Opuscula psychologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
131.1
τὸ γνωστικὸν καλοῦ καὶ πονηροῦ, τοῦτ' ἔστιν ἡ διακριτικὴ φρόνησις ἡ διαιροῦσα τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος, καὶ τὸ ξύλον τῆς ζωῆς, τοῦτ' ἔστι τὸ φυτὸν τῆς θειοτέρας ἐλλάμψεως τῆς καρποφορούσης τῇ ψυχῇ ζωὴν ἱερωτέραν καὶ κρείττονα. ἐν τούτῳ γοῦν τῷ παραδείσῳ καὶ αἱ τέτταρες γενικώταται τῶν ἀρετῶν ἀρχαὶ δίκην ποταμῶν ῥέουσιν· ἐν τούτῳ τῷ παραδείσῳ καὶ ἀρετὴ καὶ σοφία καὶ εὐνομία φέρονται. ἔστι δὲ ἀρετὴ μία μὲν ἡ γενική, πολλαὶ δὲ αἱ κατ' εἴδη διαιρούμεναι. σοφία δέ ἐστιν ἡ τούτων ἁπάντων περιεκτική, ἣν ὡς μονάδα ἄρρητον ὁ θεῖος προβάλλεται νοῦς. Τῶν δὴ τοιούτων Χαλδαϊκῶν παραινέσεων τὰ μὲν πλείω καὶ ταῖς καθ' ἡμᾶς εἰσηγήσεσι κατάλληλά πώς εἰσι, τινὰ δὲ καὶ ἠθέτηται. τοῦ γὰρ καθ' ἡμᾶς δόγματος διαρρήδην φάσκοντος διὰ τὸν ἄνθρωπον τὴν ὁρατὴν γεγενῆσθαι κτίσιν, ὁ Χαλδαῖος τὸν λόγον οὐ παραδέχεται, ἀλλ' ἀιδίως τίθεται κινεῖσθαι τὰ κατ' οὐρανὸν ἔργῳ ἀνάγκης καὶ οὐχ ἕνεκεν ἡμῶν. Χαλδαϊκὸν λόγιον. δίζηαι ψυχῆς ὀχετόν, ὅθεν ἢ τίνι τάξει σώματι θητεύσας** ἐπὶ τάξιν αὖθις ἀναστήσεις, ἱερῷ λόγῳ ἔργον ἑνώσας. Ἐξήγησις. τοῦτ' ἔστι· ζήτει τὴν ἀρχὴν τῆς ψυχῆς, πόθεν παρήχθη καὶ ἐδούλευσε σώματι καὶ πῶς ἄν τις ταύτην ἄνευ κρίσεως, ἐγείρας διὰ τῶν τελεστικῶν ἔργων, ἐπαναγάγοι ὅθεν ἀφίκετο. «ἱερῷ λόγῳ ἔργον ἑνώσας»· τοῦτο δὲ τοιοῦτόν ἐστι. ἱερός ἐστιν ἐν ἡμῖν λόγος ἡ νοερωτέρα ζωή, μᾶλλον δὲ ἡ ὑψηλοτέρα δύναμις τῆς ψυχῆς, ἣν ἄνθος νοῦ ἐν ἑτέροις ὀνομάζει τὸ λόγιον. ἀλλ' οὗτος ὁ ἱερὸς λόγος ἀδυνατεῖ ἀφ' ἑαυτοῦ πρὸς 132 τὴν ὑψηλοτέραν ἀναγωγὴν καὶ πρὸς τὴν τοῦ θείου παράληψιν. καὶ ὁ μὲν τῆς εὐσεβείας λόγος χειραγωγεῖ τοῦτον πρὸς θεὸν διὰ τῶν ἐκεῖθεν ἐλλάμψεων, ὁ δὲ Χαλδαῖος διὰ τῆς τελεστικῆς ἐπιστήμης. τελεστικὴ δὲ ἐπιστήμη ἐστὶν ἡ οἷον τελοῦσα τὴν ψυχὴν διὰ τῆς τῶν ἐνταῦθ' ὑλῶν δυνάμεως. τοῦτο γοῦν φησιν «ἱερῷ λόγῳ ἔργον ἑνώσας», τοῦτ' ἔστι συνάψας τῷ ἱερῷ λόγῳ τῆς ψυχῆς ἤτοι τῇ κρείττονι δυνάμει τὸ τῆς τελετῆς ἔργον. καὶ ὁ μὲν καθ' ἡμᾶς θεολόγος Γρηγόριος λόγῳ καὶ θεωρίᾳ τὴν ψυχὴν ἀνάγει πρὸς τὰ θειότερα· λόγῳ τῷ καθ' ἡμᾶς τῷ νοερωτέρῳ καὶ κρείττονι, θεωρίᾳ τῇ ὑπὲρ ἡμᾶς ἐλλάμψει. ὁ δέ γε Πλάτων λόγῳ καὶ νοήσει περιληπτὴν ἡμῖν τὴν ἀγέννητον οὐσίαν τίθεται· ὁ δὲ Χαλδαῖος οὐκ ἄλλως φησὶν ἡμᾶς ἀνάγεσθαι πρὸς θεόν, εἰ μὴ δυναμώσομεν τὸ τῆς ψυχῆς ὄχημα διὰ τῶν ὑλικῶν τελετῶν· οἴεται γὰρ καθαίρεσθαι τὴν ψυχὴν λίθοις καὶ πόαις καὶ ἐπῳδαῖς, ὡς εὔτροχον εἶναι πρὸς τὴν ἀνάβασιν. Χαλδαϊκὸν λόγιον. μηδὲ κάτω νεύσῃς· κρημνὸς κατὰ γῆς ὑπόκειται, ἑπταπόρου σύρων κατὰ βαθμίδος, ὑφ' ἣν ὁ τῆς ἀνάγκης θρόνος ἐστίν. Ἐξήγησις. τὴν μετὰ θεοῦ οὖσαν ψυχὴν τὸ λόγιον νουθετεῖ ἐκείνῳ μόνῳ προσέχειν τὸν νοῦν καὶ μὴ κάτω τὴν ῥοπὴν ποιεῖσθαι· πολὺς γὰρ ὁ ἀπὸ θεοῦ κατὰ γῆς κρημνός, «σύρων» τὰς ψυχὰς διὰ τῆς «ἑπταπόρου βαθμίδος». ἑπτάπορος δὲ βαθμὶς αἱ τῶν ἑπτὰ πλανητῶν σφαῖραί εἰσιν. νεύσασα γοῦν ἄνωθεν ἡ ψυχὴ φέρεται ἐπὶ γῆν διὰ τῶν ἑπτὰ τούτων σφαιρῶν. ἡ δὲ ἀπὸ τῶν ἑπτὰ κύκλων ὡς διὰ βαθμίδος κάθοδος ἐπὶ τὸν θρόνον ἄγει τῆς ἀνάγκης· οὗ δὴ γενομένη ἡ ψυχὴ τὸν περίγειον κόσμον ποθεῖν ἀναγκάζεται. Χαλδαϊκὸν λόγιον. ὀνόματα βάρβαρα μήποτ' ἀλλάξῃς. Ἐξήγησις. τοῦτ' ἔστιν· εἰσὶν ὀνόματα παρ' ἑκάστοις ἔθνεσι θεοπαράδοτα, δύναμιν ἐν ταῖς τελεταῖς ἄρρητον ἔχοντα· μὴ οὖν μεταλλάξῃς 133 αὐτὰ εἰς τὴν Ἑλληνικὴν διάλεκτον, οἷον τὸ Σεραφεὶμ καὶ τὸ Χερουβεὶμ καὶ τὸ Μιχαὴλ καὶ τὸ Γαβριήλ. οὕτω μὲν γὰρ λεγόμενα κατὰ τὴν Ἑβραϊκὴν διάλεκτον ἐνέργειαν ἐν ταῖς τελεταῖς ἔχει ἄρρητον· ἀμειφθέντα δὲ ἐν τοῖς Ἑλληνικοῖς ὀνόμασιν ἐξασθενεῖ. ἐγὼ δὲ οὔτε τὰς Χαλδαϊκὰς δέχομαι τελετὰς οὔτε τῷ δόγματι πάνυ προστίθεμαι. ἀνεκάλυψα δέ σοι μόνον τοῦ λόγου τὴν κρυφιότητα. Χαλδαϊκὸν λόγιον. πᾶς ἴσχει κόσμος νοεροὺς ἀνοχῆας ἀκαμπεῖς. Ἐξήγησις. δυνάμεις οἱ Χαλδαῖοι ἐν τῷ κόσμῳ τίθενται καὶ ὀνομάζουσιν αὐτὰς κοσμαγοὺς ὡς τὸν κόσμον ἀγούσας προνοητικαῖς κινήσεσιν. ταύτας οὖν νῦν «ἀνοχέας» καλεῖ ὡς τὸν πάντα κόσμον ἀκαμάτως ἀνέχοντας, τῷ μὲν ἀκαμπεῖ τῆς σταθερᾶς αὐτῶν δηλουμένης δυνάμεως, τῷ δὲ ἀνοχικῷ τῆς φρουρητικῆς. ταύτας δὲ τὰς δυνάμεις διαμονῆς τῷ κόσμῳ αἰτίας καὶ ἀκλινοῦς ὁρίζονται τάξεως. εἰσὶ δὲ καὶ ἕτεραι δυνάμεις λεγόμεναι παρ' αὐτοῖς ἀμείλικτοι, οἷον ἔντονοι καὶ ἀνεπίστροφοι πρὸς τὰ τῇδε, καὶ τὰς ψυχὰς ποιοῦσαι τοῖς θελκτηρίοις μὴ μειλίσσεσθαι πάθεσιν. Χαλδαϊκὸν λόγιον. ἐνέργει περὶ τὸν Ἑκατικὸν στρόφαλον. Ἐξήγησις. ὁ Ἑκατικὸς