Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Opuscula psychologica
Michael PsellusPsyc 147 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
147.1
τῆς ἡλιακῆς πηγῆς καὶ ἀρχαγγελικόν, καὶ πηγὴν αἰσθήσεως καὶ πηγαίαν κρίσιν καὶ κεραύνιον πηγὴν καὶ πηγὴν διοπτρῶν καὶ χαρακτήρων πηγὴν ἐπιβατεύουσαν τοῖς ἀγνώστοις συνθήμασι, καὶ πηγαίας ἀκρότητας Ἀπόλλωνος, Ὀσίριδος, Ἑρμοῦ. καὶ ὑλικὰς δὲ πηγάς φασιν, κέντρων καὶστοιχείων καὶ ὀνείρων ζώνην, καὶ πηγαίαν ψυχήν. μετὰ δὲ τὰς πηγὰς λέγουσιν εἶναι ἀρχάς. αἱ γὰρ πηγαὶ ἀρχικώτεραι τῶν ἀρχῶν· τῶν δὲ ζῳογόνων ἀρχῶν ἡ μὲν ἀκρότης Ἑκάτη καλεῖται, ἡ δὲ μεσότης ψυχὴ ἀρχική, ἡ δὲ περάτωσις ἀρετὴ ἀρχική. εἰσὶ δὲ παρ' αὐτοῖς καὶ ἄζωνοι Ἑκάται, ὡς ἡ τριοδῖτις ἡ Χαλδαϊκὴ καὶ ἡ κωμὰς καὶ ἡ ἐκκλύστη· ἀζωνικοὶ δὲ παρ' αὐτοῖς θεοὶ ὁ Σάραπις καὶ ὁ Διόνυσος καὶ ἡ τοῦ Ὀσίριδος σειρὰ καὶ ἡ τοῦ Ἀπόλλωνος. ἄζωνοι δὲ καλοῦνται οἱ εὐλύτως ἐνεξουσιάζοντες ταῖς ζώναις καὶ ὑπεριδρυμένοι τῶν ἐμφανῶν θεῶν, ζωναῖοι δὲ οἱ τὰς ἐν οὐρανῷ ζώνας ἀπολύτως περιελίττοντες καὶ τὰ τῇδε διοικοῦντες. θεῖον γὰρ γένος ἐστὶ παρ' αὐτοῖς ζωναῖον, τὸ κατανειμάμενον τὰς τοῦ αἰσθητοῦ κόσμου μερίδας καὶ ζωσάμενον τὰς περὶ τὸν ὑλαῖον τόπον διακληρώσεις. μετὰ δὲ τὰς ζώνας ἐστὶν ὁ ἀπλανὴς κύκλος περιέχων τὰς ἑπτὰ σφαίρας, ἐν αἷς τὰ ἄστρα. καὶ ἄλλος μὲν παρ' αὐτοῖς ὁ ἡλιακὸς κόσμος τῷ αἰθερίῳ βάθει δουλεύων, ἄλλος δὲ ὁ ζωναῖος, εἷς ὢν τῶν ἑπτά. Τῶν δὲ ἀνθρωπίνων ψυχῶν αἴτια διττὰ πηγαῖα τίθενται, τόν τε πατρικὸν νοῦν καὶ τὴν πηγαίαν ψυχήν. καὶ προέρχεται μὲν αὐτοῖς ἡ μερικὴ ψυχὴ ἀπὸ τῆς πηγαίας κατὰ βούλησιν τοῦ πατρός· ἔχει δὲ καὶ αὐτόγονον οὐσίαν καὶ αὐτόζωον· οὐ γάρ ἐστιν ὡς ἑτεροκίνητος. εἰ γὰρ κατὰ τὸ λόγιον μοῖρα τοῦ θείου πυρός ἐστι καὶ πῦρ φαεινὸν καὶ νόημα πατρικόν, εἶδός ἐστιν ἄυλον καὶ αὐθυπόστατον. τοιοῦτον γὰρ πᾶν τὸ θεῖον, οὗ μέρος ἡ ψυχή· καὶ πάντα φασὶν εἶναι ἐν ἑκάστῃ ψυχῇ, καθ' ἑκάστην δὲ ἰδιότητα ἄγνωστον ῥητοῦ καὶ ἀρρήτου συνθήματος. καταβιβάζουσι δὲ τὴν ψυχὴν 148 πολλάκις ἐν τῷ κόσμῳ δι' αἰτίας πολλάς, ἢ διὰ πτερορρύησιν ἢ διὰ βούλησιν πατρικήν. Δοξάζουσι δὲ τὸν κόσμον ἀίδιον καὶ τὰς τῶν ἄστρων περιόδους. τὸν δὲ ᾅδην πολλαχῶς καταμερίζουσι, καὶ νῦν μὲν αὐτὸν θεὸν ὀνομάζουσιν ἀρχηγὸν τῆς περιγείου λήξεως, νῦν δὲ τὸν ὑπὸ σελήνην τόπον ᾅδην φασί, νῦν δὲ τὴν μεσότητα τοῦ αἰθερίου κόσμου καὶ τοῦ ὑλαίου, νῦν δὲ τὴν ἄλογον ψυχήν, καὶ τιθέασιν ἐν αὐτῇ τὴν λογικήν, οὐκ οὐσιωδῶς, ἀλλὰ σχετικῶς, ὅταν συμπαθῶς ἔχῃ πρὸς αὐτὴν καὶ προβάλλῃ τὸν μερικὸν λόγον. ἰδέας δὲ νομίζουσι νῦν μὲν τὰς τοῦ πατρὸς ἐννοίας, νῦν δὲ τοὺς καθόλου λόγους, φυσικοὺς καὶ ψυχικοὺς καὶ νοητούς, νῦν δὲ τὰς ἐξῃρημένας τῶν ὄντων ὑπάρξεις. τοὺς δὲ περὶ μαγειῶν λόγους συνιστῶσιν ἀπό τε ἀκροτάτων τινῶν δυνάμεων ἀπό τε περιγείων ὑλῶν. συμπαθῆ δὲ τὰ ἄνω τοῖς κάτω φασὶ καὶ μάλιστα τὰ ὑπὸ σελήνην. ἀποκαθιστῶσι δὲ τὰς ψυχὰς μετὰ τὸν λεγόμενον θάνατον κατὰ τὰ μέτρα τῶν οἰκείων καθάρσεων ἐν ὅλαις ταῖς τοῦ κόσμου μερίσι· τινὰς δὲ καὶ ὑπὲρ τὸν κόσμον ἀναβιβάζουσι καὶ μέσας αὐτὰς διορίζονται τῶν τε ἀμερίστων καὶ μεριστῶν φύσεων. Τούτων δὲ τῶν δογμάτων τὰ πλείω καὶ Ἀριστοτέλης καὶ Πλάτων ἐδέξαντο, οἱ δὲ περὶ Πλωτῖνον καὶ Ἰάμβλιχον Πορφύριόν τε καὶ Πρόκλον πᾶσι κατηκολούθησαν καὶ ὡς θείας φωνὰς ἀσυλλογίστως ταῦτα ἐδέξαντο. Ψελλοῦ ὑποτύπωσις κεφαλαιώδης τῶν παρὰ Χαλδαίοις ἀρχαίων δογμάτων Σύντομόν σοι τῶν Χαλδαϊκῶν δογμάτων ποιούμενος ἔκθεσιν, περὶ ὧν ἐδεήθης γράψαι σοι, ἀπὸ τοῦ ἀρρήτου κατ' ἐκείνους ἑνὸς τίθεμαι καὶ αὐτὸς τὴν ἀρχήν. μεθ' ὃ πατρικόν τινα ληροῦσι βυθὸν ἐκ τριῶν τριάδων 149 συγκείμενον, ἑκάστης ἐχούσης πατέρα μὲν πρῶτον, δεύτερον δὲ δύναμιν, τρίτον δὲ νοῦν. μετὰ δὲ ταῦτά φασιν εἶναι νοητάς τε καὶ νοεράς, ὧν πρώτην μὲν εἶναι τὴν ἴυγγα, μεθ' ἣν τρεῖς ἑτέρας πατρικὰς καὶ νοητὰς καὶ ἀφθέγκτους, διαιρούσας τοὺς κόσμους τριχῇ κατὰ τὸ ἐμπύριον καὶ τὸ αἰθέριον καὶ τὸ ὑλαῖον. μετὰ δὲ τὰς ἴυγγας προσεχεῖς, φασίν, οἱ συνοχεῖς· καὶ αἱ μὲν ἴυγγες τὰς ἀφθέγκτους αὐτοῖς ἑνώσεις τῶν πάντων ὑφιστᾶσιν, οἱ δὲ συνοχεῖς τὰς προόδους τοῦ πλήθους τῶν ὄντων ἑνίζουσι μεταξὺ τῶν νοητῶν