Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Opuscula psychologica
Michael PsellusPsyc 12 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
12.1
Ἐξήγησις τῆς Πλατωνικῆς ἐν τῷ Φαίδρῳ διφρείας τῶν ψυχῶν καὶ στρατείας τῶν θεῶν Τὰ Πλατωνικὰ ταῦτα ῥητά «ὁ μὲν δὴ μέγας ἡγεμὼν ἐν οὐρανῷ Ζεὺς ἐλαύνων πτηνὸν ἅρμα πρῶτος πορεύεται, διακοσμῶν πάντα καὶ ἐπιμελούμενος· τῷ δ' ἕπεται στρατιὰ θεῶν τε καὶ δαιμόνων κατὰ ἕνδεκα μέρη κεκοσμημένη· μένει γὰρ Ἑστία ἐν θεῶν οἴκῳ μόνη» καὶ πρότερόν μοι προεβλήθη παρά του τῶν λογίων καὶ ἔτυχε διαίτης καὶ ἐξηγήσεως. καὶ ἔστιν ἐπιστολὴ ἐμὴ ἐν τοῖς ἐμοῖς κειμένη βιβλίοις τὸν ἐν τοῖς ῥητοῖς ἀνιχνεύσασα νοῦν καὶ ἐξακριβώσασα. οὐδὲν δὲ χεῖρον καὶ αὖθις περὶ τούτων εἰπεῖν καὶ διερμηνεῦσαι, τίς μὲν ὁ Ζεύς, τίνες δὲ οἱ δώδεκα θεοί, τίς δὲ ἡ ἀκίνητος Ἑστία μὴ συνεπομένη τῇ στρατιᾷ τῶν λοιπῶν θεῶν. Περὶ τούτων δὲ οὐ χρὴ τὸν ἐξηγούμενον ἑαυτῷ ἐπιτρέπειν τὰς τῆς ἑρμηνείας ἀρχάς, ἀλλ' ἀπὸ τῶν Πλατωνικῶν ὑποθέσεων. εὐφυῶς μὲν γάρ τις ἐπιβαλεῖ καὶ ἀπὸ τῶν δώδεκα τοῦ κόσμου σφαιρῶν, τῆς ἀπλανοῦς φημι καὶ τῶν πλανωμένων ἑπτὰ καὶ τῶν τεττάρων στοιχείων, καὶ τὸν μὲν Δία τάξει κατὰ τὴν ἀπλανῆ, ἐπειδὴ πάντα ἄγει, τὴν δὲ Ἑστίαν κατὰ τὴν γῆν διὰ τὸ ἀκίνητον. καὶ αὖθις ἕτερος τὰς τῶν σφαιρῶν τούτων ψυχὰς ἐννοήσει, καὶ ἄλλος τοὺς νοῦς τοὺς ἐπιβεβηκότας ταῖς τοιαύταις ψυχαῖς. καὶ ἐροῦσι μέν τι οἱ οὕτως ἐξηγούμενοι τὰ ῥητά, ἀτὰρ οὐκ εἰς τέλος τοῦ μύθου ἀφίξονται. Ἀλλ' ἡμεῖς οὐ τὴν ἡμετέραν ἐπιβολὴν γυμνάζοντες νῦν, ἀλλ' αὐτῷ Πλάτωνι κατακολουθοῦντες καὶ τοῖς παρ' Ἕλλησι θεολόγοις φαμὲν τὴν ἐκείνων δόξαν ἀνακαλύπτοντες, ὅτι μετὰ τὴν μονάδα τὴν δημιουργικὴν καὶ τὸν ἕνα καὶ ἐξῃρημένον Δία τρεῖς εἰσι παρ' αὐτοῖς θεοὶ δίιοι, Ζεύς, Ποσειδῶν καὶ Πλούτων ὠνομασμένοι· ὑφ' ἑκάστῳ δὲ τῶν τριῶν τέτταρές εἰσιν τεταγμένοι θεοί, ὁ μέν τις τὸ εἶναι παρέχων τοῖς οὖσιν, ὁ δὲ τὸ ζῆν, ὁ δὲ μονὴν ἄτρεπτον, ὁ δὲ ἐπιστροφὴν ἐπὶ τὰς οἰκείας ἀρχάς· ὡς εἶναι τρεῖς μὲν αἰτίους τοῦ εἶναι τοῖς πᾶσι σώμασι καὶ ψυχαῖς καὶ νοῖς, τρεῖς δὲ τοῦ φρουρεῖσθαι καὶ ἄτρεπτα μένειν, τρεῖς δὲ τοῦ ζῆν, τρεῖς δὲ 13 τοῦ ἐπιστρέφειν ἐπὶ τὰς οἰκείας ἀρχάς· ὡς γίνεσθαι τρὶς τέτταρας δώδεκα. ὧν πρῶτός ἐστιν ὁ Ζεύς· συντεταγμένος γὰρ ὢν τοῖς λοιποῖς δώδεκα ἡγεμονικὴν ἔχει ὡς ἐν συντεταγμένοις τάξιν. εἰσὶ δὲ οὗτοι οἱ δώδεκα παρ' Ἕλλησι θεοὶ ἡγεμόνες καὶ θεῶν ἐγκοσμίων καὶ ἀγγέλων καὶ πάντων λοιπῶν γενῶν. τὸ δὲ «ἐν οὐρανῷ» εἰρήκει, ὅτι, εἰ καὶ ὅλος ὁ κόσμος αὐτοῦ ἀπολαύει, ἀλλὰ πολλῷ μᾶλλον ὁ οὐρανὸς ἅτε συγγενέστερος ὢν καὶ ἐπιτηδειότερος πρὸς τὸ μετασχεῖν τοῦ θεοῦ. «ἅρμα» δὲ καὶ ἵππους τῶν θεῶν τὰς δευτέρας αὐτῶν καὶ τρίτας δυνάμεις ἀκουστέον, ἃς αἱ πρῶται κατευθύνουσι, δι' ὧν ὁ Ζεὺς καὶ ἑαυτὸν συνάγει καὶ πᾶσαν τὴν ὑποβεβλημένην αὐτῷ στρατιὰν θεῶν καὶ δαιμόνων καὶ πάντα ἁπλῶς τὰ ἐξημμένα αὐτοῦ. εἰ δὲ καὶ ὄχημά τις θέλοι ὑποβάλλειν αὐτῷ, τὸν Ὄλυμπον ἂν αὐτῷ ὑποβάλοι, τουτέστι τὰ ὑπὲρ τὴν ἀπλανῆ στερεώματα, ἃ καὶ τῆς ἀπλανοῦς ἐστι πτηνότερα. δώδεκα δὲ ὄντων ἡγεμόνων καὶ δώδεκα τάξεων, τῆς δὲ Ἑστίας μιᾶς οὔσης τῶν ἡγεμόνων καὶ τῆς στρατείας αὐτῆς ἐν μονῇ καὶ ἀκινησίᾳ λαμβανομένης εἰκότως εἴρηνται αἱ ἕνδεκα τάξεις «ἕπεσθαι» τῷ Διί. εἰ γὰρ καὶ ἡ Ἑστία ἀνάγεται καὶ οἱ ἄλλοι θεοὶ μένουσι καὶ ἑστίαν ἔχουσι καὶ μονήν, ῥητέον, ὡς ἀμφότερα μέν ἐστιν ἐν ἑκάστῳ τῶν θεῶν, μᾶλλον δὲ τὰ τρία· ἕκαστος γὰρ αὐτῶν καὶ μένει καὶ πρόεισι καὶ ἐπιστρέφει πρὸς τὰς οἰκείας ἀρχὰς ἀναγόμενος. ἄλλος δὲ κατ' ἄλλο χαρακτηρίζεται, καὶ ἔστι τοῦ μὲν πάντως ἀνάγεσθαι αἴτιος ὁ Ζεύς, τοῦ δὲ πάντα ἑδράζεσθαι ἡ Ἑστία, τοῦ δὲ προϊέναι ἡ Ἥρα καὶ αἱ ζωογόνοι θεαί· πάντα γὰρ τὰ ὄντα καὶ μένει ἐν τοῖς ἑαυτῶν αἰτίοις καὶ πρόεισιν ἐξ αὐτῶν καὶ ὑποστρέφει πάλιν εἰς τὰς οἰκείας ἀρχάς, καὶ διὰ μὲν τῆς Ἑστίας τὸ μόνιμον καὶ αἴτιον τῆς ἐνιδρύσεως αὐτῶν λαμβάνει, διὰ δὲ τοῦ Διὸς τὴν αἰτίαν τῆς ὑποστροφῆς καὶ ἀνόδου. καὶ ταῦτα μὲν περὶ τῶν θεῶν ὁ Πλάτων. Πρὸ τούτων δὲ περὶ ἀθανασίας τῆς ἡμετέρας ψυχῆς ἐπιβαλλόμενος ἐρεῖν οὕτω φησί· «περὶ δὲ τῆς ἰδέας αὐτῆς οὕτω λεκτέον. οἷον μέν ἐστι, πάντη καὶ πάντως θείας εἶναι καὶ μακρᾶς διηγήσεως, ᾧ δὲ ἔοικεν, ἀνθρωπίνης καὶ ἐλάττονος· ταύτῃ οὖν λέγομεν. ἔοικε δὴ τῷ συμφύτῳ δυνάμει {καὶ} ὑποπτέρου ζεύγους τε καὶ ἡνιόχου. θεῶν μὲν οὖν ἵπποι τε καὶ ἡνίοχοι πάντες αὐτοί τε ἀγαθοὶ καὶ ἐξ ἀγαθῶν, τὸ δὲ τῶν ἄλλων μέμικται. καὶ πρῶτον μὲν ἡμῶν ὁ ἄρχων συνωρίδος ἡνιοχεῖ· εἶτα τῶν 14 ἵππων ὁ μὲν αὐτοῦ καλός τε καὶ ἀγαθὸς καὶ ἐκ τοιούτων, ὁ δ' ἐξ ἐναντίων τε καὶ ἐναντίος.» καὶ αὖθις· «ψυχὴ πᾶσα παντὸς ἐπιμελεῖται τοῦ ἀψύχου, πάντα δὲ οὐρανὸν περιπολεῖ, ἄλλοτ' ἐν ἄλλοις εἴδεσι γιγνομένη.» τὰ μὲν οὖν Πλατωνικὰ ταῦτα. ἑρμηνευτέον δὲ πρότερον, τίς ἡ τῆς ψυχῆς ἰδέα ἐστίν. λέγομεν οὖν, ὅτι οὐσία μὲν ἑκάστου πράγματός ἐστι τὸ ἓν τὸ ἐν αὐτῷ καὶ τὸ οἷον ἑνικώτατον, τὸ δὲ εἶδος τὸ πλῆθος καὶ τὰ οἱονεὶ στοιχεῖα· ἡ γὰρ ψυχὴ καὶ ἕν ἐστι καὶ πολλά, καὶ ἰδέα ψυχῆς τὸ πλῆθος καὶ τὰ στοιχεῖα. τοῦτο γὰρ βούλονται οἱ ἵπποι καὶ ὁ ἡνίοχος. ἔστι δὲ ἡ μὲν οὐσία τῆς ψυχῆς ἡμῶν ἀκάκωτος, οἱ δὲ ἵπποι ἤτοι αἱ δυνάμεις αὐτῆς διαστρέφονται, ἔστι δ' ὅτε καὶ ἀργοῦσιν. ἡ μὲν οὖν τῆς οὐσίας δύναμις, τοῦ ἑνὸς τῶν τριῶν γενῶν, ὁ ἡνίοχός ἐστιν· ἡ δὲ ταὐτοῦ δύναμις ὁ κρείττων τῶν ἵππων, ἡ δὲ τοῦ θατέρου ὁ καταδεέστερος. ἐὰν τοίνυν νοήσωμεν δύο ἵππους καὶ ἡνίοχον καὶ συμφύσωμεν αὐτούς, ἡ μία δύναμις ἡ γεννητικὴ τοῦ τε ἡνιόχου καὶ τῶν ἵππων, αὕτη ἐστὶν ἡ ἰδέα τῆς ψυχῆς. δύναμιν δὲ ἀκουστέον κατὰ τοὺς γεωμέτρας, ὡς εἰώθασι λέγειν τὴν εὐθεῖαν δύνασθαι τὸ τετράγωνον. τὸ δὲ «ἄλλοτ' ἐν ἄλλοις εἴδεσι γιγνομένη» τοῦτό ἐστιν ἀντὶ τοῦ κατ' ἄλλους καὶ ἄλλους ἑαυτῆς λόγους ἱσταμένη, οἷον σεληνιακοὺς ἢ ἡλιακούς· ἡ γὰρ μερικὴ ψυχὴ τοσοῦτον ἀμείβει τὸ εἶδος, ὡς καὶ ἀνεπίγνωστος λοιπὸν γίνεσθαι. Πλατωνικῶς τὰ Πλατωνικά· τοῦτο δὲ ταὐτόν ἐστι τῷ τὰ γελοῖα γελοίως. Περὶ αἰσθήσεως καὶ αἰσθητῶν Θαυμάσιόν τι ἠπόρησας «εἰ ἑκάστη» εἰρηκὼς «αἴσθησις ἐξ ἑκάστου τῶν σωματικῶν στοιχείων πεποίηται, πῶς ἐκείνων τεττάρων ὄντων πέντε αἰσθήσεις γεγένηνται; λείπεται γὰρ μία τούτων ἐξ ἄλλου του πεποιῆσθαι. καὶ τί ποτε τοῦτο ἐξ οὗ ἐκείνη τὴν γένεσιν ἔχει;» οἶμαι οὖν σε τὴν ἐν τῷ Τιμαίῳ τοῦ Πλάτωνος περὶ τῶν αἰσθήσεων διάταξ εσθαι. ἐκεῖσε γὰρ οὗτος ὁ σοφὸς ἀνὴρ πυρὸς μὲν τὴν ὄψιν