφόμενοι τοῦτο οὐκ ἐξ ὅλων ὁρῶσι μερῶν, ἀλλ' οἷον μέρος ζῴου ἀπολαμβάνοντες, τρίχα ἢ ὄνυχα ἢ χολὴν καὶ φλέγμα, καὶ οὐδὲ τοῦτο πρὸς ὃ παρῆκται σκοπήσαντες, ὅπερ τοῦ μέρους δυσχεραίνουσιν ἀποπτύουσι κατὰ τοῦ παντός. εἰ δέ τις ὁμοῦ λάβῃ τε καὶ συλλάβῃ καὶ γνοίη τάς τε οὐσίας αὐτῶν καὶ δυνάμεις καὶ τὰς ἐνεργείας καὶ τὰς πρὸς ἄλλο κράσεις καὶ μίξεις καὶ σχέσεις καὶ ἔτι τὸ πᾶν ἐννοήσειεν, ἀπατηθείη ἂν ἴσως ἐντεῦθεν, ὅτι αὐτὸ τοῦτο τὸ πρώτως καλόν, δι' ὃ καὶ τὸ εἶναι ποθεινόν ἐστιν αὐτῷ, ὅτι ὁμοίωμα τοῦ καλοῦ. καὶ τὸ μὲν πρώτως καλόν, ἵνα δὴ πάλιν εἴπωμεν ἀναλύσαντες, ὁ πρῶτος νοῦς καὶ τὰ ἐκείνου πρῶτα νοήματα, ἅπερ αὐτὸς ἐκεῖνός ἐστιν, ἅπερ ἔχει μὲν παρὰ τἀγαθοῦ, ὥσπερ καὶ αὐτὸς ἐκεῖθεν ὑφέστηκεν, ἐκφαίνει δὲ πρῶτος. τὸ δὲ ἐνταῦθα κάλλος ἐπακτὸν καὶ εἴδωλον τοῦ καλοῦ, ἵνα καὶ καλὸν φαίνηται. ἡ δὲ ψυχὴ καλὴ μὲν τὴν φύσιν, καλλίων δὲ ὅταν ἐκεῖ βλέπῃ· εἰ γὰρ αὐτόθεν καλή, ἦν ἂν πᾶσα καλή. ὁ δὲ νοῦς αὐτὸ τοῦτο κάλλος καὶ τὰ μετ' ἐκεῖνον καλὰ ἢ εὐθὺς μετ' ἐκεῖνον ἢ πολλοστά. τὰ μὲν οὖν μετ' ἐκεῖνον πρώτως ἀστράπτει, τὰ δὲ διὰ μέσων μεταλαμβάνονται τοῦ ἐκεῖ κάλλους, ὅσῳ πορρώτερον, τοσούτῳ καὶ ἀμυδρότερον τὸ κάλλος ἴσχουσιν. Εἴρηται μὲν ταῦτα τοῖς περὶ Πλωτῖνον καὶ Ἰάμβλιχον· οὐχ οὕτω δέ, νὴ τὴν ἱεράν σου ψυχήν, ἀλλ' ἐκεῖ μὲν συμπέφρασται πάντα καὶ συγκέχυται, παρ' ἡμῖν δὲ εἰς σὴν χάριν ἀνακεκάθαρται. Περὶ θεολογίας καὶ διακρίσεως δογμάτων Ἑλληνικῶν Τοῦ καθ' ἡμᾶς θεολογικοῦ δόγματος, φημὶ τῆς τριαδικῆς ὁμοουσιότητος, ὁμολογούμενον παρ' ἡμῶν τὸ [πᾶν] καὶ οὐ δεῖται πίστεων ἑτέρων οὐδὲ τῆς τῶν ἀλλοτρίων τοῦ λόγου συστάσεως. πλὴν ἔστι τε λόγος καὶ παρὰ τοῖς τῶν Ἑλλήνων σοφοῖς μέγα τι μέρος λυσιτελῶν αὐτοῖς εἰς 118 θεολογίας ἀπόδειξιν, οὐ βραχεῖάν τινα καὶ τῷ καθ' ἡμᾶς λόγῳ συνεισφέρων μερίδα τῆς τοῦ υἱοῦ πρὸς τὸν πατέρα ἑνώσεώς τε καὶ διακρίσεως, οὔτε τῆς ἑνώσεως ἀφανιζούσης τὴν διάκρισιν οὔτε τῆς διακρίσεως