καὶ τῶν νοερῶν κέντρον τῆς ἀμφοτέρων κοινωνίας ἐν ἑαυτοῖς πηξάμενοι. προσεχεῖς δὲ τοῖς συνοχεῦσι τοὺς τελετάρχας τιθέασι τρεῖς καὶ αὐτοὺς ὄντας· ὧν ὁ μὲν ἐμπύριος, ὁ δὲ αἰθέριος, ὁ δὲ ὑλάρχης. εἰσὶ δὲ αἱ μὲν ἴυγγες μονάδες μόνον, οἱ δὲ συνοχεῖς μονάδες ἤδη προφαίνουσαι τὸ πλῆθος, οἱ δὲ τελετάρχαι μονάδες διῃρημένον ἔχουσαι τὸ πλῆθος. μετὰ δὲ τούτους τοὺς πηγαίους πατέρας δοξάζουσιν ἤτοι τοὺς κοσμαγούς· ὧν πρῶτος ὁ ἅπαξ λεγόμενος, μεθ' ὃν Ἑκάτη δευτέρα καὶ μέση, τρίτος δὲ ὁ δὶς ἐπέκεινα· μεθ' οὓς τρεῖς ἀμείλικτοι καὶ ἕβδομος ὁ ὑπεζωκώς. ἔστι δὲ ὁ ἅπαξ ἐπέκεινα νοῦς {ὁ} πατρικὸς ὡς πρὸς τὰ νοητά, πατὴρ δὲ τῶν νοερῶν ἁπάντων· ἡ δὲ Ἑκάτη νοεροῦ φωτὸς καὶ ζωῆς πάντα πληροῖ. καλοῦνται δὴ οὗτοι πατέρες καὶ κοσμαγοὶ ὡς προσεχῶς ἐπιβαίνοντες τοῖς κόσμοις. ἔχει δὲ περὶ αὑτὴν ἡ Ἑκάτη πηγὰς διαφόρων φύσεων. τῶν δὲ κατὰ τὸν ζωστῆρα πηγῶν ἡ μὲν φύσις τὸ τέλος συμπεραίνει τῶν τῆς Ἑκάτης νώτων ἀπαιωρουμένη· τῶν δὲ ἐν τῇ λαγόνι πηγῶν ἡ μὲν τῶν ψυχῶν ἐστι δεξιά, ἡ δὲ τῶν ἀρετῶν ἐν λαιοῖς. ὁ δὲ δὶς ἐπέκεινα τάξιν μὲν ἔλαχεν ἐν ταῖς πηγαῖς δημιουργικήν, ὥσπερ ζῳογόνον ἡ Ἑκάτη· αὐτὸς γὰρ προὔθηκε τὸν τῶν ἰδεῶν τύπον τῷ κόσμῳ· καλεῖται δὲ δὶς ἐπέκεινα, ὅτι δυαδικός ἐστι, νῷ μὲν κατέχων τὰ νοητά, αἴσθησιν δὲ ἐπάγων τοῖς κόσμοις· ὁ δὲ ἅπαξ ἐπέκεινα λέγεται, ὅτι ἑνιαῖός ἐστιν· ἡ δὲ Ἑκάτη μόνον ἐπέκεινα. οἱ δὲ ἀμείλικτοι ὑποδεξάμενοι τὴν πρηστήριον τῶν συνοχέων δύναμιν φρουροῦσι τὰς ὑπάρξεις ἄνωθεν τῶν πατέρων καὶ τὰς πηγαίας αὐτῶν ἐνεργείας ἀχράντους φυλάττουσιν· ἡ δὲ τῶν ὑπεζωκότων πηγὴ πρωτουργός ἐστιν αἰτία τῆς νοερᾶς διακρίσεως. ἔστι δὲ καὶ πηγαία τριὰς 150 πίστεως ἀληθείας καὶ ἔρωτος. μεθ' ἅς εἰσιν αἱ δημιουργικαὶ πηγαί, ὥσπερ ἡ τῶν ἰδεῶν, καθ' ἣν σχῆμα καὶ ὄγκον ἔχει καὶ εἶδος καὶ ζωὴν ἰδίαν ὁ κόσμος καὶ τὰ ἐν αὐτῷ· καὶ ἡ τοῦ ἡλίου πηγὴ πρὸ τῶν ἡλιακῶν ἀρχῶν ἱδρυμένη· ἔστι γὰρ τῶν μὲν ἡλιακῶν ἀρχῶν ὁ δημιουργὸς αἴτιος, τῶν δὲ ζῳογόνων ἡ Ἑκάτη· ἀπὸ δὲ τῆς ἡλιακῆς πηγῆς ἀρχικὸς ἥλιος προέρχεται καὶ ὁ ἀρχαγγελικός. εἶναι δέ φασιν ἐν τῷ δημιουργῷ καὶ αἰσθήσεως πηγήν, ἐπειδὴ καὶ αἴσθησιν οὗτος ἐπάγει τοῖς κόσμοις· ἔστι δὲ καὶ καθαρτηρίων πηγὴ καὶ κεραυνῶν καὶ διοπτρῶν καὶ τελετῶν καὶ χαρακτήρων καὶ Εὐμενίδων καὶ τελεταρχῶν. καὶ ἐπὶ μαγειῶν δὲ τρεῖς πατέρες ἀρχικὴν ἔχουσι τάξιν. ἔστι δὲ καὶ ὀνείρου ζώνη ἀπὸ τῆς πηγαίας ψυχῆς τὴν ἀρχὴν ἔχουσα. ὁμολογοῦσι δὲ ταῖς μὲν πρώταις πηγαῖς αἱ πρῶται ἀρχαί, ταῖς δὲ μέσαις αἱ μέσαι καὶ ταῖς μερικαῖς αἱ τελευταῖαι. τῶν δὲ ζῳογόνων ἀρχῶν ἡ μὲν ἀκρότης Ἑκάτη καλεῖται, ἡ δὲ μεσότης ψυχὴ ἀρχική, ἡ δὲ ἀποπεράτωσις ἀρετὴ ἀρχική. μετὰ δὲ τὴν ἀρχικὴν τάξιν ἡ τῶν ἀρχαγγέλων ἐστίν· ἀπὸ δὲ πασῶν τῶν ἀρχῶν ἡγεμόνες ἄγγελοι προέρχονται. μετὰ δὲ τὴν ἀρχαγγελικὴν πρόοδον ταῖς ἀρχαῖς συνηρτημένην ἡ τῶν ἀζώνων ὑφίσταται· ἄζωνοι δὲ καλοῦνται ὡς εὐλύτως ἐνεξουσιάζοντες ταῖς ζώναις καὶ ὑπεριδρυμένοι τῶν ἐμφανῶν θεῶν. μετὰ δὲ τὰς ζώνας ὁ ἀπλανὴς κύκλος περιέχων τὰς ἑπτὰ σφαίρας. τὰ δὲ ὑπὸ σελήνην ἐν τοῖς τέτρασι στοιχείοις ὑφέστηκεν· εἰσὶ δὲ θεῖαι τάξεις καὶ γένη περὶ ἕκαστον τῶν στοιχείων. μεθ' ἃς οἱ τῶν θεῶν ὀπαδοὶ ἄγγελοι· ἐφ' οἷς αἱ τῶν δαιμόνων ἀγέλαι, αἱ μὲν ὁλικώτεραι, αἱ δὲ μερικώτεραι μέχρι τῶν ὑλικωτάτων. καὶ μετὰ τούτους οἱ ἥρωες. καὶ ἔστι τοῖς μὲν θεοῖς οἰκειότερον τὸ ἀγγελικόν, ὃ δὴ καὶ πρὸς τὰς παρεδρείας σύστοιχον καὶ μέχρι τινὸς ἀνάγον τὰς ψυχάς, ἀλλ' οὐχ ὑπὲρ τὸν κόσμον, τὸ δὲ τοῖς θνητοῖς συναπτόμενον τὸ ἡρωϊκόν, τὸ δὲ μέσον ἀμφοῖν τὸ δαιμόνιον. οὗ τὸ μὲν δύναμιν ἀγαθοειδῆ κέκτηται συλλαμβάνον ταῖς ἱερατικαῖς ἀνόδοις ἐπὶ τοὺς ἐναντίους ταύταις· τὸ δὲ καθέλκει τὰς ψυχάς, ὃ καὶ θηροπόλον καὶ ἀναιδὲς καλεῖται, τὴν φύσιν ἐπιστρεφόμενον καὶ ταῖς μοιραίαις δόσεσιν ὑπηρετοῦν καὶ θέλγον τὰς ψυχὰς ἢ κολάζον τὰς ἐρήμας ἀπολειφθείσας τοῦ θείου φωτός, ὃ καὶ ἐν τῷ κοιλώματι φέρεται εἰς ἄρρεν καὶ θῆλυ διῃρημένον. Τῶν δὲ ἡμετέρων, φασί, ψυχῶν αἴτια διττὰ πηγαῖα, ὅ τε πατρικὸς νοῦς καὶ ἡ πηγαία ψυχή· τὸν μὲν γὰρ πατέρα ἑλκύσαι αὐτὴν ἀπ' ἐκείνης καὶ 151 κελεῦσαι προελθεῖν, τὴν δὲ αὐτὸ τὸ εἶναι καὶ τὸ εἶδος ὑποστῆσαι. τὸν δὲ ἄνθρωπον, καθόσον