ποιεῖται, ἀέρος δὲ τὴν ἀκοήν, καὶ τὴν γεῦσιν ὕδατος, τὴν δὲ ἁφὴν γῆς, τὴν δὲ ὄσφρησιν καὶ τὸ τῶν 15 ὀσμῶν γένος ἡμιγενὲς εἶναι καὶ μικτόν πως. «μεταβάλλοντος τοῦ ὕδατος εἰς ἀέρα ἢ ἀέρος εἰς ὕδωρ ἐν τῷ μεταξὺ τούτων» φησί «γεγόνασι.» καὶ εἴη ἂν ἡ ὄσφρησις πέμπτη. Ἀριστοτέλης δὲ οὐ προσίεται [τὴν τοι] αύτην διάταξιν οὐδὲ πυρὸς ποιεῖται τὴν ὄψιν. περὶ δὲ τὸ πῦρ ἐκλάμπειν θλιβομένου τοῦ ὀφθαλμοῦ ἕτερον ποιεῖται αἴτιον. «τὰ γὰρ λεῖα» φησί «πεφύκασιν ἐν τῷ σκότει λάμπειν.» τὸ γοῦν τοῦ ὀφθαλμοῦ μέσον τὸ μέλαν, ὃ κόρην καλοῦμεν, λεῖόν τέ ἐστι καὶ διὰ τὴν λειότητα στίλβον κινουμένου τοῦ ὀφθαλμοῦ συμβαίνει πυρὸς ποιεῖν φαντασίαν. ἀλλ' οὐδέ φησιν ὁ ἀνὴρ οὗτος τὸ ὁρᾶν εἶναι ἐν τῷ ἐκπέμπειν φῶς. «οὐκ ἔδει γὰρ» φησί «τὰ ἐν τῷ ὕδατι ὄντα ὁρᾶν. πῶς γὰρ οἷόν τε ἐν ὕδατι πῦρ καὶ φῶς τοιοῦτον διαβαίνειν καὶ μὴ σβέννυσθαι;» προστίθησι δὲ ὅτι καὶ εἰ ἐν τῷ ἐκπέμπειν φῶς τὸ ὁρᾶν ἐστιν, ἔδει νυκτὸς μᾶλλον ὁρᾶν τὰ ζῷα ἢ μεθ' ἡμέραν. οὕτω μὲν οὖν τὰς Πλατωνικὰς δόξας διασείειν ὁ Ἀριστοτέλης δοκεῖ. Παρασαλεύει δὲ καὶ Ἐμπεδοκλέα. ὁ γὰρ Ἐμπεδοκλῆς ποτὲ μὲν τὸ ἀπὸ τῆς ὄψεως ἐκπεμπόμενον φῶς αἰτιᾶται τοῦ ὁρᾶν, ποτὲ δὲ τὰς ἀπὸ τῶν ὁρωμένων ἐφαπλουμένας ἀπορροίας. Δημοκρίτου δὲ τοσοῦτον ἀποδέχεται τὴν δόξαν ὅτι ἐξ ὕδατος τὴν ὄψιν γεννᾷ, τὸν δὲ τρόπον καθ' ὃν γίνεται τὸ ὁρᾶν ἀπαναίνεται. λέγει γὰρ ὁ Δημόκριτος τὸ ὁρᾶν εἶναι τὸ τὴν ἔμφασιν τὴν ἀπὸ τῶν ὁρωμένων δέχεσθαι. ἔστι δὲ ἔμφασις τὸ ἐμφαινόμενον εἶδος ἐν τῇ κόρῃ. ἡγεῖται γὰρ εἴδωλά τινα ἀπορρέοντα, ὁμοιόμορφα τοῖς ἀφ' ὧν ἀπορρέουσιν, ἐμπίπτειν τοῖς τῶν ὁρώντων ὀφθαλμοῖς καὶ οὕτως τὸ ὁρᾶν γίνεσθαι. «ὅτι δὲ» φησὶν Ἀριστοτέλης «ἐξ ὕδατός ἐστιν ἡ κόρη δι' ἧς ὁρῶμεν δῆλον ἀπὸ τῶν ὀφθαλμῶν· διαφθειρομένων γὰρ τούτων τὸ ἐκρέον ὕδωρ φαίνεται ὄν». Πολλοῖς δὲ ἐπιχειρήμασιν ἀναιρεῖ τὴν τοῦ Πλάτωνος περὶ τοῦ ὀφθαλμοῦ δόξαν, μὴ βουλόμενος τὴν ὄψιν ἐκ πυρὸς ἔχειν τὴν γένεσιν. παραλογώτατον δέ φησι καὶ τὸ λέγειν ἐκπέμπεσθαι σῶμα ἔκ τινος τῶν ὁρώντων, ὡς ἀποτείνεσθαι αὐτὸ μέχρι τῶν ἄστρων δύνασθαι. βέλτιον δέ, φησίν, ἦν τοῦ λέγειν τῷ ἐκπεμφθέντι ἐκ τῆς ὄψεως φωτὶ ἐκτὸς γενομένῳ τὸ ἐκτὸς φῶς συμφύεσθαι τὸ λέγειν τὸ ἐκτὸς φῶς τῷ ἐντὸς πρὸ τοῦ 16 ἐκπεμφθῆναι συμφύεσθαι πρὸς τῇ κόρῃ, ὅτι οὐδὲν ἐδεῖτο τῆς ἀπὸ τῆς ὄψεως τοῦ φωτὸς ἀπορροίας, εἰ μὴ ἔμελλεν αὐτὴ περιλήψεσθαι τὸ ὁρατόν. Τίθεται οὖν ὁ Ἀριστοτέλης τὴν μὲν ὄψιν ὕδατος εἶναι, τὴν δὲ ἀκοὴν ἀέρος, τὴν δὲ ὄσφρησιν πυρός. τὴν γὰρ κατ' ἐνέργειαν ὄσφρησιν ταὐτὸν τίθεται τῷ ὀσφραντῷ. τὸ ὀσφραντὸν καὶ ἡ ὀσμή, ἧς ἡ ὄσφρησις ἀντιλαμβάνεται, ξηρὰ καὶ καπνώδης ἐστὶν ἀναθυμίασις, ἡ δὲ τοιαύτη ἀναθυμίασις πυρώδης καὶ ἐκ πυρός, ὥστε εἶναι τῶν τεττάρων σωμάτων γῆς μὲν τὰς δύο, ἁφήν τε καὶ γεῦσιν (ἡ γὰρ γεῦσις ἁφῆς τι εἶδος), ὕδατος δὲ τὴν ὄψιν, ἀέρος δὲ τὴν ἀκοήν, πυρὸς δὲ τὴν ὄσφρησιν. Μίαν δὲ καὶ τῷ ἀριθμῷ τὴν αἰσθητικὴν ψυχὴν λέγει, καὶ ταύτην ἐν τῇ καρδίᾳ οἰκίζει, ἀφ' ἧς ἐπὶ τὸν ἐγκέφαλον ἡ τῆς αἰσθήσεως γίνεται διάδοσις. πόροι γὰρ ἐντεῦθεν ἐπὶ τὸν ἐγκέφαλον διατείνουσι τρεῖς, εἶτα ἀπὸ τοῦ ἐγκεφάλου ὁ μὲν αὐτῶν ἐπὶ τὴν ὄψιν, ὁ δὲ ἐπὶ τὴν ἀκοήν, ὁ δὲ ἐπὶ τὴν ὄσφρησιν καθήκουσιν. οἱ δὲ τῆς ἁφῆς καὶ τῆς γεύσεως ἐπ' εὐθείας ἀπὸ τῆς καρδίας τέτανται, ἀλλ' οὐ διὰ τῆς ἐπὶ τὸν ἐγκέφαλον ὁδοῦ. Τὸ δὲ φῶς ἐντελέχειά ἐστι τοῦ διαφανοῦς ᾗ διαφανές, καὶ ὥσπερ χρῶμα {τῶν}, οὐχ ἁπλῶς, ἀλλὰ κατὰ συμβεβηκός, ὅτι μὴ παθητικῶς ἀναδέχεται τὸ διαφανὲς τὸ φῶς, ἀλλὰ κατὰ σχέσιν τὴν πρὸς αὐτό. τὸ δὲ χρῶμα οὐ τὸ τοῦ σώματος, φησί, πέρας ἐστίν, ἀλλ' ἐν τῷ τοῦ σώματος πέρατι, πέρας ὂν οὐχ ὡς σώματος, ἀλλὰ τοῦ διαφανοῦς καθ' ὃ διαφανές. Δόξα δὲ Ἀριστοτέλους περὶ τῆς αἰσθήσεως παρὰ τὰς τῶν ἄλλων αὕτη ἐστί· πάσχουσα γάρ, φησίν, ἡ ὄψις ὑπὸ τῶν ὁρατῶν αἰσθάνεται, ὥσπερ καὶ ἑκάστη τῶν ἄλλων αἰσθήσεων, ἀλλ' οὐχὶ ποιοῦσα καὶ ἐκπέμπουσα, πάσχουσα δὲ οὐ τῷ δέχεσθαι ἀπορρέοντά τινα ἀπὸ τῶν αἰσθητῶν, ἀλλὰ τῷ τὸ μεταξὺ τῆς τε ὄψεως καὶ τοῦ ὁρωμένου διαφανές, ὅταν κατ' ἐνέργειαν ᾖ τοιοῦτον (τοιοῦτον δέ ἐστι τὸ πεφωτισμένον), κινεῖσθαι ὑπὸ τῶν ὁρατῶν, τουτέστι τῶν χρωμάτων (κινητικὸν γὰρ τὸ χρῶμα τοῦ κατ' ἐνέργειαν διαφανοῦς). κινούμενον γὰρ καὶ διατιθέμενον τὸ κατ' ἐνέργειαν διαφανὲς ὑπὸ τῶν ὁρατῶν τὸ εἶδος αὐτοῦ διαδίδωσι τῇ κόρῃ, οὔσῃ καὶ αὐτῇ διαφανεῖ. καὶ οὕτως διὰ ταύτης δεχομένης διὰ τοῦ διαφανοῦς τὸ μεταξὺ εἶδος τοῦ ὁρωμένου καὶ μέχρι τοῦ πρώτου αἰσθητικοῦ διαδιδούσης αὐτὸ 17 τῷ τὸν μεταξὺ πόρον τοιούτου σώματος εἶναι πλήρη τὸ ὁρᾶν γίνεσθαι· οὐ γὰρ ταῖς ἀπορροίαις, [ὡς ᾤοντο οἱ] πρὸ αὐτοῦ (ἁφὴ γὰρ οὕτω καὶ ἡ ὄψις ἔσται), ἀλλὰ τῇ τοῦ μεταξὺ τῆς ὄψεως καὶ {τῆς} τοῦ ὁρωμένου διαφανοῦς κινήσει ὑπὸ τῶν ὁρατῶν. χυμὸν δὲ ὁρίζεται ὁ φιλόσοφος τὸ ὑπὸ τοῦ ἐν τῇ γῇ ξηροῦ γινόμενον πάθος ἐν τῷ ὑγρῷ τῆς γεύσεως τῆς κατὰ δύναμιν ἀλλοιωτικὸν εἰς ἐνέργειαν. Ἠρώτησας δὲ καὶ τί ἐστι τὸ μόριον τῆς πολιτικῆς. ἔστιν οὖν ἡ περὶ ἑνὸς ἑκάστου τῶν πολιτῶν ἐπιμέλεια, καλεῖται δὲ ἠθική. μόριον δὲ ἕκαστος μὲν τῶν πολιτῶν τῆς πόλεως, ἡ δὲ ἠθικὴ τῆς πολιτικῆς. καὶ ἔνθα μὲν ἔστι τινὰ τέλη παρὰ τὰς πράξεις, οἷον ἐν ταῖς ποιητικαῖς, ἐν ταύταις βελτίω τὰ ἔργα τῶν ἐνεργειῶν, τουτέστι τὰ ποιήματα, ἔνθα δὲ αὐταὶ αἱ ἐνέργειαι, οὐδὲν τῶν ἐνεργειῶν τιμιώτερον. ἐν ἁπάσαις δὲ ταῖς δυνάμεσι τὰ τῶν ἀρχιτεκτονικῶν τεχνῶν τέλη αἱρετώτερα τῶν ὑφ' ἑαυτά. ἀρχιτεκτονικαὶ δὲ λέγονται αἱ ἄρχουσαι καὶ κρατοῦσαι τῶν ὑφ' αὑτάς, ὥσπερ ἡ ἀρχιτεκτονικὴ τῆς πηδαλιουργικῆς. Διάφοροι δόξαι Ἑλληνικαὶ περὶ ψυχῆσ Τολμῶσιν ἔνιοι τῶν Ἑλλήνων καὶ περὶ τῶν ἡμετέρων ἀπορρήτων σαφῶς διαλέγεσθαι. ὁ γοῦν φιλόσοφος Πρόκλος τὴν ἐντεῦθεν ἀπαλλαγὴν τῆς ψυχῆς ὡς ἔχει φύσεως παριστῶν «φερομένη» φησί «περὶ τὴν ψυχὴν ἀγγέλων μερὶς καὶ περιλάμπουσα αὐτὴν πανταχόθεν καὶ πλήρη ποιοῦσα τοῦ ἀχράντου πυρός, ὃ ἐνδίδωσιν αὐτῇ τάξιν ἄκλιτον καὶ δύναμιν, δι' ἣν οὐκ ἐκροιζεῖται εἰς τὴν ὑλικὴν ἀταξίαν, ἀλλὰ συνάπτεται τῷ θείῳ φωτί, συνέχει αὐτὴν ἐν οἰκείῳ τόπῳ καὶ ἀμιγῆ ποιεῖ πρὸς τὴν ὕλην τῷ θερμῷ πνεύματι κουφίζουσα καὶ ποιοῦσα μετέωρον διὰ ἀναγωγοῦ ζωῆς.» «τέλος δὲ» φησί «τῶν ἀνόδων ἡ μετουσία τῶν θείων καρπῶν καὶ ἡ αὐτοφανὴς τοῦ πυρὸς ἀποπλήρωσις, ἥτις ἐστὶν ἡ τοῦ θεοῦ ὄψις.» ὑμνῳδὸς δὲ ἀποτελεῖται τοῦ θεοῦ καὶ τὰ συνθήματα τοῦ πατρὸς τὰ ἄρρητα προσβαλλο18 μένη. τοιοῦτοι γὰρ οἱ νοεροὶ καὶ ἀφανεῖς ὕμνοι ἀναγομένης ψυχῆς