Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Opuscula psychologica
Michael PsellusPsyc 124 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
124.1
καὶ ψυχῶν μεριστῶν ἐπιμελούμενος· ὁ δὲ φυσικὸς κατὰ λόγον μὲν ἀφοριζόμενος, προσεχῶς δὲ τῆς φύσεως προϊστάμενος· ὁ δὲ σωματικὸς κατὰ λόγον καὶ ἀλογίαν ἀφοριζόμενος καὶ τῶν φυσικῶν σωμάτων κατάρχων· ὁ δὲ ὑλαῖος ζῷον ἀίδιον τὴν αὐτὴν ἔχων κατὰ φύσιν ζωὴν κατὰ ἀλογίαν ὑφισταμένην. φασὶ δὲ τοὺς δαίμονας ὑπηρετικοὺς εἶναι βουλήσεως τῶν κρειττόνων, χαίροντας δὲ ποικίλαις ἐνεργείαις. καὶ γὰρ ἀμέριστον τῆς θείας οὐσίας μεριζομένους οὔτε θνητούς φασι τοὺς δαίμονας οὔτε ἀθανάτους, ἀλλὰ διορίζουσι τὸ ἀθάνατον εἴς τε τὸ ἄσβεστον ἔχον ζωὴν εἰς τὸ χορηγοῦν ἑαυτῷ τὴν ἀθανασίαν, ὅπερ δὴ καὶ καλοῦσι κυρίως ἀθανασίαν. ἐφ' ἧς οὐ τιθέασι τοὺς δαίμονας, ἀλλὰ μόνην ἀπέραντον ἔχειν τὴν ζωὴν διατάττονται. ὣς δὲ οὔτε πάντῃ σωματικὸν τὸ γένος τοῦτό φασιν οὔτε πάντῃ ἀσώματον, ἀλλὰ σωματοειδές, οἷον σώματα προσηρτημένον σκιοειδῆ καὶ λεπτὰ καὶ ἀνθρωπίνοις ὀφθαλμοῖς ἄληπτα. Αἱ μὲν οὖν ψυχαὶ τῶν δαιμόνων τοιαύτας ἔχουσιν αὐτοῖς διαφοράς, οἵας εἰρήκαμεν, θείας, νοεράς, λογικάς, φυσικάς, σωματικάς, ὑλαίας. ποικίλας δὲ ἔχουσι καὶ τὰς σωματικὰς μορφάς. καὶ τὰ μὲν αὐτῶν (φημὶ δὴ τῶν προσηρτημένων αὐτοῖς σωμάτων) εἶναί φασι σφαιροειδῆ, τοῖς θείοις παραπλήσια σώμασι, λεπτότερα μὲν τῶν γηίνων σωμάτων, ἀμαυρότερα δὲ τῶν οὐρανίων ἐλλάμψεων, τὰ δὲ καὶ εὐθύπορα καὶ πολυειδῆ τοῖς σχήμασι, τὰ δὲ καὶ καθ' ἕλικα κινούμενα καὶ λοξῶς φερόμενα. Εἶναι δὲ πάντα ἀνεπιδεᾶ τροφῆς· τὰ γὰρ τρεφόμενα τοῖς ἀτμοῖς ψυχῶν λέγουσιν εἶναι δαιμονίων καὶ οὐ τῶν κατ' οὐσίαν δαιμόνων, ἀλλὰ τῶν κατὰ σχέσιν. εἰσὶ γάρ, φασί, καὶ ψυχῶν ἀγέλαι δαιμονίων μεταταττομένων ἀπὸ ἄλλης φύσεως εἰς ἄλλην καὶ οὐσῶν ἔν τε ἄερι καὶ ὕδατι, ὧν τὰ ὀχήματα δεῖσθαι τροφῆς, ὧν