Opuscula psychologica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
144.1
ὅταν καὶ σωματικῶς. «μὴ» οὖν, φησίν, «αὐξήσῃς τὴν εἱμαρμένην» σαυτῷ, ἀλλ' ὑπὲρ ταύτην γενοῦ καὶ ὑπὸ μόνῳ θεῷ κυβερνήθητι. Χαλδαϊκὸν λόγιον. οὐ γὰρ ἀπαὶ πατρικῆς ἀρχῆς ἀτελές τι τροχάζει. Ἐξήγησις. πάντα, φησίν, ὁ πατὴρ παράγει τέλεια καὶ αὐτάρκη κατὰ τὴν ἑαυτῶν τάξιν. ἡ δὲ τῶν γεννωμένων πολλάκις ἀσθένεια καὶ ὕφεσις παρυφίστησι τὴν ἔνδειαν ἑαυτοῖς καὶ τὸ ἀτελές. ἀλλ' ὁ πατὴρ πάλιν ἀνακαλεῖται τὴν ἔνδειαν πρὸς τὸ τέλειον καὶ ἐπιστρέφει εἰς τὴν αὐτάρκειαν. τοιοῦτόν ἐστι καὶ τὸ παρὰ τοῦ ἀποστόλου Ἰακώβου τοῦ ἀδελφοῦ τοῦ κυρίου ἐκπεφωνημένον ἐν προοιμίοις τῆς ἐπιστολῆς αὐτοῦ· «πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἐκ τοῦ πατρὸς τῶν φώτων.» οὐδὲν γὰρ ἀτελὲς παρὰ τοῦ τελείου πρόεισι, καὶ μάλιστα ὅταν τύχωμεν τὸ παρ' αὐτοῦ πρώτως χεόμενον αὐτίκα δέξασθαι. Χαλδαϊκὸν λόγιον. ἀλλ' οὐκ εἰσδέχεται κείνης τὸ θέλειν πατρικὸς νοῦς, μέχρις ἂν ἐξέλθῃ λήθης καὶ ῥῆμα λαλήσῃ, μνήμην ἐνθεμένη πατρικοῦ συνθήματος ἁγνοῦ. Ἐξήγησις. οὐ παραδέχεται ὁ πατρικὸς νοῦς τῆς ψυχῆς τὰς τῶν θελημάτων ὁρμάς, μέχρις ἂν αὐτὴ ἐπιλάθηται μὲν τῆς λήθης ὧν πεπλούτηκε παρὰ τοῦ παναγάθου πατρός, ἔλθοι δὲ εἰς ἀνάμνησιν ὧν ἔσχεν ἐξ αὐτοῦ ἱερῶν συνθημάτων, καὶ φωνὴν ἀφήσει εὐγνώμονα, μνήμην ἑαυτῇ ἐνθεμένη τῶν τοῦ γεννήσαντος αὐτὴν πατρὸς συμβόλων. συνέστηκε γὰρ ἡ ψυχὴ ἀπὸ τῶν ἱερῶν λόγων καὶ τῶν θείων συμβόλων· ὧν οἱ μέν εἰσιν ἀπὸ τῶν νοερῶν εἰδῶν, τὰ δὲ ἀπὸ τῶν θείων ἑνάδων. καὶ ἐσμὲν εἰκόνες μὲν τῶν νοερῶν οὐσιῶν, ἀγάλματα δὲ τῶν ἀγνώστων συνθημάτων. δεῖ δὲ καὶ τοῦτο εἰδέναι, ὡς πᾶσα ψυχὴ πάσης ψυχῆς κατ' εἶδος διέστηκε, καὶ ὡς ὅσαι ψυχαί, τοσαῦτα καὶ τὰ εἴδη τῶν ψυχῶν ἐστιν. Χαλδαϊκὸν λόγιον. ἡνίκα δ' ἐρχόμενον δαίμονα πρόσγειον ἀθρήσῃς, θῦε λίθον μνούζιριν ἐπαυδῶν. 145 Ἐξήγησις. ψευδεῖς μὲν τὴν φύσιν οἱ πρόσγειοι δαίμονες ἅτε πόρρω τῆς θείας γνώσεως ὄντες καὶ τῆς ἀφεγγοῦς ὕλης ἀναπεπλησμένοι. εἰ δὲ βούλει παρ' αὐτοῖς ἀληθῆ τινα δέξασθαι λόγον, παρασκεύαζε θυτήριον καὶ «θῦε λίθον μνούζιριν». ὁ δὲ λίθος οὗτος δύναμιν ἔχει προκλητικὴν ἑτέρου μείζονος δαίμονος, ὃς δὴ ἀφανῶς τῷ ὑλικῷ δαίμονι προσιὼν προφωνήσει τὴν τῶν ἐρωτωμένων ἀλήθειαν, ἣν ἐκεῖνος ἀποκρινεῖται τῷ ἐρωτῶντι. λέγει δὲ καὶ ὄνομα προκλητικὸν μετὰ τῆς τοῦ λίθου θυσίας. καὶ ὁ μὲν Χαλδαῖός τινας μὲν τῶν δαιμόνων ἀγαθούς, τινὰς δὲ κακοὺς τίθεται· ὁ δὲ ἡμέτερος εὐσεβὴς λόγος πάντας κακοὺς ὁρίζεται, ἐκ προαιρετικῶν ἀποπτωμάτων τὴν κακίαν ἀνταλλαξαμένους τῆς ἀγαθότητος. Χαλδαϊκὸν