Opuscula psychologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
138.1
Χαλδαϊκὸν λόγιον. ζήτησον παράδεισον. Ἐξήγησις. παράδεισός ἐστι Χαλδαϊκὸς πᾶς ὁ περὶ τὸν πατέρα χορὸς τῶν θείων δυνάμεων καὶ τὰ ἐμπύρια κάλλη τῶν δημιουργικῶν πηγῶν· ἄνοιξις δὲ αὐτοῦ δι' εὐσεβείας ἡ μετουσία τῶν ἀγαθῶν, φλογίνη δὲ ῥομφαία ἡ ἀμείλικτος τοῖς ἀναξίως προσερχομένοις δύναμις. καὶ τούτοις μὲν κέκλεισται διὰ τὴν ἀνεπιτηδειότητα, τοῖς δὲ εὐσεβέσιν ἀνήπλωται. εἰς ὃν ἀνατείνονται πᾶσαι αἱ θεουργικαὶ ἀρεταί. Χαλδαϊκὸν λόγιον. σὸν ἀγγεῖον θῆρες χθονὸς οἰκήσουσιν. Ἐξήγησις. «ἀγγεῖον» μέν ἐστι τὸ σύνθετον ἡμῶν κρᾶμα τῆς ζωῆς, «θῆρες» δὲ «χθονὸς» οἱ περὶ γῆν καλινδούμενοι δαίμονες. τὴν οὖν ζωὴν ἡμῶν πλήρη γενομένην παθῶν οἱ τοιοῦτοι θῆρες «οἰκήσουσιν». καὶ γὰρ οὐσίωται ἐν τοῖς πάθεσι τὰ τοιαῦτα γένη καὶ τὴν ἕδραν ἔχει καὶ τὴν τάξιν ὑλικήν· διὸ καὶ οἱ ἐμπαθεῖς πρὸς ταῦτα συγκολλῶνται, τῷ ὁμοίῳ τὸ ὅμοιον ἐφελκόμενοι, κινητικὴν ἔχοντες δύναμιν τῶν παθῶν. Χαλδαϊκὸν λόγιον. ἐκτείνας πύριον νοῦν ἔργον ἐπ' εὐσεβίης ῥευστὸν καὶ σῶμα σαώσεις. Ἐξήγησις. τοῦτ' ἔστιν· ἐὰν ἐκτείνῃς τὸν φωτισθέντα σοι νοῦν ἄνωθεν καὶ τοῦ θείου πυρὸς ἔργον γενόμενος εἰς τὰ τῆς εὐσεβείας ἔργα (ἔργα δὲ εὐσεβείας παρὰ Χαλδαίοις αἱ τῶν τελετῶν μέθοδοι), οὐ μόνον τὴν ψυχὴν ἀνάλωτον ποιήσεις τοῖς πάθεσιν, ἀλλὰ καὶ τὸ σῶμά σου ὑγιεινότατον. ἔστι γὰρ καὶ τοῦτο πολλάκις ἔργον τῶν θείων ἐλλάμψεων, ἐκδαπανᾶν τὴν ὕλην τοῦ σώματος καὶ ὑγιᾶ τὴν φύσιν κατασκευάζειν, ὡς μήτε πάθεσιν μήτε νόσοις ἁλίσκεσθαι. Χαλδαϊκὸν λόγιον. ἐκ δ' ἄρα κόλπων γαίης θρῴσκουσι χθόνιοι κύνες οὔποτ' ἀληθὲς σῆμα βροτῷ δεικνύντες. 139 Ἐξήγησις. περὶ δαιμόνων ἐνύλων ὁ λόγος· καὶ κύνας μὲν τούτους καλεῖ ὡς τιμωροὺς τῶν ψυχῶν, χθονίους δὲ ὡς ἐξ οὐρανοῦ πεπτωκότας καὶ καλινδουμένους περὶ τὴν γῆν. οὗτοι γοῦν, φησί, πόρρω τῆς θείας τεταγμένοι ζωῆς καὶ τῆς νοερᾶς θεωρίας ἀπολιμπανόμενοι, προσημαίνειν τὸ μέλλον οὐ δύνανται. ὅθεν πᾶν ὃ λέγουσι καὶ δεικνύουσι ψευδές ἐστι καὶ ἀνυπόστατον· μορφωτικῶς