καὶ οἱ θάνατοι τῶν δαιμονίων καὶ αἱ μίξεις πολλάκις αἱ πρὸς τὰ ἀνθρώπινα σώματα καὶ αἱ κοινωνίαι τῶν γεννήσεων. καὶ εἴτε νυμφίοι τινὲς γυναιξὶν εἴτε νύμφαι ἀνδράσιν ὡμίλησαν εἴτε καὶ Νηρηίδες ἀναδῦσαι τῆς θαλάσσης, οὔτε θεῖον τοῦτο τὸ γένος οὔτε ὡς ἀληθῶς 125 δαιμόνιον, ἀλλὰ δαιμονίων ψυχῶν εἰς γένεσιν ἐρχομένων καὶ τροφῆς ἐπιδεῶν καὶ ὅλως σπορᾶς κοινωνεῖν δυναμένων. Οἱ δὲ φαινόμενοι λεοντοπρόσωποι δαίμονες οὐκ ἐκ σαρκῶν σύγκεινται καὶ ὀστῶν, ἀλλὰ τὸ σῶμα τοῦ δαίμονος ἐσχημάτισται τὸν τρόπον τοῦτον οἷον σκιαγραφίαν λέοντος φέρων διά τινων ἀερίων καὶ πυρίων ὄγκων. Αἱ δὲ λεγόμεναι ἐπικλήσεις τοῖς σωματικοῖς προσάγονται δαίμοσι· προεστήκασι γὰρ οὗτοι ζῴων τε καὶ φυτῶν καὶ τῶν ἐν τούτοις μερῶν οἷον ὀφθαλμοῦ, καρδίας, ἥπατος. ὑλαίους δέ φασι δαίμονας τοὺς πάθεσι μὲν ἔχοντας ὅλην ὑποκειμένην τὴν ζωήν, χαίροντας δὲ τῇ ἀταξίᾳ τῆς ὕλης, ἣν εἶναι δοκεῖ καὶ αὐτὴν τοιαύτην, ὡς ἂν ᾖ μὴ γένεσις μόνον, ἀλλὰ καὶ φθορὰ τῶν γενομένων. οὐ μέντοι τὸ πάθος παρὰ φύσιν ἔχειν αὐτοὺς λέγουσιν ὡς ἡμεῖς, οἷς τὸ εἶναι κατὰ λόγον, ἀλλ' ὡς τοῖς λέουσιν ὁ θυμὸς κατὰ φύσιν. ἀπὸ δὲ τῶν ψυχικῶν δαιμόνων οἱ κλιματάρχαι δαίμονές εἰσι καὶ οἱ τῶν πόλεων προστάται καὶ οἱ τῶν οἴκων καὶ οἱ τῶν καθέκαστα ψυχῶν, οὓς καλοῦσι τοὺς εἰληχότας ἡμᾶς δαίμονας. τοὺς δὲ φυσικοὺς δαίμονας τὸν δεσμόν φασι συνέχειν τῶν τε θείων φύσεων καὶ τῶν γενεσιουργῶν, οὓς καὶ ἐπικαλεῖσθαι νόμος τοῖς πόας τινὰς ἀναιρουμένοις ἢ ἄλλ' ἄττα ζῷα καὶ φυτὰ λαμβάνουσι πρὸς θεραπείας τῶν κρειττόνων ἢ σωμάτων ἐπιμελείας. οἱ δὲ τελευταῖοι, φασί, καὶ ὑλαῖοι δαίμονες τὴν τῶν θείων σωμάτων ὕλην καὶ τὴν τῶν χθονίων καὶ γεννητῶν συνδέουσι τὸ ἀσθενὲς αὐτῆς τοῖς ἰνδάλμασι τοῖς τῶν κρειττόνων παραμυθούμενοι· ἀφ' ὧν εἰσιν οἱ ἐναλλόμενοι ταῖς ψυχαῖς καὶ τὰ πάθη τὰ ἐν αὐταῖς ἀνεγείροντες, ἵνα τὴν ὕλην ἀσπάζωνται, καὶ πεσούσας αὐτὰς αἰκιζόμενοι. εἰσὶ δέ, φασί, καὶ ἐν γῇ θεῖοι δαίμονες καὶ ἐν τῷ ἀέρι, προστάται τῶν ἐκεῖ ζῴων, καὶ ὕδατι, διὰ πάντων τῶν ὑπὸ σελήνην διήκοντες, ἀέριοί τε καὶ χθόνιοι καὶ ἔνυδροι. 