ἐστὶ σύνθετος καὶ εἴδη πολλὰ καὶ συγγενῆ τοῖς ἀλόγοις ἔχει, τῷ κόσμῳ ὁ πατήρ· πᾶν γὰρ σύνθετον τοῦ κόσμου μέρος ὂν ὑπὸ τὸν κόσμον τάττεται. τὸ δὲ νοερὸν πῦρ ἄνωθεν ἥκει καὶ μόνης δεῖται τῆς οἰκείας πηγῆς· εἰ δὲ συμπάθοι σώματι, θεραπεύειν ἀνάγκη καὶ ὑπὸ τῇ μοίρᾳ τετάχθαι καὶ ὑπὸ τῆς φύσεως ἄγεσθαι. καὶ προῆλθε μὲν ἀπὸ τῆς πηγαίας κατὰ βούλησιν πατρός, ἔχει δὲ καὶ αὐτόγονον οὐσίαν καὶ αὐτόζωον· εἶδος γάρ ἐστιν ἄυλον καὶ αὐθυπόστατον. καὶ ἡ μὲν ὕλη πατρογενής ἐστι καὶ ὑπέστρωται τῷ σώματι, τὸ δὲ σῶμα καθ' ἑαυτὸ ἄποιόν ἐστι, δυνάμεις δὲ διαφόρους λαβὸν εἰς τέτταρα στοιχεῖα διῃρέθη, ἐξ ὧν ὁ σύμπας ἐμορφώθη κόσμος καὶ τὸ ἡμέτερον σῶμα. ἑκάστης δὲ σειρᾶς ἡ ἀκρότης πηγὴ ὀνομάζεται, τὰ δὲ προσεχῆ κρῆναι, τὰ δὲ μετὰ ταῦτα ὀχετοί, τὰ δὲ μετ' ἐκεῖνα ῥεῖθρα. τοιαύτη ὡς ἐν κεφαλαίοις εἰπεῖν ἡ τῶν Χαλδαίων θεολογία καὶ φιλοσοφία ἐστίν. Τοῦ αὐτοῦ ἔκθεσις κεφαλαιώδης καὶ σύντομος τῶν παρ' Ἀσσυρίοις δογμάτων Μετὰ τὸ ἓν τὸν πατρικόν φασι βυθὸν ἐκ τριῶν τριάδων πληρούμενον· ἑκάστην δὲ τῶν τριάδων ἔχειν πατέρα πρῶτον, εἶτα δύναμιν μέσην καὶ νοῦν ἐπ' αὐτοῖς τρίτον συγκλείοντα πρὸς ἑαυτὴν τὴν τριάδα· καλοῦσι δὲ ταύτας καὶ νοητάς. μεθ' ἃς ἄλλον διάκοσμον τῶν νοητῶν ἅμα καὶ νοερῶν, τριχῇ καὶ τοῦτον διῃρημένον, εἰς ἴυγγας καὶ συνοχέας καὶ τελετάρχας. μετὰ δὲ τὸν μέσον διάκοσμον ὁ νοερός ἐστι μίαν μὲν ἔχων τριάδα πατρικήν, τὴν τοῦ ἅπαξ ἐπέκεινα καὶ τῆς Ἑκάτης καὶ τοῦ δὶς ἐπέκεινα, ἑτέραν δὲ τὴν τῶν ἀμειλίκτων τριῶν ὄντων, καὶ ἕνα τὸν ὑπεζωκότα. 152 πηγαὶ δὲ αὗται ἑπτά. μετὰ δὲ τὰς πηγὰς ταύτας οἱ ὑπεράρχιοι, εἶτα ἄζωνοι, ἔπειτα ζωναῖοι, μεθ' οὓς ἄγγελοι, εἶτα δαίμονες, ἥρωες μετ' αὐτούς, μεθ' οὓς ψυχαί. καὶ λοιπὸν ὁ κόσμος ὁ σωματικός. Ἑπτὰ δέ φασι κόσμους σωματικούς· ἐμπύριον ἕνα καὶ πρῶτον, καὶ τρεῖς μετ' αὐτὸν αἰθερίους· ἔπειτα τρεῖς ὑλαίους, τὸ ἀπλανές, τὸ πλανώμενον καὶ τὸ ὑπὸ σελήνην. καὶ τὸν μὲν πρῶτον ἀφορίζουσι κατὰ τὸν νοῦν, τοὺς δὲ αἰθερίους κατὰ τὴν ψυχήν, τοὺς δὲ ὑλαίους κατὰ τὴν φύσιν. πηγὴν δὲ ἀγγέλων καὶ δαιμόνων καὶ ψυχῶν καὶ φύσεων τὴν Ἑκάτην εἶναί φασι. Καταβιβάζουσι δὲ πολλάκις τὴν ψυχὴν εἰς τὸν κόσμον δι' αἰτίας πολλάς, ἢ διὰ πτερορρύησιν ἢ διὰ βούλησιν πατρικὴν εἰς τὸ κοσμῆσαι τὴν περίγειον λῆξιν. δοξάζουσι δὲ καὶ τὸν κόσμον ἀίδιον. λέγουσι δὲ καὶ τὸν ᾅδην πολλαχῶς, καὶ νῦν μὲν αὐτὸν θεὸν ὀνομάζουσιν ἀρχηγὸν τῆς περιγείου λήξεως, νῦν δὲ τὸν ὑπὸ σελήνην τόπον, νῦν δὲ τὴν μεσότητα τοῦ αἰθερίου κόσμου καὶ τοῦ ὑλαίου, νῦν δὲ τὴν ἄλογον ψυχήν, καὶ τιθέασιν ἐν αὐτῇ τὴν λογικήν, οὐκ οὐσιωδῶς, ἀλλὰ σχετικῶς, ὅταν συμπαθῶς ἔχῃ πρὸς αὐτήν. ἰδέας δὲ νομίζουσι νῦν μὲν τὰς τοῦ πατρὸς ἐννοίας, νῦν δὲ τοὺς καθόλου λόγους, νοητοὺς ψυχικοὺς καὶ φυσικούς, οὓς δίδωσι μὲν ὁ νοῦς τῇ ψυχῇ, ἡ δὲ ψυχὴ τῇ φύσει. συμπαθεῖν δὲ τὰ ἄνω τοῖς κάτω φασὶ καὶ μάλιστα τὰ ὑπὸ σελήνην. ἀποκαθιστῶσι δὲ τὰς ψυχὰς κατὰ τὰ μέτρα τῶν οἰκείων καθάρσεων ἐν ὅλαις ταῖς τοῦ κόσμου μερίσι· τινὰς δὲ καὶ ὑπὲρ τὸν κόσμον ἀναβιβάζουσι. Τούτων δὲ τῶν δογμάτων τὰ πλείω καὶ Ἀριστοτέλης καὶ Πλάτων ἐδέξαντο, οἱ δὲ περὶ Πλωτῖνον καὶ Ἰάμβλιχον Πορφύριόν τε καὶ Πρόκλον πᾶσι κατηκολούθησαν καὶ ὡς θείας φωνὰς ταῦτα ἐδέξαντο. Τοῦ αὐτοῦ περὶ θυτικῆσ Περὶ τῆς θυτικῆς ἐπιστήμης ἠξίωσας γράψαι σοι ἀφορμάς, ἐλλελειμμένης παντάπασι τῷ καθ' ἡμᾶς βίῳ καὶ μηδενὸς τοὺς λόγους αὐτῆς ἐπισταμένου. καὶ εἴη μὲν παντάπασι συγκεκαλυμμένη, καὶ καθαιρεθεῖεν 153 μὲν ἡμῖν οἱ βωμοί, καθαιρεθεῖεν δὲ καὶ [θυ] τήρια, καὶ κατασιγασθείη ὁπόσ [α] ἡ τῶν Ἑλλήνων δεινὴ ἐτέλει σοφ [ία.] ὃ γοῦν εἰκὸς εἰδέναι σοφὸν ἄνδρα μηδενὸς τῶν ἀρχαίων [ἀμελεῖν] λόγων ἐθέλοντα, τοιαύτη τίς ἐστιν, ὡς ἐν κεφαλαίῳ εἰπεῖν, ἡ ταύτης δύναμις. Εἰς πολλὰ περιέποντες Ἕλληνες τὸ τοῦ θεοῦ ὄνομα, ἃς γὰρ ἡμεῖς φαμεν ἁγίας δυνάμεις ἑστηκυίας περὶ θεὸν καὶ ἃς τῆς θείας ἀποπεπτωκυίας τάξεως καὶ εἰς ἀντίπαλον μοῖραν ἀποκριθείσας, οὐρανόν τε καὶ ἀστέρας πλανωμένους καὶ ἀπλανεῖς, μέτοχα πάντα τῆς τοῦ θεοῦ προσηγορίας, οὕτως εἰπεῖν, ἐδογμάτιζον· εἶτα δὴ θύειν τοῖς οὕτω παρ' αὐτοῖς ὠνομασμένοις θεοῖς ἀξιοῦντες, τοῖς μὲν αἰθερίοις τὰ πυρρὰ ἢ λευκὰ τῶν ζῴων προσῆγον διά