γὰρ τὰ ὄντα γινώσκουσιν· τὸ δὲ τῶν μελλόντων ἑνιαίως γνωστικὸν ἀμερίστοις χρῆται καὶ ἀμορφώτοις νοήσεσιν. Χαλδαϊκὸν λόγιον. πάντα γὰρ ἐξετέλεσσε πατὴρ καὶ νῷ παρέδωκε δευτέρῳ, ὃν πρῶτον κληΐζετε πᾶν γένος ἀνδρῶν. Ἐξήγησις. τὴν πᾶσαν κτίσιν δημιουργήσας ὁ τῆς τριαδὸς πρῶτος πατὴρ παρέδωκε ταύτην τῷ νῷ· ὅντινα νοῦν τὸ σύμπαν γένος τῶν ἀνδρῶν, ἀγνοοῦντες τὴν πατρικὴν ὑπεροχήν, θεὸν πρῶτον καλοῦσιν. πλὴν τὸ παρ' ἡμῖν δόγμα ἐναντίως ἔχει, ὡς αὐτὸς ὁ πρῶτος νοῦς, ὁ υἱὸς τοῦ μεγάλου πατρός, τὴν κτίσιν πᾶσαν ἐδημιούργησεν. ὁ μὲν γὰρ πατὴρ λέγει παρὰ τῇ Μωσαϊκῇ βίβλῳ πρὸς τὸν υἱὸν τὴν ἰδέαν τῆς παραγωγῆς τῶν κτισμάτων, ὁ δὲ υἱὸς αὐτουργὸς τοῦ ποιήματος γίνεται. Χαλδαϊκὸν λόγιον. ποιναὶ μερόπων ἄγκτειραι. Ἐξήγησις. οἱ μὲν γὰρ ἀναγωγοὶ ἄγγελοι ἀνάγουσι τὰς ψυχὰς ἐφ' ἑαυτοὺς ἐκ τῆς γενέσεως ἐφελκόμενοι, αἱ δὲ ποιναί, ἤτοι αἱ τιμωρητικαὶ τῶν δαιμόνων φύσεις καὶ βάσκανοι τῶν ἀνθρωπίνων ψυχῶν, ἐνδεσμοῦσι ταύτας τοῖς ὑλικοῖς πάθεσι καὶ οἷον ἀπάγχουσι, καὶ οὐ μόνον τοὺς παθῶν πλήρεις αἰκίζονται, ἀλλὰ καὶ τοὺς εἰς τὴν ἄυλον οὐσίαν ἐπεστραμμένους· καὶ γὰρ καὶ οὗτοι εἰς τὴν ὕλην καὶ τὴν γένεσιν ἐλθόντες δέονται τῆς τοιαύτης καθάρσεως. πολλοὺς γὰρ ὁρῶμεν καὶ τῶν ὁσίως καὶ καθαρῶς πολιτευομένων ἀπροσδοκήτοις συμφοραῖς περιπίπτοντας. Χαλδαϊκὸν λόγιον. βίῃ ὅτι σῶμα λιπόντων ἀνθρώπων ψυχαὶ καθαρώταται. 140 Ἐξήγησις. εἴ τις εὐγνωμόνως ἀκούοι τοῦ ῥητοῦ, οὐκ ἐναντιώσεται τοῖς 140 ἡμετέροις δόγμασιν. καὶ γὰρ καὶ οἱ στεφανῖται μάρτυρες, βιαίοις ἀγῶσι τὸ σῶμα καταλιπόντες, καθαρὰς τὰς ἑαυτῶν ψυχὰς τετελέκασιν. ἀλλ' οὐ τοῦτό φησιν ὁ Χαλδαῖος, ἀλλὰ πάντα βίαιον θάνατον ἐπαινεῖ· διότι, φησίν, ἡ ψυχή, ἐπιπόνως τὸ σῶμα λιποῦσα, βδελύττεται τὴν ἐνταῦθα ζωὴν καὶ μισεῖ τὴν πρὸς τοῦτο ἐπιστροφὴν καὶ χαίρουσα πρὸς τὰ ἄνω χωρεῖ. αἱ δὲ ἐν νόσοις κατ' ἔκλυσιν τοῦ ζωτικοῦ πνεύματος ἀπολιποῦσαι τὸν βίον οὐ μάλα τι δυσχεραίνουσι τὴν πρὸς τοῦτο νεῦσίν τε καὶ ῥοπήν. Χαλδαϊκὸν λόγιον. σύμβολα πατρικὸς νόος ἔσπειρε ταῖς ψυχαῖς. Ἐξήγησις. ὥσπερ ἡ Μωσαϊκὴ βίβλος κατ' εἰκόνα θεοῦ πλάττει τὸν ἄνθρωπον, οὕτω δὴ καὶ ὁ Χαλδαῖος τὸν ποιητὴν καὶ πατέρα τοῦ κόσμου φησὶ σύμβολά τινα ἐγκατασπεῖραι ταῖς ψυχαῖς τῆς ἑαυτοῦ ἰδιότητος. καὶ γὰρ ἀπὸ τῶν πατρικῶν σπερμάτων οὐχ αἱ ψυχαὶ μόνον, ἀλλὰ καὶ αἱ ὑπερκείμεναι πᾶσαι τάξεις ἐβλάστησαν. καὶ ἄλλα μὲν τὰ ἐν αὐταῖς ταῖς ἀσωμάτοις ὑπάρξεσι συνθήματα, ἀσωμάτως ὄντα καὶ ἑνοειδῶς, ἄλλα δὲ ἐν τοῖς κόσμοις. συνθήματα δὲ καὶ σύμβολά εἰσιν αἱ ἄρρητοι τοῦ θεοῦ ἰδιότητες αἱ καὶ τῶν ἀρετῶν ὑπερκείμεναι. Χαλδαϊκὸν λόγιον. ὅτι ψυχή, πῦρ οὖσα φαεινὸν δυνάμει πατρός, ἀθάνατός τε μένει καὶ ζωῆς δεσπότις ἐστὶν καὶ ἔχει πολλῶν πληρώματα κόλπων. Ἐξήγησις. ἡ ψυχή, ἄυλον οὖσα καὶ ἀσώματον πῦρ, τῶν συνθέτων ὅλων καὶ τοῦ ὑλικοῦ σκότους ἐξῃρημένον, ἀθάνατός ἐστιν. οὐ γὰρ ἐγκαταμέμικται ἐν αὐτῇ ὕλη σκοτώδης, οὐδὲ σύνθετός ἐστιν, ἵνα διαλυθῇ εἰς τὰ ἐξ ὧν συνετέθη. ἔστι δὲ καὶ «δεσπότις ζωῆς», τοῖς νεκροῖς ζωὴν ἐπιλάμπουσα. ἔχει δὲ καὶ «πολλῶν πληρώματα κόλπων», τοῦτ' ἔστιν, ἔχει δυνάμεις 141 ὑποδεκτικὰς τῆς ὅλης διακοσμήσεως· δύναται γὰρ κατὰ τὰς διαφόρους ἀρετὰς εἰς τὰς διαφόρους ζώνας ἐγκατοικεῖν τοῦ οὐρανοῦ. Χαλδαϊκὸν λόγιον. πατὴρ οὐ φόβον ἐνθρῴσκει, πειθὼ δ' ἐπιχέει. Ἐξήγησις. τοῦτ' ἔστιν· τὸ θεῖον οὐκ ἔστι φριμάσσον καὶ ἀγανακτητικόν, ἀλλὰ γλυκὺ καὶ γαληναῖον· ὅθεν οὐ φόβον ἐμποιεῖ ταῖς ὑποκειμέναις φύσεσιν, ἀλλὰ πειθοῖ καὶ χάριτι πάντα ἐφέλκεται. εἰ γὰρ ἦν φοβερὸν καὶ ἀπειλητικόν, διελύθη ἂν ἡ πᾶσα τάξις τῶν ὄντων, μηδενὸς ὑπομεῖναι δυναμένου τὴν ἐκείνου δύναμιν. τοῦτο δὲ τὸ δόγμα ἐκ μέρους ἀληθεύει παρ' ἡμῖν. ὁ γὰρ θεὸς καὶ φῶς ἐστι καὶ πῦρ καταναλίσκον τοὺς μοχθηρούς, ἀπειλὴ δὲ θεοῦ καὶ φόβος ἡ δι' οἰκονομίαν ἐπίσχεσις τῆς πρὸς ἡμᾶς αὐτοῦ ἀγαθότητος. Χαλδαϊκὸν λόγιον. ὁ πατὴρ ἑαυτὸν ἥρπασεν, οὐδ' ἐν ἑῇ δυνάμει νοερᾷ κλείσας ἴδιον πῦρ. Ἐξήγησις. ὁ μὲν νοῦς τοῦ λογίου τοιοῦτος, ὡς ὁ ἐπὶ πάντων θεός, ὃς δὴ καὶ πατὴρ ὠνόμασται, ἀκατάληπτον ἑαυτὸν ποιεῖ καὶ ἀπερίληπτον, οὐ μόνον ταῖς πρώταις καὶ δευτέραις