126 Καὶ ὅλως τὴν μεσότητα τῶν δαιμόνων ἀφορίζοντες οἱ παρ' Ἕλλησι σοφοὶ μεταξύ φασιν εἶναι πᾶν τὸ δαιμόνιον θείου καὶ θνητοῦ. μάλιστα δέ φασι τὴν δύναμιν χαρακτηρίζειν τὴν μεσότητα τὴν δαιμονίαν καὶ ἐκ τούτου δεῖν θηρᾶν τὴν νοητὴν αὐτοῦ αἰτίαν. Εἰσὶ δέ τινες ἀγέλαι δαιμόνων ἐστερημέναι σχεδὸν τῆς ἀγαθοεργίας, οἵτινες λέγονται κακοί, καὶ ἕτεραι ἀγέλαι δαιμόνων ἐστερημέναι τῆς ὄντως γνώσεως, οἵτινες ἄλογοι καὶ θηριώδεις ὀνομάζονται. ἑρμηνεύειν δέ φασι τὸ δαιμόνιον γένος καὶ διαπορθμεύειν θεοῖς τε τὰ παρὰ ἀνθρώπων καὶ ἀνθρώποις τὰ παρὰ θεῶν, τῶν μὲν ἐκφαντορικὸν ὑπάρχον ὡς κεκρυμμένων καὶ ἀφανῶν, τῶν δὲ ἀναγωγὸν ὡς διαπορθμεύεσθαι πρὸς τὴν μόνιμον τῶν κρειττόνων ἀγαθότητα δεομένων. ταῦτα μὲν οὖν τῆς Ἑλληνικῆς ἀδολεσχίας εἰσίν· ἡμῖν δέ, οἷς λόγος τὸ προσκυνούμενον, λῆρος ἅπαν δοκεῖ τὸ παρὰ τὰς ἡμετέρας καὶ θείας διατάξεις λεγόμενον. Τοῦ Ψελλοῦ ἐξήγησις τῶν Χαλδαϊκῶν ῥητῶν Χαλδαϊκὸν λόγιον. ἔστι καὶ εἰδώλῳ μερὶς εἰς τόπον ἀμφιφάοντα. Ἐξήγησις τοῦ ῥητοῦ. εἴδωλα λέγεται παρὰ τοῖς φιλοσόφοις τὰ συμφυῆ μὲν τοῖς κρείττοσιν, ἐλάττονα δὲ ἐκείνων τυγχάνοντα· οἷον συμφυὴς ὁ νοῦς τῷ θεῷ καὶ τῷ νῷ ἡ λογικὴ ψυχὴ καὶ τῇ λογικῇ ψυχῇ ἡ ἄλογος καὶ τῇ ἀλόγῳ ψυχῇ ἡ φύσις καὶ τῇ φύσει τὸ σῶμα καὶ τῷ σώματι ἡ ὕλη. εἴδωλον οὖν τοῦ μὲν θεοῦ ὁ νοῦς, τοῦ δὲ νοῦ ἡ λογικὴ ψυχή, τῆς δὲ λογικῆς ψυχῆς ἡ ἄλογος, τῆς δὲ ἀλόγου ἡ φύσις, τῆς δὲ φύσεως τὸ σῶμα, τοῦ δὲ σώματος ἡ ὕλη. ἐνταῦθα δὲ τὸ Χαλδαϊκὸν λόγιον εἴδωλόν φησι τὴν ἄλογον ψυχὴν τῆς λογικῆς. συμφυὴς γὰρ αὐτῇ ἐν τῷ ἀνθρώπῳ καὶ 127 χείρων ἐκείνης. καί φησιν ὅτι καὶ «εἰδώλῳ μερίς» ἐστιν «εἰς τόπον ἀμφιφάοντα»· τοῦτ' ἔστιν· ἡ ἄλογος ψυχή, ἥτις