τε τὸ αἰθέριον χρῶμα καὶ τὴν καθαρότητα τῆς ἐκείνων φύσεως, τοῖς δέ γε ὑποχθονίοις ἐζωοθύτουν ἀντίχροια, ἀερίοις δὲ ποικίλα προσῆγον καὶ τοῖς χρώμασι σύμμικτα. Εἶτα δὴ καὶ τὸν τῆς θυσίας τρόπον παρήλλαττον ἐν τοῖς θύμασι, τοῖς μὲν ὑπερκοσμίοις ὑψοῦ τὸν ἔριφον ἢ τὸν κριὸν λαιμοτομοῦντες (οὕτω γοῦν καὶ Ὅμηρος θεοθυτοῦντας εἰσάγει τοὺς Ἕλληνας· «αὖ ἔρυσαν μὲν πρῶτα» φησί «καὶ ἔσφαξαν καὶ ἔδειραν»), τοῖς δὲ τὸν ὑπόγειον λαχοῦσι χῶρον κάτω τὴν κεφαλὴν τοῦ θύματος ἕλκοντες, οὕτω τοὺς αὐχενίους ἀπέκοπτον τένοντας· τοῖς δέ γε μέσοις πλαγιάζοντες τὰ θυόμενα ἀπεδειροτόμουν τὰς κεφαλάς· εἶτα δὴ τὰς γαστέρας αὐτῶν ἀνασχίζοντες, τὴν καρδίαν πρώτην κατέτεμνον, καὶ τὸν μὲν ὑμένα ταύτης θεοῖς [πα] τρίοις ἀπέθυον, τῶν δέ γε κοιλιῶν τὴν μὲν δεξιὰν ἀνατέλλοντι [τῷ] ἡλίῳ κατέθυον, τὴν δὲ εὐώνυμον δύνοντι, τὸν δὲ βόθυνον ἄρτι μεσουρανήσαντι. Οὕτω δὲ καὶ τοῦ ἥπατος ἀποδιελόντες τὸν ὑμένα ἠρέμα, [ὃς ὑπ] ὸ τοῦ περιτοναίου τῷ σπλάγχνῳ ἐπίκειται, τῆς μὲν κεφαλῆς θεοῖς ὑπερκοσμίοις κατήρχοντο, τοὺς δὲ λοβοὺς [τοῖς πέντε] πλάνησιν ἀπεδίδοσαν· τὸ δέ γε νέκρωμα Ἅιδῃ καὶ Περσεφόνῃ κατέθυον. 154 Εἶτα δὴ τὰ τῶν θυομένων περιειργάζοντο πτώματα, εἰ ἐπὶ δεξιὰ πίπτοιεν ἢ ἐπὶ τὰ λαιά· κἀκεῖθεν μὲν δεξιὰ ἑαυτοῖς ἐμαντεύοντο, οὕτω δὲ ἐπαρίστερα. ἐμέτρουν δὲ καὶ τὸν τοῦ σπαραγμοῦ μετὰ τὴν θυσίαν καιρόν· καὶ εἰ μὲν αὐτίκα τὰ θύματα ἀποπνεύσειε, ταχείας ἑαυτοῖς τὰς τελευτὰς περὶ ὧν προσῄεσαν ἐμαντεύοντο, εἰ δ' οὖν, ἀποτεταμένας καὶ πράγματα ἐχούσας. Οὐ πᾶσι δὲ πάντα ἐτέλουν, ἀλλὰ τοῖς οἰκείοις τῆς ληφθείσης θυσίας. τά τε δὲ θύματα τούτοις καὶ αἱ βοτάναι, σύμπαντα κατὰ τρόπον ἐγίνοντο, οὐ μὴν ἀλλὰ καὶ αἱ σχίζαι. νηφαλίοις μὲν γὰρ θεοῖς ἐδρυοτόμουν καὶ ἐκεῖθεν ἀνῆπτον πυράς. Βάκχαις δὲ καὶ Διονύσῳ κληματίδες ἀνέκαιον τὴν πυρκαϊάν, καὶ πάντα τούτοις οἰνόσπονδα· ὅ τε λιβανωτὸς καὶ ἡ σμύρνα, ὁ κρόκος τε καὶ ἡ ῥιτίνη διεμερίζοντο τοῖς ἐφ' ἑκάστης θυσίας θεοῖς. ἐπ' ἐξουσίας γὰρ τοῖς Ἕλλησι πάντα τὰ πράγματα τοῖς παρ' αὐτῶν ὀνομασθεῖσι κατεμερίσθη θεοῖς, καὶ ἡ διαίρεσις οὐκ ἄχρι σωμάτων, ἀλλὰ καὶ χρωμάτων αὐτῶν· διάφοροί τε αἱ ἐπικλήσεις καὶ παρηλλαγμένα τά τε ἐπᾴσματα καὶ τὰ ἅμματα, οὕτω δὴ καὶ τὰ θύματα καὶ τὰ ἐπὶ τούτοις τελούμενα· καὶ τόν γε θύτην ἔδει τὰς θυηπολίας ἀκριβῶς εἰδότα, οὕτω τὰς θυσίας ποιεῖν. Τοῦ Ψελλοῦ [σξηολιυμ αδ τραξτατυμ ηερμετιξυμ ι 18] Ἔοικεν ὁ γόης οὗτος τῇ θείᾳ γραφῇ οὐ παρέργως ὡμιληκέναι· ὅθεν ἐκ ταύτης ὁρμώμενος τῇ κοσμοποιίᾳ ἐπιχειρεῖ, μηδὲ αὐτὰς ὀκνῶν τὰς Μωσαϊκὰς λέξεις ψιλὰς ἐνίοτε ἀναγράφειν, ὡς καὶ τὸ προκείμενον τοῦτο ῥητὸν ὅλον. τὸ γὰρ «καὶ εἶπεν ὁ θεός· αὐξάνεσθε καὶ πληθύνεσθε» σαφῶς ἐκ τῆς Μωσαϊκῆς κοσμοποιίας ἐστίν. οὐ μὴν ἐνέμεινε παντελῶς τῇ ἁπλότητι καὶ σαφηνείᾳ καὶ τῷ εὐθεῖ καὶ εἰλικρινεῖ καὶ ὅλως θεοειδεῖ τῆς θείας γραφῆς, ἀλλ' εἰς τὸ εἰωθὸς ὑπερρύη πάθος τοῖς τῶν Ἑλλήνων σοφοῖς, εἰς ἀλληγορίας καὶ πλάνας καὶ τερατείας ἐκ τῆς εὐθείας ὁδοῦ καὶ ἀπλανοῦς ἐκτραπεὶς ἢ ὑπὸ τοῦ Ποιμάνδρου συνελαθείς. οὐκ ἄδηλον δὲ 155 ὅστις ἦν ὁ τῶν Ἑλλήνων Ποιμάνδρης, ὁ καὶ παρ' ἡμῖν ἴσως κοσμοκράτωρ ὀνομαζόμενος, ἢ τῶν ἐκείνου τις. «κλέπτης» γάρ φησιν «ὁ διάβολος καὶ ἐκφερομυθεῖ τὰ ἡμέτερα», οὐχ ἵνα οἱ ἐκείνου μεταμάθωσι τὴν εὐσέβειαν, ἀλλ' ἵνα τοῖς τῆς ἀληθείας ῥήμασι καὶ νοήμασι τὴν ἑαυτῶν δυσσέβειαν ἐπιχρώσαντες καὶ μορφώσαντες πιθανωτέραν ἐργάσωνται καὶ τοῖς πολλοῖς εὐπαράδεκτον. οὐ γὰρ ἀληθεύει Πλάτων τὰς ἐκ τῶν βαρβάρων φήμας παραλαμβάνοντας κάλλιον ἀπεργάσασθαι τοὺς Ἕλληνας λέγων παιδείᾳ χρωμένους καὶ μαντείαις ταῖς ἐκ Δελφῶν. ἀληθεύουσι δὲ μᾶλλον οἱ λέγοντες ἀταλαίπωρον εἶναι παρὰ τοῖς Ἕλλησι τῆς ἀληθείας τὴν ζήτησιν, μάλιστα δὲ ἐν τῇ περὶ τοῦ θείου δόξῃ πλανᾶσθαι αὐτούς. εἰσὶ δὲ οἱ ταῦτα λέγοντες οὐχ ἡμέτεροι, ἀλλὰ τῶν Ἑλλήνων οἱ δοκιμώτεροι, εἴ τις ἐντετύχηκε καὶ οἷς ἔγραψεν ὁ Πορφύριος πρὸς Ἀνεβὼ τὸν Αἰγύπτιον· «παρ' ἐκείνου λοιπὸν ἐπιζητῶ μαθεῖν τὴν ἀλήθειαν, ἐπειδὴ παρὰ τῶν Ἑλλήνων ἀπέγνων.» εἰ μὲν οὖν τι καὶ ἄλλο βάρβαρον γένος τὸν δημιουργὸν καὶ βασιλέα τοῦδε τοῦ παντὸς πατριώδει δόξῃ καὶ νόμοις ἐθρήσκευεν, εἰπεῖν οὐκ ἔχω· ὅτι δὲ ἡ τῶν Ἑβραίων