λόγιον. μάθε τὸ νοητόν, ἐπεὶ νόου ἔξω ὑπάρχει. Ἐξήγησις. εἰ γὰρ καὶ πάντα τῷ νῷ περιείληπται, ἀλλ' ὁ θεός, τὸ πρῶτον νοητόν, «ἔξω» τοῦ «νοῦ ὑπάρχει»· τὸ δὲ «ἔξω» μὴ διαστηματικῶς νοήσῃς μηδὲ καθ' ἑτερότητα νοεράν, ἀλλὰ κατὰ μόνην τὴν νοητὴν ὑπερβολὴν καὶ τὴν ἰδιότητα τῆς ὑπάρξεως, νοῦ παντὸς ἐπέκεινα οὖσαν, δι' οὗ τὸ ὑπερούσιον δείκνυται. ἡ γὰρ οὐσία ἐκείνη ὁ νοῦς ἐστιν ὁ πρῶτος νοητός, οὗ ἐστιν ἔξω τὸ αὐτονόητον· πλὴν ὁ θεὸς καὶ τοῦ νοητοῦ καὶ τοῦ αὐτονοήτου ἐπέκεινα. καὶ μηδ' ὅτι νοητὸν ἐκεῖνο τὸ θεῖον φῶμεν μηδ' ὅτι αὐτονόητον. κρεῖττον γὰρ παντὸς καὶ ῥήματος καὶ νοήματος ὡς πάντῃ ἀνεννόητον καὶ ἀνέκφραστον, καὶ σιγῇ μᾶλλον τιμώμενον ἢ θαυμασίαις φωναῖς σεμνυνόμενον. ἔστι γὰρ καὶ τοῦ σεμνύνεσθαι ὑψηλότερον καὶ τοῦ ἐκφωνεῖσθαι καὶ τοῦ ἐννοεῖσθαι. Χαλδαϊκὸν λόγιον. αἳ ἴυγγες νοούμεναι πατρόθεν νοέουσι καὶ αὐταί, βουλαῖς ἀφθέγκτοις κινούμεναι, ὥστε νοῆσαι. Ἐξήγησις. αἱ ἴυγγες δυνάμεις εἰσί τινες μετὰ τὸν πατρικὸν βυθὸν ἐκ τριῶν τριάδων συγκείμεναι· ἃς νοεῖ ὁ πατὴρ κατὰ τὸν πατρικὸν νοῦν τὸν τὴν αἰτίαν αὐτῶν ἑνοειδῶς ἐν ἑαυτῷ προστησάμενον. αἱ δὲ βουλαὶ τοῦ πατρὸς διὰ τὴν νοητὴν ὑπερβολὴν ἄφθεγκτοι. ἀφθεγκταὶ γάρ εἰσιν αἱ 146 ἐνέργειαι τῶν ὄντων· αὐταὶ δὲ αἱ ὑπάρξεις ἄφθεγκτοι. τὰ δὲ τῶν ἐξῃρημένων συνθήματα νοερά, κἂν νοῆται ὑπὸ τῶν δευτέρων, ὡς ἄφθεγκτα νοεῖται καὶ ὡς ἐξῃρημένα τῶν νοητῶν προόδων. ὡς γὰρ αἱ τῶν ψυχῶν νοήσεις, κἂν νοῶσι τὰς νοερὰς τάξεις, ὡς ἀμεταβάτους νοοῦσιν, οὕτως αἱ τῶν νοερῶν ἐνέργειαι, τὰ νοερὰ συνθήματα νοοῦσαι, ὡς ἄφθεγκτα νοοῦσιν ἐν ὑπάρξεσιν ὑφεστηκότα ἀγνώστοις. Τοῦ αὐτοῦ ἔκθεσις κεφαλαιώδης καὶ σύντομος τῶν παρὰ Χαλδαίοις δογμάτων Ἑπτά φασι σωματικοὺς κόσμους, ἐμπύριον ἕνα καὶ πρῶτον, καὶ τρεῖς μετ' αὐτὸν αἰθερίους, ἔπειτα τρεῖς ὑλαίους, ὧν ὁ ἔσχατος χθόνιος εἴρηται καὶ μισοφαής, ὅστις ἐστὶν ὁ ὑπὸ σελήνην τόπος, ἔχων ἐν ἑαυτῷ καὶ τὴν ὕλην ἣν καλοῦσι βυθόν. μίαν ἀρχὴν τῶν πάντων δοξάζουσι, καὶ ἓν αὐτὴν καὶ ἀγαθὸν ἀνυμνοῦσιν. εἶτα πατρικόν τινα βυθὸν σέβονται, ἐκ τριῶν τριάδων συγκείμενον. ἑκάστη δὲ τριὰς ἔχει πατέρα, δύναμιν καὶ νοῦν. εἶτα ἔστιν ἡ νοητὴ ἴυγξ, μετὰ δὲ ταύτην οἱ συνοχεῖς, ὁ ἐμπύριος, ὁ αἰθέριος καὶ ὁ ὑλαῖος. μετὰ δὲ τοὺς συνοχεῖς οἱ τελετάρχαι, μετὰ δὲ τούτους οἱ πηγαῖοι πατέρες οἱ καλούμενοι καὶ κοσμαγοί· ὧν ὁ πρῶτος ὁ ἅπαξ ἐπέκεινα λεγόμενος· μεθ' ὃν ἡ Ἑκάτη, εἶτα ὁ δὶς ἐπέκεινα, μεθ' οὓς τρεῖς ἀμείλικτοι, καὶ τελευταῖος ὁ ὑπεζωκώς. σέβονται δὲ καὶ πηγαίαν τριάδα πίστεως καὶ ἀληθείας καὶ ἔρωτος. φασὶ δὲ καὶ ἀρχικὸν ἥλιον ἀπὸ