διιστώσης τὴν ἕνωσιν. «πᾶν» γάρ φησιν «αἰτιατὸν καὶ μένει ἐν τῇ αὐτοῦ αἰτίᾳ καὶ πρόεισιν ἀπ' αὐτῆς καὶ ἐπιστρέφει πρὸς αὐτήν.» εἶτα δὴ τὸν τόπον ἐκ διαιρέσεως ἐπεργάζεται. εἰ γὰρ μένοι μόνον, οὐδὲν διοίσει τῆς αἰτίας, ἀδιάκριτον ὄν· ἅμα γὰρ τῇ διακρίσει πρόοδος. εἰ δὲ προΐοι μόνον, ἀσύναπτον πρὸς αὐτὴν καὶ ἀσυμπαθές, μηδαμῇ τῇ αἰτίᾳ κοινωνοῦν. εἰ δὲ ἐπιστρέφοιτο μόνον, πῶς τὸ μὴ τὴν οὐσίαν ἀπ' αὐτῆς ἔχον κατ' οὐσίαν ποιεῖται τὴν πρὸς ἀλλότριον ἐπιστροφήν; εἰ δὲ μένοι καὶ πρόεισι, μὴ ἐπιστρέφοιτο δέ, πῶς ἡ κατὰ φύσιν ὄρεξις ἑκάστου πρὸς τὸ ἓν καὶ τὸ ἀγαθόν; εἰ δὲ προΐοι καὶ ἐπιστρέφοι, {εἰ} μὴ μένοι δέ, πῶς τὸ ἀποστὰν μὲν τῆς αἰτίας συνάπτεσθαι σπεύδει πρὸς αὐτήν, ἀσύναπτον δὲ ἦν πρὸ τῆς ἀποστάσεως; εἰ δὲ μένοι καὶ ἐπιστρέφοι, μὴ προέρχοιτο δέ, πῶς τὸ διακριθὲν ἐπιστρέφειν δυνατόν; τὸ γὰρ ἐπιστρέφον πᾶν ἀναλύοντι ἔοικεν εἰς ἐκεῖνο ἀφ' οὗ διῄρηται κατ' οὐσίαν. λείπεται ἄρα καὶ μένειν πᾶν ἐν τῷ αἰτίῳ καὶ προϊέναι ἀπ' αὐτοῦ καὶ ἐπιστρέφειν πρὸς αὐτό. τοῦτο δέ μοι καὶ μόνον τὸ κεφάλαιον τῆς Ἑλληνικῆς θεολογίας φαίνεταί τινα καὶ πρὸς τὸ ἡμέτερον δόγμα ἔχειν συντέλειαν· ὁ γὰρ μονογενὴς λόγος καὶ πρόεισιν ἐκ τοῦ πατρὸς ἀχρόνως καὶ ἀσωμάτως καὶ μένει ἐν τῷ πατρὶ καὶ ἐπιστρέφει πρὸς τὸν γεννήτορα, καὶ οὔτε προϊὼν διακέκριται κατὰ τὸν τῆς θεότητος λόγον οὔτε ἐπιστρέφων διέστη οὔτε μένων συγκέχυται κατὰ τὴν ὑποστατικὴν τελειότητα. Ἐπειδὴ δὲ ἅπαξ ἐπιστροφῆς ἐμνήσθη, οὑτωσὶ δὲ τοῦτο διαιτητέον, ὡς πᾶν τὸ ὂν ἢ οὐσιωδῶς ἐπιστρέφει μόνον ἢ καὶ ζωτικῶς ἢ καὶ γνωστικῶς. ἢ γὰρ τὸ εἶναι μόνον ἀπὸ τῆς αἰτίας κέκτηται, ἢ τὸ ζῆν μετὰ τοῦ εἶναι, ἢ καὶ γνωστικὴν ἐκεῖθεν ὑπεδέξατο δύναμιν. καθὸ μὲν οὖν ἔστι μόνον, οὐσιώδη ποιεῖται τὴν ἐπιστροφήν· καθὸ δὲ καὶ ζῇ, ζωτικήν· καθὸ δὲ καὶ γινώσκει, γνωστικήν. ὡς γὰρ προῆλθεν ἕκαστον, οὕτως ἐπέστραπται, καὶ τὰ μέτρα τῆς ἐπιστροφῆς ὥρισται τοῖς κατὰ τὴν πρόοδον μέτροις. τοῦτο 