θεοσέβεια περιβόητος ἦν ἀνὰ πᾶσαν τὴν οἰκουμένην, καὶ ὅτι ἡ νομοθεσία αὐτῶν ἀρχαιοτέρα ἦν καὶ Ἑρμοῦ τούτου καὶ εἴ τις ἄλλος παρ' Ἕλλησι σοφός, πολλοῖ ἀποδέδεικται. Τοῦ ὑπερτίμου προέδρου καὶ ὑπάτου τῶν φιλοσόφων κυροῦ Μιχαὴλ τοῦ Ψελλοῦ ὅτι οὐκ ἀλλοιοῦται τὰ ἐνδεχόμενα τῇ ὡρισμένῃ τοῦ θεοῦ γνώσει περὶ αὐτά Τοῦτο τὸ θεώρημα τὸ νῦν ὑπὸ σοῦ κινούμενον, ὡς ἐπὶ τῶν καθέκαστα καὶ μελλόντων ἀόριστός ἐστιν ἡ τοῦ γενησομένου ἔκβασις, δοκεῖ μὲν εἶναι λογικόν, κατ' ἀλήθειαν μέντοι πρὸς πάντα τὰ μόρια τῆς φιλοσοφίας ἐστὶν ἀναγκαῖον. κατά τε γὰρ τὴν ἠθικὴν φιλοσοφίαν ἀνάγκη προσλαμβάνειν, ὡς οὐ πάντα ἐστὶ καὶ γίνεται ἐξ ἀνάγκης, ἀλλ' ἔστι τινὰ καὶ ἐφ' ἡμῖν. καὶ μέντοι καὶ πρὸς φυσιολογίαν φαίνεται χρήσιμον· ζητήσει γὰρ καὶ ὁ 156 φυσιολόγος, εἴτε πάντα ἐξ ἀνάγκης γίνεται τὰ γινόμενα εἴτε καί τινα ἀπὸ τύχης καὶ ἐκ ταὐτομάτου. καὶ πρὸς τὴν λογικὴν μέθοδον ὡσαύτως· αὐτὸ οὖν τοῦτό ἐστι τὸ νῦν ζητούμενον παρὰ σοῦ, εἴτε πᾶσα ἀντίφασις διωρισμένως διαιρεῖ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος εἴτε ἔστι τις καὶ ἀορίστως ταῦτα διαιροῦσα. ἐκτεινόμενον δὲ τὸ θεώρημα καὶ ἐπὶ τὴν πρώτην φιλοσοφίαν εὑρήσεις· ζητήσει γὰρ καὶ ὁ θεολόγος, κατὰ τίνα τρόπον ὑπὸ τῆς προνοίας διακυβερνᾶται τὰ ἐν τῷ κόσμῳ πράγματα καὶ εἴτε πάντα ὡρισμένως καὶ ἐξ ἀνάγκης γίνεται τὰ γινόμενα, καθάπερ τὰ ἐπὶ τῶν ἀιδίων ὑπάρχοντα, ἢ ἔστι τινὰ καὶ ἐπὶ τῶν ἐνδεχομένων ἐκβαίνοντα, ὧν τὴν γένεσιν ἐπὶ μερικὰς δηλονότι ἄλλοτε ἄλλως ἐχούσας αἰτίας ἀνάγειν ἀνάγκη. Καὶ ἔστιν ὁ ἐνιστάμενος λόγος πραγματειώδης καὶ δυσαντίβλεπτος, ὥστε καὶ πολλοὺς τῶν ἐπιστατικωτέρων εἶναι δοκούντων ἀπάγεσθαι πρὸς τὴν ἀναιροῦσαν τὸ ἐνδεχόμενον δόξαν· πρόεισι δὲ ἐκ διαιρέσεως τοιαύτης. ὁ θεός, φησίν, ἢ ὡρισμένως οἶδε τὴν ἔκβασιν τῶν ἐνδεχομένων ἢ οὐδεμίαν αὐτῶν ἔχει ἔννοιαν ἢ καθάπερ ἡμεῖς ἀόριστον αὐτῶν ἔχει τὴν γνῶσιν. ἀλλ' ἀγνοεῖν μὲν οὐδὲν τῶν ὄντων αὐτὸν ἐνδέχεται τὰ πάντα παράγοντα καὶ ἀνακοσμοῦντα· οὔτε γὰρ αὐτόματον τῶν ὄντων ἐροῦμεν τὴν φύσιν εἶναι καὶ τάξιν, οὔτε τὸν θεὸν εὔλογον ἢ ἀγνοεῖν ἅπερ παράγει ἢ κατολιγωρεῖν τῆς γνώσεως αὐτῶν καὶ τῆς διακοσμήσεως. τὸ γὰρ ὑπολαμβάνειν, ὡς ἐργώδη τε καὶ ἄσχολον ποιοῦμεν τὸν θεόν, μὴ συνεωρακότων ἐστὶ τὴν ὑπεροχὴν αὐτοῦ καὶ τὴν δύναμιν. τούτων οὖν κατά τε τὰς κοινὰς καὶ ἀδιαστρόφους τῶν ψυχῶν ἐννοίας ὁμολογουμένων ὄντων καὶ ἐναργῶς ἀποδεδειγμένων, οὔτε ἀγνοεῖν τὰ ἡμέτερα τὸν θεὸν δυνατὸν οὔτε ἀόριστον αὐτῶν γνῶσιν ἔχειν ὥσπερ εἰκάζοντα περὶ τῶν ἐκβησομένων. πῶς γὰρ ἂν ἔχοι λόγον ἀγνοεῖν αὐτὸν τὰ οἰκεῖα γεννήματα; καὶ εἰ ταῦτα ἀδύνατα καὶ ὑπ' αὐτῆς ἐλεγχόμενα τῆς πείρας, δῆλον ὅτι καὶ διατάττεσθαι ὑπὸ θεοῦ τὰ ἐνδεχόμενα ῥητέον καὶ γινώσκεσθαι αὐτῶν τὴν ἔκβασιν. εἰ δὲ γινώσκει ὁ θεὸς τὰ ἐνδεχόμενα, ὡρισμένως ταῦτα γινώσκει, ἵνα μὴ ἀόιστον αὐτοῦ ποιῶμεν τὴν γνῶσιν, καὶ οὐχ οἷόν τε ταῦτα μὴ ἐκβαίνειν. εἰ δὲ οὐχ οἷόν τε ταῦτα μὴ ἐκβαίνειν, φροῦδον τὸ ἐνδεχόμενον· καὶ εἰ τὰ καθ' ἡμᾶς ἅπαντα πράγματα τῇ γνώσει καὶ προγνώσει τοῦ θεοῦ ὥρισται, ἐξ ἀνάγκης ἅπαντα γίνεται, καὶ ἔστιν ὅρος ἡμῖν οὐ θανάτου μόνον, ἀλλὰ καὶ τοῦ τοιοῦδε θανάτου καὶ πάσης ἐν ἡμῖν πράξεώς τε καὶ γνώσεως. ἔγνωσται γὰρ ἅπαντα τῷ θεῷ· εἰ 157 δὲ ἔγνωσται, καὶ προώρισται καὶ ἁπλῶς ὥρισται, καὶ ἀναλλοίωτος ὁ παρὰ θεῷ πάντως ὅρος ἐστίν. εἰ τοίνυν ἔγνωσται παρὰ θεῷ τὸ πονηρόν με γενήσεσθαι καὶ ὡρισμένη ἐστὶν ἡ γνῶσις, ἐξ ἀνάγκης ἐγὼ πονηρὸς γίνομαι. Πρὸς τοῦτον οὖν τὸν λόγον δυσαντίβλεπτον ὄντα καὶ ὑπ' αὐτῆς δοκοῦντα τῆς ἐναργείας κρατύνεσθαι ἀπαντῶντες ἡμεῖς τὰ διάφορα μέτρα τῶν γνώσεων διαιρεῖν ἀξιώσομεν λέγοντες, ὡς ἡ γνῶσις μέση οὖσα τοῦ τε γινώσκοντος καὶ τοῦ γινωσκομένου, ἐνέργεια οὖσα τοῦ γινώσκοντος περὶ τὸ γινωσκόμενον, ποτὲ μὲν κρειττόνως γινώσκει τὸ γινωσκόμενον τῆς αὐτοῦ τοῦ γνωστοῦ φύσεως, ποτὲ δὲ χειρόνως, ποτὲ δὲ συστοίχως. οἷον ὁ νοῦς ὁ ἡμέτερος τὰς πολιτικὰς πράξεις προχειριζόμενος καὶ τὰ καθέκαστα γινώσκων, ἀναφέρων εἰς τὸ καθόλου κρειττόνως οἶδε τὴν γνῶσιν τοῦ τοιούτου γνωστοῦ, ἑαυτὸν δὲ θεωρῶν συστοίχως ἐξ ἀνάγκης νοεῖ, τὰς δὲ θείας ἐποπτεύων διακοσμήσεις καὶ τίς ἑκάστης τῶν οὐσιῶν