ἐστὶν εἴδωλον τῆς λογικῆς ψυχῆς, καθαρθεῖσα δι' ἀρετῆς ἐν τῷ βίῳ, ἄνεισιν εἰς τὸν ὑπὲρ σελήνην τόπον μετὰ τὴν διάλυσιν τῆς τοῦ ἀνθρώπου ζωῆς καὶ ἀποκληροῦται εἰς τόπον ἀμφιφαῆ, τοῦτ' ἔστιν ἀμφοτέρωθεν φαίνοντα καὶ ὁλολαμπῆ. ὁ μὲν γὰρ ὑπὸ σελήνην τόπος ἀμφικνεφής ἐστι, τοῦτ' ἔστιν ἀμφοτέρωθεν σκοτεινός, ὁ δὲ σεληνιακὸς ἑτεροφαὴς ἢ ἑτεροκνεφής, τοῦτ' ἔστι τῷ μὲν ἡμίσει μέρει λάμπων, τῷ δὲ ἡμίσει σκότους μεστός. καὶ γὰρ καὶ αὐτὴ ἡ σελήνη τοιαύτη ἐστί, τῷ ἡμίσει μέρει πεφωτισμένη καὶ τῷ ἡμίσει ἀφώτιστος. ὁ δὲ ὑπὲρ τὴν σελήνην τόπος ἀμφιφαής ἐστιν, ἤτοι διόλου πεφωτισμένος. λέγει οὖν τὸ λόγιον, ὅτι οὐ μόνον ἡ λογικὴ ψυχὴ ἀποκληροῦται εἰς τὸν ὑπὲρ σελήνην τόπον τὸν ἀμφιφαῆ, ἀλλὰ μερίς ἐστι καὶ τῷ εἰδώλῳ αὐτῆς, ἤτοι τῇ ἀλόγῳ ψυχῇ, εἰς τὸν ἀμφιφαῆ τόπον ἀποκληρωθῆναι, ὅταν διαυγὴς καὶ καθαρὰ ἐξέλθοι τοῦ σώματος. ὁ μὲν γὰρ Ἑλληνικὸς λόγος, ἀθάνατον τιθεὶς καὶ τὴν ἄλογον τοῦ ἀνθρώπου ψυχήν, μέχρι τῶν ὑπὸ σελήνην στοιχείων αὐτὴν ἀνάγει· τὸ δὲ Χαλδαϊκὸν λόγιον καθαῖρον αὐτὴν καὶ ὁμόφρονα ποιοῦν τῇ λογικῇ ψυχῇ, εἰς τὸν ἐπέκεινα τῆς σελήνης τόπον τὸν ἀμφιφαῆ ταύτην ἀποκαθιστᾷ. Καὶ τὰ μὲν τῶν Χαλδαίων δόγματα τοιαῦτα. οἱ δὲ τῆς εὐσεβείας ὑφηγηταὶ καὶ τῶν Χριστιανικῶν δογμάτων ὑποφῆται καὶ κήρυκες οὐδαμοῦ τὴν ἄλογον ψυχὴν ἀνάγουσιν, ἀλλὰ θνητὴν διαρρήδην ὁρίζονται, ἄλογον δὲ ψυχὴν τίθενται τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν τὴν ὀρεγομένην γενέσεως. οὕτω γοῦν ὁ Νυσσαεὺς Γρηγόριος ἐν τῷ περὶ ψυχῆς λόγῳ διέξεισιν. Χαλδαϊκὸν λόγιον. μηδὲ τὸ τῆς ὕλης σκύβαλον κρημνῷ καταλείψῃς. Ἐξήγησις. ὕλης σκύβαλόν φησι τὸ λόγιον τὸ τοῦ ἀνθρώπου σῶμα τὸ ἐκ τεττάρων στοιχείων συγκείμενον καὶ ὥσπερ ἐν διδασκαλίας λόγῳ καὶ παραινέσεώς φησι πρὸς τὸν διδασκόμενον, ὅτι «μὴ μόνον τὴν ψυχήν σου πρὸς τὸν θεὸν μετεώρισον καὶ τῆς βιωτικῆς συγχύσεως ὑπερτέραν