119 δὲ τὸ κεφάλαιον πρότερον μὲν τῷ Ἀρεοπαγίτῃ Διονυσίῳ πλατύτερον διερμήνευται, ὕστερον δὲ καὶ τῷ Λυκογενεῖ Πρόκλῳ συλλογιστικῇ μεθόδῳ ἠκρίβωται. Τὸ δὲ «πᾶν τὸ χωριστῶς μετεχόμενον διά τινος ἀχωρίστου δυνάμεως, ἣν ἐνδίδωσι, τῷ μετέχοντι πάρεστι», τῷ αὐτῷ φιλοσόφῳ ἀπεφασμένον, ἔστι μὲν οὗ ἀληθές ἐστι κατὰ τὰς ἡμέτερας δογματικὰς ὑπολήψεις, ἔστι δὲ οὗ ψεύδεται· ὅτι μὲν γὰρ τῆς πρὸς ἡμᾶς τοῦ λόγου ἑνώσεως πρόδρ [ομος] προέρχεται ἔλλαμψις ἑτοιμάζουσα τὴν ψυχὴν εἰς ὑποδοχὴν τοῦ πρώτου φωτός, οὐδὲ ὁ καθ' ἡμᾶς λόγος ἀγνοεῖ, ψυχῆς δὲ καὶ σώματος οὐκ οἶδε μεσότητας, οὐκ ἀχωρίστους ἐντελεχείας, οὐ φυσικὰς ἐν τοῖς σώμασιν ὑποστάσεις, οὐ δοξαστικὰς ζωάς, οὐκ ὀρεκτικάς, οὐδὲ ἀλόγου ψυχῆς ὑπόστασιν ἰδιάζουσαν. διὰ ταῦτα ἐκ μέρους μὲν δέχομαι τὸ Πρόκλειον τουτὶ κεφάλαιον, ἐκ μέρους δὲ ἀποπέμπομαι. Μεμάντευται δέ μοι καὶ τοῦ κεφαλαίου τούτου ἡ ἔννοια. «πάντων» γάρ φησι «τῶν ἐκ πέρατος καὶ ἀπειρίας ὑποστάντων προϋπάρχει καθ' αὑτὸ τὸ πρῶτον πέρας καὶ ἡ πρώτη ἀπειρία»· πεπερασμένας μὲν γὰρ οὔσας καὶ ἀπείρους καὶ ἀπὸ τῶν ἡμετέρων λογίων μεμάθηκα καὶ τὰ πέρατα καὶ τὰς ἀπειρίας ἐν αὐτοῖς τοῖς πεπερασμένοις καὶ ἀπείροις ἔγνωκα, πέρας δὲ καὶ ἀπειρίαν χωριστὰ ὧν ταῦτα λέγεται οὔπω συνείληφα, ἐπεὶ μηδὲ φύσιν ἔχει ὑποστῆναι ταῦτα καθ' ἑαυτά. Τὸ δὲ πάντα ἐν πᾶσιν, οἰκείως δὲ ἐν ἑκάστῳ («καὶ» γάρ φησιν «ἐν τῷ ὄντι καὶ ἡ ζωὴ καὶ ὁ νοῦς, καὶ ἐν τῇ ζωῇ τὸ εἶναι καὶ τὸ νοεῖν, ἀλλ' ὅπου μὲν νοερῶς, ὅπου δὲ ζωτικῶς, ὅπου δὲ οὐσιωδῶς») ὡς φιλοσόφου ἐννοίας ἐχόμενον ἀποδέχομαι, ἐπεὶ οὐδὲ τοῖς ἡμετέροις λογίοις οὔτε ψευδῶς οὔτε ἀληθῶς ἔχον λυμαίνεται. Τὸ δὲ «πᾶς μερικὸς νοῦς μετέχει τῆς ὑπὲρ νοῦν καὶ πρωτίστης ἑνάδος διά τε τοῦ ὅλου νοῦ καὶ διὰ τῆς ὁμοταγοῦς αὐτῷ μερικῆς ἑνάδος, καὶ πᾶσα μερικὴ ψυχὴ τοῦ ὅλου μετέχει νοῦ διά τε τῆς ὅλης ψυχῆς καὶ τοῦ μερικοῦ νοῦ, καὶ πᾶσα σώματος μερικοῦ φύσις μετέχει τῆς ὅλης ψυχῆς διά τε τῆς