ἀνακινοῦντες τὴν μνήμην τῶν ἁρμονικῶν, οἳ φέρουσιν ἀπορρήτους εἰκόνας τῶν θείων ἐν αὐτῇ δυνάμεων. Βάθος δὲ ψυχῆς ἐστιν αἱ τριπλαῖ αὐτῆς γνωστικαὶ δυνάμεις, αἱ νοεραί, αἱ νοητικαί, αἱ δοξαστικαί· ὄμματα δὲ αἱ τριπλαῖ τούτων ἐνέργειαι· τὸ γὰρ ὄμμα γνώσεως σύμβολον, ὥσπερ ἡ ζωὴ ὀρέξεως. Καὶ ῥίζα μὲν τῆς κακίας τὸ σῶμα, τῆς δὲ ἀρετῆς ὁ νοῦς. Καὶ τοῦτο δέ φησιν ὁ φιλόσοφος, ὅτι μηδεὶς εἰς ὀργὴν θεοῦ ἀναφερέτω τὰς αἰτίας τῶν ἐνταῦθα τιμωριῶν, ἀλλ' οὔσης ἐν τῷ παντὶ κόσμῳ δίκης τε καὶ κρίσεως, ὑφ' ὧν κατευθύνεται πάντα καὶ μετρεῖται τοῖς προσήκουσιν ὅροις, ἐξ ἀνάγκης ἕπεται τοῖς ἀφισταμένοις τῶν κρειττόνων ἀκόλουθος† πάθη† τιμωρὸς τῶν πλημμελησάντων περὶ τὸ θεῖον ἐπ' ὠφελείᾳ τῶν τὴν δίκην ὑπεχόντων. Εἶτα καὶ ταῦτα παραγγέλλει τοῖς ἀναγομένοις ἴσως φιλοσοφώτερον· μὴ τὰ πελώρια μέτρα γύης ὑπὸ σὴν φρένα βάλλου μηδὲ μέτρει μέτρον ἠελίου κανόνας συναθροίσας· ἀιδίῳ βουλῇ φέρεται πατρός, οὐχ ἕνεκεν σοῦ. μήνης ῥοῖζον ἔασον· ἀεὶ τρέχει ἔργῳ ἀνάγκης, ἀστέριον προπόρευμα σέθεν χάριν οὐκ ἐλοχεύθη. αἴθριος ὀρνίθων ταρσὸς πλατὺς οὔποτ' ἀληθής, θυσιῶν σπλάγχνων τε τομαί· τάδ' ἀθύρματα πάντα, ἐμπορικῆς ἀπάτης στηρίγματα. φεῦγε σὺ ταῦτα μέλλων εὐσεβίης ἱερὸν παράδεισον ἀνοίγειν, ἔνθ' ἀρετὴ σοφία καὶ εὐνομία συνάγονται. Φησὶ δὲ ὁ φιλόσοφος παρακούσας ἴσως τῶν ἡμετέρων λογίων μέχρι τῶν ἀπογόνων διατείνειν τὴν ἀπὸ θεοῦ κόλασιν, αἰτίαν ἐπάγων οὐκ 19 ἄγνωστον μόνον ἡμῖν, ἀλλὰ καὶ ἀντίθετον. «τῶν συγγενικῶν» φησὶ γάρ «ψυχῶν ὁμοφυής ἐστιν ἡ σύνταξις καὶ αἱ μήπω ἀπολυθεῖσαι τῶν τῆς ψύσεως δεσμῶν ἐν τοῖς τῶν ὁμογενῶν κατέχονται πάθεσιν· ἐναπεμόρξατο γάρ τι καὶ ταύταις δυσέκνιπτον κακὸν ἡ πρὸς τὰς πλημμελεῖς ψυχὰς κοινωνία τῆς ζωῆς.» δεῖ οὖν καὶ ταύτας τὸ μέρος τυχεῖν τῆς ὅλης δίκης καὶ ἀναπλησθείσας διὰ τὴν φυσικὴν συγγένειαν τῶν μιασμάτων καθαρθῆναι πάλιν δι' αὐτῶν. «Καὶ ἵνα ἔχῃ» φησί «καὶ ὁ περὶ γῆν τόπος ζῷον θεοσεβέστατον γινώσκειν τὰ θεῖα καὶ θεραπεύειν δυνατόν, αἱ ψυχαὶ πέμπονται παρὰ τοῦ πατρὸς εἰς τὴν γένεσιν.» Τὰς δὲ ἰδέας φησὶ πᾶσαν τὴν τοῦ κόσμου δημιουργίαν συνέχειν, καθ' ἃς ὁ πατὴρ τὴν ὕλην διεκόσμησε πρὸ τῶν ἀποτελεσμάτων τὰ πρωτουργὰ αἴτια τῶν ὅλων ἐν ἑαυτῷ προστησάμενος. καὶ αἱ μὲν ἔννοιαί εἰσι δημιουργικαί, αἱ δὲ νοήσεις ποιήσεις. «Καὶ τὸν μὲν νοῦν ἀμέριστον» φησί «παρήγαγεν ὁ θεὸς αἰωνίαν ἔχοντα καὶ τὴν οὐσίαν καὶ τὴν ἐνέργειαν, τὸ δὲ σῶμα μεριστὸν καὶ τὴν ὑπόστασιν καὶ τὴν κίνησιν, τὴν δὲ ψυχὴν μέσην, τὴν μὲν φύσιν ἀμέριστον ἔχουσαν, τὴν δὲ ἐνέργειαν κατὰ χρόνον κινουμένην· καὶ τὸν μὲν ἀκίνητον, τὸ δὲ ἑτεροκίνητον, τὴν δὲ αὐτοκίνητον.» Καὶ ὡς αἱ μὲν ἀκρότητες τῶν στοιχείων ἀλύτως συμπληροῦσι τὸν οὐρανόν, αἱ δὲ ὑποστάθμαι τὴν γένεσιν· οὐ γὰρ ἐκ τῶν αὐτῶν πάντα, οὐδὲ ὡσαύτως κεραννύμενα ἀλλήλοις, εἰ καὶ ἐκ τῶν τεττάρων στοιχείων ὅλα τὰ αἰσθητά. Καὶ ὅτι ἱσταμένη ἡ ψυχὴ κατὰ τὸ διανοητικὸν τὸ ἑαυτῆς ἐπιστήμων ἐστὶ τῶν ὄντων· ἐν δὲ τῷ νοερῷ τῆς οἰκείας οὐσίας ἑαυτὴν ἱδρύσασα νοεῖ τὰ ὅλα ταῖς ἁπλαῖς καὶ ἀμερίστοις ἐπιβολαῖς. εἰς δὲ τὸ ἓν ἀναδραμοῦσα καὶ πᾶν τὸ ἑαυτῇ συμπτύξασα πλῆθος ἐνθεαστικῶς ἐνεργεῖ καὶ συνάπτεται ταῖς ὑπὲρ νοῦν ὑπάρξεσι· τῷ γὰρ ὁμοίῳ πανταχοῦ τὸ ὅμοιον συνάπτεσθαι πέφυκεν. οὐδὲν γὰρ γνωστὸν δι' ἐλάττονος γινώσκεται γνώσεως. Ἔστιν γάρ τι νοητόν, ὃ χρή σε νοεῖν νόου ἄνθει. διττὸν δέ φησι τὸ ἐν ἡμῖν ἕν· τὸ μὲν τῆς πρωτίστης ἡμῶν τῶν δυνάμεων οἷον ἄνθος, τὸ δὲ τῆς ὅλης οὐσίας κέντρον καὶ τῶν περὶ αὐτὴν παντοίων δυνάμεων· οὐ γάρ ἐσμεν νοῦς μόνον, ἀλλὰ καὶ προσοχὴ καὶ προαίρεσις καὶ διάνοια καὶ δόξα καὶ πρὸ τῶν δυνάμεων τούτων οὐσία μία καὶ πολλὴ καὶ μεριστὴ καὶ ἀμερής. Καὶ ὂν μέν ἐστιν ὁ νοητὸς νοῦς, ὕπαρξις δὲ τὸ νοητόν. Καὶ ὅτι, φησίν, ἡ ψυχὴ περιέχει πολλῶν κόλπων πληρώματα, τουτέστι ζωοποιοὺς δυνάμεις ἀποπληρωτικὰς πολλῶν ὑποδοχῶν τῶν δυναμένων ζωοποιεῖσθαι παρ' αὐτῆς. Καὶ ὅτι συνέστηκεν αὕτη ἀπὸ τῶν νοερῶν λόγων καὶ τῶν θείων συμβόλων. καὶ ὥσπερ πάντων ἐστὶ πλήρωμα τῶν εἰδῶν, κατὰ μίαν δὲ ἰδέαν ὑφέστηκεν, οὕτω καὶ πάντων μετέχει τῶν συνθημάτων δι' ὧν συνάπτεται τῷ θεῷ, ἀφώρισται δὲ ἡ ὕπαρξις αὐτῆς ἐν ἑνί. Καὶ ὅτι πᾶσα ψυχὴ πάσης κατ' εἶδος διέστηκεν. εἰ γὰρ τὸ εἶναι τῆς ψυχῆς λόγος ἐστὶ καὶ εἶδος ἁπλοῦν, ἢ οὐδὲν διοίσει κατ' οὐσίαν ψυχή τις ἄλλης ψυχῆς ἢ κατ' εἶδος ἂν διαφέρῃ. Καὶ ἔστιν ἐν ἑκάστῃ πάντα καθ' ἕν, οἵ τε νοεροὶ λόγοι καὶ τὰ συνθήματα· τὸ γὰρ καθ' ἓν εἶδος πολλῶν εἶναι ἀτόμων ὑπόστασιν ὁμοειδῶν περί τὴν ὕλην ἐστὶ καὶ τὰ σύνθετα τῶν ὄντων, τῆς ὑποκειμένης φύσεως ποικίλως τοῦ αὐτοῦ μετεχούσης εἴδους. Περὶ νοῦ Ἀνέγνως μὲν ἥδιστα ὡς ἔγραψα τὴν ἐπιστολήν, βούλει δὲ μὴ ἐν ταὐτῷ γράμματι τὰ περὶ νοῦ καὶ ψυχῆς ἔχειν, ἀλλ' ἐν ἑτέρῳ μὲν τὴν πᾶσαν νοερὰν ἰδιότητα γνωρισθῆναι σοι, ἐν ἑτέρῳ σύμπασαν τὴν ψυχικήν. 21 αὕτη τοιγαροῦν ἡ ἐπιστολὴ τὸν νοῦν μόνον ἀπολαβοῦσα τὰ περὶ αὐτοῦ ἐκ τῶν παρ' Ἕλλησι φιλοσοφησάντων ἐπιτετμημένως κεφαλαιοῖ. Πᾶς τοίνυν νοῦς κατὰ τὰς Ἑλληνικὰς δόξας ἢ ἀμέθεκτός ἐστιν ἢ μεθεκτός. παντὸς γὰρ τοῦ πλήθους τῶν νόων ὁ ἀμέθεκτος ἡγεῖται, πρωτίστην ἔχων ὕπαρξιν. τῶν δὲ μετεχομένων οἱ μὲν τὴν ὑπερκόσμιον καὶ ἀμέθεκτον ἐλλάμπουσι ψυχήν, οἱ δὲ τὴν ἐγκόσμιον. καὶ ὁ μὲν πρῶτος ἑαυτὸν μόνον νοεῖ, ἕκαστος δὲ τῶν ἐφεξῆς ἑαυτὸν ἅμα καὶ τὰ πρὸ αὐτοῦ. κατ' ἐνέργειαν δὲ ὡς νοῦς ἑαυτὸν νοεῖ οὐκ ἄλλον ὄντα παρὰ τὰ νοούμενα. καὶ ὁ μὲν ἀμέθεκτος ἁπλῶς πάντα νοεῖ, τῶν δὲ μετ' ἐκεῖνον ἕκαστος καθ' ἓν πάντα. καὶ πᾶς νοῦς ἐν αἰῶνι τὴν οὐσίαν ἔχει καὶ τὴν δύναμιν καὶ τὴν ἐνέργειαν. καὶ ἀμέριστός ἐστιν οὐσία καὶ ἀμεγέθης καὶ ἀσώματος καὶ ἀκίνητος. καὶ τὰ μέν ἐστι κατ' αἰτίαν, ὅσα μετ' αὐτόν, τὰ δὲ κατὰ μέθεξιν, ὅσα πρὸ αὐτοῦ, νοερὰν δὲ ἔλαχεν οὐσίαν κατὰ τὴν ἑαυτοῦ ὕπαρξιν. καὶ ἀφορίζει πάντα καὶ ἃ κατ' αἰτίαν ἐστὶ καὶ ἃ κατὰ μέθεξιν. ἀιδίων τέ ἐστι προσεχῶς καὶ ἀμεταβλήτων ὑποστάτης. καὶ τῷ νοεῖν ὑφίστησι τὰ μετ' αὐτόν, καὶ ἡ ποίησις ἐν τῷ νοεῖν καὶ ἡ νόησις ἐν τῷ ποιεῖν. καὶ ὑπὸ τῶν κατ' οὐσίαν ἅμα καὶ ἐνέργειαν νοερῶν μετέχεται πρώτως. καὶ πάντα τὰ νοερὰ εἴδη καὶ ἐν ἀλλήλοις εἰσὶ καὶ καθ' αὑτὸ ἕκαστον. καὶ πᾶς νοῦς πλήρωμα ὢν εἰδῶν, ὁ μὲν ὁλικωτέρων, ὁ δὲ μερικωτέρων ἐστὶ περιεκτικός. καὶ πᾶν νοερὸν εἶδος ἀιδίων ἐστὶν ὑποστατικόν. καὶ πᾶς νοῦς ὅλος ἐστὶν ὡς ἐκ μερῶν ὑποστάς. καὶ πᾶς ὁ μετεχόμενος νοῦς ἢ θεῖός ἐστιν ὡς θεῶν ἐξημμένος ἢ νοερὸς