στρόφαλος σφαῖρά ἐστι χρυσῆ, μέσον σάπφειρον περικλείουσα, διὰ ταυρείου στρεφομένη ἱμάντος, δι' ὅλης αὐτῆς ἔχουσα χαρακτῆρας· ἣν δὴ στρέφοντες ἐποιοῦντο τὰς ἐπικλήσεις. καὶ τὰ τοιαῦτα καλεῖν εἰώθασιν ἴυγγας, εἴτε σφαιρικὸν ἔχοιεν εἴτε τρίγωνον εἴτε ἄλλο τι σχῆμα. ἃ δὴ δονοῦντες τοὺς ἀσήμους ἢ κτηνώδεις ἐξεφώνουν ἤχους, γελῶντες καὶ τὸν ἀέρα μαστίζοντες. διδάσκει οὖν τὴν τελετὴν ἐνεργεῖν τὴν κίνησιν τοῦ τοιούτου στροφάλου ὡς δύναμιν ἀπόρρητον ἔχουσαν. Ἑκατικὸς δὲ καλεῖται ὡς τῇ Ἑκάτῃ ἀνακείμενος· ἡ δὲ Ἑκάτη θεός ἐστι 134 παρὰ Χαλδαίοις, ἐν δεξιᾷ μὲν αὐτῆς ἔχουσα τὴν πηγὴν τῶν ἀρετῶν, ἐν δὲ ἀριστερᾷ τῶν ψυχῶν. ἔστι δὲ τὸ πᾶν φλύαρον. Χαλδαϊκὸν λόγιον. πολλάκις ἢ λέξῃς μοι, ἀθρήσεις πάντα λέοντα. οὔτε γὰρ οὐράνιος κυρτὸς τότε φαίνεται ὄγκος, ἀστέρες οὐ λάμπουσι, τὸ μήνης φῶς κεκάλυπται, χθὼν οὐχ ἕστηκεν· βλέπεται δὲ πάντα κεραυνοῖς. Ἐξήγησις. ἓν τῶν ἐν οὐρανῷ δώδεκα ζῳδίων λεγομένων ἐστὶν ὁ λέων, οἶκος Ἡλίου λεγόμενος, οὗ τὴν πηγήν, ἤτοι τὴν αἰτίαν τῆς λεοντοειδοῦς ἐξ ἀστέρων συνθέσεως, λεοντοῦχον ὁ Χαλδαῖος καλεῖ. ἐν οὖν ταῖς τελεταῖς ἐὰν ἐξ ὀνόματος καλέσῃς τὴν τοιαύτην πηγήν, οὐδὲν ἕτερον ἴδοις ἐν οὐρανῷ ἢ φάσμα λεόντειον. οὔτε γὰρ ὁ κυρτὸς αὐτοῦ ὄγκος ἤτοι ὁ περιφερὴς φανεῖταί σοι, οὔτε ἀστέρες αὐγάσουσιν, ἀλλὰ καὶ ἡ σελήνη κεκάλυπται καὶ σεισμοῖς τὰ πάντα δονεῖται. οὐκ ἀναιρεῖ δὲ τὴν οὐσίαν τοῦ οὐρανοῦ καὶ τῶν ἀστέρων ἡ τοιαύτη λεοντοῦχος πηγή, ἀλλὰ τὸ ἡγεμονικὸν τῆς ἰδίας ὑπάρξεως ἀποκρύπτει τὴν θεωρίαν αὐτῶν. Χαλδαϊκὸν λόγιον. πάντοθεν ἀπλάστῳ ψυχῇ πυρὸς ἡνία τεῖνον. Ἐξήγησις. ἄπλαστον ψυχὴν ὀνομάζει τὸ λόγιον τὴν ἀμόρφωτον καὶ ἀδιατύπωτον ἢ τὴν ἁπλουστάτην καὶ καθαρωτάτην· «ἡνία» δὲ τοῦ «πυρὸς» τῆς τοιαύτης ψυχῆς τῆς θεουργικῆς ἐστι ζωῆς ἡ εὔλυτος ἐνέργεια, ἀνατείνουσα τὸν νοῦν τὸν πύρινον εἰς αὐτὸ τὸ θεῖον φῶς. «πάντοθεν» οὖν τῇ «ἀπλάστῳ ψυχῇ» τὰ τοῦ «πυρὸς ἡνία τεῖνον», τοῦτ' ἔστι, καὶ ἀπὸ τῆς νοερᾶς δυνάμεως καὶ ἀπὸ τῆς διανοητικῆς καὶ ἀπὸ τῆς δοξαστικῆς, ἵνα καταλλήλως ἑκάστη δύναμις τὰς θείας εἰσδέξηται φωταγωγίας. οὐ γὰρ ἀεὶ νοερῶς ἐνεργεῖν δυνάμεθα, ἀλλ' ἡ φύσις ὀκλάζουσα καὶ κατὰ τὰς δευτέρας ζωὰς ἐνεργεῖ. Χαλδαϊκὸν λόγιον. ὦ τολμηρᾶς φύσεως, ἄνθρωπε, τέχνασμα.