ὅλης φύσεως καὶ τῆς μερικῆς ψυχῆς» οὐ προσίεμαι· παρὰ γὰρ τοῖς ἡμετέροις λογίοις οὔτε ὅλη ψυχὴ οὔτε τις ὅλη φύσις παρὰ τὰς μερικὰς δεδογμάτι1 σται. παραιτοῦμαι γοῦν τουτὶ τὸ κεφάλαιον ὡς Ἑλληνικώτερον ἢ ἀληθέστερον ἐκφανθέν. Τὸ δὲ «πᾶν τὸ γεννῶν τῇ οὐσίᾳ αὐτοῦ χεῖρον ἑαυτοῦ γεννᾷ» ἀρχηγὸν ἐγένετο τῷ Ἀρείῳ τῆς ὑποπτώσεως τοῦ μονογενοῦς πρὸς τὸν πατέρα. Τὸ δὲ λεχθὲν περὶ τοῦ ἐπέκεινα τοῦ νοῦ, ὅτι κατὰ μὲν νόησιν πολλὰ λέγεται, θεωρεῖται δὲ ἀνοησίᾳ κρείττονι νοήσεως, γνησιώτατον τοῖς ἡμετέροις ἐστὶ δόγμασι. Καὶ τοῦτο δὲ προσφυὲς ἡμῖν, ὅτι τῷ πεπληθυσμένῳ φύσει καὶ μεμεγεθυσμένῳ τὸ ἀμερὲς καὶ ἀπλήθυντον μεμεγέθυνται καὶ πεπλήθυνται καὶ οὕτως αὐτοῦ ἀπολαύει ὡς αὐτὴ πέφυκεν, οὐχ ὡς ἐκεῖνό ἐστι, τῷ δὲ ἀμερεῖ καὶ ἀπληθύντῳ φύσει ἀμερές ἐστι καὶ ἀπλήθυντον τὸ μεριστὸν καὶ πεπληθυσμένον, καὶ ὅτι τὸ ὄντως ὂν οὔτε μέγα οὔτε μικρόν ἐστι, καὶ ὅτι πολλὰ λέγεται ἑτερότητι ἀύλῳ καὶ ἀόγκῳ καὶ ἀπληθύντῳ κατὰ πλῆθος διῃρημένον. Τὸ δὲ λεγόμενον περὶ τῶν ψυχῶν, ὅτι οὔτε πέρασιν εἰσὶ διειλημμέναι οὔτε πάλιν ἀλλήλαις συγκεχυμέναι, παρὰ μέρος μὲν δέχομαι, παρὰ δὲ θάτερον οὐ προσίεμαι· τὸ μὲν γὰρ μὴ συγκεῖσθαι ταύτας πρέπον οὐσίᾳ ψυχῶν, τὸ δὲ μηδαμῇ διῃρῆσθαι βούλομαι μὲν κατειληφέναι, οὐ πάνυ δὲ δύναμαι. ἐπὶ πᾶσι δὲ πρὸ τούτων τῶν καθ' ἡμᾶς δογμάτων καὶ μόνων ᾐώρημαι, παρὰ δὲ τοῖς Ἑλληνικοῖς βραχὺ μὲν τὸ λυσιτελοῦν ἐμοί, πλέον δὲ τὸ λυμαίνεσθαι δυνάμενον. Ἑλληνικαὶ διατάξεις περὶ τῆς θείας δημιουργίας καὶ διαφοραὶ ἰδιωμάτων τῶν κρειττόνων γενῶν Νοῦν ποιητὴν τοῦ παντὸς Ἕλληνες τίθενται· διὰ τοῦ τῶν εἰδῶν κόσμου καὶ τῆς ψυχῆς καὶ τοῦ μεμεριμνημένου σοι νοῦ πάντα δημιουργοῦνται· τοῦτον δὲ καὶ ἐνεργείᾳ νοῦν ἀποφαίνονται αὐτὰ τὰ νοητὰ εἴδη ὑπάρχοντα. ὁ δὲ τρόπος τῆς δημιουργίας αὐτῆς διττός, ἀπὸ τῶν ἀύλων εἰδῶν ἐπὶ τὰ ἔνυλα εἴδη διὰ μέσων ἑτέρων εἰδῶν καὶ μέσων δυνάμεων προϊὼν καὶ πάλιν ἐπὶ τὰς ἀύλους ἰδέας ἐπανερχόμενος. καὶ ἔστι παρὰ τοῖς σοφοῖς 121 τῶν Ἑλλήνων λόγος τοιοῦτος, ὅτι ἥ τε ὄντως οὐσία καὶ ἡ θεία δημιουργία πάντα ἐξεργάζονται, ὅσα τε περὶ τὴν γένεσιν ἐν τῷ κόσμῳ καὶ ὅσα πρὸ τῆς γενέσεως ὑφέστηκεν ἐν τοῖς ἀεὶ κινουμένοις σώμασι. καὶ πάντων μεταδιδόασι τοῖς οὖσι μηδαμοῦ κινούμεναι καὶ πάντα γινώσκουσι καὶ πάντα διοικοῦσι, πᾶσί τε χρῶνται τοῖς οὖσι καὶ πάντων προΐστανται μηδ' ὁτιοῦν ἀπ' αὐτῶν πάσχουσαι. καὶ ἐν τῷ δημιουργεῖν τὰ γιγνόμενα οὐκ ἀναπίμπλαται, φασί, τῆς τῶν μεταβαλλομένων ἀσθενείας ἡ ἄυλος αὐτῶν αἰτία, μένουσα δὲ ἀμέριστος καὶ νοερὰ καὶ ἀγέννητος δημιουργεῖ τὰ ὑπεναντίως πρὸς ἑαυτὴν ἔχοντα. οὐκ ἀπόβλητον δέ φασι τὴν φύσιν καὶ τὰς φυσικὰς αἰτίας καὶ κινήσεις ὑπηρετεῖν τῷ δημιουργῷ πρὸς τὰς τῶν αἰσθητῶν ἀπεργασίας, αὐτὰς μὲν αὐτουργίᾳ χρωμένας ὁμοφυεῖ πρὸς τὰ ἀποτελούμενα, τῷ δὲ πάντων αἰτίῳ τὸ μένειν ἐν τοῖς οἰκείοις [ἤ] θεσιν ἀμετακινήτως παρεχομένας. ποιεῖν γὰρ καὶ πάσχειν εἰς ἄλληλα πέφυκε τὰ συγγενῆ καὶ τὰ τῆς αὐτῆς ὄντα φύσεως καὶ περὶ μίαν ὕλην ὑφιστάμενα. ὧν πάντων ἡ τοῦ θεοῦ δημιουργία προέχουσα οὐ παραδέχεταί τινα παρ' αὐτῶν ποιήματος ἐπιπλοκὴν ἢ παθήματος. ἡνωμένη γὰρ ἡ θεία δημιουργία τυγχάνουσα καὶ διὰ ταυτότητος πάντως δημι [ου] ργοῦσα δι' εἰδῶν ἀύλων καὶ νοητῶν καὶ διὰ μόνης τῆς νοερᾶς ἐνεργείας ἱκανῶς πάντα παράγει δραστηρίους ἔχουσα καὶ μονίμους τὰς νοήσεις, οὐδὲ ἑτέρου προσδεῖται εἴς τε δημιουργίαν καὶ τῶν ὄντων ὑπόστασιν. καὶ ἠρεμίαν οὖν ἐπ' αὐτῆς ληπτέον καὶ τὸ ἠρεμοῦν ὅτι διὰ τὸ πλῆρες καὶ τέλειον οὐ δεῖται τοῦ κινεῖσθαι οὐδὲ [τοῦ] ἐξίστασθαι ἀφ' ἑαυτῆς. διὰ δὲ τῶν ὑποδεχομένων συμμετρίαν καὶ ἐπιτηδειότητα καθ' ἕκαστον μέρος ἄλλας ἀλλαχοῦ προβάλλει τὰς δημιουργίας, πολλὰς δὲ αἰτίας περιέχουσα ἐν ἑαυτῇ πολὺ πλείονας ἔχει ἐξηρτημένας ἀφ' ἑαυτῆς δυνάμεις. τὸ μέντοι γε τῆς ζωῆς γένος αὐτὸ καθ' ἑαυτὸ ἐν τῷ ὄντως ὄντι ἐστί. μετὰ γὰρ τῆς ἐνεργείας πρώτως μὲν ἡ ζωὴ ὑφέστηκεν