Opuscula psychologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
137.1
Ἐξήγησις. τὸ θεῖον, φησί, πῦρ ἡ ψυχὴ βιάζεται εἰς ἑαυτὴν (τοῦτο γάρ ἐστι τὸ «ἄγχει») διὰ τῆς ἀθανασίας καὶ τῆς καθαρότητος. τότε γὰρ «ὅλη μεμέθυσται», τοῦτ' ἔστι, πληροῦται κρείττονος ζωῆς καὶ ἐλλάμψεως καὶ οἷον ἐξίσταται ἑαυτῆς. εἶτα πρὸς αὐτὴν ὁ λόγος φησίν «ἁρμονίαν αὔχει», τοῦτ' ἔστι, σεμνύνου τῇ ἀφανεῖ καὶ νοητῇ ἁρμονίᾳ ᾗ συνδέδεσαι ἀριθμητικοῖς λόγοις καὶ μουσικοῖς. ὑπὸ ταύτῃ γὰρ τῇ νοητῇ ἁρμονίᾳ καὶ τὸ βρότειον καὶ σύνθετον συνηρμόσθη σῶμα, ἐκεῖθεν ἐπιχορηγουμένην ἔχον τὴν σύστασιν. Χαλδαϊκὸν λόγιον. οἰγνύσθω ψυχῆς βάθος ἄμβροτον· ὄμματα πάντα ἄρδην ἐκπέτασον ἄνω. Ἐξήγησις. «ψυχῆς βάθος» αἱ τριπλαῖ αὐτῆς δυνάμεις εἰσίν, αἱ νοεραί, αἱ διανοητικαί, αἱ δοξαστικαί, «ὄμματα» δὲ αἱ τριπλαῖ αὐτῶν γνωστικαὶ ἐνέργειαι. τὸ μὲν γὰρ ὄμμα γνώσεως σύμβολον, ἡ δὲ ζωὴ ὀρέξεως. ἀνοιγέσθω οὖν, φησί, τὸ τῆς ψυχῆς ἀθάνατον βάθος, καὶ τὰς γνωστικάς σοι δυνάμεις «ἄρδην ἐκπέτασον ἄνω,» καὶ ὅλον σαυτόν, ἵνα τὸ ἡμεδαπὸν ἐρῶ, μετάθες ἐπὶ τὸν κύριον. Χαλδαϊκὸν λόγιον. μὴ πνεῦμα μολύνῃς μηδὲ βαθύνῃς τὸ ἐπίπεδον. Ἐξήγησις. δύο χιτῶνας ἐπενδύουσι τὴν ψυχὴν οἱ Χαλδαῖοι, καὶ τὸν μὲν πνευματικὸν ὀνομάζουσιν, ἀπὸ τοῦ αἰσθητοῦ κόσμου ἐξυφανθέντα αὐτῇ, τὸν δὲ αὐγοειδῆ, λεπτὸν καὶ ἀβαθῆ, ὅπερ ἐπίπεδον ὀνομάζεται. μήτε οὖν, φησί, τὸν πνευματικὸν χιτῶνα τῆς ψυχῆς μολύνῃς ἀκαθαρσίᾳ παθῶν μήτε τὸν ἐπίπεδον αὐτῆς βαθύνῃς προσθήκαις τισὶν ὑλικαῖς· ἀλλὰ τήρησον ἀμφοτέρους ἐπὶ τῆς φύσεως, τὸν μὲν καθαρόν, τὸν δὲ ἀβαθῆ.