ἡ ἰδιότης πολυπραγμονῶν χείρονα ἐξ ἀνάγκης ἐνταῦθα ἔχει τὴν γνῶσιν τοῦ γινωσκομένου. καὶ ὁ θεὸς οὖν γινώσκων πάντα μιᾷ καὶ ὡρισμένῃ καὶ ἀμεταβάτῳ γνώσει τὴν ἐπιστήμην τῶν ὄντων ἔχει· διόπερ καὶ τῶν ἐνδεχομένων περιείληφε τὴν εἴδησιν καὶ ὁρᾷ οὐκ αὐτὰς μόνον τὰς οὐσίας, ἀλλὰ καὶ τὰς δυνάμεις αὐτῶν καὶ τὰς ἐνεργείας τάς τε κατὰ φύσιν καὶ τὰς παρὰ φύσιν, ὅπερ παρὰ φύσιν συνῆλθε τῇ ἀναγκαίᾳ τῆς ὑποβάσεως τῶν ὄντων ὑφέσει. γινώσκει μέντοι τὰ ἐνδεχόμενα κρειττόνως τῆς αὐτῶν ἐκείνων φύσεως. διόπερ ταῦτα μὲν ἀόριστον ἔχει τὴν φύσιν δύναταί τε ἐκβαίνειν καὶ μὴ ἐκβαίνειν, ὁ δὲ θεὸς ἅτε κρειττόνως τῆς φύσεως αὐτῶν τὴν γνῶσιν προειληφὼς ὡρισμένως οἶδε καὶ ταῦτα. καὶ γὰρ καὶ τὰ μεριστὰ τῶν πραγμάτων ἀμερίστως οἶδε καὶ τὰ διαστατὰ ἀδιαστάτως καὶ τὰ πεπληθυσμένα ἑνοειδῶς καὶ τὰ ἔγχρονα αἰωνίως καὶ τὰ γενητὰ ἀγενήτως. καὶ οὐ χρὴ νομίζειν ὅτι ἀναγκαίαν ἕξει τὴν ἔκβασιν ἃ λέγομεν ἐνδεχόμενα διὰ τὸ ὑπὸ θεοῦ γινώσκεσθαι αὐτὰ ὡρισμένως· οὐ γὰρ διότι γινώσκει αὐτὰ ὁ θεός, διὰ τοῦτο ἀναγκαίως ἐκβήσεται, ἀλλ' ἐπειδὴ φύσιν ἔχοντα ἐνδεχομένην καὶ ἀμφίβολον ἕξει πέρας, διὰ τοῦτο καὶ τὸν θεὸν εἰδέναι ἀναγκαῖον ὅπως ἐκβήσεται. καὶ ἔστι τὸ αὐτὸ τῇ μὲν φύσει τῇ ἑαυτοῦ ἐνδεχόμενον, τῇ δὲ γνώσει τοῦ θεοῦ ὡρισμένον. Τοῦ δὲ ἐνδεχομένου εἰς τρία διαιρουμένου τὸ μὲν λέγεται ὡς ἐπὶ τὸ πολύ, οἷον τὸ ἐν γήρᾳ πολιοῦσθαι ἄνθρωπον (σπάνιον γὰρ τὸ μὴ οὕτως 158 ἔχον), τὸ δὲ ὡς ἐπ' ἔλαττον, οἷον τὸ σκάπτοντα θησαυρῷ περιτυχεῖν, τὸ δὲ ἐπίσης, οἷον τὸ λούσασθαι καὶ μὴ λούσασθαι καὶ τὰ τοιαῦτα. καὶ περὶ μὲν τὸ ὡς ἐπὶ πολὺ ἐνδεχόμενον δύο τινὰ καταγίνεται αἴτια, ἥ τε φύσις καὶ ἡ τέχνη, περὶ δὲ τὸ ὡς ἐπ' ἔλαττον ἥ τε τύχη καὶ τὸ αὐτόματον, περὶ δὲ τὸ ἐπίσης ἐνδεχόμενον ἡ προαίρεσις ἔχει μόνη. καὶ τοῦτο μόνον καλεῖται «ὁπότερον ἔτυχεν», οἷον ὁπότερον ἔτυχε μόριον τῆς ἀντιφάσεως ὁμοίως ἐκβῆναι δυνατόν. Περὶ δαιμόνων Περὶ τῆς τῶν δαιμόνων ἀληθοῦς ἢ ψευδοῦς ἢ ἐπαμφοτεριζούσης προγνώσεως τοιούτων παρ' ἐνίοις τῶν φιλοσόφων λόγων ἀκήκοα, οὐ τῶν πάντῃ Ἑλληνικῶν, ἀλλὰ καὶ τῶν τὰ ἡμέτερα ἐκ μέρους ἑλομένων πρεσβεύειν. διαιροῦσι τοιγαροῦν οὗτοι τὸ γένος ἐν μέτροις τισὶ καὶ βαθμοῖς τῆς ἀπὸ τῶν κρειττόνων πτώσεως· καὶ τοὺς μὲν ἐν τοῖς οὐρανίοις ἀπολείπουσι, τοὺς δὲ ἐν Ταρτάρῳ διάγουσι, καὶ ἄλλους περὶ τὴν γῆν κατασπείρουσιν, ἔστι δὲ οὓς καὶ τῇ ὕλῃ ἀποκληροῦσι καὶ τοῖς ὑλαίοις παθήμασι. τοὺς μὲν οὖν ἐγγύς που περιπολοῦντας τῆς οὐρανίου περιφορᾶς ἀληθεῖς φασὶν ἀναδεδειχέναι χρησμοὺς διὰ τὴν πρὸς τὰ κρείττω ἐγγύτητα· τοὺς δέ γε τῇ ὕλῃ συμπεφυκότας ψευδεῖς καὶ πλάνους παντάπασι διορίζονται καὶ βασκάνους μάλιστα τῶν ἀνθρωπίνων ψυχῶν· τοὺς δέ γε περιγείους ἀμφιρρεπεῖς ἀποφαίνονται καὶ ἀμφιβόλους τὴν πρόρρησιν, ἐπεὶ καὶ πᾶσα μεσότης τοῦ μὲν χείρονος ἄκρου κρείττων, τοῦ δὲ κρείττονος χείρων καθίσταται· τὴν δὲ τῶν ὑποχθονίων μερίδα ὡς αὐτῆς τῆς ὕλης τὸν πυθμένα κατειληφότας ἀλογωτέρους πάντῃ τιθέασιν. εἶναι δέ φασι τοὺς μέσους σοφιστὰς ἀκριβεῖς, καὶ ἵνα μὴ τὴν ἑαυτῶν καταλύσωσι δόξαν ἐπιτηδεύειν φασὶ τὸ τῶν ὀνομάτων διπλοῦν, ἵνα ὁπότερον ἂν ἀποβῇ τῶν προαναπεφωνημένων αὐτοῖς, τοῦτο δόξῃ τὸ προρρηθέν. 159 Ταῦτα μὲν οὖν οἱ μέσοι διαιροῦσι φιλόσοφοι· ἐμοὶ δὲ ἀρέσκει μᾶλλον τὰ παρὰ τῶν καθαρῶς ἡμετέρων περὶ τῆς τούτων δεδογμένα προρρήσεως, ὅτι τὰ μὲν τῶν γενησομένων ταχύτερον ἡμῶν προλαμβάνοντες ἄνωθεν ἐξεπίστανται, τὰ δὲ παρ' ἡμῶν στοχαζόμενοι καὶ εἰκάζοντες προμηνύουσιν. Περὶ τοῦ ἐσομένου Εἰ τὸ ἐσόμενον, φῄς, οἶδε θεός, ὅρος ἐστὶν ἀκριβὴς τῆς τούτου ἐκβάσεως ἡ ἐκείνου πρόγνωσις· καὶ συλλογίζῃ ἐντεῦθεν ὡς οὔθ' ὁ πονηρὸς παρὰ τὴν οἰκείαν προαίρεσιν τὸ τῆς κακίας ἀνεμάξατο αἶσχος, οὔθ' ὁ ἀγαθὸς ἐντεῦθεν τὴν τῆς ἀγαθότητος ἕξιν ἐκτήσατο. ᾔδει γὰρ καὶ πρὸ γεννήσεως ἀμφοῖν ὁ θεὸς ὡς ὁ μὲν ἀγαθὸς ἔσοιτο, ὁ δὲ ἀποβαίη κακός· ἡ δὲ γνῶσις αὕτη ὅρος ἑκάστῳ τῶν ἐναντίων ἕξεων ἀμετάθετος. Ἀλλ', ὦ βέλτιστε, οἶδε μὲν πάντα θεός, ἀλλὰ κατὰ τὸ κρεῖττον καὶ τὴν ἑαυτῷ προσήκουσαν ἔννοιαν· οὐ μὴν διότι κρειττόνως οἶδε τὰ ὄντα καὶ τὰ ἐσόμενα, ἐκεῖνα τῆς ἰδίας μεθίσταται φύσεως. οὐ γὰρ ἐπειδὴ τῶν ὄντων τὸ μέν ἐστι σῶμα, τὸ δὲ ἀσώματον, καὶ τὸ μὲν ἔγχρονον, τὸ δὲ αἰώνιον, καὶ τὸ μὲν ἑστώς, τὸ δὲ κινούμενον, σωματικῶς οἶδε τὰ σώματα ἢ χρονικῶς τὰ ἔγχρονα ἢ κινουμένως τὰ ῥέοντα, ἀλλὰ ἀσωμάτως καὶ ἀιδίως καὶ ἀκινήτως, ὅτιπερ καὶ ἡ γνῶσις οὐ τῷ γινωσκομένῳ ἀλλὰ τῷ γινώσκοντι προσόμοιος. κατὰ τοῦτον δὴ τὸν λόγον καὶ τῶν ἐξ ἀνάγκης καὶ ἐνδεχομένως γινομένων ἀναγκαίαν μόνον τὴν γνῶσιν ἔσχηκεν ὁ θεός· καὶ ὥσπερ ἀσωμάτως τὸ σῶμα εἰδὼς καὶ ἀχρόνως τὸ ἔγχρονον καὶ ἀμεταθέτως τὸ μεθιστάμενον, οὔτε τὸ σῶμα ποιεῖ ἀσώματον, οὔτε τὸ ἔγχρονον ἄχρονον, ἀλλ' ἐκείνου κατὰ τὸ κρεῖττον πάντα εἰδότος ταῦτα ἐπὶ τῆς οἰκείας ἵσταται φύσεως, οὕτω δὴ καὶ τὸ οὕτως ἢ ἐκείνως ἐσόμενον ἀναγκαίως εἰδότος τοῦ κρείττονος μένει αὖθις ἀμφιρρεπὲς καὶ οὐ μεταβάλλεται πρὸς τὴν ἀναγκαίαν πρόγνωσιν τοῦ θεοῦ. ὅθεν ἐκεῖνος μὲν οἶδεν ὅτι πονηρὸς 160 ἢ ἀγαθὸς ἔσομαι, καὶ οἶδεν ἀναγκαίως· ἐγὼ δὲ οὐκ ἀπόλωλα τὴν ἐμὴν φύσιν, ἀλλὰ παρὰ τὴν προαίρεσιν δοκιμάζομαι καὶ τῆς ἐμῆς ἤρτηται γνώμης τῶν ἀρετῶν ἢ τῶν κακιῶν ἡ ἐνέργεια. Τοῦ αὐτοῦ ἀντιγραφὴ πρὸς μοναχὸν ἐρωτήσαντα περὶ ὁρισμοῦ τοῦ θανάτου Οὐχ ὡς ἠπόρηται τὸ προβληθὲν παρὰ σοῦ ζήτημα, λογιώτατε πάτερ, οὕτως ἠρώτησας· ὡς γὰρ δὴ προετείνω, τοῦ ἐρωτηθέντος ἡ λύσις πρόχειρος. οὐδὲν γὰρ ἀόριστον τῷ θεῷ, οὔτε ζωὴ οὔτε θάνατος, οὐ γένεσις, οὐκ οὐσία, οὔτε τῶν ὄντων οὔτε τῶν γινομένων οὐδέν. εἰ γὰρ δὴ τὸ θεῖον ὅρος ἐστὶ τοῦ παντός, πῶς δή τι τῶν πάντων ἐκείνῳ ἀοριστήσειε; καὶ εἰ τὸ πᾶν συνειλήφει τοῦ χρόνου, μᾶλλον δὲ καὶ πρὸ χρόνου καὶ πρὸ αἰῶνος ἐφ' ἑαυτοῦ ἔστηκε, πῶς τὸ μὲν παρὸν εἰδείη, τῶν δὲ μελλόντων τι ἀγνοήσειε; περὶ ἡμᾶς γὰρ ταῦτα, οἷς ὁ χρόνος καταμεμέρισται, οἳ τὸ μὲν ἐνεστὼς ἴσμεν ὁπόσον ἡμῖν εἰς γνῶσιν ἔλθοι, τὸ δὲ μέλλον παντάπασιν ἠγνοήκαμεν, ὅτι μηδὲ συζῶμεν τῷ ἐπιόντι, ἀλλὰ τοῦ ἐσομένου τῷ κατὰ τὸ ἐνεστὼς ζῆν παντάπασιν ἀπῳκίσμεθα. ῥᾴστη τοιγαροῦν πρὸς ὅπερ ἠρώτησας ἡ ἀπόκρισις. Τὸ δὲ θρυλλούμενον τουτὶ ζήτημα, ἵνα δή σοι κεφαλαιωδῶς καὶ ἐν ἐπιστολῆς σχήματι συνείρω τὸ πᾶν, οὕτω δὴ προβάλλονται οἱ δεινότεροι, οὐ περὶ ὅρου ζωῆς μόνον, ἀλλὰ καὶ περὶ παντὸς ἑτέρου τῶν γινομένων τὸν λόγον προάγοντες. ἐρωτῶσι γὰρ εἰ οἶδε τὸ μέλλον ὁ θεός· εἶτα δὴ συνομολογήσαντος τοῦ προσδιαλεγομένου (οὐδὲ γὰρ ἦν ἀντιλέγειν πρὸς κοινὴν ἔννοιαν) ἐπάγουσι· πότερον δὲ ὥρισται αὐτῷ ἡ γνῶσις τοῦ μέλλον161 τος ἢ ἀορισταίνει ὥσπερ ἡμῖν; δόντων δὲ ἡμῶν ὡρίσθαι αὐτῷ τὴν γνῶσιν (θάτερον γὰρ ἄτοπον) εὐθὺς ὡς ἑπόμενόν τι ἄτοπον ἐπιφέρουσι· φασὶ γὰρ ὡς, εἰ ὡρισμένως εἰδείη τόν τε ἐσόμενον δίκαιον ὁ θεὸς καὶ τὸν ἐσόμενον ἄδικον τόν τε οὕτως ἢ ἐκείνως τεθνηξόμενον, οὔθ' ὁ δίκαιος παρ' ἑαυτοῦ δίκαιος οὔθ' ὁ ἄδικος ἀρχὴν ἀδικίας τὴν προαίρεσιν ἐκληρώσατο· ἀλλ' οὐδ' ὁ φονεὺς ἄδικος, περιώρισται γὰρ τῷ τεθνηκότι ὁ τῆς ζωῆς χρόνος, καὶ εἰδότι θεῷ ὡς οὕτως τεθνήξαιτο ἐπηκολούθησεν ἡ ἀναίρεσις. πῶς γὰρ ἦν εἰδέναι μὲν ὡρισμένως τὸν θεὸν ἐκεῖνον ἀναιρεθήσεσθαι, ἐκφυγεῖν δὲ τοῦτον τὸν τρόπον τῆς ἀναιρέσεως; ὥστε καὶ ὁ φονεὺς προγνώσει θείᾳ ὑπουργηκὼς οὐ μόνον ἀθῷος παντάπασι λογισθήσεται, ἀλλὰ καὶ ἀμοιβῆς ἄξιος ὡς τὸ τοῦ δεσπότου θέλημα ἐκτετελεκώς. Τὸ μὲν οὖν ζήτημα οὕτω δὴ συντιθέασιν οἱ περὶ ταῦτα δεινοί· ἡ δέ γε λύσις οὕτως αὖθις παρὰ τῶν σοφωτέρων ἐπάγεται πρὸς τὸ πρόβλημα, ὡς ἡ γνῶσις μέση οὖσα τοῦ γινωσκομένου καὶ τοῦ γινώσκοντος ὥρμηται μὲν ἀπὸ τοῦ γινώσκοντος, εἰλεῖται δὲ περὶ τὸ γινωσκόμενον καὶ ὡμοίωται τῷ γινώσκοντι. ὁποῖόν τι λέγω· ἄλλη ψυχῆς γνῶσις καὶ ἄλλη νοῦ καὶ ἄλλη θεοῦ· ἡ μὲν οὖν ψυχικῶς οἶδεν, ὁ δὲ νοερῶς, ὁ δὲ ὑπὲρ νοῦν καὶ ἐπέκεινα. οὐκ ἀλλοιοῦσι δὲ αἱ γνώσεις τὰ πράγματα, ἀλλ' αἱ μὲν κατὰ τὰ γινώσκοντα ἵστανται, τὰ δὲ γινόμενα τῆς οἰκείας οὐκ ἐξίστανται φύσεως. ὁ μὲν οὖν θεὸς ὅρος ὢν ὁ πάντων ἀκρότατος κατὰ τὴν οἰκείαν ἀκρότητα οἶδε τὰ πράγματα, ὡρισμένως μὲν τὰ ἀόριστα, ἀναγκαίως δὲ τὰ ἐνδεχόμενα. οὐ γὰρ συμμεταβάλλεται τοῖς γινομένοις, ἀλλ' ὡς ἔχει φύσεως τὴν τάξιν οἶδε τῶν ὄντων· τὰ δὲ κατὰ τὴν οἰκείαν φύσιν ῥεῖ τε καὶ φέρεται. Φέρε γὰρ πρὸς θεοῦ· τῶν σωμάτων διεστηκότων πῶς οἶδε ταῦτα θεός, διαστατῶς ἢ ἀδιαστάτως; οὐκ ἀδιαστάτως; οὐ γὰρ ἐρεῖς που θάτερον· οὐ γὰρ διίσταται τοῖς βάθεσι τούτων ἢ τοῖς μήκεσιν ἢ τοῖς πλάτεσιν, ἀλλ' ἀδιάστατον αὐτῶν τὴν γνῶσιν προέλαβεν. ἆρ' οὖν τὸ οὕτως εἰδέναι τὰ σώματα τὸν θεὸν τὰς διαστάσεις ἐκείνων μετήμειψε; κατὰ τὸν αὐτὸν λόγον καὶ τὴν φύσιν ὑπὲρ φύσιν εἰδὼς καὶ τὸ ἀόριστον ὡρισμένως οὔτε 162 τὴν φύσιν μετήλλαξεν οὔτε τὴν ἀοριστίαν τῶν πραγμάτων μετήμειψεν· οὐ γὰρ αἰτία τῶν γινομένων ἡ πρόγνωσις. οὐ τοίνυν, εἰ τῶν μὲν προέγνωκε τὴν φαυλότητα, τῶν δὲ τὴν δικαιοσύνην προέλαβε, διὰ ταῦτα ἐξ ἀνάγκης οἱ μὲν φαῦλοι, οἱ δὲ γεγένηνται δίκαιοι· ἀλλ' ἐκεῖνός τε κατὰ τὴν οἰκείαν φύσιν τὴν γνῶσιν ἔσχε τῶν γινομένων, κἀκεῖνα κατὰ τὸν ἴδιον εἰρμὸν φέρεται. καὶ τὸν ἀγχόνῃ τοίνυν χρησάμενον οἶδε μὲν ὡς οὕτω τεθνήξαιτο (μὴ γάρ σε διαλάθῃ τὸ πρότερον ὁμολόγημα, ὡς ἡ γνῶσις ὡμοίωται τῷ γινώσκοντι), οὐ διὰ τὴν γνῶσιν δὲ ἐκεῖνος βιαίως ἐκπέπτωκεν, ἀλλὰ διὰ τὴν προαίρεσιν πονηρῷ χρησαμένην δαίμονι. καὶ τὸ σύμπαν εἰπεῖν, ὥστε σοι ἐπιλελῦσθαι τὸ ζήτημα, τῷ μὲν θεῷ κατὰ τὴν πρόγνωσιν τῆς ἑκάστου ζωῆς τὸ συμπέρασμα ὥρισται, προέλαβε γὰρ ἐκεῖνος τὴν γνῶσιν τοῦ ἐσομένου· ἡμῖν δὲ ἀορισταίνει τὸ συμβησόμενον. ὥστε τρόπον μέν τινα ὥρισται, τρόπον δὲ καὶ οὐχ ὥρισται· ᾧ μὲν γὰρ οἶδε θεὸς ὥρισται, ᾧ δὲ ἡ πρόγνωσις οὐχ ὁρίζει τὸ γενησόμενον οὐχ ὥρισται. ἐπιδιαιτῶ δὲ καὶ τοῖς τῶν πατέρων ἡμῶν λόγοις, ἵν' εἰ τισὶ μὲν ἐντύχοις ὡς περὶ ὡρισμένου τοῦ συμπεράσματος τῆς ζωῆς ἡμῶν λέγουσι, τισὶ δὲ ὡς περὶ ἀορίστου, μὴ διαφωνεῖν πρὸς ἄλληλα οἰηθείης τὰ δόγματα, ἀλλ' ἐπικρίνοις, ὡς ταῦτα μὲν κατὰ τοῦτον τὸν τρόπον ἐξενήνεκται, ἐκεῖνα δὲ κατὰ τὸν ἕτερον. Πρὸς δὲ τούτοις εἰδέναι σε βούλομαι, ὡς οὐχ ἁπλῆ τις ἐστὶν ἡ καθ' ἡμᾶς φύσις, ἀλλὰ πλήρεις ἐσμὲν καὶ τοῦ ὄντος καὶ τῆς γενέσεως, διοικούμεθά τε τὰ μὲν ὑπὸ προνοίας, τὰ δ' ὑπὸ φύσεως, τὰ δ' ἐκ προαιρέσεως. καὶ οὐ τοῦτο λέγω, ὡς διέστηκέ τι τῆς προνοίας καὶ τοῦ θεοῦ, ἀλλ' ὅτι καὶ τἄλλα ἐκεῖθεν τὴν οὐσίαν λαχόντα ἢ φυσικῶς περὶ ἡμᾶς ἐνεργεῖ ἢ προαιρετικῶς. διὰ ταῦτα τοιγαροῦν καὶ κρυμοὶ καὶ θάλπη ἐκφέρουσιν ἡμᾶς τῆς ζωῆς, ὅτι καὶ φύσεως μετεσχήκαμεν· καὶ αὖθις ἄτοποι γνῶμαι σβεννύουσιν ἡμῶν τὴν ζωὴν παρὰ τὸ μέρος τῆς προαιρέσεως. ἃ πάντα οἶδε μὲν ὡρισμένως ὁ θεός, ἐκεῖνα δὲ κατὰ τὴν ἑαυτῶν φύσιν τὴν ἐνέργειαν ἔχουσιν. Ἔχεις ἰδοὺ τὴν λύσιν ἐπὶ βραχέος οὗπερ ἠρώτησας, πατέρων ἐμοὶ λογιώτατε καὶ σεβασμιώτατε. 163 [δε βαβυτζιξαριο] Ὁ μέν τοι Βαβουτζικάριος ἐξ Ἑλληνικῆς φλυαρίας παρεισεφθάρη τῷ βίῳ· ἔνεστι γάρ που τοῖς Ὀρφικοῖς ἔπεσι Βαβώ τις ὀνομαζομένη δαίμων νυκτερινή, ἐπιμήκης τὸ σχῆμα καὶ σκιώδης τὴν ὕπαρξιν. ἱστορεῖ δὲ καὶ Πορφύριος ὁ φιλόσοφος περὶ τῶν Τούσκων (ἔθνος δὲ οὗτοι βόρειόν τε καὶ βάρβαρον) πολλοῖς τοιούτοις ἐντετυχηκέναι νυκτερινοῖς φάσμασιν, ἃ δή φασι νυκτὸς μὲν ἐπικαίειν, ἡμέρας δὲ ἐντυγχάνειν τοῖς ἐπικαυθεῖσι λεπτοῖς τισι καὶ ἀμαυροῖς σώμασι, νήμασιν ἀραχνίοις προσεοικόσιν. Ἀπὸ γοῦν τῆς Βαβοῦς ὁ Βαβουτζικάριος παρὰ τοῖς πολλοῖς ἀνεπλάσθη. καὶ ἔστι μὲν οὐδαμοῦ ἐπιχωριάζων τῷ βίῳ, ἀλλ' οἱ δειλότεροι τῶν ἀνθρώπων εἶναι δὴ τοῦτον τὸν δαίμονα πλάττουσιν. ἦν γάρ τις κἀμοὶ ἀνθρωπίσκος, ἀγενὴς μὲν τὴν ψυχήν, λογοποιὸς δὲ οὐχ ἥκιστα· τούτῳ γοῦν οὐ νυκτὸς μόνον, ἀλλὰ καὶ ἡμέρας τὰ τοιαῦτα παρυφίστατο φάσματα· ἑώρα γοῦν τὸ μὴ ὄν, ὥσπερ ὁ Ὀρέστης τὰς Εὐμενίδας, καὶ ἔπλαττε τὸ ἀνύπαρκτον· νυκτὸς δὲ βραχύ τι προβαίνων, εἶτα δειλιάσας, ἀνέστρεφε καὶ τοῖς πολλοῖς ἀνετύπου τὸν μὴ ὄντα Βαβουτζικάριον. γίνεται δὲ τοῦτο ἐκ κοινοῦ πάθους, σώματός φημι καὶ ψυχῆς· ἡ μὲν γὰρ τῇ ἐμφύτῳ νόσῳ ταράττεται, οἱ δέ γε ὀφθαλμοὶ ἀσθενῶς τηνικαῦτα τῆς ὁρατικῆς δυνάμεως ἔχοντες καὶ μὴ καθαρὸν τὸ φῶς ἀκοντίζοντες, ὃ πάσχουσιν ἔσωθεν, ἔξωθεν δοκοῦσιν ὁρᾶν, καὶ τὸ πάθος τοῦτο δαίμων ἐκείνοις ἐνομίσθη καὶ ὠνομάσθη. Εἰ δὲ μὴ πάντα τὸν χρόνον, ἀλλ' ἐν αἷς ἡμέραις τὴν τοῦ Χριστοῦ γένναν πανηγυρίζομεν καὶ τὸ θεῖον ἑορτάζομεν βάπτισμα, τοῦτο δὴ τὸ πάθος εἰς δαίμονα ἀναπέπλασται, θαυμάζειν οὐ χρή· τηνικαῦτα γὰρ διὰ τὰς ἀναγκαίας πανηγύρεις νυκτὸς παρ' ἀλλήλους οἱ ἄνθρωποι ἀφικνούμενοι τό τε πάθος ὑφίστανται καὶ ἡ τοῦ δαίμονος χώραν ἔσχεν ὑπόληψις.

Intertext edge

Open linked passage

Note