ὡς ταὐτὸν οὖσα τῇ ἐνεργείᾳ, ἔπειτα καὶ ἡ οὐσία κατ' αὐτὴν τελειοῦται καὶ ἐν ἀλλήλοις ταῦτα κατὰ μίαν ἕστηκεν ἐνεργείαν. τὴν δημιουργικὴν γὰρ αἰτίαν ἀναιρεῖ ὁ μὴ φρόνησιν 122 καὶ ζωὴν ἐν τοῖς ἀσωμάτοις τιθέμενος. ἐν γὰρ τῷ ζῆν, φασίν, νοερῶς ἔχει ὁ καθ' ἑαυτὸν νοῦς τὸ εἶναι· ἄλλο τε εἶδος ζωῆς ἐστιν ἐν τῷ νῷ τὸ κατὰ τὴν πρόοδον ὑφιστάμενον. Πλάτωνος δέ ἐστι λόγος ὡς ἡ καθαρὰ καὶ ἄυλος καὶ ὑπερουράνιος ψυχὴ συμπέφυκε τοῖς νοητοῖς καὶ ἔχει τὰ νοητὰ ἐνιδρυμένα ἐν ἑαυτῇ. κίνησιν δὲ τοῦ νοῦ τὴν ἐνέργειαν λέγουσι. φασὶ δὲ καὶ ψυχὴν ἔχειν τὴν θείαν ποίησιν ὑπηρετοῦσαν αὐτῇ καὶ παραδεχομένην αὐτῆς τὰς ποιήσεις συνηρτημένην τε πρὸς αὐτὴν ὥσπερ ὄργανον σύμφυτον καὶ ἀναπλοῦσαν αὐτῆς τὰ εἴδη καὶ ἀνελίττουσαν καὶ προάγουσαν εἰς τὸ ἐμφανὲς καὶ προδεικνύουσαν πᾶσι λόγοις τε μέσοις καὶ ἀύλοις διαπορεύουσαν ἀπὸ τῶν νοητῶν εἰδῶν ἐπὶ τὰ αἰσθητὰ τὴν ζωήν. κίνησιν δὲ νοοῦσιν ἐν τῷ θεῷ τὴν αἰτίαν πάσης κινήσεως καὶ δι' ἑτερότητος πρόοδον καὶ τὴν βούλησιν τοῦ πολλὰ γενέσθαι παραπλήσια ἑαυτῷ καὶ τὴν ἐπίδοσιν ἑαυτοῦ τὴν εἰς τὸ πλῆθος καὶ τὴν σύναξιν καὶ τὴν ἔκβασιν τῶν ἔνδον ἐν ἑαυτῷ κρυπτομένων καὶ συνεσπειραμένων ἀγαθῶν. ἑτέραν δὲ εἶναι λέγουσι τῆς οὐσίας τὴν κίνησιν. ἕν τε καὶ πολλά φασι τὰ νοητά, χωρίς τε ταῦτα καὶ ἅμα πάντα. ἐν τούτοις δὲ καὶ τῇ κινήσει ἡ στάσις συνῆπται καὶ ἡ χωριστὴ τούτων πάντων ἰδέα μία ἐστὶ καὶ ἡ δημιουργία ταυτότητι καὶ ἑτερότητι πάντα ἀποτελεῖ καὶ συμπλέκει τὸ ὂν τῷ μὴ ὄντι πως ἐν ταῖς ποιήσεσι. καὶ πρῶτα μὲν ποιεῖται τὰ καθ' ἑαυτὰ ὄντα, ἔπειτα τὰ ἐν τοῖς εἴδεσιν ἀφωρισμένα. καὶ ἐν τῷ δημιουργεῖν ἡ θεία δημιουργία οὐδ' ὅλως αἰσθητικὴν διάγνωσιν δέχεται οὐδὲ τὴν διὰ σώματος ἐχομένην γνῶσιν, ἀλλ' ἀμέριστος καὶ ὅλη κατ' ἐνέργειαν ἕστηκεν ἐν τοῖς ἰδίοις τῆς νοήσεως ἡνωμένοις εἴδεσι. τὸ μέντοι γε ὂν καθ' ἑαυτό ἐστιν ἀσωμάτως ἀμέριστον καὶ ζῶν καὶ κατὰ τὰς παντοδαπὰς μετουσίας αὐτοῦ ἀπολύτως