φύσεσι καὶ ταῖς ἡμετέραις ψυχαῖς, ἀλλὰ καὶ αὐτῇ τῇ ἰδίᾳ δυνάμει. δύναμις δὲ τοῦ πατρὸς ὁ υἱός. «ἑαυτὸν» γάρ φησιν «ἥρπασεν ὁ πατὴρ» ἀπὸ πάσης φύσεως. οὐκ ἔστι δὲ τὸ δόγμα ὀρθόδοξον. ἐν τῷ υἱῷ γὰρ παρ' ἡμῖν ὁ πατὴρ δεδογμάτισται, ὥσπερ καὶ ὁ υἱὸς ἐν τῷ πατρί. καὶ ὅρος τοῦ πατρὸς ὁ υἱὸς καὶ θεῖος λόγος ὑπερφυής. Χαλδαϊκὸν λόγιον. ἔστι τι νοητὸν ὃ χρή σε νοεῖν νόου ἄνθει. Ἐξήγησις. ἡ ψυχὴ ἑκάστῳ νοουμένῳ πράγματι κατάλληλον ἔχει καὶ δύναμιν, τοῖς μὲν αἰσθητοῖς αἴσθησιν, τοῖς δὲ διανοητοῖς διάνοιαν, τοῖς δὲ νοητοῖς νοῦν. φησὶν οὖν ὁ Χαλδαῖος ὅτι, εἰ καὶ νοητόν ἐστιν ὁ θεός, ἀλλ' οὐ τῷ νῷ ἐστι ληπτόν, ἀλλὰ τῷ ἄνθει τοῦ νοῦ. ἄνθος δὲ τοῦ νοῦ ἡ ἑνιαία τῆς ψυχῆς δύναμις. ἐπεὶ γοῦν ὁ θεὸς κυρίως ἐστὶν ἕν, μὴ πειρῶ καταλαβεῖν 142 αὐτὸν διὰ τοῦ νοῦ, ἀλλὰ διὰ τῆς ἑνιαίας δυνάμεως. τὸ γὰρ πρώτως ἓν μόνῳ τῷ παρ' ἡμῖν ἑνὶ ληπτόν πώς ἐστι καὶ οὔτε διανοίᾳ οὔτε νῷ. Χαλδαϊκὸν λόγιον. ψυχῆς ἐξωστῆρες ἀνάπνοοι εὔλυτοί εἰσιν. Ἐξήγησις. ἵνα μή τις λέγῃ ὅτι «βούλομαι μὲν ἀπολῦσαι τὴν ψυχὴν τοῦ σώματος, οὐ δύναμαι δέ», φησὶ τὸ λόγιον ὅτι αἱ ἐξωθοῦσαι τὴν ψυχὴν δυνάμεις ἀπὸ τῆς σωματικῆς φύσεως καὶ οἷον ἀναπνεῖν αὐτὴν ποιοῦσαι ἀπὸ τοῦ ἐν τῷ σώματι μόχθου καὶ τῆς κακώσεως «εὔλυτοί εἰσι»· τοῦτ' ἔστι καὶ αὐταὶ ἐλεύθεραι αἱ δυνάμεις, μὴ ὑπό τινος εἰργόμεναι φύσεως, καὶ ἀπολῦσαι καὶ τὴν ψυχὴν τῆς σωματικῆς πέδης γενναίως μάλα δεδύνηνται. Χαλδαϊκὸν λόγιον. χρή σε σπεύδειν πρὸς τὸ φῶς καὶ πρὸς πατρὸς αὐγάς, ἔνθ' ἐπέμφθη σοι ψυχὴ πολὺν ἑσσαμένη νοῦν. Ἐξήγησις. ἐπειδὴ οὐκ ἀπὸ σπερμάτων ἡ ψυχὴ τὴν ὑπόστασιν ἔλαβεν οὐδὲ ἐν σωματικαῖς ὑφειστήκει κράσεσιν, ἀλλ' ἄνωθεν ἀπὸ θεοῦ τὴν ὕπαρξιν ἔσχε, πρὸς ἐκεῖνον καὶ ἐπεστράφθω καὶ πρὸς τὸ θεῖον φῶς ποιείτω τὴν ἄνοδον. «πολὺν» γὰρ «ἑσσαμένη νοῦν» ἐνταῦθα κατῆλθε· τοῦτ' ἔστιν· ἐνεδύσατο παρὰ τοῦ ποιητοῦ καὶ πατρὸς ἀναμνήσεις τῶν θειοτέρων λήξεων, ὅτε τὴν ἐνταῦθα ἐλάμβανε κάθοδον. ἔνθεν τοι διὰ τῶν τοιούτων ἀναμνήσεων πάλιν ἐκεῖσε ἐπάνεισιν. Χαλδαϊκὸν λόγιον. εἰσὶν πάντα ἑνὸς πυρὸς