μόνον. καὶ ὁ θεῖος νοῦς ὑπὸ ψυχῶν μετέχεται θείων. καὶ ὁ μετεχόμενος νοῦς μετέχεται ὑπὸ ψυχῶν οὔτε θείων οὔτε νοῦ καὶ ἀνοίας ἐν μεταβολῇ γινομένων, ἀλλ' ὑπὸ τῶν κατ' οὐσίαν ἀεὶ κατ' ἐνέργειαν νοερῶν. καὶ πᾶς ὁ νοερὸς ἀριθμὸς πεπέρασται. καὶ πᾶς νοῦς ὅλος ἐστὶν ὡς ἐκ μερῶν ὑποστάς· ἕκαστος γὰρ καὶ ἥνωται τοῖς ἄλλοις καὶ διακέκριται ἀπ' αὐτῶν. ἀλλ' ὁ μὲν ἀμέθεκτος νοῦς ἁπλῶς ὅλος ὡς καὶ τὰ μέρη πάντα ὁλικῶς ἔχων ἐν ἑαυτῷ, τῶν δὲ μερικῶν ἕκαστος ἐν μέρει τὸ ὅλον ἔχει καὶ οὕτως πάντα ἐστὶ μερικῶς· καθ' ἓν γὰρ πάντα, τὸ δὲ καθ' ἓν οὐδὲν ἄλλο ἐστὶν ἢ μερικῶς. Ταῦτά ἐστι τὰ τῷ φιλοσόφῳ Πρόκλῳ πεφιλοσοφημένα περὶ νοῦ ἐν τῇ θεολογικῇ αὐτοῦ στοιχειώσει. 22 Περὶ ψυχῆσ Ἰδού σοι καὶ τὰ περὶ ψυχῆς παρατίθημι Ἑλληνικὰ δόγματα, ὧν ἔνια καὶ τοῖς ἡμετέροις λογίοις συνᾴδει, ἀλλὰ πλέον παρ' αὐτοῖς τοῦ ποτίμου τὸ ἁλμυρόν. φασὶ γοῦν ὡς πᾶσα ψυχὴ ἢ θεία ἐστὶν ἢ μεταβάλλουσα ἀπὸ νοῦ εἰς ἄνοιαν ἢ μεταξὺ τούτων, ἀεὶ μὲν νοοῦσα, καταδεεστέρα δὲ τῶν θείων ψυχῶν. ἀτοπωτάτου δὲ τούτου ὄντος τοῦ δόγματος τὸ μετὰ τοῦτο μυθολογικώτερόν τε καὶ γραωδέστερον. πᾶσαι γάρ, φησίν, αἱ θεῖαι ψυχαὶ θεοί εἰσι ψυχικῶς, πᾶσαι δὲ αἱ τοῦ νοεροῦ μετέχουσαι νοῦ θεῶν ὀπαδοὶ αἰεί, πᾶσαι δὲ αἱ μεταβολῆς δεκτικαὶ θεῶν ὀπαδοί ποτε. καὶ πᾶσα ψυχὴ ἀσώματός ἐστιν οὐσία καὶ χωρὶς σώματος· ἀεὶ γὰρ γινώσκει ἑαυτήν, πᾶν δὲ τὸ ἑαυτὸ γινῶσκον πρὸς ἑαυτὸ ἐπιστρέφεται, τὸ δὲ πρὸς ἑαυτὸ ἐπιστρέφον ἀσώματός ἐστιν οὐσία. καὶ πᾶσα ψυχὴ ἀνώλεθρός ἐστιν καὶ ἄφθαρτος· πᾶν γὰρ τὸ ὁπωσοῦν διαλύεσθαι καὶ ἀπόλλυσθαι δυνάμενον ἢ σωματικόν ἐστιν ἢ σύνθετον ἢ ἐν ὑποκειμένῳ τὴν ὑπόστασιν ἔλαχε. καὶ πᾶσα ψυχὴ ζωή ἐστι καὶ ζῶν καὶ αὐτόζως καὶ ἐπιστρεπτικὴ πρὸς ἑαυτὴν καὶ αὐθυπόστατος, καὶ μέση τῶν ἀμερίστων [καὶ τῶν] περὶ τοῖς σώμασι μεριστῶν. καὶ τὴν μὲν οὐσίαν ἔχει αἰώνιον, τὴν δὲ ἐνέργειαν κατὰ χρόνον. καὶ προσεχῶς [ἀ] πὸ τοῦ νοῦ ὑφέστηκε. καὶ πάντα ἔχει τὰ εἴδη ἃ ὁ νοῦς πρώτως ἔχει. καὶ πάντα ἐστὶ τὰ πράγματα, παραδειγματικῶς μὲν τὰ αἰσθητά, εἰκονικῶς δὲ τὰ νοητά. ταῦτα μὲν οὖν ἴσως τὰ δόγματα οὐ πάνυ τι ἄτοπα, ἀλλ' [ἄμειν] ον εἰπεῖν ἐπαμφότερα· ἃ δέ φασι μετὰ ταῦτα γελοιωδέστατα. ἀποφαίνονται γὰρ ὡς πᾶσα ψυχὴ μεθεκτὴ σώματι χρῆται πρώτῳ ἀιδίῳ καὶ ἀγένητον ἔχοντι τὴν ὑπόστασιν· καὶ ἐπειδὴ τὸ χρόνου μετέχον, ἀεὶ δὲ κινούμενον περιόδοις μετρεῖται, καὶ ἡ ἐγκόσμιος ψυχὴ περιόδοις μετρεῖται τῆς οἰκείας ζωῆς καὶ ἀποκαταστάσεσι· χρόνου τε γὰρ μετέχει καὶ ἀεὶ κινεῖται. καὶ ἡ μὲν τῶν ἄλλων ψυχῶν περίοδος τινὶ 23 χρόνῳ μετρεῖται, ἡ δὲ τῆς πρώτης ὑπὸ χρόνου μετρουμένης τῷ σύμπαντι χρόνῳ. καὶ πᾶσαι αἱ θεῖαι ψυχαὶ τριπλᾶς ἔχουσιν ἐνεργείας, τὰς μὲν ὡς ψυχαί, τὰς δὲ ὡς νοῦν ὑποδεξάμεναι θεῖον, τὰς δὲ ὡς θεῶν ἐξηρτημέναι. καὶ προνοοῦσι μὲν τῶν ὅλων ὡς θεοί, γινώσκουσι δὲ πάντα κατὰ τὴν νοερὰν ζωήν, κινοῦσι δὲ τὰ σώματα κατὰ τὴν αὐτοκίνητον ὕπαρξιν. καὶ πᾶσαι θεῶν ὀπαδοὶ καὶ ἀεὶ ἑπόμεναι θεοῖς καταδεέστεραι μέν εἰσι τῶν θείων, ὑπερήπλωνται δὲ τῶν μερικῶν ψυχῶν. καὶ πᾶσα θεία ψυχὴ πολλῶν ἡγεῖται ψυχῶν ἀεὶ θεοῖς ἑπομένων, πλειόνων τῶν ποτὲ ταύτην τὴν τάξιν δεχομένων. καὶ πᾶσα ψυχὴ μερικὴ τοῦτον ἔχει τὸν λόγον κατὰ τὴν