προϋφεστηκὸς ἐπὶ πᾶσι. τὴν μὲν ἀφανῆ δημιουργίαν ἡ θύραθεν τίθεται, τὴν δὲ ἐμφανῆ, καὶ τῆς ἐμφανοῦς τὴν μὲν τῶν ἀκινήτων οὐσιῶν, τὴν δὲ ἐν οἷς ἐστι γένεσις καὶ 123 μεταβολή. δυσθήρατα δέ φασι τὰ θεῖα καὶ ἄγνωστα παντάπασι διά τε τὴν τῆς οὐσίας ὑπεροχὴν καὶ τὴν ἡμετέραν τῆς γνώσεως μεμερισμένην περὶ ταῦτα ἐπιβολήν. καὶ ἐν μὲν τῷ νοητῷ οὐδέν ἐστιν ἐν ποιῷ ἀλλὰ πάντα ἐν τῷ εἶναι, ἐν δὲ τοῖς συνθέτοις ἡμῖν πολλὴ ἡ κατὰ ταῦτα πάντα διαίρεσις θεωρεῖται. ταῦτα μὲν οὖν οὕτω δοξάζουσι. Περὶ δὲ ἰδιωμάτων τῶν θείων γενῶν (ἐζήτησας γὰρ καὶ περὶ τούτων) τάδε σοι ἀπὸ τῶν ἀκριβωσάντων γνωρίζομεν, ὡς τὰ μὲν τῶν θειοτέρων φαινόμενα θεάματα μονοειδῆ καὶ κάλλος ἀμήχανον ἔχοντα καὶ θεσπεσίαν τὴν εὐφροσύνην, τὰ δὲ τῶν ἀρχαγγέλων οὐ τοιαῦτα μέν, ὅμοια δέ, βλοσυρὰ γὰρ καὶ ἥμερα, τὰ δὲ τῶν ἀγγέλων πραότερα, τὰ δὲ τῶν δαιμόνων φοβερὰ καὶ δειμαίνοντα, τὰ δὲ τῶν ψυχῶν σκιοειδῆ καταφαίνεται. δαίμονες θολῶδες διαφαίνουσι τὸ πῦρ, καὶ τὸ μὲν τοῦ θεοῦ φῶς ἀπαστράπτον ἐστὶ καὶ σταθερόν, τὸ δὲ τῶν ἀρχαγγέλων ἤρεμον, τὸ δὲ τῶν ἀγγέλων μονίμως κινούμενον, τὸ δὲ τῶν δαιμόνων ἄστατον καὶ ὀξύρροπον. Ἑλληνικαὶ διατάξεις περὶ δαιμόνων Ὁ μὲν καθ' ἡμᾶς λόγος, ἀδελφὲ λογιώτατε, τῆς ἀγγελικῆς τάξεως τιθεὶς τὰ πρῶτα τοὺς δαίμονας, ὕστερον διολισθῆσαι τούτους τῆς πρὸς θεὸν νεύσεως προαιρετικοῖς ἀποπτώμασιν ἀποφαίνεται καὶ πάντῃ κακὸν τοῦ κρείττονος ἀνταλλάξασθαι. ὁ δέ γε Ἑλληνικὸς λόγος οὔ φησι δαίμονα οὐδένα κακόν, ἀλλὰ διαιρέσεις μὲν αὐτῶν ποιεῖται πολλάς, ἕκαστον δὲ ἐξ ἀιδίου τάττει ἐπὶ τῆς δεδομένης πᾶσι παρὰ τῆς προνοίας ἐξουσίας καὶ τάξεως. καὶ ἔστι παρ' αὐτοῖς ὁ μὲν δαίμων θεῖος ζῷον ἀπὸ οὐσίας ἀρχόμενον ἀίδιον τὴν αὐτὴν κατὰ φύσιν ἔχον ζωὴν κατὰ νοῦν ἀφοριζομένην· ὁ δὲ νοερὸς ζῷον ἀίδιον τὴν αὐτὴν κατὰ φύσιν ἔχον ζωὴν κατὰ νοῦν καὶ λόγον ἐνεργουμένην· ὁ δὲ ψυχικὸς κατὰ λόγον ἀφοριζόμενος

Intertext edge

Open linked passage

Note