ποίησον, ἀλλ', εἰ δυνατόν, μηδὲ αὐτὸ τὸ σῶμα ὅπερ ἠμφίεσαι καὶ ὅπερ σκύβαλόν ἐστι τῆς ὕλης, τοῦτ' ἔστι πρᾶγμά τι ἀπερριμμένον καὶ κατα128 πεφρονημένον καὶ ὕλης παίγνιον, εἰς τὸν περίγειον καταλείψῃς κόσμον». κρημνὸν γὰρ τὸν ἐνταῦθα τόπον ὀνομάζει τὸ λόγιον. ὥσπερ γὰρ ἀπὸ μετεώρου τόπου τοῦ οὐρανοῦ ἡ φύσις ἡμῶν ἐνταῦθα κατακρημνίζεται. παραινεῖ οὖν ἵνα καὶ αὐτὸ τὸ σῶμα, ὅπερ φησὶν «ὕλης σκύβαλον», πυρὶ θείῳ ἐκδαπανήσωμεν ἢ ἀπολεπτύναντες εἰς αἰθέρα κουφίσωμεν ἢ μετεωρισθῶμεν ὑπὸ θεοῦ εἰς τόπον ἄυλον καὶ ἀσώματον, ἢ ἐνσώματον μὲν αἰθέριον δὲ ἢ οὐράνιον· οὗ δὴ τετύχηκεν ὅ τε Θεσβίτης Ἡλίας καὶ πρὸ τούτου Ἐνώχ, μετατεθέντες ἀπὸ τῆς ἐνταῦθα ζωῆς καὶ εἰς θειοτέραν λῆξιν ἀποκαταστάντες καὶ «μηδὲ τὸ τῆς ὕλης σκύβαλον», ἤτοι τὸ ἑαυτῶν σῶμα, «κρημνῷ» καταλείψαντες. κρημνὸς δέ ἐστιν, ὥσπερ εἰρήκαμεν, ὁ περίγειος τόπος. Τὸ δὲ τοιοῦτον δόγμα εἰ καὶ θαυμάσιόν ἐστι καὶ ὑπερφυές, ἀλλ' οὐκ ἐπὶ τῷ ἡμετέρῳ βουλήματι ἢ δυνάμει ἡ δαπάνη κεῖται τοῦ σώματος καὶ ἡ πρὸς τὸν θειότερον τόπον μετάστασις· μόνης δὲ τῆς θείας ἤρτηται τὸ πρᾶγμα χάριτος τῆς τῷ ἀπορρήτῳ πυρὶ τὴν ὕλην ἐκδαπανώσης τοῦ σώματος καὶ τὴν ἐμβριθῆ καὶ γεώδη φύσιν ὀχήματι πυρίνῳ μετεωριζούσης εἰς οὐρανόν. Χαλδαϊκὸν λόγιον. μὴ ἐξάξῃς, ἵνα μὴ ἐξίῃ ἔχουσά τι. Ἐξήγησις. τοῦτο τὸ λόγιον καὶ Πλωτῖνος ἐν τῷ Περὶ εὐλόγου ἐξαγωγῆς τίθησιν. ἔστι δ' ὁ λόγος παραίνεσις ὑπερφυής τε καὶ ὑπερήφανος. φησὶ γὰρ μηδέν τι τὸν ἄνθρωπον πραγματεύεσθαι περὶ τὴν ἐξαγωγὴν τῆς ψυχῆς, μηδὲ φροντίζειν πῶς ἂν ἐξέλθοι τοῦ σώματος, ἀλλὰ τῷ φυσικῷ λόγῳ τῆς διαλύσεως παραχωρεῖν. αὐτὸ γὰρ τὸ ἐμμέριμνον εἶναί τινα περὶ τῆς τοῦ σώματος λύσεως καὶ τῆς ἐντεῦθεν ἐξαγωγῆς τῆς ψυχῆς μετάγει τὸν νοῦν ἀπὸ τῶν κρειττόνων καὶ ἀπασχολεῖ περὶ τὴν τοιαύτην φροντίδα, ἔνθεν τοι οὐδὲ καθαίρεται τελεώτατα ἡ ψυχή. ἀσχολουμένοις οὖν ἡμῖν περὶ τὴν διάλυσιν, ἐὰν τηνικαῦτα ὁ θάνατος παραγένηται, οὐκ ἐλευθέρα παντάπασιν ἔξεισιν ἡ ψυχὴ ἀλλ' ἔχουσά τι τῆς ἐμπαθεστέρας ζωῆς. 129 πάθος γὰρ ὁρίζεται ὁ Χαλδαῖος τὸ φροντίζειν περὶ τοῦ σώματος τὸν ἄνθρωπον. «δεῖ γάρ» φησί «μηδενὸς ἑτέρου φροντίζειν ἢ τῶν κρειττόνων ἐλλάμψεων, μᾶλλον δὲ μηδὲ περὶ τούτων φροντίζειν, ἀλλ' ἀφεικότα ἑαυτὸν ταῖς ἀναγούσαις ἡμᾶς ἀγγελικαῖς ἢ θειοτέραις δυνάμεσι καὶ τὰ τοῦ σώματος μύσαντα αἰσθητήρια, εἰπεῖν δὲ καὶ τὰ τῆς ψυχῆς, ἀπολυπραγμονήτως καὶ ἀνεννοήτως ἕπεσθαι τῷ καλοῦντι θεῷ.» Τινὲς δὲ ἁπλούστερον ἐξηγήσαντο τὸ παρὸν λόγιον· «μὴ ἐξάξῃς» γάρ φησιν, «ἵνα μὴ ἐξίῃ ἔχουσά τι»· τοῦτ' ἔστι· μὴ προανέλῃς σαυτὸν τοῦ φυσικοῦ θανάτου, κἂν πάνυ πεφιλοσόφηκας· οὔπω γὰρ τῆς τελεωτάτης καθάρσεως ἔτυχες. ἔνθεν καὶ ἀφιπταμένη ἡ ψυχὴ τοῦ σώματος διὰ τῆς τοιαύτης ἐξαγωγῆς ἔχουσά τι τῆς θνητοειδοῦς ζωῆς ἔξεισιν. εἰ γὰρ καὶ ὡς ἐν φρουρᾷ τῷ σώματί ἐσμεν οἱ ἄνθρωποι, ὥς που δὴ καὶ Πλάτων εἴρηκεν ἐν ἀπορρήτοις λόγοις, τὴν ἄνω δόξαν μεμαθηκώς, ἀλλ' οὐ δεῖ «ἑαυτὸν ἀποκτιννύναι τινὰ πρὶν ἂν ἀνάγκην θεὸς ἐπιπέμψῃ». καὶ κρείττων ἡ ἐξήγησις αὕτη τῆς προτέρας καὶ τῷ Χριστιανικῷ λόγῳ συμβαίνουσα. Χαλδαϊκὸν λόγιον. μὴ τὰ πελώρια μέτρα γύης ὑπὸ σὴν φρένα βάλλου· οὐ γὰρ ἀληθείης φυτὸν ἐν χθονί. μηδὲ μέτρει μέτρον ἠελίου κανόνας συναθροίσας· ἀιδίῳ βουλῇ φέρεται πατρός, οὐχ ἕνεκεν σοῦ. μήνης ῥοῖζον ἔασον· ἀεὶ τρέχει ἔργῳ ἀνάγκης. ἀστέριον προπόρευμα σέθεν χάριν οὐκ ἐλοχεύθη. αἴθριος ὀρνίθων ταρσὸς πλατὺς οὔποτ' ἀληθής, θυσιῶν σπλάγχνων τε τομαί· τάδ' ἀθύρματα πάντα, ἐμπορικῆς ἀπάτης στηρίγματα. φεῦγε σὺ ταῦτα, μέλλων εὐσεβίης ἱερὸν παράδεισον ἀνοίγειν, ἔνθ' ἀρετὴ σοφία τε καὶ εὐνομία συνάγονται. 