Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Opuscula psychologica
Michael PsellusPsyc 11 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
11.1
εἰ δὲ μὴ καὶ τῆς οὐσίας ἴδιός τις γέγονε κύκλος ὡς τῆς ταυτότητος καὶ τῆς ἑτερότητος, διαλύσομεν, εἴ τις ἐρωτῴη, ὅτι τούτων μέν ἐστιν ἀντίθεσις, ἡ δὲ οὐσία κοινὴ τῆς πάσης ἐστὶ ψυχῆς. τὴν δὲ εἰς ἓξ διαίρεσιν οἰκειοτάτην εἶναι τῇ ψυχῇ ὁ τῶν Πυθαγορείων λόγος φησίν, ἀνάλογον ταττόντων σημείῳ μὲν μονάδα, γραμμῇ δὲ δυάδα, τῷ δὲ ἐπιπέδῳ τριάδα, τῷ δὲ σώματι τετράδα, τῷ δὲ πεποιωμένῳ τὴν πεντάδα, τῷ δὲ ἐμψυχωμένῳ τὴν ἑξάδα, τῷ δὲ νοερῷ τὴν ἑπτάδα. Τὸ μέντοι γε λεῖμμα ἄνω μὲν τῆς ἐπιστολῆς μαθηματικῶς ἀπεδείχθη σοι. ἔστι δὲ καὶ ἐν τῷ παντὶ τοιοῦτον· ἀφ' ἑκάστης γὰρ τῶν σφαιρῶν ἀπόρροιαί τινες καθήκουσιν εἰς τὰ ὑπὸ γῆν καὶ αὐτῶν τῶν στοιχείων συμμιγεῖς τινες ὑποστάθμαι, πολὺ μὲν τὸ ταραχῶδες ἔχουσαι καὶ σκοτεινὸν καὶ ἔνυλον, συντελοῦσαι δὲ ὅμως πρὸς τὴν ὅλην τοῦ κόσμου σύστασιν καὶ ἁρμονίαν. τούτων δὴ τὴν αἰτίαν ἐν τῇ ὅλῃ ψυχῇ τιθεὶς ὁ Πλάτων λεῖμμα κέκληκεν αὐτήν, ὃ δὴ τῆς ἐσχάτης φύσεώς ἐστι σημαντικόν. καὶ ὁ τῶν ψυχῶν δὲ λόγος πρὸς τὰ δαιμόνια ζῷα τὸν τοῦ λείμματος ἐπέχει λόγον, καὶ τὰ ἡρωϊκὰ δὲ πρὸς τὰ δαιμόνια τὸν ἐπόγδοον ἔχει λόγον διὰ τὸ ἄχραντον τῆς ζωῆς εἶδος, τὰ δὲ τῶν πολλῶν ἔχοι ἂν πρὸς ἐκεῖνα τὸν τοῦ λείμματος. ἔστι δὲ καὶ πρώτη ἀρτιοπέριττος ἡ ψυχή· μέση γάρ ἐστι τῶν ἀμερῶν καὶ τῶν μεριστῶν, ὧν τοῖς μὲν τὸ περιττὸν οἰκεῖον, τοῖς δὲ τὸ ἄρτιον. τὸ δὲ φάναι, ὅτι τὰ ἐπίτριτα πάντα συνεπληροῦτο τῷ τοῦ ἐπογδόου διαστήματι μετὰ τοῦ λείμματος, ἐμφαίνει, ὅτι τῶν λόγων αἱ ἀποπερατώσεις εἰς μερικωτέρας ὑποστάσεις κατέληξαν. ἑπτὰ δέ εἰσιν ὅροι, διότι μέσην ἔλαχεν ὑπόστασιν ἡ ψυχὴ τῶν τε ἀμερίστων καὶ τῶν μεριστῶν, καὶ ἐκεῖνα μὲν μιμεῖται διὰ τῆς τριάδος τῶν ὅρων, ταῦτα δὲ προείληφε διὰ τῆς τετράδος. ἐπεὶ καὶ ὅλη δι' ὅλης ἑαυτῆς ἡ ψυχὴ ἑβδομαδική ἐστιν· εἰ γὰρ μονὰς ὁ δημιουργικὸς νοῦς, ἡ δὲ ψυχὴ πρώτως ἀπὸ νοῦ πρόεισιν, ἑβδομάδος ἔχει λόγον πρὸς αὐτόν· πατρικὴ γὰρ καὶ ἀμήτωρ ἡ ἑβδομάς. τῶν δὲ μεσοτήτων τριῶν οὐσῶν ἡ μὲν γεωμετρικὴ τὸ οὐσιῶδες πᾶν συνδεῖ τῶν ψυχῶν, ἡ δὲ ἁρμονικὴ τὴν ταυτότητα, ἡ δὲ ἀριθμητικὴ τὴν ἑτερότητα. καὶ ἡ μὲν γεωμετρικὴ εὐνομίας εἰκών, ἡ δὲ ἁρμονικὴ δίκης, ἡ δὲ ἀριθμητικὴ εἰρήνης. ἔχεις οὖν αὐτάρκως παρ' ἡμῶν, ὦ φιλότης, εἰ μή τις ἂν εἴποι καὶ φιλοτίμως καὶ περιττῶς, τὸν περὶ ὧν ἐζήτησας λόγον.

Intertext edge

Open linked passage

Note