θείαν ψυχὴν ὑφ' ἣν τέτακται κατ' οὐσίαν, ὃν τὸ ὄχημα αὐτῆς κατὰ τὸ ἐκείνης ὄχημα. καὶ πᾶσα ψυχὴ μερικὴ κατιέναι τε εἰς γένεσιν ἐπ' ἄπειρον καὶ ἀνιέναι δύναται ἀπὸ γενέσεως εἰς τὸ ὄν. καὶ πάσης μερικῆς ψυχῆς τὸ ὄχημα ἄυλον καὶ κάτεισι προσθήκῃ χιτώνων ἐνυλοτέρων. ἀεὶ δὲ τὸ αὐτὸ καὶ σχῆμα καὶ μέγεθος ἔχει. καὶ πᾶσα μερικὴ ψυχὴ κατιοῦσα εἰς γένεσιν ὅλη κάτεισι καὶ οὐ τὸ μὲν αὐτῆς ἄνω μένει, τὸ δὲ κάτεισιν. Ἀπο λύσις τελεία ἀναγκαία Πλωτῖνος ἄλλο τὸν νοῦν καὶ ἕτερον τὴν ψυχὴν δογματίζει. τοῦτό φησι καὶ Ἀπολινάριος. ἄλλοι τὸν νοῦν τὸ ἡγεμονικόν φασι τῆς ψυχῆς. Ἀριστοτέλης τὸν ἐνεργείᾳ νοῦν φέρει ἔξωθεν, οὐ μὴν καὶ τὸν δυνάμει, τὸν θύραθεν οὐδ' εἰς τὸ εἶναι λέγων συντελεῖν τῷ ἀνθρώπῳ, ἀλλ' εἰς προκοπὴν τῆς τῶν φυσικῶν γνώσεως. Πλάτων οὐκ ἐκ ψυχῆς καὶ σώματός φησι τὸν ἄνθρωπον, ἀλλὰ ψυχὴν τοιῷδε σώματι χρωμένην. κυριωτέρα ἡ ψυχὴ τοῦ σώματός ἐστιν· ὡς ὄργανον κινεῖται τὸ σῶμα. ὁ ἄνθρωπος ἐν μεθορίῳ νοητῆς καὶ αἰσθητῆς οὐσίας. ἥνωσεν ὁ θεὸς ἀναίσθητα καὶ αἰσθητικά, σάρκα, πιμελήν, ὀστᾶ, τρίχας, καὶ λογικὸν μέρος καὶ ἄλογον. ἦσαν, μᾶλλον δέ 24 εἰσιν ἔτι καὶ νῦν δυνάμεις ἐν τῷ φυτῷ μέγισται. τότε δ' ἐν ἀρχῇ ἰσχυροτάτην εἶχον τὴν ἐνέργειαν ἀκραιφνεῖς οὖσαι. ἦν οὖν καὶ ἀπόγευσίς τινος καρποῦ, γνῶσιν ἐμποιοῦσα τῆς οἰκείας φύσεως. ἕκαστον τῷ οἰκείῳ τρέφεται, τῷ δ' ἐναντίῳ θεραπεύεται. τῶν ἄλλων στοιχείων καὶ προσεχῶς καὶ δι' ἄλλων μεταλαμβάνομεν, τῆς γῆς δὲ μόνον δι' ἄλλων. ἐξαίρετον ἄνθρωπος ἔχει τὸ συγγνώμης ἐν τῷ μετανοεῖν ἀξιοῦσθαι. Εἰ σῶμα ἡ ψυχὴ κατά τινας τῶν παλαιῶν, τί ἐστὶ τὸ συνέχον αὐτήν; πᾶν σῶμα τριχῇ διαστατόν, οὐ μὴν καὶ ἀνάπαλιν. καὶ γὰρ ὁ τόπος καὶ τὸ ποιὸν ἀσώματα μέν εἰσι καθ' αὑτά, κατὰ συμβεβηκὸς δ' ἐν ὄγκῳ ποσοῦται. καὶ ἡ ψυχὴ καθ' αὑτὴν μὲν ἀδιάστατος, κατὰ τὸ δ' ἐν ᾧ ἐστι συνθεωρεῖται τριχῇ διαστατή. πᾶν σῶμα ἢ ἔξωθεν κινεῖται, ὡς τὰ ἄψυχα, ἢ ἔνδοθεν, ὡς τὰ ἔμψυχα. εἰ σῶμα ἡ ψυχή, ἢ ἔμψυχόν ἐστιν ἢ ἄψυχον. ἔτι ἡ ψυχὴ λόγοις τρέφεται· οὐδὲν δὲ σῶμα ἀσωμάτῳ τρέφεται. εἰ αἷμα ἡ ψυχή, ὅταν μέρος ἀπορρυῇ τοῦ αἵματος, μέρος ἀπορρεῖ τῆς ψυχῆς. καὶ τὸ ἧπαρ καὶ ὁ ἐγκέφαλος εἰ ἐκλείψουσι τέλος ἐπάγουσι τῷ ζῴῳ· λοιπὸν καὶ ταῦτα ψυχαί. οὐδὲ τὸ ὕδωρ ψυχή· ἀετὸς γὰρ καὶ πέρδιξ καὶ μὴ πίνοντες δύνανται ζῆν. οὐδὲ πνεῦμα· πολλὰ γὰρ οὐκ ἀναπνεῖ καὶ ζῇ, ὡς τὰ μὴ πνεύμονα ἔχοντα. Χρύσιππος «οὐκ ἐφάπτεται» φησίν «ἀσώματον σώματος, καὶ λοιπὸν {οὐ} σῶμα ἡ ψυχή». ἡ γραμμὴ ἀσώματος οὖσα ἐφάπτεται σώματος, ὁμοίως καὶ ἡ λευκότης. Σιμμίας φησὶ τὴν ψυχὴν ἁρμονίαν. ἀλλ' ἡ ἁρμονία οὐ δέχεται ἁρμονίαν καὶ ἀναρμοστίαν, ἡ δὲ ψυχὴ ἀρετὴν καὶ κακίαν. ἔτι δὲ εἰ ἡ ψυχὴ κρᾶσις, ἐναλλάττονται δὲ αἱ κράσεις, ἐναλλαγεῖεν μὲν καὶ αἱ ψυχαί. ἄλλο τὸ κρατοῦν καὶ ἄλλο τὸ κρατούμενον, ἄλλο ἄρα κρᾶσις καὶ ἄλλο ψυχή. Πρώτη ἐντελέχεια ὀφθαλμοῦ ἡ {πρώτη} ὄψις, δευτέρα ἡ ἐνέργεια καθ' ἣν ὁρᾷ. ὡς γοῦν ἡ ὄψις τελειοῖ τὸν ὀφθαλμόν, καὶ ἡ ψυχὴ τὸ ζῷον. Εἰ ἡ κουφότης καὶ ἡ βαρύτης κίνησις, οὐδέποτ' ἂν ἵστατο τὰ κοῦφα καὶ τὰ βαρέα. οὐ τὸ κατὰ φύσιν κινούμενον ἤδη καὶ κατὰ φύσιν ἠρεμεῖ. καὶ γὰρ ἥλιος καὶ κόσμος οὐ κατὰ φύσιν ἠρεμεῖ.

Intertext edge

Open linked passage

Note