130 Ἐξήγησις. ἀπάγει τὸν μαθητευόμενον ὁ Χαλδαῖος πάσης Ἑλληνικῆς σοφίας καὶ μόνῳ προσκολλᾷ, ὡς οἴεται, τῷ θεῷ. «μὴ τὰ πελώρια» γάρ φησι «μέτρα γύης ὑπὸ σὴν φρένα βάλλου· οὐ γὰρ ἀληθείης φυτὸν ἐν χθονί»· τοῦτ' ἔστι· μηδὲ τὰ μεγάλα μέτρα τῆς γῆς πολυπραγμόνει τῇ σῇ φρενί, ὥσπερ οἱ γεωγράφοι ποιοῦσι καταμετροῦντες τὴν γῆν· σπέρμα γὰρ ἀληθείας οὐκ ἔστιν ἐν γῇ. «μηδὲ μέτρει» φησί «μέτρον ἠελίου κανόνας συναθροίσας· ἀιδίῳ βουλῇ φέρεται πατρός, οὐχ ἕνεκεν σοῦ»· τοῦτ' ἔστι· μὴ ἀσχολοῦ περὶ ἀστρονομίαν μηδὲ καταμέτρει τὸν τοῦ ἡλίου δρόμον κανόσιν ἀστρονομικοῖς· οὐ γὰρ ἕνεκεν τῆς σῆς ζωῆς τὸν δρόμον ποιεῖται, ἀλλ' ἀχρόνως κινεῖται κατὰ τὸ τοῦ θεοῦ βούλημα. «μήνης ῥοῖζον ἔασον· ἀεὶ τρέχει ἔργῳ ἀνάγκης»· τοῦτ' ἔστι· τὸ τῆς σελήνης εὔτροχον κίνημα μὴ πολυπραγμόνει· τρέχει γὰρ αὕτη οὐ διὰ σέ, ἀλλ' ὑπὸ κρείττονος ἀνάγκης ἀγομένη. «ἀστέριον προπόρευμα σέθεν χάριν οὐκ ἐλοχεύθη»· τοῦτ' ἔστιν· οἱ προηγούμενοι τῶν ἀπλανῶν ἀστέρων ἢ τῶν πλανωμένων οὐ χάριν σοῦ τὴν ὑπόστασιν ἔλαβον. «αἴθριος ὀρνίθων ταρσὸς πλατὺς οὔποτ' ἀληθής»· τοῦτ' ἔστιν· ἡ διὰ τῶν πετομένων ὀρνίθων ἐν τῷ ἀερὶ τέχνη, ἣν δὴ καὶ οἰωνιστικὴν ὀνομάζουσιν, οὐκ ἔστιν ἀληθής, περιεργαζομένη πτήσεις αὐτῶν καὶ κλαγγὰς καὶ καθέδρας. ταρσὸν δὲ πλατὺν τὴν τῶν ποδῶν αὐτῶν λέγει βάσιν πλατεῖαν οὖσαν, διὰ τὴν τῶν δακτύλων ἔκτασιν διειργομένων τῷ μεταξὺ δέρματι. «θυσιῶν σπλάγχνων τε τομαί· τάδ' ἀθύρματα πάντα»· τοῦτ' ἔστιν· ἡ θυτικὴ καλουμένη ἐπιστήμη, ἡ διὰ τῶν θυσιῶν τῶν μελλόντων ζητοῦσα τὴν πρόγνωσιν καὶ ἡ διὰ τῆς τομῆς τῶν σπλάγχνων τῶν σφαζομένων ἱερείων, παίγνιά εἰσιν ἄντικρυς. «ἐμπορικῆς ἀπάτης στηρίγματα»· τοῦτ' ἔστιν· ἀφορμαὶ κέρδους ἀπατηλαί. «μὴ τοίνυν» φησί «ταῦτα πολυπραγμόνει σὺ ὁ μαθητευόμενος ὑπ' ἐμοῦ, μέλλων εὐσεβίης ἱερὸν παράδεισον ἀνοίγειν». ἱερὸς δὲ παράδεισος εὐσεβείας κατὰ Χαλδαίους οὐχ ὃν ἡ τοῦ Μωυσέως βίβλος φησίν, ἀλλ' ὁ λειμὼν τῶν ὑψηλοτέρων θεωριῶν, ἔνθα τὰ ποικίλα τῶν ἀρετῶν δένδρα καὶ τὸ ξύλον

Intertext edge

Open linked passage

Note