ἐκγεγαῶτα. Ἐξήγησις. ἡμέτερον καὶ ἀληθὲς τὸ δόγμα. πάντα γὰρ τὰ ὄντα, τά τε νοητὰ καὶ αἰσθητά, ἀπὸ μόνου θεοῦ τὴν ὑπόστασιν ἔλαβον καὶ πρὸς μόνον θεὸν ἐπέστραπται, τὰ μὲν ὄντα μόνως οὐσιωδῶς, τὰ δὲ ὄντα καὶ ζῶντα οὐσιωδῶς καὶ ζωτικῶς, τὰ δὲ ὄντα καὶ ζῶντα καὶ νοοῦντα οὐσιωδῶς καὶ ζωτικῶς καὶ νοερῶς. ἀφ' ἑνὸς οὖν πάντα γεγένηται καὶ πρὸς ἓν αὖθις ἡ τούτων ἀναγωγή. ἄπταιστον οὖν τὸ λόγιον καὶ πλῆρες τοῦ ἡμετέρου δόγματος. 143 Χαλδαϊκὸν λόγιον. ἃ δὴ νοῦς λέγει, τῷ νοεῖν δήπου λέγει. Ἐξήγησις. ὅταν, φησίν, ἀκούσῃς διηρθρωμένης φωνῆς ἄνωθεν βροντώσης ἐξ οὐρανοῦ, μὴ ὑπολάβῃς ὡς ὁ τὴν φωνὴν ταύτην ἀφιεὶς ἄγγελος ἢ θεὸς προφορικῷ λόγῳ συνήρθρωσεν· ἀλλ' ἐκεῖνος μὲν κατὰ τὴν ἑαυτοῦ φύσιν ἀμερίστως μόνον ἐνόησε, σὺ δέ, ὡς ἠδύνω, ἤκουσας τοῦ νοήματος συλλαβικῶς καὶ προφορικῶς. ὥσπερ γὰρ ὁ θεὸς τῶν ἡμετέρων φωνῶν ἀφώνως ἀκούει, οὕτω καὶ ὁ ἄνθρωπος τὰς τοῦ θεοῦ ἐννοίας φωνητικῶς δέχεται, ἕκαστος καθὼς ἔχει φύσεως ἐνεργῶν. Χαλδαϊκὸν λόγιον. ἆ ἆ τούσδε χθὼν κατωρύεται ἐς τέκνα μέχρις. Ἐξήγησις. περὶ τῶν ἀθέων ὁ λόγος φησὶν ὅτι μέχρι τῶν ἀπογόνων διατείνει τὴν κόλασιν αὐτοῖς ὁ θεός. τὰς γὰρ ὑποχθονίους κολάσεις ἐνδεικνύμενον τὸ λόγιον «χθὼν» αὐτούς, φησί, «κατωρύεται», τοῦτ' ἔστιν, ἐπιμυκᾶται αὐτοῖς ὁ ὑπὸ γῆν τόπος καὶ οἷον λεοντῶδες ἐπηχεῖ ὤρυγμα. διότι φησὶν ὁ Πρόκλος· «τῶν συγγενικῶν ψυχῶν ὁμοφυής ἐστιν ἡ σύνταξις, καὶ αἱ μήπω ἀπολυθεῖσαι τῶν τῆς φύσεως δεσμῶν ἐν τοῖς ὁμογενῶν κατέχονται πάθεσι. δεῖ οὖν καὶ ταύτας τὸ μέρος τυχεῖν τῆς ὅλης δίκης καὶ ἀναπλησθείσας διὰ τὴν φυσικὴν συγγένειαν τῶν μιασμάτων καθαρθῆναι πάλιν ἐξ αὐτῶν.» Χαλδαϊκὸν λόγιον. μὴ συναυξήσῃς τὴν εἱμαρμένην. Ἐξήγησις. εἱμαρμένην οἱ σοφώτεροι τῶν Ἑλλήνων τὴν φύσιν κατονομάζουσι, μᾶλλον δὲ τὸ πλήρωμα τῶν ἐλλάμψεων ὧν ἡ τῶν ὄντων φύσις εἰσδέχεται. ἔστι δὲ πρόνοια μὲν ἡ ἄμεσος ἀπὸ τοῦ θεοῦ εὐεργεσία, εἱμαρμένη δὲ ἡ διὰ τῆς τοῦ εἱρμοῦ τῶν ὄντων συμπλοκῆς τὰ ἡμέτερα κυβερνῶσα. καὶ ὑπὸ πρόνοιαν μὲν κείμεθα, ὅταν νοερῶς ἐνεργῶμεν, ὑπὸ δὲ εἱμαρμένην,